CEPHALION
- Edition reference
- Ἀληθὴς λόγος, ed. R. Bader, Der Ἀληθὴς λόγος des Kelsos [Tübinger Beiträge zur Altertumswissenschaft 33. Stuttgart: Kohlhammer, 1940]: 39–216.
- CTS identifier
urn:cts:greekLit:tlg1248.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
1
Πρῶτον τῷ Κέλσῳ κεφάλαιόν ἐστι βουλομένῳ διαβαλεῖν χρι-
στιανισμὸν ὡς συνθήκας κρύβδην πρὸς ἀλλήλους ποιουμένων Χρισ-
τιανῶν παρὰ τὰ νενομισμένα, ὅτι τῶν συνθηκῶν αἱ μέν εἰσι φανεραί,
ὅσαι κατὰ νόμους γίγνονται, αἱ δὲ ἀφανεῖς, ὅσαι παρὰ τὰ νενομισμένα
συντελοῦνται. καὶ βούλεται διαβαλεῖν τὴν καλουμένην ἀγάπην Χρισ-
τιανῶν πρὸς ἀλλήλους ἀπὸ τοῦ κοινοῦ κινδύνου ὑφισταμένην καὶ
δυναμένην ὑπερόρκια. ἐπεὶ οὖν τὸν κοινὸν νόμον θρυλεῖ παρὰ τοῦτον
λέγων Χριστιανοῖς τὰς συνθήκας, λεκτέον πρὸς τοῦτο κτλ.
2
Ἑξῆς βάρβαρόν φησιν ἄνωθεν εἶναι τὸ δόγμα, δηλονότι τὸν
ἰουδαϊσμόν, οὗ χριστιανισμὸς ἤρτηται. καὶ εὐγνωμόνως γε οὐκ
ὀνειδίζει ἐπὶ τῇ ἀπὸ βαρβάρων ἀρχῇ τῷ λόγῳ ἐπαινῶν ὡς ἱκανοὺς
εὑρεῖν δόγματα τοὺς βαρβάρους· προστίθησι δὲ τούτοις ὅτι κρῖναι
καὶ βεβαιώσασθαι καὶ ἀσκῆσαι πρὸς ἀρετὴν τὰ ὑπὸ βαρβάρων εὑρε-
θέντα ἀμείνονές εἰσιν Ἕλληνες.
3
Μετὰ ταῦτα περὶ τοῦ κρύφα Χριστιανοὺς τὰ ἀρέσκοντα ἑαυτοῖς
ποιεῖν καὶ διδάσκειν εἰπών, καὶ ὅτι οὐ μάτην τοῦτο ποιοῦσιν ἅτε διω-
θούμενοι τὴν ἐπηρτημένην αὐτοῖς δίκην τοῦ θανάτου, ὁμοιοῖ τὸν
κίνδυνον κινδύνοις τοῖς συμβεβηκόσιν ἐπὶ φιλοσοφίᾳ ὡς Σωκράτει.
4
Ἴδωμεν καὶ ὡς τὸν ἠθικὸν τόπον οἴεται διαβαλεῖν τῷ κοινὸν εἶναι
καὶ πρὸς τοὺς ἄλλους φιλοσόφους ὡς οὐ σεμνόν τι καὶ καινὸν μάθημα.
5a
Τὰ δὲ περὶ τῆς εἰδωλολατρείας ὡς ἴδια τῶν ἀπὸ τοῦ λόγου
ἐκτιθέμενος καὶ ὑποκατασκευάζει λέγων αὐτοὺς διὰ τοῦτο μὴ νομίζειν
ἂν τοὺς χειροποιήτους θεούς, ἐπεὶ μὴ εὔλογόν ἐστι τὰ ὑπὸ φαυλο-
τάτων δημιουργῶν καὶ μοχθηρῶν τὸ ἦθος εἰργασμένα εἶναι θεοὺς
πολλάκις καὶ ὑπὸ ἀδίκων ἀνθρώπων κατασκευασθέντα. ἐν τοῖς ἑξῆς
οὖν θέλων αὐτὸ κοινοποιῆσαι ὡς οὐ πρῶτον ὑπὸ τοῦ λόγου εὑρε-
θὲν ἐκτίθεται Ἡρακλείτου λέξιν τὴν λέγουσαν· „ὅμοια, ὡς εἴ τις
τοῖς δόμοις λεσχηνεύοιτο, ποιεῖν τοὺς προσιόντας ὡς θεοῖς τοῖς ἀψύχοις.“
5b
ἐκτίθεται γὰρ καὶ Πέρσας τοῦτο φρονοῦντας παρατιθέμενος
Ἡρόδοτον ἱστοροῦντα αὐτό.
6a
Μετὰ ταῦτα οὐκ οἶδα πόθεν κινούμενος ὁ Κέλσος φησὶ
δαιμόνων τινῶν ὀνόμασι καὶ κατακλήσεσι δοκεῖν ἰσχύειν Χριστια-
νούς, ὡς οἶμαι αἰνισσόμενος τὰ περὶ τῶν κατεπᾳδόντων τοὺς δαί-
μονας καὶ ἐξελαυνόντων.
6b
κατηγορεῖ δ' ἐν τοῖς ἑξῆς καὶ τοῦ σωτῆρος ὡς γοητείᾳ δυνη-
θέντος ἃ ἔδοξε παράδοξα πεποιηκέναι καὶ προϊδόντος, ὅτι μέλλουσι
καὶ ἄλλοι τὰ αὐτὰ μαθήματα ἐγνωκότες ποιεῖν τὸ αὐτὸ σεμνυνόμενοι
τῷ θεοῦ δυνάμει ποιεῖν· οὕστινας ἀπελαύνει τῆς ἑαυτοῦ πολιτείας
ὁ Ἰησοῦς. καὶ κατηγορεῖ αὐτοῦ ὅτι, εἰ δικαίως ἀπελαύνει καὶ αὐτὸς
ἔνοχος ὢν τοῖς αὐτοῖς, φαῦλός ἐστιν· εἰ δ' αὐτὸς οὐ φαῦλος ταῦτα
ποιήσας, οὐδ' οἱ ὁμοίως αὐτῷ πράττοντες.
7
Εἶτ' ἐπεὶ πολλάκις ὀνομάζει κρύφιον τὸ δόγμα, καὶ ἐν τούτῳ
αὐτὸν ἐλεγκτέον ...
8a
Ἔοικε δὲ μετὰ δεινότητος συναγορεύειν πως τοῖς μαρτυροῦσι
τῷ χριστιανισμῷ μέχρι θανάτου λέγων· καὶ οὐ τοῦτο λέγω, ὡς χρὴ
τὸν ἀγαθοῦ δόγματος περιεχόμενον, εἰ μέλλει δι' αὐτὸ κινδυνεύειν
παρ' ἀνθρώποις, ἀποστῆναι τοῦ δόγματος ἢ πλάσασθαι ὡς ἀφέστηκεν
ἢ ἔξαρνον γενέσθαι.
