Batrachomyomachia
- Authority group
- Batrachomyomachia (catalogue association; authorship remains anonymous)
- Edition reference
- Batrachomyomachia (prosodia Byzantina), ed. Allen, op. cit., 170, 172–173, 176, 178– 182.
- CTS identifier
urn:cts:greekLit:tlg1220.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
212
Λιμνόχαρις δ' ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον,
213
Τρωγλοδύτην ἁπαλοῖο δι' αὐχένος τρῶσεν ἐπιφθὰς
213a
πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκότος ὄσσε κάλυψε·
214
Ὠκιμίδην δ' ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳ
215
οὐδ' ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δ' ἐνόησε
216
Λειχήνωρ δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
217
καὶ βάλεν, οὐδ' ἀφάμαρτε καθ' ἧπαρ· ὡς δ' ἐνόησε
218
Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις.
219
ἀλλ' οὐδ' ὣς ἀπέληγε μάχης ἀλλ' ἤλασεν αὐτόν·
220
κάππεσε δ', οὐκ ἀνένευσεν, ἐβάπτετο δ' αἵματι λίμνη
221
πορφυρέῳ, αὐτὸς δὲ παρ' ἠιόν' ἐξετανύσθη,
222
χορδῇσιν λιπαρῇσί τ' ἐπορνύμενος λαγόνεσσιν.
227
Ὑδρόχαρις δ' ἔπεφνεν Πτερνοφάγον βασιλῆα,
251
ἔσχατος δ' ἐκ λίμνης ἀνεδύσετο, τείρετο δ' αἰνῶς
259
ἥρωας κρατερούς, ἀλλ' ἔδυνε βένθεσι λίμνης
261a
μεριδάρπαξ ὄρχαμος μιμούμενος αὐτὸν ἄρηα
261b
ὃς μόνος ἐν μύεσσιν ἀρίστευεν καθ' ὅμιλον
262a
αὐτὸς δ' ἑστήκει γαυρούμενος κατὰ λίμνην
273
οὐ μικρόν με πλήσσει μεριδάρπαξ ὃς κατὰ λίμνην
281
κινείσθω τιτανοκτόνον ὀβριμοεργόν
281a
ᾧ Τιτᾶνας πέφνες ἀρίστους ἔξοχα πάντων
287
αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον
288
ἧκ' ἐπιδινήσας· ὁ δ' ἄρ' ἔπτατο χειρὸς ἄνακτος