The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 2: 496–510.
CTS identifier
urn:cts:greekLit:tlg1222.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1a-16a

{ΒΑΒΥΛΩΝΙΑΚΑ sive ΧΑΛΔΑΪΚΑ.}

t1a-3

{E LIBRO PRIMO.}

1a

Syncell. p.: (Ἐκ τοῦ Ἀλεξάνδρου τοῦ Πολυΐ-

στορος, περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ βασιλευσάντων

δέκα βασιλέων τῶν Χαλδαίων καὶ αὐτοῦ τοῦ κατακλυ-

σμοῦ, καὶ περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ, ἐν οἷς καί

τινα διὰ μέσου τερατώδη φάσκει, ὡς τῷ Βηρώσσῳ γε-

γραμμένα).

1. Βήρωσσος δὲ ἐν τῇ πρώτῃ τῶν Βαβυλωνιακῶν φησι

γενέσθαι μὲν αὐτὸν κατὰ Ἀλέξανδρον τὸν Φιλίππου

τὴν ἡλικίαν. Ἀναγραφὰς δὲ πολλῶν ἐν Βαβυλῶνι φυ-

λάσσεσθαι μετὰ πολλῆς ἐπιμελείας ἀπὸ ἐτῶν που ὑπὲρ

μυριάδων ιεʹ περιεχούσας χρόνον· περιέχειν δὲ τὰς ἀνα-

γραφὰς ἱστορίας περὶ τοῦ οὐρανοῦ καὶ θαλάσσης καὶ

πρωτογονίας καὶ βασιλέων καὶ τῶν κατ' αὐτοὺς πράξεων.

2. Καὶ πρῶτον μὲν τὴν Βαβυλωνίων γῆν φησι κεῖ-

σθαι ἐπὶ τοῦ Τίγριδος καὶ Εὐφράτου ποταμοῦ μέσην.

Φύειν δὲ αὐτὴν πυροὺς ἀγρίους καὶ κριθὰς καὶ ὦχρον

καὶ σήσαμον καὶ τὰς ἐν τοῖς ἕλεσι φυομένας ῥίζας ἐσθίε-

σθαι· ὀνομάζεσθαι αὐτὰς γόγγας· ἰσοδυναμεῖν δὲ τὰς

ῥίζας ταύτας κριθαῖς. Γίνεσθαι δὲ φοίνικας καὶ μῆλα

καὶ τὰ λοιπὰ ἀκρόδρυα καὶ ἰχθύας καὶ ὄρνεα χερσαῖά

τε καὶ λιμναῖα. Εἶναι δὲ αὐτῆς τὰ μὲν κατὰ τὴν Ἀρα-

βίαν μέρη ἄνυδρά τε καὶ ἄκαρπα, τὰ δὲ ἀντικείμενα

τῇ Ἀραβίᾳ ὀρεινά τε καὶ ἄφορα. Ἐν

δὲ τῇ Βαβυλῶνι πολὺ πλῆθος ἀνθρώπων γενέσθαι ἀλ-

λοεθνῶν κατοικησάντων τὴν Χαλδαίαν· ζῆν δὲ αὐτοὺς

ἀτάκτως ὥσπερ τὰ θηρία.

3. Ἐν δὲ τῷ πρώτῳ ἐνιαυτῷ φανῆναι ἐκ τῆς Ἐρυ-

θρᾶς θαλάσσης κατὰ τὸν ὁμοροῦντα τόπον τῇ Βαβυλω-

νίᾳ ζῶον ἄφρενον ὀνόματι Ὠάννην,

καθὼς καὶ Ἀπολλόδωρος ἱστόρησε, τὸ μὲν ὅλον σῶμα

ἔχον ἰχθύος, ὑπὸ δὲ τὴν κεφαλὴν παραπεφυκυῖαν ἄλλην

κεφαλὴν ὑποκάτω τῆς τοῦ ἰχθύος κεφαλῆς, καὶ πόδας

ὁμοίως ἀνθρώπου, παραπεφυκότας δὲ ἐκ τῆς οὐρᾶς τοῦ

ἰχθύος· εἶναι δὲ αὐτῷ φωνὴν ἀνθρώπου, τὴν δὲ εἰκόνα

αὐτοῦ ἔτι καὶ νῦν διαφυλάσσεσθαι· τοῦτο δὲ, φησὶ, τὸ

ζῶον, τὴν μὲν ἡμέραν διατρίβειν μετὰ τῶν ἀνθρώπων,

οὐδεμίαν τροφὴν προσφερόμενον, παραδιδόναι τε τοῖς

ἀνθρώποις γραμμάτων καὶ μαθημάτων καὶ τεχνῶν

παντοδαπῶν ἐμπειρίαν, καὶ πόλεων συνοικισμοὺς καὶ

ἱερῶν ἱδρύσεις, καὶ νόμων εἰσηγήσεις καὶ γεωμετρίαν

διδάσκειν, καὶ σπέρματα καὶ καρπῶν συναγωγὰς ὑπο-

δεικνύναι, καὶ συνόλως πάντα τὰ πρὸς ἡμέρωσιν ἀνή-

κοντα βίου παραδιδόναι τοῖς ἀνθρώποις. Ἀπὸ δὲ τοῦ

χρόνου ἐκείνου οὐδὲν ἄλλο περισσὸν εὑρεθῆναι. Τοῦ

δὲ ἡλίου δύναντος τὸ ζῶον τουτονὶ (τοῦτο s. τουτί?)

Ὠάννην δῦναι πάλιν εἰς τὴν θάλασσαν, καὶ τὰς νύκτας

ἐν τῷ πελάγει διαιτᾶσθαι· εἶναι γὰρ αὐτὸ ἀμφίβιον.

Ὕστερον δὲ φανῆναι καὶ ἕτερα ζῶα ὅμοια τούτῳ, περὶ

ὧν ἐν τῇ τῶν βασιλέων ἀναγραφῇ φησι δηλώσειν. Τὸν

δὲ Ὠάννην περὶ γενεᾶς καὶ πολιτείας γράψαι καὶ πα-

ραδοῦναι τόνδε τὸν λόγον τοῖς ἀνθρώποις.

4. Γενέσθαι φησὶ χρόνον, ἐν ᾧ τὸ πᾶν σκότος καὶ

ὕδωρ εἶναι καὶ ἐν τούτοις ζῶα τερατώδη, καὶ εἰδιφυεῖς

τὰς ἰδέας ἔχοντα ζωογονεῖσθαι. Ἀνθρώπους γὰρ

διπτέρους γεννηθῆναι, ἐνίους δὲ καὶ τετραπτέρους καὶ

διπροσώπους· καὶ σῶμα μὲν ἔχοντας ἓν, κεφαλὰς δὲ

δύο, ἀνδρείαν τε καὶ γυναικείαν, καὶ αἰδοῖά τε δισσὰ,

ἄρρεν καὶ θῆλυ· καὶ ἑτέρους ἀνθρώπους τοὺς μὲν αἰγῶν

σκέλη καὶ κέρατα ἔχοντας, τοὺς δὲ ἱππόποδας, τοὺς δὲ

τὰ ὀπίσω μὲν μέρη ἵππων, τὰ δὲ ἔμπροσθεν ἀνθρώπων, οὓς

ἱπποκενταύρους τὴν ἰδέαν εἶναι. Ζωογονηθῆναι δὲ καὶ

ταύρους ἀνθρώπων κεφαλὰς ἔχοντας καὶ κύνας τετρα-

σωμάτους, οὐρὰς ἰχθύος ἐκ τῶν ὄπισθεν μερῶν ἔχοντας,

καὶ ἵππους κυνοκεφάλους, καὶ ἀνθρώπους, καὶ ἕτερα

ζῶα κεφαλὰς μὲν καὶ σώματα ἵππων ἔχοντα, οὐρὰς δὲ

ἰχθύων, καὶ ἄλλα δὲ ζῶα παντοδαπῶν θηρίων μορφὰς

ἔχοντα. Πρὸς δὲ τούτοις ἰχθύας καὶ ἑρπετὰ καὶ ὄφεις

καὶ ἄλλα ζῶα πλείονα θαυμαστὰ καὶ παρηλλαγμένα

τὰς ὄψεις ἀλλήλων ἔχοντα· ὧν καὶ τὰς εἰκόνας ἐν τῷ

τοῦ Βήλου ναῷ ἀνακεῖσθαι. Ἄρχειν δὲ τούτων πάντων

γυναῖκα ᾗ ὄνομα Ὁμόρωκα· εἶναι

δὲ τοῦτο Χαλδαϊστὶ μὲν Θαλάτθ, Ἑλληνιστὶ δὲ μεθερ-

μηνεύεσθαι θάλασσα.