8b
... προσποιεῖται κρεῖττόν τι τοῦ γηΐνου εἶναι ἐν ἀνθρώπῳ
συγγενὲς θεοῦ καί φησιν ὅτι οἷς τοῦτο εὖ ἔχει, τουτέστιν ἡ ψυχή,
πάντῃ ἐφίενται τοῦ συγγενοῦς, λέγει δὲ τοῦ θεοῦ, καὶ ἀκούειν ἀεί
τι καὶ ἀναμιμνήσκεσθαι περὶ ἐκείνου ποθοῦσιν.
9
Μετὰ ταῦτα προτρέπει ἐπὶ τὸ λόγῳ ἀκολουθοῦντας καὶ λογικῷ
ὁδηγῷ παραδέχεσθαι δόγματα ὡς πάντως ἀπάτης γιγνομένης τῷ
μὴ οὕτω συγκατατιθεμένῳ τισί· καὶ ἐξομοιοῖ τοὺς ἀλόγως πιστεύοντας
μητραγύρταις καὶ τερατοσκόποις, Μίθραις τε καὶ Σαβαδίοις,
καὶ ὅτῳ τις προσέτυχεν, Ἑκάτης ἢ ἄλλης δαίμονος ἢ δαιμόνων φάσ-
μασιν. ὡς γὰρ ἐν ἐκείνοις πολλάκις μοχθηροὶ ἄνθρωποι ἐπιβαίνοντες
τῇ ἰδιωτείᾳ τῶν εὐεξαπατήτων ἄγουσιν αὐτοὺς ᾗ βούλονται, οὕτω
φησὶ καὶ ἐν τοῖς Χριστιανοῖς γίγνεσθαι. φησὶ δέ τινας μηδὲ βουλο-
μένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι χρῆσθαι τῷ
‘μὴ ἐξέταζε ἀλλὰ πίστευσον’ καὶ ‘ἡ πίστις σου σώσει σε’. καί
φησιν αὐτοὺς λέγειν· ‘κακὸν ἡ ἐν τῷ βίῳ σοφία ἀγαθὸν δ' ἡ μωρία’·
12
Εἶτ' ἐπεί φησιν ὁ Κέλσος αὐταῖς λέξεσιν· εἰ μὲν δὴ θελή-
σουσιν ἀποκρίνεσθαί μοι ὡς οὐ διαπειρωμένῳ—πάντα γὰρ οἶδα—
ἀλλ' ὡς ἐξ ἴσου πάντων κηδομένῳ, εὖ ἂν ἔχοι· εἰ δ' οὐκ ἐθελήσουσιν,
ἀλλ' ἐροῦσιν, ὥσπερ εἰώθασι, ‘μὴ ἐξέταζε’ καὶ τὰ ἑξῆς, ἀνάγκη
αὐτοὺς ταῦτά γε, φησί, διδάξαι, ὁποῖ' ἄττα ἐστίν, ἃ λέγουσι, καὶ
ὁπόθεν ἐρρύηκε.
14a
Συγγένειαν παρὰ πολλοῖς τῶν ἐθνῶν νομίζων εἶναι ὁ Κέλσος
τοῦ αὐτοῦ λόγου πάντα μὲν ὀνομάζει τὰ ἔθνη ὡς ἀρξάμενα τοῦ
τοιοῦδε δόγματος· οὐκ οἶδα δ' ὅπως μόνους Ἰουδαίους συκοφαντεῖ
οὐ συγκαταλέγων αὐτῶν τὸ ἔθνος τοῖς λοιποῖς ὡς εἴτε συμφιλοπονῆσαν
ἐκείνοις καὶ ὁμοφρονῆσαν εἴτε παραπλήσια ἐν πολλοῖς δογματίσαν.
14b
εἰ δὲ κεχαρισμένως Μωϋσῆς καὶ οἱ προφῆται τῷ ἑαυτῶν λόγῳ
πολλὰ ἀνέγραψαν περὶ τῶν παρὰ σφίσιν αὐτοῖς, διὰ τί τὸ παραπλήσιον οὐκ
ἐροῦμεν καὶ περὶ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι συγγραφέων; ἢ Αἰγύπτιοι
μὲν ἐν ταῖς ἑαυτῶν ἱστορίαις Ἰουδαίους κακολογοῦντες πιστοί εἰσι
περὶ Ἰουδαίων· ταῦτα δὲ λέγοντες Ἰουδαῖοι περὶ Αἰγυπτίων πολλὰ
ἀδίκως πεπονθέναι ἀναγράφοντες ἑαυτοὺς καὶ διὰ τοῦτο λέγοντες
αὐτοὺς κεκολάσθαι ὑπὸ θεοῦ ψεύδονται;
14c
ὅρα οὖν εὐθέως τὸ φίλαυτον τοῦ τοῖσδε μέν τισι πιστεύ-
οντος ὡς σοφοῖς ἔθνεσι, τῶνδε δὲ καταγινώσκοντος ὡς πάντῃ ἀνοή-
των. ἄκουε γὰρ λέγοντος τοῦ Κέλσου ὅτι ἔστιν ἀρχαῖος ἄνωθεν
λόγος, περὶ ὃν δὴ ἀεὶ καὶ τὰ ἔθνη τὰ σοφώτατα καὶ πόλεις καὶ
ἄνδρες σοφοὶ κατεγένοντο. καὶ οὐκ ἐβουλήθη ἔθνος σοφώτατον εἰπεῖν
κἂν παραπλησίως Αἰγυπτίοις καὶ Ἀσσυρίοις καὶ Ἰνδοῖς καὶ Πέρσαις
καὶ Ὀδρύσαις καὶ Σαμόθρᾳξι καὶ Ἐλευσινίοις τοὺς Ἰουδαίους.
16a
Θαυμάζω δέ, πῶς Ὀδρύσας μὲν καὶ Σαμόθρᾳκας καὶ Ἐλευ-
σινίους καὶ Ὑπερβορέους ἐν τοῖς ἀρχαιοτάτοις καὶ σοφωτάτοις
ἔταξεν ἔθνεσιν ὁ Κέλσος, τοὺς δὲ Ἰουδαίους οὐκ ἠξίωσεν οὔτε εἰς
σοφοὺς παραδέξασθαι οὔτε εἰς ἀρχαίους. ... ἀλλὰ καὶ τοὺς μὲν
Ὁμήρου Γαλακτοφάγους καὶ τοὺς Γαλατῶν Δρυΐδας καὶ τοὺς Γέτας
σοφώτατα λέγει ἔθνη εἶναι καὶ ἀρχαῖα περὶ τῶν συγγενῶν τοῖς
Ἰουδαϊκοῖς λόγοις διαλαμβάνοντας.
16b
πάλιν τε αὖ κατάλογον ποιούμενος ἀνδρῶν ἀρχαίων καὶ σοφῶν
ὠφελησάντων τοὺς κατ' αὐτοὺς καὶ διὰ συγγραμμάτων τοὺς μετ' αὐτοὺς
Μωϋσέα ἐξέβαλε τοῦ καταλόγου τῶν σοφῶν. ... ὅρα οὖν, εἰ μὴ
ἄντικρυς κακουργῶν ἐξέβαλε τοῦ καταλόγου τῶν σοφῶν καὶ Μωϋσέα,
Λίνον δὲ καὶ Μουσαῖον καὶ Ὀρφέα καὶ τὸν Φερεκύδην καὶ τὸν Πέρσην
Ζωροάστρην καὶ Πυθαγόραν φήσας περὶ τῶνδε διειληφέναι καὶ
ἐς βίβλους κατατεθεῖσθαι τὰ ἑαυτῶν δόγματα καὶ πεφυλάχθαι αὐτὰ
μέχρι δεῦρο.
