The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period, Åbo: Åbo Akademi, 1965: 55.
CTS identifier
urn:cts:greekLit:tlg1230.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

55

{<Περὶ νοῦ καὶ διανοίας>}

Iambl. De comm. math. sc. p. 34 Festa (also Sophon. CAG 23.1

p.130 Hayd.) διόπερ καὶ Βροτῖνος ἐν τῷ Περὶ νοῦ καὶ διανοίας χωρίζων

αὐτὰ ἀπ' ἀλλήλων (sc. τὰ διανοητὰ ἀπὸ τῶν νοητῶν) τάδε λέγει· ἁ δὲ διάνοια τῶ

νῶ μεῖζόν ἐστι, καὶ τὸ διανοατὸν τῶ νοατῶ· ὁ μὲν γὰρ νόος ἐστὶ τό τε

ἁπλόον καὶ τὸ ἀσύνθετον καὶ τὸ πρᾶτον νοέον καὶ τὸ νοεόμενον (τοιοῦτον

δ' ἐστὶ τὸ εἶδος· καὶ γὰρ ἀμερὲς καὶ ἀσύνθετον καὶ πρᾶτόν ἐστι τῶν

ἄλλων), ἁ δὲ διάνοια τό τε πολλαπλόον καὶ μεριστὸν καὶ τὸ δεύτερον

νοέον (ἐπιστάμαν γὰρ καὶ λόγον [τὸν] προσείληφε)· παραπλησίως δὲ

καὶ τὰ διανοητά· ταῦτα δ' ἐντὶ τὰ ἐπιστατὰ καὶ τὰ ἀποδεικτὰ καὶ τὰ

καθόλω τὰ ὑπὸ τῶ νόω διὰ τῶ λόγω καταλαμβανόμενα.

IAMBL. V.P. 267 p. 189, 5 Nauck Μεταποντῖνοι Βροντῖνος κτλ. p. 194, 2Θεανὼ γυνὴ τοῦ Μεταποντίνου Βροτίνου. 132 p. 96 πρὸς Δεινωνὼ γὰρ τὴν Βρον-τίνου γυναῖκα, τῶν Πυθαγορείων ἑνός, οὖσαν σοφήν τε καὶ περιττὴν τὴν ψυχήν,ἧς ἐστι καὶ τὸ καλὸν καὶ περιβόητον ῥῆμα τὸ τὴν γυναῖκα δεῖν θύειν αὐθημερὸνἀνισταμένην ἀπὸ τοῦ ἑαυτῆς ἀνδρός, ὅ τινες εἰς Θεανὼ ἀναφέρουσι, πρὸς δὴ ταύ-την παρελθούσας τὰς τῶν Κροτωνιατῶν γυναῖκας παρακαλέσαι περὶ τοῦ συμ-πεῖσαι τὸν Πυθαγόραν διαλεχθῆναι περὶ τῆς πρὸς αὐτὰς σωφροσύνης τοῖς ἀν-δράσιν αὐτῶν κτλ. DIOG. VIII 42 ἦν δὲ τῶι Πυθαγόραι καὶ γυνή, Θεανὼ ὄνομα,Βροντίνου τοῦ Κροτωνιάτου θυγάτηρ· οἱ δέ, γυναῖκα μὲν εἶναι Βροντίνου, μαθή-τριαν δὲ Πυθαγόρου. ἦν αὐτῶι καὶ θυγάτηρ Δαμώ, ὥς φησι Λῦσις ἐν ἐπιστολῆιτῆι πρὸς Ἵππασον. DIOG. VIII 83: ἈλκμαίωνΚροτωνιήτης τάδε ἔλεξε Πειρίθου υἱὸς Βροτίνωι καὶ Λέοντι καὶ Βαθύλλωι· περὶ τῶνἀφανέων κτλ. —VIII 55 τὴν γὰρ περιφερομένην ὡς Τηλαύγους ἐπιστολήν, ὅτι τε μετ-έσχεν Ἱππάσου καὶ Βροτίνου, μὴ εἶναι ἀξιόπιστον. SUID. s. v. Ὀρφεύς [1 A 1] Πέπλον καὶ Δίκτυον· καὶ ταῦτα Ζωπύρου τοῦἩρακλεώτου, οἱ δὲ Βροτίνου ... καὶ Φυσικά, ἃ Βροτίνου φασίν. CLEM. Str. I 131.(II 81, 13 St.) [vgl. I 106, 2] τὸν δὲ Πέπλον καὶ τὰ ΦυσικὰΒροντίνου.

55

IAMBL. d. comm. math. sc. 8 p. 34, 20 Festa διόπερ καὶ Βροτῖνος ἐντῶι Περὶ νοῦ καὶ διανοίας χωρίζων αὐτὰ ἀπ' ἀλλήλων τάδε λέγει.