5. Οὕτως δὲ τῶν ὅλων συνεστηκότων ἐπανελθόντα

Βῆλον σχίσαι τὴν γυναῖκα μέσην, καὶ τὸ μὲν ἥμισυ

αὐτῆς ποιῆσαι γῆν, τὸ δὲ ἄλλο ἥμισυ οὐρανὸν, καὶ τὰ

ἐν αὐτῇ ζῶα ἀφανίσαι. Ἀλληγορικῶς δέ φησι τοῦτο

πεφυσιολογῆσθαι. Ὑγροῦ γὰρ ὄντος τοῦ παντὸς καὶ

ζώων ἐν αὐτῷ γεγενημένων, τοῦτον τὸν θεὸν ἀφελεῖν

τὴν ἑαυτοῦ κεφαλὴν, καὶ τὸ ῥυὲν αἷμα τοὺς ἄλλους θεοὺς

φυρᾶσαι τῇ γῇ, καὶ διαπλάσαι τοὺς ἀνθρώπους· δι'

ὃ νοερούς τε εἶναι καὶ φρονήσεως θείας μετέχειν.

6. Τὸν δὲ Βῆλον, ὃν Δία μεθερμηνεύουσι, μέσον τε-

μόντα τὸ σκότος χωρίσαι γῆν καὶ οὐρανὸν ἀπ' ἀλλήλων,

καὶ διατάξαι τὸν κόσμον· τὰ δὲ ζῶα οὐκ ἐνεγκόντα τὴν

τοῦ φωτὸς δύναμιν φθαρῆναι. Ἰδόντα δὲ τὸν Βῆλον χώ-

ραν ἔρημον καὶ καρποφόρον κελεῦσαι ἑνὶ τῶν θεῶν τὴν

κεφαλὴν ἀφελόντι ἑαυτοῦ τῷ ἀπορρυέντι αἵματι φυρᾶσαι

τὴν γῆν καὶ διαπλάσαι ἀνθρώπους καὶ θηρία τὰ δυνά-

μενα τὸν ἀέρα φέρειν· ἀποτελέσαι δὲ τὸν Βῆλον καὶ

ἄστρα καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς πέντε πλανήτας.

Ταῦτά φησιν ὁ Πολυΐστωρ Ἀλέξανδρος τὸν Βήρωσσον ἐν

τῇ πρώτῃ φάσκειν. Ἐν δὲ τῇ δευτέρα κτλ.

1b

Syncell.:

Βήρωσσος ὁ τῆς Χαλδαϊκῆς ἀρχαιολογίας συγγρα-

φεὺς ἀκμάσας κατὰ τοὺς χρόνους Ἀλεξάνδρου τοῦ Μα-

κεδόνος, ὥς φησι, καὶ εὑρὼν ἐν Βαβυλῶνι πολλῶν ἀνα-

γραφὰς φυλασσομένας ἐπιμελῶς, αἳ περιεῖχον ἐτῶν

μυριάδας που δεκαπέντε καὶ μικρὸν πρὸς, ἱστορίας

τινὰς περὶ οὐρανοῦ τε καὶ γῆς, καὶ θαλάσσης καὶ βασι-

λέων ἀρχαιότητος καὶ τῶν πράξεων αὐτῶν, περί τε

θέσεως τῆς Βαβυλωνίας γῆς καὶ καρποφορίας αὐτῆς καὶ

ζώων τινῶν ἐκ τῆς Ἐρυθρᾶς θαλάσσης φανέντων παρὰ

φύσιν τῷ εἴδει, καὶ ἄλλα τινὰ μυθώδη ταῦτα, κομπο-

λογίᾳ τινὶ συνέγραψεν. Δοξάσαι θέλων τὸ τῶν

Χαλδαίων ἔθνος καὶ δεῖξαι πάντων τῶν ἐθνῶν ἀρχαιό-

τερον ὁ Βήρωσσος καὶ οἱ κατ' αὐτὸν, ὁ Ἀλέξανδρος,

φημὶ, ὁ Πολυΐστωρ λεγόμενος καὶ Ἀβυδηνὸς, ταῦτα

γεγράφασι.

2

Agathias De reb. Justin. II.:

Ἀλλὰ Βῆλον μὲν τὸν Δία τυχὸν, Σάνδην δὲ τὸν Ἡρα-

κλέα, καὶ Ἀναϊτίδα τὴν Ἀφροδίτην, καὶ ἄλλως τοὺς

ἄλλους ἐκάλουν, ὥς που Βηρώσσῳ τε τῷ Βαβυλωνίῳ

καὶ Ἀθηνοκλεῖ καὶ Σιμάκῳ(?), τοῖς τὰ ἀρχαιότατα τῶν

Ἀσσυρίων τε καὶ Μήδων ἀναγραψαμένοις, ἱστόρηται.

3

Athenaeus XIV: Βήρωσος δ' ἐν πρώτῳ

Βαβυλωνιακῶν τῷ Λώῳ φησὶ μηνὶ ἑκκαιδεκάτῃ ἄγεσθαι

ἑορτὴν Σακέαν προσαγορευομένην ἐν Βαβυλῶνι ἐπὶ

ἡμέρας πέντε, ἐν αἷς ἔθος εἶναι ἄρχεσθαι τοὺς δεσπό-

τας ὑπὸ τῶν οἰκετῶν, ἀφηγεῖσθαί τε τῆς οἰκίας ἕνα

αὐτῶν ἐνδεδυκότα στολὴν ὁμοίαν τῇ βασιλικῇ, ὃν καὶ

καλεῖσθαι ζωγάνην. Μνημονεύει τῆς ἑορτῆς καὶ Κτησίας

ἐν δευτέρῳ Περσικῶν.

t4-13

{E LIBRO SECUNDO.}

4

Syncellus: Ἐπίπλαστός ἐστιν ἡ τούτων

ἐπίνοια ἀμφοτέρων, τοῦ τε Βηρώσσου καὶ τοῦ Μανεθῶ,

τὸ ἴδιον ἔθνος θελόντων δοξάσαι, τοῦ μὲν τὸ τῶν Χαλ-

δαίων, τοῦ δὲ τὸ τῶν Αἰγυπτίων. Θαυμαζέτω δὲ πῶς

οὐκ ᾐσχύνθησαν ἀφ' ἑνὸς καὶ τοῦ αὐτοῦ ἔτους ἀρχὴν

θέσθαι ταῖς τερατώδεσιν αὐτῶν συγγραφαῖς· ἀλλ' ὁ μὲν

Βήρωσσος διὰ σάρων καὶ νήρων καὶ σώσσων ἀνεγρά-

ψατο, ὧν ὁ μὲν σάρος τρισχιλίων καὶ ἑξακοσίων ἐτῶν

χρόνον σημαίνει, ὁ δὲ νῆρος ἐτῶν ἑξακοσίων, ὁ δὲ

σῶσσος ἑξήκοντα. Καὶ συνῆξε σάρους ἑκατὸν εἴκοσι διὰ

βασιλέων δέκα, ἤτοι χρόνον ἐτῶν μυριάδων τεσσαρά-

κοντα τριῶν καὶ δύο χιλιάδων.

5

Euseb. Chron.: Haec quidem Berosus

in primo libro narravit, secundo autem reges sin-

gillatim recensuit.