17
Ἐν δὲ τοῖς ἑξῆς κατηγορῶν τῆς Μωϋσέως ἱστορίας αἰτιᾶται
τοὺς τροπολογοῦντας καὶ ἀλληγοροῦντας αὐτήν. ... καὶ γὰρ
οὗτος κατηγορήσας, ὡς οἴεται, τῶν παρὰ Μωϋσεῖ ἱστοριῶν καὶ
μεμψάμενος τοῖς ἀλληγοροῦσι μετὰ τοῦ καὶ ἔπαινόν τινα περὶ αὐτῶν
λέγειν, ὅτι εἰσὶν οἱ ἐπιεικέστεροι, οἱονεὶ κωλύει κατηγορήσας, ὡς
βούλεται, ἀπολογεῖσθαι τοὺς δυναμένους, ὡς πέφυκεν ἔχειν τὰ πράγματα.
18
Καὶ κατανόει, ὅπως τὸ μὲν τάγμα τῶν σῶν συγγραφέων ὀλίγον
μὲν ἐφρόντισε τῶν αὐτόθεν ἐντευξαμένων, μόνοις δὲ ἄρα τοῖς τροπολο-
γῆσαι καὶ ἀλληγορῆσαι δυναμένοις ἔγραψε τὴν ἰδίαν, ὡς φῄς, φιλοσοφίαν.
19
Ἑξῆς τούτοις ὁ Κέλσος λεληθότως βουλόμενος διαβαλεῖν τὴν
κατὰ Μωϋσέα κοσμοποιΐαν ἐμφαίνοντα μηδέπω μυρίων ἐτῶν
ἀριθμὸν ἔχειν τὸν κόσμον ἀλλὰ πολλῷ τούτου λειπόμενον προστίθεται
κλέπτων αὐτοῦ τὸ βούλημα τοῖς λέγουσιν ἀγένητον εἶναι τὸν κόσμον.
τὸ γὰρ πολλὰς ἐκ παντὸς αἰῶνος ἐκπυρώσεις γεγονέναι πολλὰς δ' ἐπι-
κλύσεις καὶ νεώτερον εἶναι τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν ἔναγ-
χος γεγενημένον σαφῶς τοῖς ἀκούειν αὐτοῦ δυναμένοις παρίστησι τὸ
κατ' αὐτὸν τοῦ κόσμου ἀγένητον. λεγέτω δὴ ἡμῖν ὁ τῇ πίστει
Χριστιανῶν ἐγκαλῶν, ποίοις ἀποδεικτικοῖς λόγοις ἠναγκάσθη παρα-
δέξασθαι πολλὰς γεγονέναι ἐκπυρώσεις καὶ πολλοὺς κατακλυσμοὺς
πάντων δὲ νεώτερον εἶναι κατακλυσμὸν μὲν τὸν ἐπὶ Δευκαλίωνος
ἐκπύρωσιν δὲ τὴν ἐπὶ Φαέθοντος.
4
79b
... ἀνωτέρω προεῖπεν ὡς ἀγενήτου ὄντος τοῦ κόσμου
καὶ ἀφθάρτου καὶ μόνων τῶν ἐπὶ γῆς κατακλυσμοὺς καὶ ἐκπυρώσεις
πασχόντων καὶ οὐ πάντων ἅμα τούτοις περιπιπτόντων.
1
20
Πλὴν καὶ ἄκων ἐνέπεσεν ὁ Κέλσος εἰς τὸ μαρτυρεῖν τῷ
νεώτερον εἶναι τὸν κόσμον καὶ οὐδέπω μυρίων ἐτῶν εἰπὼν καὶ
Ἕλληνας ταῦτα νομίζειν ἀρχαῖα, ὡς πρεσβύτερα διὰ τοὺς κατακλυσ-
μοὺς καὶ τὰς ἐκπυρώσεις οὐ τεθεωρήκασιν οὐδ' ἀπομνημονεύουσιν.
ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων,
μύθου διδάσκαλοι οἱ κατ' αὐτὸν σοφώτατοι Αἰγύπτιοι, ...
21
Τούτου οὖν, φησί, τοῦ λόγου τοῦ παρὰ τοῖς σοφοῖς ἔθνεσι
καὶ ἐλλογίμοις ἀνδράσιν ἐπακηκοὼς ὄνομα δαιμόνιον ἔσχε Μωϋσῆς.
22
Μετὰ ταῦτα τὸ περιτέμνεσθαι τὰ αἰδοῖα μὴ διαβαλὼν ὁ Κέλσος
ὑπὸ Ἰουδαίων γινόμενον, φησὶν ἀπὸ Αἰγυπτίων αὐτὸ ἐληλυθέναι ...
23
Ἑξῆς τούτοις φησὶν ὁ Κέλσος ὅτι τῷ ἡγησαμένῳ σφῶν ἑπό-
μενοι Μωϋσεῖ αἰπόλοι καὶ ποιμένες ἀγροίκοις ἀπάταις ψυχαγωγηθέντες
ἕνα ἐνόμισαν εἶναι θεόν. δεικνύτω τοίνυν, πῶς αἰπόλων καὶ ποιμένων
ἀλόγως, ὡς οἴεται, ἀποστάντων τοῦ σέβειν θεοὺς αὐτὸς δύναται
παραστῆσαι τὸ πλῆθος τῶν καθ' Ἕλληνας θεῶν ἢ τοὺς λοιποὺς
βαρβάρους.
24
Μετὰ ταῦτά φησιν, ὅτι οἱ αἰπόλοι καὶ ποιμένες ἕνα ἐνόμισαν
θεὸν εἴτε Ὕψιστον εἴτ' Ἀδωναῖον εἴτ' Οὐράνιον εἴτε Σαβαὼθ
εἴτε καὶ ὅπῃ καὶ ὅπως χαίρουσιν ὀνομάζοντες τόνδε τὸν κόσμον· καὶ
πλεῖον οὐδὲν ἔγνωσαν. καὶ ἐν τοῖς ἑξῆς δέ φησι μηδὲν διαφέρειν
τῷ παρ' Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία ἢ
τῷ δεῖνα, φέρ' εἰπεῖν, παρ' Ἰνδοῖς ἢ τῷ δεῖνα παρ' Αἰγυπτίοις.
26a
Ἴδωμεν δὲ τίνα τρόπον συκοφαντεῖ Ἰουδαίους ὁ πάντ'
ἐπαγγελλόμενος εἰδέναι Κέλσος λέγων αὐτοὺς σέβειν ἀγγέλους
καὶ γοητείᾳ προσκεῖσθαι, ἧς ὁ Μωϋσῆς αὐτοῖς γέγονεν ἐξηγητής.
