Epigrammata
- Edition reference
- Epigrammata, ed. G. Kaibel, Epigrammata Graeca ex lapidibus conlecta, Berlin: Reimer, 1878: 414–417. Epigr: 353: Epigr. frr. 988–992.
- CTS identifier
urn:cts:greekLit:tlg1213.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
988
In Memnonis pede sinistro. C. I. 4727 coll. Add. III p. 1202.
Ἔκλυον αὐδάσαντος ἐγὼ 'πὺ λίθω Βάλβιλλα
φώνας τᾶς θείας Μέμνονος ἢ Φαμένωθ·
ἦνθον ὔμοι δ' ἐράται βασιλήιδι τυῖδε Σαβίνναι,
ὤρας δὲ πρώτας ἄλιος ἦχε δρόμος,
κοιράνω Ἀδριάνω πέμπτωι δεκότωι δ' ἐνιαύτωι,
φῶτ]α δ' ἔχεσκεν Ἄθυρ εἴκοσι καὶ πέσυρα·
εἰκόστωι πέμπτωι δ' ἄματι μῆνος Ἄθυρ.
989
In statua Memnonis. C. I. 4729 coll. Add. III p. 1202.
Ὅτε τῇ πρώτῃ ἡμέρᾳ οὐκ ἀκούσαμεν τοῦ Μέμνονος.
‘Χθίσδον μάν, [φίλε] Μέμνον, ὃς [οὐ φώνην ἐθέλησας,
ὠς πάλιν ἀλλοτρί[ω]ς βάξιν ἄναυ[δ]ος [ἔφυς·
.... γὰρ σέ[π]τα μόρφα βασιλήιδος, [αἴ ϝοι
ἐ[λ]θοίσαι [γ' α]ὔται θήιον ἆχον ἴη[ς·
μὴ καί τοι βασίλευς κοτέ[σῃ, ὄ] νυ δᾶρον [ἀπεῦσαν
τὰν σέμναν κατέχῃς κουριδίαν ἄλοχον.’
κὠ Μέμνων τρέσσαις μεγάλως μένος Ἀ[δρ]ι[άνοιο
ἐξαπίνας αὔδας'· ἁ δ' ὀίοις' [ἐ]χάρη.
990
In Memnonis crure sinistro. C. I. 4725 coll. Add. III p. 1201 sq.
Ἰουλίας Βαλβίλλης, ὅτε ἤκουσε τοῦ Μέμνονος ὁ σεβαστὸς
Ἀδριανός.
Μέμνονα πυνθανόμαν Αἰγύπτιον, ἀλίω αὔγαι
αἰθόμενον, φώνην Θηβαίκω 'πὺ λίθω·
Ἀδρίανον δ' ἐςίδων, τὸν παμβασίληα πρὶν αὐγὰς
ἀελίω χαίρην εἶπέ [ϝ]οι ὠς δύνοτον·
Τίταν δ' ὄττ' ἐλάων λεύκοισι δι' αἴθερος ἴπποις
ἐ]ν σκίαι ὠράων δεύτερον ἦχε μέτρον,
ὠς χάλκοιο τυπέντος ἴη Μέμνων πάλιν αὔδαν
ὀξύτονον· χαίρων καὶ τρίτον ἆχον ἴη.
κοίρανος Ἀδρίανος χ[ήρ]αις δ' ἀσπάσσατο καὖτος
Μέμνονα. κἀ[πιθέμαν] καλλ[ιλό]γοισι πόνοις
γρόππατα σαμαίνο[ν]τά τ' ὄς' εὔιδε κὤσς' ἐςάκουσε·
δᾶλον παῖσι δ' ἔγε[ν]τ' ὤς [ϝ]ε φίλ[ε]ισι θέοι.
991
In Memnonis crure sinistro. C. I. 4730 coll. Add. III p. 1202 sq.
Χαῖρε καὶ αὐδάσαις πρόφρων ἔμε [δέχνυσο, Μέμνον,
τὰν [μέγα δυστυχίαι σᾶι ἔπι μυρομέναν·
γλῶσσαν μέν τοι τ[μ]ᾶξ[ε ............
Καμβύσαις ἄθεος ...........
δῶκέν τοι ποίναν τῶ σῶ οἰκτ[ίρματος ἠδ' ἇς
τόλμας, ἇς Ἆπιν ............
ἄλλ' ἔγω οὐ δοκίμωμι σέθεν τό [γε θῆον ὄλεσθαι,
ψύχαν δ' ἀθανάταν, ἄ[φθιτε], σῶ[σδες ἄι.
εὐσέβεες γὰρ ἔμοι γένεται σέ[πτας ἀπὸ ῥίσδας
Βάλβιλλός τε σόφος κἀντίοχος [προπάτωρ·
Βάλβιλλος γένετ' ἐκ μᾶτρος βασιλήιδος Ἄκ[μας,
τῶ πάτερος δὲ πάτηρ Ἀντίοχος βασίλευς·
κήνων ἐκ γενέας κἄγω λόχον αἶμα τὸ κᾶλον,
Βαλβίλλας δ' ἔμεθεν γρόπτα τόδ' εὐσέβ[εος.
992
In Memnonis crure sinistro. C. I. 4731 coll. Add. III p. 1203.
Ὅτε σὺν τῆι Σεβαστῆι Σαβείνηι ἐγενόμην παρὰ τῶι Μέμνονι.
Αὔως καὶ γεράρω, Μέμνον, πάι Τιθώνοιο,
Θηβάας θάσσων ἄντα Δίος πόλιος,
ἢ Ἀμένωθ, βασίλευ Αἰγύπτιε, τὼς ἐνέποισιν
ἴρηες μύθων τῶν παλάων ἴδριες.
———