Et regum

quidem nomina diligenter acervat, nullum tamen

eorum opus peculiariter recitat, fortasse quia nihil

memorandum esse arbitratur. Ex eo igitur regum

tantummodo seriem depromere licet. Hac vero ra-

tione narrationem exorditur, ut Apollodorus

ait· nempe primum extitisse regem Alorum

ex urbe Babylone Chaldaeum· hunc saris decem

regno potitum. Porro is sarum ex annis ter mille

sexcentis conflat. Addit etiam nescio quem nerum

et sossum· nerum ait sexcentis annis constare,

sossum annis sexaginta. Sic ille de veterum more

annos supputat.

His dictis, pergit porro, regesque Assyriorum

singillatim atque ex ordine enumerat, decem vide-

licet ab Aloro primo rege usque ad Xisuthrum,

sub quo magnum ullud primumque diluvium conti-

gisse ait, quod Moses quoque commemorat. Jam

summam temporum, quibus hi reges imperitave-

runt, ait esse saros centum viginti, nempe quadra-

ginta tres annorum myriades annosque bis mille.

Tum et disertis verbis ita scribit· Defuncto, in-

quit, Aloro, regnavit ejus filius Alaparus saris

tribus. Post Alaparum Almelon

ex urbe Pantibiblis Chaldaeus saris tredecim.

Almeloni successit Ammenon item ex Pantibiblis

Chaldaeus saris duodecim. Hujus aetate bellua quae-

dam, cui nomen Idotioni,

e Rubro mari emersit, forma

ex homine et pisce mixta. Hinc Amegalarus

Pantibiblicus octodecim saris regnavit. Deinde

pastor Davonus Pantibiblicus, qui et ipse saris de-

cem regno potitus est. Hoc imperante, rursus e

Rubro mari emerserunt, eadem hominis itemque

piscis figura, monstra quattuor. Postea regnavit

Edoranchus Pantibiblicus saris octodecim. Eo tem-

pore item apparuit e Rubro mari aliud quiddam

simile piscis et hominis, cui nomen Odaconi. Hos

inquit omnes ea, quae ab Oanne summatim dicta

erant, accurate exposuisse. Exin imperavisse Amem-

phsinum e Lancharis Chaldaeum saris decem.

Tum regnum teniusse Otiartem e Lancharis Chal-

daeum saris octo. Defuncto denique Otiarte,

filium ejus Xisuthrum rexisse imperium saris octo-

decim· sub eoque evenisse magnum diluvium. Con-

flatur igitur summa decem regum et sarorum cen-

tum viginti. Haec est porro regum series·

I. Alorus saris X.

II. Alaparus saris III.

III. Almelon saris XIII.

IV. Ammenon saris XII.

V. Amegalarus saris XVIII.

VI. Davonus saris X.

VII. Edoranchus saris XVIII.

VIII. Amemphsinus saris X.

IX. Otiartes saris VIII.

X. Xisuthrus saris XVIII.

Summa, reges decem, sari centum viginti. Jam

ab his centum viginti saris confici aiunt quadraginta

tres annorum myriades et bis mille insuper annos;

siquidem sarus annis ter mille et sexcentis constat.

Haec in Polyhistoris Alexandri libris narrantur.

6

Syncell.: Πρὸς τούτοις καὶ Ἀπολλόδωρος

ὁμοίως τούτοις τερατευόμενος οὕτω λέγει· «Ταῦτα μὲν

ὁ Βήρωσσος ἱστόρησε, πρῶτον γενέσθαι βασιλέα Ἆλω-

ρον ἐκ Βαβυλῶνος Χαλδαῖον· βασιλεῦσαι δὲ σάρους

δέκα, καὶ καθεξῆς Ἀλάπαρον καὶ Ἀμήλωνα τὸν ἐκ

Παντιβίβλων· εἶτα

Ἀμμένωνα τὸν Χαλδαῖον, ἐφ' οὗ φησι φανῆναι τὸν μυ-

σαρὸν (δεύτερον?) Ὠάννην, τὸν Ἀννήδωτον, ἐκ τῆς

Ἐρυθρᾶς· [ὅπερ Ἀλέξανδρος προλαβὼν εἴρηκε φανῆναι

τῷ πρώτῳ ἔτει· οὗτος δὲ μετὰ σάρους τεσσαράκοντα(?)·

ὁ δὲ Ἀβυδηνὸς τὸν δεύτερον Ἀννήδωτον μετὰ

σάρους εἴκοσιν ἕξ·] εἶτα Μεγάλαρον ἐκ Παντιβίβλων

πόλεως, βασιλεῦσαι δ' αὐτὸν σάρους ὀκτωκαίδεκα· καὶ

μετὰ τοῦτον Δάωνον ποιμένα ἐκ Παντιβίβλων βασι-

λεῦσαι σάρους δέκα. Κατὰ τοῦτον πάλιν φησὶ φανῆναι

ἐκ τῆς Ἐρυθρᾶς Ἀννήδωτον τέταρτον τὴν

αὐτὴν τοῖς ἄνω ἔχοντα διάθεσιν καὶ τὴν ἰχθύος πρὸς

ἀνθρώπους μίξιν. Εἶτα ἄρξαι Εὐεδώραχον

ἐκ Παντιβίβλων, καὶ βασιλεῦσαι

σάρους ὀκτωκαίδεκα. Ἐπὶ τούτου φησὶν ἄλλον φανῆναι

ἐκ τῆς Ἐρυθρᾶς θαλάσσης ὅμοιον κατὰ τὴν ἰχθύος πρὸς

ἄνθρωπον μίξιν, ᾧ ὄνομα Ὠδάκων. Τού-

τους δέ φησι πάντας τὰ ὑπὸ Ὠάννου κεφαλαιωδῶς ῥη-

θέντα κατὰ μέρος ἐξηγήσασθαι. [Περὶ τούτου Ἀβυ-

δηνὸς οὐδὲν εἶπεν.] Εἶτα ἄρξαι Ἀμεμψινὸν

Χαλδαῖον ἐκ Λαράγχων· βασιλεῦσαι δὲ αὐτὸν ὄγδοον

σάρους δέκα. Εἶτα ἄρξαι Ὠτιάρτην Χαλδαῖον ἐκ Λαράγ-

χων, βασιλεῦσαι δὲ σάρους ηʹ. Ὠτιάρτου δὲ τελευτή-

σαντος τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους

ὀκτωκαίδεκα. Ἐπὶ τούτου τὸν μέγαν κατακλυσμόν φησι

γεγενῆσθαι. Ὡς γίνεσθαι ὁμοῦ πάντας βασιλεῖς δέκα,

σάρους δὲ ἑκατὸν εἴκοσι.»

6a

Josephus Ant. I, 3, 9:

δι' ἀρετὴν καὶ τὴν εὐχρηστίαν, ὧν

ἐπενόουν, ἀστρολογίας καὶ γεωμετρίας, ... ἅπερ οὐκ ἦν

ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυ-

τούς· διὰ τοσούτων γὰρ ὁ μέγας ἐνιαυτὸς πληροῦται.

Μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ' Ἕλλησι

καὶ παρὰ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας.

Καὶ γὰρ καὶ Μανεθὼν ὁ τὴν τῶν Αἰγυπτιακῶν ποιη-

σάμενος ἀναγραφὴν, καὶ Βηρωσσὸς ὁ τὰ Χαλδαϊκὰ

συναγαγὼν, Μῶχός τε καὶ Ἑστι-

αῖος, καὶ πρὸς αὐτοῖς ὁ Αἰγύπτιος Ἱερώνυμος, οἱ τὰ

Φοινικικὰ συνταξάμενοι, συμφωνοῦσι τοῖς ὑπ' ἐμοῦ

λεγομένοις.

7

Syncell.: Λέγει γὰρ ὁ αὐτὸς

Ἀλέξανδρος ὡς ἀπὸ τῆς γραφῆς τῶν Χαλδαίων αὖθις

παρακατιὼν ἀπὸ τοῦ ἐνάτου βασιλέως Ἀρδάτου (deb.