26b
ἐπαγγέλλεται δὲ διδάξειν ἑξῆς, πῶς καὶ Ἰουδαῖοι ὑπὸ ἀμαθίας
ἐσφάλησαν ἐξαπατώμενοι.
26c
ἐπαγγειλάμενος δ' ὁ Κέλσος ὕστερον διδάξειν τὰ περὶ Ἰουδαίων
πρῶτον ποιεῖται τὸν λόγον περὶ τοῦ σωτῆρος ἡμῶν ὡς γενομένου
ἡγεμόνος τῇ καθὸ Χριστιανοί ἐσμεν γενέσει ἡμῶν καί φησιν
αὐτὸν πρὸ πάνυ ὀλίγων ἐτῶν τῆς διδασκαλίας ταύτης καθηγήσασθαι
νομισθέντα ὑπὸ Χριστιανῶν υἱὸν εἶναι τοῦ θεοῦ.
26d
εἰ δ' ὁ εὐγνωμόνως ... κατανοῶν συγκαταθήσεται τῷ μηδὲν κρεῖτ-
τον ἐν ἀνθρώποις γεγονέναι ἀθεεί, πόσῳ πλέον τὸ τοιοῦτον περὶ τοῦ
Ἰησοῦ θαρρῶν ἀποφανεῖται ... κατανοῶν, ἐν ὅσαις μὲν ἀκολασίαις
ὅσαις δὲ ἀδικίαις καὶ πλεονεξίαις ἕκαστος τῶνδε ἦν, πρίν, ὥς φησι Κέλ-
σος καὶ οἱ τὰ αὐτὰ αὐτῷ νομίζοντες, ἀπατηθῶσι καὶ παραδέξωνται λόγον
λυμαινόμενον, ὡς ἐκεῖνοι λέγουσι, τὸν τῶν ἀνθρώπων βίον, ... ;
27
Ἀναγκαῖον δ' ἦν ἐν πλήθει κρατουμένων ὑπὸ τοῦ λόγου,
ὅσῳ πολλαπλάσιοι οἱ ἰδιῶται καὶ ἀγροικότεροι τῶν ἐν λόγοις
γεγυμνασμένων, πολλαπλασίους γενέσθαι τοὺς ἰδιώτας καὶ ἀγροικοτέ-
ρους τῶν συνετωτέρων. ἀλλὰ μὴ βουληθεὶς ταῦτα ὁ Κέλσος κατα-
νοῆσαι τὴν τοῦ λόγου φιλανθρωπίαν καὶ φθάνουσαν ἐπὶ πᾶσαν
ψυχὴν 〈”ἀπὸ〉 ἀνατολῆς ἡλίου” οἴεται εἶναι ἰδιωτικὴν διὰ τὸ
ἰδιωτικὸν καὶ οὐδαμῶς ἐν λόγοις δυνατὸν ἰδιωτῶν μόνων κρατήσασαν.
καίτοι οὐδ' αὐτὸς ἰδιώτας μόνους φησὶν ὑπὸ τοῦ λόγου προσῆχθαι
τῇ κατὰ Ἰησοῦν θεοσεβείᾳ· ὁμολογεῖ γὰρ καὶ μετρίους καὶ ἐπιεικεῖς
καὶ συνετούς τινας καὶ ἐπ' ἀλληγορίαν ἑτοίμους εἶναι ἐν αὐτοῖς.
28
Μετὰ ταῦτα προσωποποιεῖ Ἰουδαῖον αὐτῷ διαλεγόμενον τῷ
Ἰησοῦ καὶ ἐλέγχοντα αὐτὸν περὶ πολλῶν μέν, ὡς οἴεται, πρῶτον δὲ
ὡς πλασαμένου αὐτοῦ τὴν ἐκ παρθένου γένεσιν· ὀνειδίζει δ' αὐτῷ καὶ
ἐπὶ τῷ ἐκ κώμης αὐτὸν γεγονέναι Ἰουδαϊκῆς καὶ ἀπὸ γυναικὸς ἐγχω-
ρίου καὶ πενιχρᾶς καὶ χερνήτιδος. φησὶ δ' αὐτὴν καὶ ὑπὸ τοῦ γήμαν-
τος, τέκτονος τὴν τέχνην ὄντος, ἐξεῶσθαι ἐλεγχθεῖσαν ὡς μεμοιχευ-
μένην. εἶτα λέγει ὡς ἐκβληθεῖσα ὑπὸ τοῦ ἀνδρὸς καὶ πλανωμένη ἀτίμως
σκότιον ἐγέννησε τὸν Ἰησοῦν· καὶ ὅτι οὗτος διὰ πενίαν εἰς Αἴγυπτον
μισθαρνήσας κἀκεῖ δυνάμεών τινων πειραθείς, ἐφ' αἷς Αἰγύπτιοι
σεμνύνονται, ἐπανῆλθεν ἐν ταῖς δυνάμεσι μέγα φρονῶν καὶ δι' αὐτὰς
θεὸν αὑτὸν ἀνηγόρευσε.
32
Ἀλλὰ γὰρ ἐπανέλθωμεν εἰς τὴν τοῦ Ἰουδαίου προσωποποιΐαν,
ἐν ᾗ ἀναγέγραπται ἡ τοῦ Ἰησοῦ μήτηρ ὡς ἐξωσθεῖσα ὑπὸ τοῦ
μνηστευσαμένου αὐτὴν τέκτονος ἐλεγχθεῖσα ἐπὶ μοιχείᾳ καὶ τίκτουσα
ἀπό τινος στρατιώτου Πανθήρα τοὔνομα.
37
Ἐπεὶ δὲ τὸν Ἰουδαῖον ὁ Κέλσος εἰσήγαγε διαλεγόμενον τῷ
Ἰησοῦ καὶ διασύροντα τὴν ὡς οἴεται προσποίησιν τῆς ἐκ παρθένου
γενέσεως αὐτοῦ φέροντα τοὺς Ἑλληνικοὺς μύθους περὶ Δανάης καὶ
Μελανίππης καὶ Αὔγης καὶ Ἀντιόπης, λεκτέον ...
39
Εἰ ἄρα καλὴ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ, καὶ ὡς καλῇ αὐτῇ
ἐμίγνυτο ὁ θεὸς οὐ πεφυκὼς ἐρᾶν φθαρτοῦ σώματος; καίτοι οὐδ'
εἰκὸς ἦν ἐρασθήσεσθαι αὐτῆς τὸν θεὸν οὔσης οὔτ' εὐδαίμονος οὔτε
βασιλικῆς, ἐπεὶ μηδεὶς αὐτὴν ᾔδει μηδὲ τῶν γειτόνων· παίζει δὲ λέ-
γων καὶ ὅτι μισουμένην αὐτὴν ὑπὸ τοῦ τέκτονος καὶ ἐκβαλλομένην οὐκ
ἔσωσε θεία δύναμις οὐδὲ λόγος πειστικός. οὐδὲν οὖν φησὶ ταῦτα
πρὸς τὴν τοῦ θεοῦ βασιλείαν.
40*
Νυνὶ δὲ μετὰ τὴν ἐκ παρθένου γένεσιν ὁ πάντ' εἰδέναι
ἐπαγγειλάμενος Κέλσος τὰ ἡμέτερα κατηγορεῖ τοῦ παρὰ τῷ βαπτίσ-
ματι φανέντος ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς, ...
41
Ἔστι δ' ὁ Ἰουδαῖος αὐτῷ ἔτι ταῦτα λέγων, πρὸς ὃν ὁμολο-
γοῦμεν εἶναι κύριον ἡμῶν τὸν Ἰησοῦν· λουομένῳ, φησί, σοὶ παρὰ
τῷ Ἰωάννῃ φάσμα ὄρνιθος ἐξ ἀέρος λέγεις ἐπιπτῆναι. εἶτα πυνθανό-
μενος ὁ παρ' αὐτῷ Ἰουδαῖός φησι· τίς τοῦτο εἶδεν ἀξιόχρεως μάρτυς
τὸ φάσμα ἢ τίς ἤκουσεν ἐξ οὐρανοῦ φωνῆς εἰσποιούσης σε υἱὸν τῷ
θεῷ; πλὴν ὅτι σὺ φῂς καί τινα ἕνα ἐπάγῃ τῶν μετὰ σοῦ κεκο-
λασμένων.
40*
..., εἶτα μετὰ τοῦτο διαβάλλει τὸ προφητεύεσθαι
τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ...
49
Ἀλλ' εἶπεν ἐμὸς προφήτης ἐν Ἱεροσολύμοις ποτέ, ὅτι ἥξει
θεοῦ υἱός, τῶν ὁσίων κριτὴς καὶ τῶν ἀδίκων κολαστής.
50
Εἶτα ὡς [οὐ] μόνου προφητευθέντος τούτου ὁσίων αὐτὸν
εἶναι κριτὴν καὶ τῶν ἀδίκων κολαστὴν ... φησί· τί μᾶλλον σὺ ἢ
ἄλλοι μυρίοι, οἳ μετὰ τὴν προφητείαν γενόμενοί εἰσι, περὶ ὧν ταῦτα
ἐπροφητεύετο; καὶ οὐκ οἶδ' ὅπως βουλόμενος καὶ ἑτέροις περιθεῖναι τὸ
δύνασθαι ὑπονοεῖσθαι, ὅτι αὐτοὶ ἦσαν οἱ προφητευθέντες, φησὶν ὅτι
οἱ μὲν ἐνθουσιῶντες, οἱ δὲ ἀγείροντές φασιν ἥκειν ἄνωθεν υἱὸν θεοῦ.
54
Ἐπεὶ δὲ ὁ ἐπαγγελλόμενος εἰδέναι τὰ τοῦ λόγου πάντα
Κέλσος ὀνειδίζει τῷ σωτῆρι ἐπὶ τῷ πάθει ὡς μὴ βοηθηθέντι ὑπὸ
τοῦ πατρὸς ἢ μὴ δυνηθέντι ἑαυτῷ βοηθῆσαι, παραθετέον ...
57a
Ἔτι δὲ πρὸς τὸν σωτῆρα αὐτῷ ὁ Ἰουδαῖός φησιν ὅτι,
εἰ τοῦτο λέγεις, ὅτι πᾶς ἄνθρωπος κατὰ θείαν πρόνοιαν γεγονὼς υἱός
ἐστι θεοῦ, τί ἂν σὺ ἄλλου διαφέροις;
57b
τινὲς δὲ καὶ ἐλέγξουσιν, ὥς φησιν ὁ παρὰ Κέλσῳ Ἰουδαῖος,
μυρίοι τὸν Ἰησοῦν φάσκοντες περὶ ἑαυτῶν ταῦτα εἰρῆσθαι, ἅπερ
περὶ ἐκείνου ἐπροφητεύετο.
40*
..., καὶ μετὰ ταῦτα ἀνατρέχει ἐπὶ τὸ ἑξῆς τῇ γενέσει
τοῦ Ἰησοῦ ἀναγεγραμμένον τὸ περὶ τοῦ ἀστέρος διήγημα καὶ τῶν
ἐληλυθότων ἀπὸ ἀνατολῆς μάγων „προσκυνῆσαι“ τῷ παιδίῳ.
34
Ὅτι δὲ κακουργῶν ὁ Κέλσος οὐκ ἐξέθετο τὴν προφητείαν,
δῆλόν μοι γίνεται ἐκ τοῦ παραθέμενον αὐτὸν πολλὰ ἀπὸ τοῦ κατὰ
Ματθαῖον εὐαγγελίου ὥσπερ τὸν ἀνατείλαντα ἀστέρα ἐπὶ τῇ γενέσει
τοῦ Ἰησοῦ καὶ ἄλλα τῶν παραδόξων μηδὲ τὴν ἀρχὴν τούτου
ἐμνημονευκέναι.
58
Μετὰ ταῦτα ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ἀντὶ τῶν ἐν τῷ
εὐαγγελίῳ μάγων Χαλδαίους φησὶν ὑπὸ τοῦ Ἰησοῦ λελέχθαι κινη-
θέντας ἐπὶ τῇ γενέσει αὐτοῦ ἐληλυθέναι προσκυνήσοντας αὐτὸν ἔτι
νήπιον ὡς θεόν· καὶ Ἡρώδῃ τῷ τετράρχῃ τοῦτο δεδηλωκέναι· τὸν
δὲ πέμψαντα ἀποκτεῖναι τοὺς ἐν τῷ αὐτῷ χρόνῳ γεγενημένους οἰό-
μενον καὶ τοῦτον ἀνελεῖν σὺν αὐτοῖς, μή πως τὸν αὐτάρκη ἐπιβιώσας
χρόνον βασιλεύσῃ.
61
εἰ δ', ὅπως μὴ σὺ αὐξηθεὶς ἀντ' ἐκείνου
βασιλεύσῃς, τί, ἐπειδή γε ηὐξήθης, οὐ βασιλεύεις, ἀλλ' ὁ τοῦ θεοῦ
παῖς οὕτως ἀγεννῶς ἀγείρεις κυπτάζων ὑπὸ φόβου καὶ περιφθειρόμενος
ἄνω κάτω;
62
Μετὰ ταῦτα δ' ἐπεὶ μηδὲ τὸν ἀριθμὸν τῶν ἀποστόλων ἐπιστά-
μενος δέκα εἶπεν ἢ ἕνδεκά τινας ἐξαρτησάμενον τὸν Ἰησοῦν ἑαυτῷ
ἐπιρρήτους ἀνθρώπους, τελώνας καὶ ναύτας τοὺς πονηροτάτους,
μετὰ τούτων τῇδε κἀκεῖσε αὐτὸν ἀποδεδρακέναι αἰσχρῶς καὶ γλίσχρως
τροφὰς συνάγοντα, φέρε καὶ περὶ τούτων κατὰ τὸ δυνατὸν δια-
λάβωμεν.
66
Ἐπὶ δὲ τούτοις ἑξῆς ὁ Ἰουδαῖος πρὸς τὸν Ἰησοῦν παρὰ τῷ
Κέλσῳ λέγει· τί δὲ καί σε νήπιον ἔτι ἐχρῆν εἰς Αἴγυπτον ἐκκομί-
ζεσθαι, μὴ ἀποσφαγῇς; θεὸν γὰρ οὐκ εἰκὸς ἦν περὶ θανάτου δεδιέναι.