Ὀτιάρτου) ἐπὶ τὸν δέκατον λεγόμενον παρ' αὐτοῖς Ξί-

σουθρον οὕτως· «Ἀρδάτου δὲ τελευτήσαντος τὸν υἱὸν

αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους ὀκτωκαίδεκα· ἐπὶ

τούτου μέγαν κατακλυσμὸν γενέσθαι· ἀναγεγράφθαι δὲ

τὸν λόγον οὕτως· (2) τὸν Κρόνον αὐτῷ κατὰ τὸν ὕπνον

ἐπιστάντα φάναι μηνὸς Δαισίου πέμπτῃ καὶ δεκάτῃ

τοὺς ἀνθρώπους ὑπὸ κατακλυσμοῦ διαφθαρήσεσθαι. Κε-

λεῦσαι οὖν διὰ γραμμάτων πάντων ἀρχὰς καὶ μέσα

καὶ τελευτὰς ὀρύξαντα θεῖναι ἐν πόλει ἡλίου Σισπάροις,

καὶ ναυπηγησάμενον σκάφος

ἐμβῆναι μετὰ τῶν συγγενῶν καὶ ἀναγκαίων φίλων·

ἐνθέσθαι δὲ βρώματα καὶ πόματα, ἐμβαλεῖν δὲ καὶ ζῶα

πτηνὰ καὶ τετράποδα, καὶ πάντα εὐτρεπισάμενον πλεῖν·

ἐρωτώμενον δὲ ποῦ πλεῖ; φάναι, πρὸς τοὺς θεοὺς, εὐ-

ξάμενον ἀνθρώποις ἀγαθὰ γενέσθαι.

(3) Τὸν δ' οὐ παρακούσαντα ναυπηγῆσαι σκάφος τὸ

μὲν μῆκος σταδίων πέντε, τὸ δὲ

πλάτος σταδίων δύο· τὰ δὲ συνταχθέντα πάντα συνθέ-

σθαι, καὶ γυναῖκα καὶ τέκνα καὶ τοὺς ἀναγκαίους φί-

λους ἐμβιβάσαι.

4. Γενομένου δὲ τοῦ κατακλυσμοῦ καὶ εὐθέως λή-

ξαντος, τῶν ὀρνέων τινὰ τὸν Ξίσουθρον ἀφιέναι. Τὰ δὲ

οὐ τροφὴν εὑρόντα οὔτε τόπον ὅπου καθίσαι, πάλιν ἐλ-

θεῖν εἰς τὸ πλοῖον. Τὸν δὲ Ξίσουθρον πάλιν μετά τινας

ἡμέρας ἀφιέναι τὰ ὄρνεα· ταῦτα δὲ πάλιν εἰς τὴν

ναῦν ἐλθεῖν τοὺς πόδας πεπηλωμένους ἔχοντα. Τὸ δὲ

τρίτον ἀφεθέντα οὐκ ἔτι ἐλθεῖν εἰς τὸ πλοῖον. Τὸν δὲ

Ξίσουθρον ἐννοηθῆναι γῆν ἀναπεφηνέναι, διελθόντα τε

τῶν τοῦ πλοίου ῥαφῶν μέρος τι καὶ ἰδόντα προσοκεῖλαν

τὸ πλοῖον ὄρει τινὶ ἐκβῆναι μετὰ τῆς γυναικὸς καὶ τῆς

θυγατρὸς καὶ τοῦ κυβερνήτου προσκυνήσαντα τὴν γῆν

καὶ βωμὸν ἱδρυσάμενον καὶ θυσιάσαντα τοῖς θεοῖς γενέ-

σθαι μετὰ τῶν ἐκβάντων τοῦ πλοίου ἀφανῆ (5) Τοὺς

δὲ ὑπομείναντας ἐν τῷ πλοίῳ, μὴ εἰσπορευομένων τῶν

περὶ τὸν Ξίσουθρον, ἐκβάντας ζητεῖν

αὐτὸν ἐπὶ ὀνόματος βοῶντας· τὸν δὲ Ξίσουθρον αὐτὸν μὲν

αὐτοῖς οὐκ ἔτι ὀφθῆναι, φωνὴν δὲ ἐκ τοῦ ἀέρος γενέσθαι

κελεύουσαν ὡς δέον αὐτοὺς εἶναι θεοσεβεῖς· καὶ γὰρ

αὐτὸν διὰ τὴν εὐσέβειαν πορεύεσθαι μετὰ τῶν θεῶν

οἰκήσοντα. Τῆς δὲ αὐτῆς τιμῆς καὶ τὴν γυναῖκα αὐτοῦ

καὶ τὴν θυγατέρα καὶ τὸν κυβερνήτην μετεσχηκέναι.

(6) Εἶπέ τε αὐτοῖς ὅτι ἐλεύσονται πάλιν εἰς Βαβυλῶνα,

καὶ ὡς εἵμαρται αὐτοῖς ἐκ Σισπάρων

ἀνελομένοις τὰ γράμματα διαδοῦναι τοῖς ἀνθρώποις,

καὶ ὅτι εἰσὶν ὅπου ἡ χώρα Ἀρμενίας ἐστί. Τοὺς δὲ

ἀκούσαντας ταῦτα θῦσαί τε τοῖς θεοῖς καὶ πέριξ

πορευθῆναι εἰς Βαβυλῶνα.

(7) Τοῦ δὲ πλοίου τούτου κατακλιθέντος ἐν τῇ Ἀρμενίᾳ

ἔτι μέρος τι ἐν τοῖς Κορδυαίων ὄρεσι τῆς Ἀρμενίας

διαμένειν, καί τινας ἀπὸ τοῦ πλοίου κομίζειν ἀποξύον-

τας ἄσφαλτον, χρᾶσθαι δὲ αὐτῇ πρὸς τοὺς ἀποτροπια-

σμούς. Ἐλθόντας οὖν τούτους εἰς Βαβυλῶνα τά τε ἐκ

Σισπάρων γράμματα ἀνορύξαι καὶ πόλεις πολλὰς κτί-

ζοντας καὶ ἱερὰ ἀνιδρυσαμένους πάλιν ἐπικτίσαι τὴν

Βαβυλῶνα.»

Τούτων δὴ ἀπὸ Ἀλεξάνδρου τοῦ Πολυΐστορος, ὡς ἀπὸ

Βηρώσσου τοῦ τὰ Χαλδαϊκὰ ψευδηγοροῦντος προκειμέ-

νων κτλ.

8

Josephus Ant. Jud. I, 7, 2: Μνημονεύει δὲ τοῦ

πατρὸς ἡμῶν Ἀβράμου Βηρωσσὸς οὐκ ὀνομάζων, λέγων

δὲ οὕτως· «Μετὰ τὸν κατακλυσμὸν δεκάτῃ γενεᾷ,

παρὰ Χαλδαίοις τις ἦν δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ

οὐράνια ἔμπειρος.»

9

Moses Chorenens. Hist. Arm. I, c. 5: Mihi

vero libitum est narrationis meae initium ordiri

e dilecta mea ceterisque veraciore Sibylla Bero-

siana, quae haec dicit· «Ante turrim ac priusquam

generis humani sermo multiplex factus est et va-

rius, post Xisuthri autem in Armeniam navigatio-

nem, Zerovanus, Titan ac Japetosthes principa-

tum terrae tenuere. (Qui mihi videntur esse Semus,

Chamus et Japhetus.) Hi, ut tradit, quum orbis

totius imperium inter se partiti essent, superbia

accensis ceteros ambobus dominari voluit Zerova-

nus, quem hic Zoroastrem Magnum, Bactrianorum

regem, fuisse dicit, qui fuit Medorum principium

ac deorum pater; aliaque multa de eo fabulatur,

quae nunc repetere instituto nostro alienum est. Ita-

que Zerovano, ut refert, vim afferenti Titan Iape-

tosthesque restiterunt, belloque cum eo contenderunt,

propterea quod filios suos reges omnibus constituere

cogitabat. Quam inter concertationem occupavit

Titan partem aliquam ex hereditariis Zerovani

finibus. Tum vero interponens se soror eorum Astli-

cia suis delinimentis tumultum sedavit, interque

eos conveniebat, ut imperium Zerovanus haberet.