ἀλλ' ἄγγελος μὲν ἧκεν ἐξ οὐρανοῦ κελεύων σοι καὶ τοῖς σοῖς οἰκείοις
φεύγειν, μὴ ἐγκαταλειφθέντες ἀποθάνητε. φυλάττειν δέ σε αὐτόθι
ὁ δύο ἤδη διὰ σὲ πεπομφὼς ἀγγέλους, ὁ μέγας θεὸς τὸν ἴδιον υἱόν,
οὐκ ἐδύνατο;
67
Μετὰ ταῦτά φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὡς φιλο-
μαθής τις Ἕλλην καὶ τὰ Ἑλλήνων πεπαιδευμένος ὅτι οἱ μὲν παλαιοὶ
μῦθοι Περσεῖ καὶ Ἀμφίονι καὶ Αἰακῷ καὶ Μίνωϊ θείαν σπορὰν νεί-
μαντες—οὐδ' αὐτοῖς ἐπιστεύσαμεν—ὅμως ἐπέδειξαν αὐτῶν ἔργα
μεγάλα καὶ θαυμαστὰ ἀληθῶς τε ὑπὲρ ἄνθρωπον, ἵνα μὴ ἀπίθανοι
δοκῶσι· σὺ δὲ δή, τί καλὸν ἢ θαυμάσιον ἔργῳ ἢ λόγῳ πεποίηκας;
ἡμῖν οὐδὲν ἐπεδείξω, καίτοι προκαλουμένων ἐν τῷ ἱερῷ σε παρασχέσθαι
τι ἐναργὲς γνώρισμα, ὡς εἴης ὁ τοῦ θεοῦ παῖς.
68
Ἑξῆς δὲ τούτοις ὁ Κέλσος ὑπιδόμενος τὰ ἐπιδειχθησόμενα
ὑπὸ τοῦ Ἰησοῦ γεγενημένα μεγάλα, ..., προσποιεῖται συγχωρεῖν
ἀληθῆ εἶναι ὅσα περὶ θεραπειῶν ἢ ἀναστάσεως ἢ περὶ ἄρτων ὀλί-
γων θρεψάντων πολλοὺς ἀναγέγραπται, ἀφ' ὧν λείψανα πολλὰ κατα-
λέλειπται, ἢ ὅσα ἄλλα οἴεται τερατευσαμένους τοὺς μαθητὰς ἱστορη-
κέναι, καὶ ἐπιφέρει αὐτοῖς· φέρε πιστεύσωμεν εἶναί σοι ταῦτ' εἰργασ-
μένα. καὶ εὐθέως κοινοποιεῖ αὐτὰ πρὸς τὰ ἔργα τῶν γοήτων ὡς
ὑπισχνουμένων θαυμασιώτερα καὶ πρὸς τὰ ὑπὸ τῶν μαθόντων ἀπὸ
Αἰγυπτίων ἐπιτελούμενα ἐν μέσαις ἀγοραῖς ὀλίγων ὀβολῶν ἀποδιδο-
μένων τὰ σεμνὰ μαθήματα καὶ δαίμονας ἀπὸ ἀνθρώπων ἐξελαυνόν-
των καὶ νόσους ἀποφυσώντων καὶ ψυχὰς ἡρώων ἀνακαλούντων δεῖπνά
τε πολυτελῆ καὶ τραπέζας καὶ πέμματα καὶ ὄψα τὰ οὐκ ὄντα δεικνύν-
των καὶ ὡς ζῷα κινούντων οὐκ ἀληθῶς ὄντα ζῷα, ἀλλὰ μέχρι φαντα-
σίας φαινόμενα τοιαῦτα, καί φησιν· ἆρ' ἐπεὶ ταῦτα ποιοῦσιν ἐκεῖνοι,
δεήσει ἡμᾶς αὐτοὺς ἡγεῖσθαι υἱοὺς εἶναι θεοῦ; ἢ λεκτέον αὐτὰ ἐπιτη-
δεύματα εἶναι ἀνθρώπων πονηρῶν καὶ κακοδαιμόνων;
69a
Μετὰ ταῦτα φύρων τὸν λόγον καὶ τὰ ὑπὸ αἱρέσεώς τινος
λεγόμενα ὡς κοινὰ Χριστιανῶν ἐγκλήματα πᾶσι τοῖς ἀπὸ τοῦ θείου
προσάγων λόγου φησὶν ὅτι θεοῦ οὐκ ἂν εἴη τοιοῦτον σῶμα οἷον τὸ σόν.
69b
εἶτα ὁ Κέλσος φησὶν ὅτι οὐκ ἂν εἴη θεοῦ σῶμα τὸ οὕτω σπα-
ρέν, ὡς σύ, ὦ Ἰησοῦ, ἐσπάρης.
70a
Λέγει δ' ὅτι οὐδὲ τοιαῦτα σιτεῖται σῶμα θεοῦ ὡς ἔχων
αὐτὸν παραστῆσαι ἀπὸ τῶν εὐαγγελικῶν γραμμάτων σιτούμενον καὶ
ποῖα σιτούμενον. ἀλλ' ἔστω, λεγέτω αὐτὸν βεβρωκέναι μετὰ τῶν μαθη-
τῶν τὸ πάσχα οὐ μόνον εἰπόντα τὸ ”ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο
τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν” ἀλλὰ καὶ βεβρωκότα, λεγέτω δ' αὐτὸν
καὶ διψήσαντα παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ πεπωκέναι.
70b
ἀλλ' οὐδὲ σῶμα, φησί, θεοῦ χρῆται τοιαύτῃ φωνῇ οὐδὲ τοιᾷδε
πειθοῖ.
71
Εἶτά φησι λοιδορούμενος τῷ Ἰησοῦ ὁ διὰ τὴν ἀσέβειαν καὶ
τὰ μοχθηρὰ δόγματα, ἵν' οὕτως εἴπω, θεομισὴς ὅτι ταῦτα θεομισοῦς
ἦν τινος καὶ μοχθηροῦ γόητος.
2
1
Τί παθόντες, ὦ πολῖται, κατελίπετε τὸν πάτριον νόμον καὶ ὑπ'
ἐκείνου, πρὸς ὃν ἄρτι διειλέγμεθα, ψυχαγωγηθέντες πάνυ γελοίως
ἐξηπατήθητε καὶ ἀφ' ἡμῶν ἀπηυτομολήσατε εἰς ἄλλο ὄνομα καὶ εἰς
ἄλλον βίον;
4a
Εἶτα λέγει ὁ παρ' αὐτῷ Ἰουδαῖος πρὸς τοὺς ἀπὸ τοῦ λαοῦ
πιστεύσαντας ὅτι χθὲς καὶ πρῴην καί, ὁπηνίκα τοῦτον ἐκολάζομεν
βουκολοῦντα ὑμᾶς, ἀπέστητε τοῦ πατρίου νόμου.