Jurejurando autem inter se paciscuntur, sese omnem

deinceps Zerovani stirpem virilem interfecturos, ut

ne proles ejus ipsis imperaret; ad eamque rem stre-

nuos quosdam ex Titanibus viros mulierum partibus

praeficiunt. Qui quum ad jurisjurandi pactionem

necassent duos, soror eorum Astlicia cum Zerovani

uxoribus consilium init, quibusdam de Titanibus

persuadendi, ut ceteros pueros conservarent atque

in Orientem asportarent ad montem quendam quem

Deorum Conjectum appellarunt, qui nunc Olympus

vocatur.»

10a

Syncell.: Ἀλεξάνδρου τοῦ Πολυΐστορος

περὶ τῆς πυργοποιίας· «Σίβυλλα δέ φησιν, ὁμοφώνων

ὄντων πάντων ἀνθρώπων, τινὰς τούτων πύργον ὑπερμε-

γέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀναβῶσι. Τοῦ

δὲ θεοῦ ἀνέμους ἐμφυσήσαντος ἀνατρέψαι αὐτοὺς, καὶ

ἰδίαν ἑκάστῳ φωνὴν δοῦναι, διὸ δὴ Βαβυλῶνα τὴν

πόλιν κληθῆναι· μετὰ δὲ τὸν κατακλυσμὸν Τιτᾶνα καὶ

Προμηθέα γενέσθαι.» Καὶ τὰ μὲν τῆς πυργοποιίας

Ἀλέξανδρος ταῦτα μαρτυρῶν καὶ αὐτὸς Βαβυλῶνα διὰ

τὴν σύγχυσιν κληθῆναι τὴν πρὸ πολλῶν μυριάδων ἐτῶν

μυθολογουμένην παρ' αὐτοῖς βεβασιλευκέναι.

10b

Eusebius Arm.:

Alexandri Polyhistoris de turris aedificio.

Sibylla ait omens homines una lingua utentes

turrim illam celsissimam extruxisse, ut in coelum

conscenderent· Deum vero fortissimum vento afflato

eandem turrim dejecisse, peculiaremque singulis

sermonem tribuisse, ideoque et urbem Babylonem

esse appellatam. Mox post diluvium Titanum atque

Prometheum exstitisse· tum etiam a Titano bello

Saturnum esse appetitum. De turris aedificio hac-

tenus.

11

Eusebius: Praedictis autem haec

addit idem Polyhistor· «Post diluvium imperitasse

regioni Chaldaeorum Evexium ne-

ris quattuor· inde imperium exceptum a filio ejus

Chomasbelo neris quattuor cum sossis quinque.» A

Xisuthro et a diluvio, donec Medi Babylonem oc-

cuparunt, summam regum sex supra octoginta

supputat Polyhistor, singulosque nominatim e Be-

rosi libro recenset. Ex horum autem omnium aeta-

tibus tres myriades annorum conficit, praetereaque

annos ter mille et unum supra nonaginta. Post

hos qui successione inconcussa regnum obtinuerant,

derepente Medos collectis copiis Babylonem cepisse

ait, ibique de suis tyrannos constituisse. Hinc no-

mina quoque tyrannorum Medorum edisserit octo,

annosque eorum viginti quattuor supra ducentos ac

rursus undecim reges et annos·

tum et

Chaldaeos reges quadraginta novem, annosque

quadringentos et octo supra quinquaginta. Postea

et Arabes novem reges, annosque ducentos qua-

draginta quinque. Horum annorum recensione

perscripta, de Samiramide quoque narrat quae

imperavit Assyriis. Rursumque distincte admo-

dum nomina regum quadraginta quinque enumerat,

iisque annos tribuit viginti sex supra quingentos.

Post hos ait exstitisse Chaldaeorum regem, cui no-

men Phulus erat· quem Hebraeorum quoque hi-

storia memorat, quemque item Phulum appellat.

Hic Judaeam invasisse dicitur. Deinde Polyhistor

Senecheribum regno potitum esse ait· quem quidem

Hebraeorum libri regnantem referunt imperante Eze-

chia et prophetante Isaia. Ait autem diserte divinus

liber· «Anno quartdecimo

Ezechiae regis ascendisse Senecheribum ad urbes

Judaeae munitas, easque cepisse.» Cujus rei peracta

historia, subdit· «Et regnavit Asordanes filius

ejus pro eo.» Rursusque pergens, ea

tempestate ait aegrotasse Ezechiam. Tum

etiam ordinatim eodem tempore Marudachum Bal-

danem Babyloniorum regem misisse oratores cum

literis et muneribus ad Ezechiam. Haec

tradunt Hebraeorum scripturae. Et quidem Seneche-

ribum, cum cujus filio Asordane nec non Marudacho

Baldane, Chaldaeorum quoque historiographus

memorat· cum quibus etiam Nabuchodonosorum,

uti mox dicetur. Hac autem ratione de iis scribit.

11a

Syncell.: Ἀπὸ δὲ Ναβονασάρου τοὺς χρό-

νους τῆς τῶν ἀστέρων κινήσεως Χαλδαῖοι ἠκρίβωσαν,

καὶ ἀπὸ Χαλδαίων οἱ παρ' Ἕλλησι μαθηματικοὶ λα-

βόντες, ἐπειδὴ, ὡς ὁ Ἀλέξανδρος καὶ Βήρωσσός φασιν

οἱ τὰς Χαλδαϊκὰς ἀρχαιολογίας περιειληφότες, Ναβο-

νάσαρος συναγαγὼν τὰς πράξεις τῶν πρὸ αὐτοῦ βασι-

λέων ἠφάνισεν, ὅπως ἀπ' αὐτοῦ ἡ καταρίθμησις γίνεται

τῶν Χαλδαίων βασιλέων.

12

Eusebius Arm.:

Ejusdem Alexandri de Senecheribo deque Na-

buchonosoro eorumque rebus gestis et strenuis fa-

cinoribus.

Postquam regno defunctus est Senecheribi frater,

et post Hagisae in Babylonios dominationem, qui

quidem non expleto trigesimo die a Marudacho

Baldane interemptus est,

Marudachus ipse Baldanes

tyrannidem invasit mensibus sex, donec eum sustulit

vir quidam nomine Elibus, qui et in regnum suc-

cessit. Hoc postremo tertium jam annnum regnante,

Senecheribus rex Assyriorum copias adversus Ba-

bylonios contrahebat, proelioque cum iis conserto,

superior evadebat· captumque Elibum cum familia-

ribus ejus in Assyriam transferri jubebat. Is igi-

tur Babyloniorum potitus filium suum Asordanem

eis regem imponebat; ipse

autem in Assyriam reditum maturabat. Mox quum

ad ejus aures rumor esset perlatus, Graecos in Ci-

liciam coactis copiis bellum transtulisse, eos pro-

tinus aggressus est, proelioque inito, multis suorum

amissis, hostes nihilominus profligavit· suamque

imaginem, ut esset victoriae monumentum, eo loco

erectam reliquit· cui Chaldaicis literis res a se ge-

stas insculpi mandavit ad memoriam temporum

sempiternam. Tarsum quoque urbem ab eo stru-

ctam ait ad Babylonis exemplar, eidemque nomen

inditum Tharsin. Jam et reliquis Senecherimi (sic)

gestis perscriptis, subdit eum annis vixisse regnan-

tem octodecim, donec ei structis a filio Ardu-

muzane insidiis exstinctus est. Haec Polyhistor.

Jam etiam tempora cum narratione divino-

rum librorum congruunt. Sub Ezechia enim Sene-

cherimus regnavit, uti Polyhistor innuit annis octo-

decim· post quem ejusdem filius annis octo· tum

annis viginti et uno Sammughes· itemque frater hu-

jus viginti et uno· deinde Nabupalassarus

annis viginti· denique Nabucodros-

sorus tribus annis supra quadraginta· ita ut a

Senecherimo ad Nabucodrossorum octoginta et octo

anni excurrant. Jam si quis Habraeorum libros

scrutetur, paria dictis inveniet. Namque post Eze-

chiam residuis Judaeis Manasses imperat Ezechiae

filius quinque annis et quinquaginta,

deinde Amosus

annis duodecim· tum Josias triginta annis

et uno· postea Joachimus, sub cujus regni primor-

diis occupaturus Hierosolyma Nabuchodonosorus su-

pervenit, captivosque Judaeos Babylonem transtulit.