4b
μετὰ δὲ ταῦτα δοκεῖ μοι δεινότητος ἔχεσθαι τὸ ἢ πῶς ἄρχεσθε
μὲν ἀπὸ τῶν ἡμετέρων ἱερῶν, προϊόντες δὲ αὐτὰ ἀτιμάζετε οὐκ ἔχοντες
ἄλλην ἀρχὴν εἰπεῖν τοῦ δόγματος ἢ τὸν ἡμέτερον νόμον;
4c
εἴτε γὰρ προηγόρευσέ τις ὑμῖν, ὅτι ἄρα ὁ τοῦ θεοῦ παῖς εἰς
ἀνθρώπους ἀφίξεται, οὗτος ἡμέτερος ἦν ὁ προφήτης καὶ τοῦ ἡμετέρου θεοῦ.
5a
Μετὰ ταῦτα εἰ καὶ ταυτολογεῖ ὁ Κέλσος περὶ τοῦ Ἰησοῦ
δεύτερον ἤδη λέγων πλημμελήσαντα αὐτὸν δεδωκέναι παρὰ Ἰουδαίοις
δίκην, ἀλλ' ἡμεῖς οὐκ ἐπαναληψόμεθα τὴν ἀπολογίαν ...
5b
εἶτ' ἐπεὶ ὡς ἕωλα τὰ περὶ ἀναστάσεως νεκρῶν καὶ κρίσεως
θεοῦ καὶ τιμῆς μὲν ἐπὶ τοὺς δικαίους πυρὸς δ' ἐπὶ τοὺς ἀδίκους εὐτελίζει
ὁ παρ' αὐτῷ Ἰουδαῖος, μηδὲν δὲ καινὸν ἐν τούτοις διδάσκεσθαι
φάσκων Χριστιανοὺς οἴεται ἀνατρέπειν χριστιανισμόν, λεκτέον ...
6
Ἔστω δὲ καὶ πάντα τὰ κατὰ Ἰουδαίους ἔθη μέχρι καὶ τῶν
παρ' αὐτοῖς θυσιῶν πεποιηκέναι τὸν Ἰησοῦν· τί τοῦτο συμβάλλεται
πρὸς τὸ μὴ δεῖν πιστεύειν αὐτῷ ὡς υἱῷ τοῦ θεοῦ;
7a
Δεικνύτωσαν δέ, ποῦ κἂν ἔμφασις λέξεως ἀπὸ ἀλαζονείας
προφερομένης παρὰ τῷ Ἰησοῦ εὑρίσκεται. πῶς γὰρ ἀλαζὼν ὁ λέγων·
7b
ἐλεγχέτω δέ τις, τίνα ἐψεύσατο, καὶ παραστησάτω μεγάλα καὶ
μικρὰ ψεύδη, ἵνα δείξῃ τὰ μεγάλα ψευσάμενον τὸν Ἰησοῦν.
7c
τίνα δὲ καὶ τὰ ἀνόσια τοῦ Ἰησοῦ, ἀπαγγελλέτω καὶ μάλιστα
ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος.
8a
Φησὶ δὲ πολλοὺς ἂν καὶ ἄλλους φανῆναι τοιούτους τοῖς ἐξ-
απατᾶσθαι θέλουσιν, ὁποῖος ἦν ὁ Ἰησοῦς.
8b
φησὶ δὲ τοῦτο ἔγκλημα ἀπὸ τῶν εἰς τὸν Χριστὸν πιστευόντων
προσάγεσθαι Ἰουδαίοις, ἐπεὶ μὴ πεπιστεύκασιν ὡς εἰς θεὸν τὸν Ἰησοῦν.
8c
πῶς δέ, φησίν, ἡμεῖς οἱ πᾶσιν ἀνθρώποις δηλώσαντες ἥξειν
ἀπὸ θεοῦ τὸν κολάσοντα τοὺς ἀδίκους ἐλθόντα ἠτιμάζομεν;
8d
διὰ τί ἠτιμάζομεν, ὃν προεκηρύττομεν; ἢ ἵνα πλέον τῶν ἄλλων
κολασθῶμεν;
9
Μετὰ ταῦτά φησιν ὁ Ἰουδαῖος· πῶς δ' ἐμέλλομεν τοῦτον νομί-
ζειν θεόν, ὃς τά τε ἄλλα, ὥσπερ ἐπηκούετο, οὐδέν, ὧν ἐπηγγέλλετο, ἐπε-
δείκνυτο καί, ἐπειδὴ ἡμεῖς ἐλέγξαντες αὐτὸν καὶ καταγνόντες ἠξιοῦμεν
κολάζεσθαι, κρυπτόμενος μὲν καὶ διαδιδράσκων ἐπονειδιστότατα ἑάλω,
ὑπ' αὐτῶν δέ, ὧν ὠνόμαζε μαθητῶν, προὐδόθη; καίτοι θεόν, φησίν,
ὄντα οὔτε φεύγειν ἐνῆν οὔτε δεθέντα ἀπάγεσθαι, ἥκιστα δὲ ὑπὸ τῶν
συνόντων αὐτῷ καὶ παντὸς ἰδίᾳ κεκοινωνηκότων καὶ διδασκάλῳ χρω-
μένων σωτῆρα νομιζόμενον καὶ θεοῦ τοῦ μεγίστου παῖδα καὶ ἄγ-
γελον ἐγκαταλείπεσθαί τε καὶ ἐκδίδοσθαι.
12
Παιδαριώδη δέ μοι δοκεῖ καὶ τὰ τοιαῦτα, ὅτι στρατηγὸς
μὲν ἀγαθὸς καὶ πολλῶν μυριάδων ἡγησάμενος οὐδεπώποτε προὐδόθη,
ἀλλ' οὐδὲ λῄσταρχος πονηρὸς καὶ παμπονήρων ἄρχων, ὠφέλιμος τοῖς
συνοῦσιν εἶναι δοκῶν· αὐτὸς δὲ προδοθεὶς ὑπὸ τῶν ὑπ' αὐτῷ οὔτε ὡς
στρατηγὸς ἦρξεν ἀγαθὸς οὔτ' ἀπατήσας τοὺς μαθητὰς κἂν τὴν ὡς
πρὸς λῄσταρχον, ἵν' οὕτως ὀνομάσω, εὔνοιαν ἐνεποίησε τοῖς ἀπατηθεῖσι.
13a
Μετὰ ταῦτά φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι πολλὰ
ἔχων λέγειν περὶ τῶν κατὰ τὸν Ἰησοῦν γενομένων καὶ ἀληθῆ καὶ οὐ
παραπλήσια τοῖς ὑπὸ τῶν μαθητῶν τοῦ Ἰησοῦ γραφεῖσιν ἑκὼν ἐκεῖνα
παραλείπω.
13b
ἐγκαλεῖ δὲ τοῖς μαθηταῖς ὡς πλασαμένοις, ὅτι πάντα τὰ συμ-
βάντα αὐτῷ ἐκεῖνος προῄδει καὶ προειρήκει.
15
Φησὶ δὲ ὁ Κέλσος ὅτι καὶ οἱ μαθηταὶ τοῦ Ἰησοῦ ἐπὶ πράγ-
ματι περιφανεῖ μηδὲν ἔχοντες ἐπισκήψασθαι τοῦτο ἐπενόησαν, τὸ λέγειν
αὐτὸν πάντα προεγνωκέναι.