Atqui ab Ezechia ad Nabuchodonoso-

rum anni octo excurrunt et octoginta, quot nimi-

rum Polyhistor ex historia Chaldaica supputavit.

His omnibus absolutis, pergit denuo Poly-

histor res aliquot etiam a Senecheribo gestas ex-

ponere, deque hujus filio eadem plane ratione

scribit qua libri Hebraeorum, accurateque admo-

dum cuncta edisserit. Pythagoras sapiens fertur ea

tempestate sub his regibus exstitisse.

Jam post Sammughem imperavit Chaldaeis

Sardanapallus viginti annis et uno. ** Is ad As-

dahagen qui erat Medicae

gentis praeses et satrapa, copias auxiliares misit,

videlicet ut filio suo Nabucodrossoro desponderet

Amuhiam e filiabus Asdahagis unam. Deinde

Nabucodrossorus dominatus est tribus annis supra

quadraginta, qui et collecto exercitu impressionem

faciens, Judaeos, Phoenices et Syros in servitutem

redegit. Neque sane opus est me pluribus confirmare

Polyhistorem item in his cum hebraica historia con-

gruere. Post Nabucodrossorum regnat ejus filius

Amilmarudochus annis duodecim,

quem Hebraeorum literae Ilmarudochum appellant.

Mox Polyhistor ait imperavisse Chaldaeis Negli-

sarum annis quattuor· deinde Nabonedum annis se-

ptemdecim. Eo rege Cyrus Cambysis Babylonicam re-

gionem copiis invasit, quicum Nabonedus certamine

inito, victus se fuga proripuit. Regnavit autem Ba-

bylone Cyrus annis novem, donec in planitie Daha-

rum alio proelio consero periit. Tum imperium tenuit

Cambyses annis octo· deinde Darius annis sex et

triginta· deinde Xerxes ceterique Persarum reges.

Jam vero de Chaldaeorum regno uti breviter dis-

tincteque tractat Berosus, ita prorsus loquitur et

Polyhistor· ex quibus manifestum est, Nabucho-

donosorum armata manu cepisse Judaeos. Ab hoc

autem ad Cyrum Persarum regem anni septuaginta

conflantur.

13

Josephus Ant. Jud. X, 2, 2:

Μνημονεύει δὲ τοῦ Βαβυλωνίων βασιλέως Βαβάδα Βη-

ρωσσός.

t14a-16a

{E LIBRO TERTIO.}

14a

Josephus C. Apion. I, 19: Λέξω δὲ νῦν ἤδη τὰ παρὰ

Χαλδαίοις ἀναγεγραμμένα καὶ ἱστορούμενα περὶ ἡμῶν,

ἅπερ ἔχει πολλὴν ὁμολογίαν καὶ περὶ τῶν ἄλλων τοῖς

ἡμετέροις γράμμασι. Μάρτυς δὲ τούτων Βηρωσσὸς,

ἀνὴρ Χαλδαῖος μὲν τὸ γένος, γνώριμος δὲ τοῖς περὶ

παιδείαν ἀναστρεφομένοις, ἐπειδὴ περί τε ἀστρονομίας

καὶ περὶ τῶν παρὰ Χαλδαίοις φιλοσοφουμένων αὐτὸς

εἰς τοὺς Ἕλληνας ἐξήνεγκε τὰς συγγραφάς. Οὗτος

τοίνυν ὁ Βηρωσσὸς ταῖς ἀρχαιοτάταις ἐπακολουθῶν

ἀναγραφαῖς περί τε τοῦ γενομένου κατακλυσμοῦ καὶ

τῆς ἐν αὐτῷ φθορᾶς τῶν ἀνθρώπων, καθάπερ Μωϋσῆς

οὕτως ἱστόρηκε· καὶ περὶ τῆς λάρνακος, ἐν ᾗ Νῶχος

ὁ τοῦ γένους ἡμῶν ἀρχηγὸς διεσώθη, προσενεχθείσης

αὐτῆς ταῖς ἀκρωρείαις τῶν Ἀρμενίων ὀρῶν. Εἶτα τοὺς

ἀπὸ Νώχου καταλέγων καὶ τοὺς χρόνους αὐτοῖς προστι-

θεὶς, ἐπὶ Ναβοπαλάσσαρον παραγίνεται, τὸν Βαβυλῶ-

νος καὶ Χαλδαίων βασιλέα, καὶ τὰς τούτου πράξεις

ἀφηγούμενος λέγει, τίνα τρόπον πέμψας ἐπὶ τὴν Αἴ-

γυπτον καὶ ἐπὶ τὴν ἡμετέραν γῆν τὸν υἱὸν τὸν ἑαυτοῦ

Ναβουχοδονόσορον μετὰ πολλῆς δυνάμεως, ἐπειδήπερ

ἀφεστῶτας αὐτοὺς ἐπύθετο, πάντων ἐκράτησε, καὶ τὸν

ναὸν ἐνέπρησε τὸν ἐν Ἱεροσολύμοις, ὅλως τε πάντα

τὸν παρ' ἡμῶν λαὸν ἀναστήσας εἰς Βαβυλῶνα μετῴκι-

σεν. Συνέβη δὲ καὶ τὴν πόλιν ἐρημωθῆναι χρόνον ἐτῶν

ἑβδομήκοντα μέχρι Κύρου τοῦ Περσῶν βασιλέως.

Κρατῆσαι δέ φησι τὸν Βαβυλώνιον Αἰγύπτου, Συρίας,

Φοινίκης, Ἀραβίας, πάντας δὲ ὑπερβαλόμενον ταῖς

πράξεσι τοὺς πρὸ αὐτοῦ Χαλδαίων καὶ Βαβυλωνίων

βεβασιλευκότας. Εἶθ' ἑξῆς ὑποκαταβὰς ὀλίγον ὁ Βη-

ρωσσὸς πάλιν παρατίθεται ἐν τῇ τῆς ἀρχαιότητος ἱστο-

ριογραφίᾳ· αὐτὰ δὲ παραθήσομαι τὰ τοῦ Βηρωσσοῦ

τοῦτον ἔχοντα τὸν τρόπον.

14b

Ant. Jud. X, 11:

Μέμνηται δ' αὐτοῦ τῶν πράξεων καὶ Βηρωσσὸς ἐν τῇ

τρίτῃ τῶν Χαλδαϊκῶν ἱστοριῶν, λέγων οὕτως· «Ἀκού-

σας δ' ὁ πατὴρ αὐτοῦ Ναβοπαλάσσαρος ὅτι ὁ τετα-

γμένος σατράπης ἔν τε Αἰγύπτῳ καὶ τοῖς περὶ Συρίαν

τὴν κοίλην καὶ τὴν Φοινίκην τόποις ἀποστάτης αὐτοῦ

γέγονεν, οὐ δυνάμενος αὐτὸς ἔτι κακοπαθεῖν, συστήσας

τῷ υἱῷ Ναβουχοδονοσόρῳ ὄντι ἐν ἡλικίᾳ μέρη τινὰ τῆς

δυνάμεως, ἐξέπεμψεν ἐπ' αὐτόν. Συμμίξας δὲ Ναβου-

χοδονόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε

ἐκράτησε καὶ τὴν χώραν ἐκ ταύτης τῆς ἀρχῆς ὑπὸ τὴν

αὑτοῦ βασιλείαν ἐποιήσατο. Τῷ δὲ πατρὶ αὐτοῦ Ναβο-

παλασσάρῳ συνέβη κατ' αὐτὸν τὸν καιρὸν ἀρρωστή-

σαντι ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον,

ἔτη βασιλεύσαντι εἴκοσι καὶ ἕν. Αἰσθόμενος δὲ μετ' οὐ

πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβουχοδονό-

σορος καὶ καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πρά-

γματα καὶ τὴν λοιπὴν χώραν, καὶ τοὺς αἰχμαλώτους

Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων καὶ τῶν κατ' Αἴ-

γυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων μετὰ τῆς βα-

ρυτάτης δυνάμεως καὶ τῆς λοιπῆς ὠφελείας ἀνακομί-

ζειν εἰς τὴν Βαβυλωνίαν, αὐτὸς ὁρμήσας ὀλιγοστὸς διὰ

τῆς ἐρήμου παραγίνεται εἰς Βαβυλῶνα. Παραλαβὼν

δὲ τὰ πράγματα διοικούμενα ὑπὸ τῶν Χαλδαίων καὶ

διατηρουμένην τὴν βασιλείαν ὑπὸ τοῦ βελτίστου αὐ-

τῶν, κυριεύσας ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς, τοῖς

μὲν αἰχμαλώτοις παραγενομένοις συνέταξεν ἀποικίας

ἐν τοῖς ἐπιτηδειοτάτοις τῆς Βαβυλωνίας τόποις ἀπο-

δεῖξαι, αὐτὸς δ' ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό

τε τοῦ Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως,

τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν ἀνακαινίσας καὶ

ἑτέραν καταχαρισάμενος πρὸς τὸ μηκέτι δύνασθαι τοὺς

πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέφοντας ἐπὶ τὴν

πόλιν κατασκευάζειν, ὑπερεβάλετο τρεῖς μὲν τῆς ἔνδον

πόλεως περιβόλους, τρεῖς δὲ τῆς ἔξω, τοῦτο δὲ τοὺς μὲν

ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου, τοὺς δὲ ἐξ αὐτῆς τῆς

πλίνθου. Καὶ τειχίσας ἀξιολόγως τὴν πόλιν καὶ τοὺς

πυλῶνας κοσμήσας ἱεροπρεπῶς προσκατεσκεύασε τοῖς

πατρικοῖς βασιλείοις ἕτερα βασίλεια ἐχόμενα αὐτῶν·

ὧν τὸ μὲν ἀνάστημα καὶ τὴν λοιπὴν πολυτέλειαν πε-

ρισσὸν ἴσως ἂν εἴη λέγειν, πλὴν ὡς ὄντα μεγάλα καὶ

ὑπερήφανα συνετελέσθη ἡμέραις πεντεκαίδεκα. Ἐν

δὲ τοῖς βασιλείοις τούτοις ἀναλήμματα λίθινα ἀνοικο-

δομήσας καὶ τὴν ὄψιν ἀποδοὺς ὁμοιοτάτην τοῖς ὄρεσι

καταφυτεύσας δένδρεσι παντοδαποῖς, ἐξειργάσατο,

καὶ κατεσκεύασε τὸν καλούμενον κρεμαστὸν παρά-

δεισον, διὰ τὸ τὴν γυναῖκα αὐτοῦ ἐπιθυμεῖν τῆς οἰκείας

διαθέσεως, ὡς τεθραμμένην ἐν τοῖς κατὰ Μηδίαν

τόποις.»

14c

Josephus C. Apion. I, 20:

Ταῦτα μὲν οὗτος ἱστόρησε περὶ τοῦ προειρημένου

βασιλέως, καὶ πολλὰ πρὸς τούτοις ἐν τῇ τρίτῃ βί-

βλῳ τῶν Χαλδαϊκῶν, ἐν ᾗ μέμφεται τοῖς Ἑλληνικοῖς

συγγραφεῦσιν ὡς μάτην οἰομένοις ὑπὸ Σεμιράμεως τῆς

Ἀσσυρίας κτισθῆναι τὴν Βαβυλῶνα, καὶ τὰ θαυμάσια

κατασκευασθῆναι περὶ αὐτὴν ὑπ' ἐκείνης ἔργα ψευδῶς

γεγραφόσι. Καὶ κατὰ ταῦτα τὴν μὲν τῶν Χαλδαίων

γραφὴν ἀξιόπιστον ἡγητέον, οὐ μὴν ἀλλὰ κἀν τοῖς ἀρ-

χείοις τῶν Φοινίκων σύμφωνα τοῖς ὑπὸ Βηρωσσοῦ λε-

γομένοις ἀναγέγραπται περὶ τοῦ τῶν Βαβυλωνίων βα-

σιλέως, ὅτι καὶ τὴν Φοινίκην ἅπασαν ἐκεῖνος κατε-

στρέψατο. Περὶ τούτων γοῦν συμφωνεῖ καὶ Φιλόστρα-

τος ἐν ταῖς Ἱστορίαις, μεμνημένος τῆς Τύρου πολιορ-

κίας, καὶ Μεγασθένης ἐν τῇ τετάρτῃ τῶν Ἰνδικῶν,

δι' ἧς ἀποφαίνειν πειρᾶται τὸν προειρημένον βασιλέα

τῶν Βαβυλωνίων Ἡρακλέους ἀνδρείᾳ καὶ μεγέθει πρά-

ξεων διενηνοχέναι· καταστρέψασθαι γὰρ αὐτόν φησι

καὶ Λιβύης τὴν πολλὴν καὶ Ἰβηρίαν. Τὰ δὲ περὶ τοῦ

ναοῦ προειρημένα τοῦ ἐν Ἱεροσολύμοις, ὅτι κατεπρήσθη

μὲν ὑπὸ τῶν Βαβυλωνίων ἐπιστρατευσάντων, ἤρξατο

δὲ πάλιν ἀνοικοδομεῖσθαι Κύρου τῆς Ἀσίας τὴν βασι-

λείαν παρειληφότος, ἐκ τῶν Βηρωσσοῦ σαφῶς ἐπιδει-

χθήσεται παρατεθέντων. Λέγει γὰρ οὕτω διὰ τῆς τρί-

της· «Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἄρξασθαι

τοῦ προειρημένου τείχους ἐμπεσὼν εἰς ἀρρωστίαν

μετηλλάξατο τὸν βίον, βεβασιλευκὼς ἔτη τεσσαράκοντα

τρία. Τῆς δὲ βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ

Εὐειλμαράδουχος. Οὗτος προστὰς τῶν πραγμάτων

ἀνόμως καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τὴν ἀδελ-

φὴν ἔχοντος αὐτοῦ Νηριγλισσοόρου ἀνῃρέθη, βασιλεύ-

σας ἔτη δύο. Μετὰ δὲ τὸ ἀναιρεθῆναι τοῦτον διαδεξά-

μενος τὴν ἀρχὴν ὁ ἐπιβουλεύσας αὐτῷ Νηριγλισσόορος

ἐβασίλευσεν ἔτη τέσσαρα. Τούτου υἱὸς Λαβοροσοάρ-

χοδος ἐκυρίευσε μὲν τῆς βασιλείας παῖς ὢν μῆνας ἐν-

νέα, ἐπιβουλευθεὶς δὲ, διὰ τὸ πολλὰ ἐμφαίνειν κακοήθη,

ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη. Ἀπολομένου δὲ τού-

του συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ κοινῇ τὴν

βασιλείαν περιέθηκαν Ναβοννήδῳ τινὶ τῶν ἐκ Βαβυ-

λῶνος, ὄντι ἐκ τῆς αὐτῆς ἐπισυστάσεως. Ἐπὶ τούτου

τὰ περὶ τὸν ποταμὸν τείχη τῆς Βαβυλωνίων πόλεως ἐξ

ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεκοσμήθη. Οὔσης δὲ

τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει, προεξ-

εληλυθὼς Κῦρος ἐκ τῆς Περσίδος μετὰ δυνάμεως πολ-

λῆς, καὶ καταστρεψάμενος τὴν λοιπὴν Ἀσίαν πᾶσαν,

ὥρμησεν ἐπὶ τῆς Βαβυλωνίας. Αἰσθόμενος δὲ Να-

βόννηδος τὴν ἔφοδον αὐτοῦ, ἀπαντήσας μετὰ τῆς δυ-

νάμεως καὶ παραταξάμενος, ἡττηθεὶς τῇ μάχῃ καὶ

φυγὼν ὀλιγοστὸς, συνεκλείσθη εἰς τὴν Βορσιππηνῶν

πόλιν. Κῦρος δὲ Βαβυλῶνα καταλαβόμενος, καὶ συν-

τάξας τὰ ἔξω τῆς πόλεως τείχη κατασκάψαι, διὰ τὸ

λίαν αὐτῷ πραγματικὴν καὶ δυσάλωτον φανῆναι τὴν

πόλιν, ἀνέζευξεν ἐπὶ Βόρσιππον, ἐκπολιορκήσων τὸν

Ναβόννηδον. Τοῦ δὲ Ναβοννήδου οὐχ ὑπομείναντος

τὴν πολιορκίαν, ἀλλ' ἐγχειρήσαντος αὑτὸν, πρότερον

χρησάμενος Κῦρος φιλανθρώπως, καὶ δοὺς οἰκητήριον

αὐτῷ Καρμανίαν, ἐξέπεμψεν ἐκ τῆς Βαβυλωνίας. Να-

βόννηδος μὲν οὖν τὸ λοιπὸν τοῦ χρόνου διαγενόμενος

ἐν ἐκείνῃ τῇ χώρᾳ κατέστρεψε τὸν βίον.»

14d

Clemens Alex. Strom. I: Ἐν δὲ τῷ δωδε-

κάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας, Ναβουχοδονόσορ,

πρὸ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα, ἐπὶ

Φοίνικας καὶ Ἰουδαίους ἐστράτευσεν, ὥς φησι Βήρωσ-

σος ἐν ταῖς Χαλδαϊκαῖς ἱστορίαις· Ἰόβας δὲ περὶ Ἀσσυ-

ρίων γράφων, ὁμολογεῖ τὴν ἱστορίαν παρὰ Βηρώσσου

εἰληφέναι μαρτυρῶν τὴν ἀλήθειαν τἀνδρί.

15

Theophilus Antioch. Ad Autolyc. III:

Ὅτι δὲ περὶ ὧν φαμεν χρόνων συνᾴδει καὶ

Βήρωσος, ὁ παρὰ Χαλδαίοις φιλοσοφήσας καὶ μηνύσας

Ἕλλησιν τὰ Χαλδαϊκὰ γράμματα, ὃς ἀκολούθως τινὰ

εἴρηκε τῷ Μωυσεῖ περί τε κατακλυσμοῦ καὶ ἑτέρων

πολλῶν ἐξιστορῶν. Ἔτι μὴν καὶ τοῖς προφήταις Ἱερεμίᾳ

καὶ Δανιὴλ σύμφωνα ἐκ μέρους εἴρηκε, τὰ γὰρ (l γε)

συμβάντα τοῖς Ἰουδαίοις ὑπὸ τοῦ βασιλέως Βαβυλω-

νίων, ὃν αὐτὸς ὀνομάζει Ἀβοβάσσαρον, κέκληται δὲ

παρὰ Ἑβραίοις Ναβουχοδονόσορ. Μέμνηται καὶ περὶ

τοῦ ναοῦ ἐν Ἱεροσολύμοις, ὡς ἠρημῶσθαι ὑπὸ τοῦ Χαλ-

δαίων βασιλέως, καὶ ὅτι Κύρου τὸ δεύτερον ἔτος βα-

σιλεύσαντος τοῦ ναοῦ τῶν θεμελίων τεθέντων, Δαρείου

πάλιν βασιλεύσαντος τὸ δεύτερον ἔτος ὁ ναὸς ἐπετελέσθη.

16

Clemens Alex. Protr. I, 5: Ἀγάλ-

ματα μὲν θεῶν οὐ ξύλα καὶ λίθους ὑπειλήφασιν ὥσπερ

Ἕλληνες, οὐδὲ μὴν ἴβιδας καὶ ἰχνεύμονας, καθάπερ

Αἰγύπτιοι, ἀλλὰ πῦρ τε καὶ ὕδωρ, ὡς φιλόσοφοι. Μετὰ

πολλὰς μέντοι ὕστερον περιόδους ἐτῶν ἀνθρωποειδῆ

ἀγάλματα σέβειν αὐτοὺς Βήρωσσος ἐν τρίτῃ Χαλδαϊ-

κῶν παρίστησι, τοῦτο Ἀρταξέρξου τοῦ Δαρείου τοῦ

Ὤχου εἰσηγησαμένου, ὃς πρῶτος τῆς Ἀφροδίτης Ἀναΐ-

τιδος τὸ ἄγαλμα ἀναστήσας ἐν Βαβυλῶνι καὶ Σούσοις

καὶ Ἐκβατάνοις, Πέρσαις καὶ Βάκτροις καὶ Δαμασκῷ

καὶ Σάρδεσιν ὑπέδειξε σέβειν.

16a

Hesych.: Σαραχήρω, παρὰ Βηρωσσῷ ἡ κοσμή-

τρια τῆς Ἥρας.

t17-25

{FRAGMENTA QUAE AD ASTRONOMIAM ET

αστρολογιαμ σπεξταντ.}

17

Vitruvius IX, 1: Berosus, qui, a Chaldaeo-

rum civitate sive natione progressus, in Asia etiam

disciplinam patefecit, ita est professus, (lunam) pi-

lam esse ex dimidia parte candentem, reliqua ha-

bere caerulio colore. Quum autem cursum itineris

sui peragens subiret orbem solis, tunc eam radiis

et impetu caloris corripi, convertique candentem

propter ejus propietatem luminis ad lumen. Quum

autem ea evocata ad solis orbes superiora spectet,

tunc inferiorem partem ejus, quod candens non

sit, propter aeris similitudinem obscuram videri.

Quum ad perpendiculum exstet, ad ejus radios to-

tum lumen ad superiorem speciem retineri et tunc

eam vocari primam. Quum praeteriens vadit ad

orientis coeli partes, relaxari ab impetu solis, ex-

tremamque ejus partem candentiae oppido quam

tenui linea ad terram mittere splendorem, et ita

ex eo eam secundam vocari. Quotidiana autem

verationis remissione tertiam, quartam in dies nu-

merari. Septimo die sol quum sit ad occidentem,

luna autem inter orientem et occidentem medias

coeli teneat regiones, quod dimidia parte coeli spa-

tio distet a sole, item dimidiam candentiae conver-

sam habere ad terram. Inter solem vero et lunam

quum distet totum mundi spatium, et luna orientis

orbem solis retrospiciens quum transit ad occiden-

tem eam quod longius absit a radiis remissam,

quarta decima die plena rota totius orbis mittere

splendorem, reliquosque dies decrescentia quoti-

diana ad perfectionem lunaris mensis, versationi-

bus et cursu, a sole revocationibus subire totam,

radiosque ejus etiam menstruas dierum dfficere ra-

tiones.

18

Stobaeus Eclog. Phys.: Βηρωσ-

σὸς ἡμιπύρωτον σφαῖραν τὴν σελήνην (εἶναί φησιν).

Id. ibid.: Βηρωσσὸς ἴδιον αὐτὴν (τὴν σε-

λήνην) ἔχειν φῶς.

19

Plutarch. De placit. phil. II, 29:

Βηρωσσὸς κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυ-

ρώτου μέρους.

20

Vitruvius IX, 6: Hemicyclium excavatum

ex quadrato ad inclimaque succisum Berosus Chal-

daeus dicitur invenisse, scaphen sive hemisphaerium

Aristarchus Samius.

21

Seneca Nat. Qu. III, 29: Quidam existimant

terram quoque concuti, et dirupto solo nova flumi-

num capita detegere, quae amplius ut e pleno pro-

fundant. Berosus, qui Belum interpretatus est, ait

cursu ista siderum fieri, et adeo quidem id affir-

mat, ut conflagrationi atque diluvio tempora as-

signet. Arsura enim terrena contendit, quando

omnia sidera, quae nunc diversos agunt cursus, in

cancrum convenerint, sic sub eodem posita vestigio,

ut recta linea exire per orbes omium possit; inun-

dationem futuram, quum eadem siderum turba in

capricornum convenerit. Illic solstitium, hic bruma

conficitur; magnae potentiae signa, quando in ipsa

mutatione anni momenta sunt.

22

Plinius H. N. VII, s. 57: Epigenes apud Ba-

bylonios DCCXX annorum observationes siderum

coctilibus laterculis…

inprimi…

The complete text is available when the reading interface loads.