16a
Πάνυ δ' εὐήθως φησὶ τοὺς μαθητὰς πρὸς παραίτησιν τῶν
κατὰ τὸν Ἰησοῦν ἀναγεγραφέναι περὶ αὐτοῦ τοιαῦτα· ὥσπερ, φησίν,
εἴ τις λέγων εἶναί τινα δίκαιον δεικνύει αὐτὸν ἀδικοῦντα, καὶ λέγων
ὅσιον δεικνύει φονεύοντα, καὶ λέγων ἀθάνατον δεικνύει νεκρόν, πᾶσι
τούτοις ἐπιφέρων ὅτι προειρηκὼς αὐτὰ ἔτυχεν.
16b
οὐδὲ γὰρ τοῦτο εἴπατε, ὅτι ἐδόκει μὲν τοῖς ἀσεβέσιν ἀνθρώ-
ποις ταῦτα πάσχειν, οὐκ ἔπασχε δέ, ἀλλ' ἄντικρυς παθεῖν ὁμολογεῖτε.
16c
πόθεν οὖν πιστὸν τὸ προειρηκέναι; ... πόθεν ἀθάνατος ὁ νεκρός;
17
Τίς ἂν ἢ θεὸς ἢ δαίμων ἢ ἄνθρωπος φρόνιμος προειδὼς αὐτῷ
τοιαῦτα συμβησόμενα οὐκ ἄν, εἴ γε ἐδύνατο, ἐξέκλινεν, ἀλλὰ συνέ-
πιπτεν οἷς προηπίστατο;
18a
Ἑξῆς δὲ τούτῳ καὶ ἄλλο εὔηθές φησιν ὁ παρὰ τῷ Κέλσῳ
Ἰουδαῖος, ὅτι πῶς, εἴπερ προεῖπε καὶ τὸν προδώσοντα καὶ τὸν ἀρνη-
σόμενον, οὐκ ἂν ὡς θεὸν ἐφοβήθησαν, ὡς τὸν μὲν μὴ προδοῦναι
ἔτι τὸν δὲ μὴ ἀρνήσασθαι;
18b
ἀλλ' αὐτοὶ προέδωκάν τε καὶ ἠρνήσαντο μηδὲν αὐτοῦ φροντίσαντες.
19a
Ἤδη γάρ που καὶ ἄνθρωπος ἐπιβουλευόμενός τε καὶ
προαισθόμενος ἐὰν προείπῃ τοῖς ἐπιβουλεύουσιν, ἀποτρέπονται καὶ
φυλάττονται.
19b
ἑξῆς ὡσπερεὶ τὸ συμπέρασμα ἐπάγων τῷ λόγῳ φησίν· οὔκουν
ἐπειδὴ προείρητο ταῦτα, γέγονεν, ἀδύνατον γάρ· ἀλλ' ἐπειδὴ γέγονε,
ψεῦδος ἐλέγχεται τὸ προειρηκέναι· πάντῃ γὰρ ἀμήχανον τοὺς προακού-
σαντας ἔτι προδοῦναι καὶ ἀρνήσασθαι.
20
Ταῦτα θεός, φησίν, ὢν προεῖπε, καὶ πάντως ἐχρῆν γενέσθαι
τὸ προειρημένον. θεὸς οὖν τοὺς αὑτοῦ μαθητὰς καὶ προφήτας, μεθ'
ὧν συνεδείπνει καὶ συνέπινεν, εἰς τοῦτο περιήγαγεν, ὥστε ἀσεβεῖς καὶ
ἀνοσίους γενέσθαι, ὃν ἐχρῆν μάλιστα πάντας ἀνθρώπους εὐεργετεῖν,
διαφερόντως δὲ τοὺς ἑαυτοῦ συνεστίους. ἢ ἀνθρώπῳ μὲν ὁ κοινωνήσας
τραπέζης οὐκ ἂν ἔτι ἐπεβούλευσε, θεῷ δὲ 〈ὁ〉 συνευωχηθεὶς ἐπί-
βουλος ἐγίγνετο; καὶ ὅπερ ἔτι ἀτοπώτερον, αὐτὸς ὁ θεὸς τοῖς συν-
τραπέζοις ἐπεβούλευσε προδότας καὶ δυσσεβεῖς ποιῶν.
23
Μετὰ ταῦτα λέγει ὅτι, εἰ δέδοκτο αὐτῷ ταῦτα καὶ τῷ πατρὶ
πειθόμενος ἐκολάζετο, δῆλον ὅτι θεῷ γε ὄντι καὶ βουλομένῳ οὔτ'
ἀλγεινὰ οὔτ' ἀνιαρὰ ἦν τὰ κατὰ γνώμην δρώμενα.
24
Ἑξῆς δὲ τούτοις θέλων παραστῆσαι ὅτι ἀλγεινὰ καὶ ἀνιαρὰ
ἦν τὰ συμβάντα αὐτῷ καὶ ὅτι οὐχ οἷόν τε ἦν βουληθέντα αὐτὸν
ποιῆσαι εἶναι αὐτὰ μὴ τοιαῦτα λέγει· τί οὖν ποτνιᾶται καὶ ὀδύρεται
καὶ τὸν τοῦ ὀλέθρου φόβον εὔχεται παραδραμεῖν λέγων ὧδέ πως· ‘ὦ
πάτερ, εἴθε δύναιτο τὸ ποτήριον τοῦτο παρελθεῖν’;
26
Ἔτι δὲ λέγει ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος πρὸς τοὺς Ἰησοῦ
μαθητὰς ὡς πλασαμένους ταῦτα, ὅτι οὐδὲ ψευδόμενοι τὰ πλάσματα
ὑμῶν πιθανῶς ἐπικαλύψαι ἠδυνήθητε.
27
Μετὰ ταῦτά τινας τῶν πιστευόντων φησὶν ὡς ἐκ μέθης ἥκον-
τας εἰς τὸ ἐφεστάναι αὑτοῖς μεταχαράττειν ἐκ τῆς πρώτης γραφῆς
τὸ εὐαγγέλιον τριχῇ καὶ τετραχῇ καὶ πολλαχῇ καὶ μεταπλάττειν, ἵν'
ἔχοιεν πρὸς τοὺς ἐλέγχους ἀρνεῖσθαι.
28
Ἐπεὶ δὲ μετὰ ταῦτα καὶ τὸ προφήταις χρῆσθαι Χριστιανοὺς
προκηρύξασι τὰ περὶ Ἰησοῦ ὀνειδίζει ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος,
φήσομεν πρὸς τοῖς ἀνωτέρω εἰς τοῦτο λελεγμένοις καὶ ὅτι ἐχρῆν
αὐτόν, ὥς φησι, φειδόμενον ἀνθρώπων αὐτὰς ἐκθέσθαι τὰς προφη-
τείας καὶ συναγορεύσαντα ταῖς πιθανότησιν αὐτῶν τὴν φαινομένην
αὐτῷ ἀνατροπὴν τῆς χρήσεως τῶν προφητικῶν ἐκθέσθαι. οὕτω γὰρ
ἂν ἔδοξε μὴ συναρπάζειν τηλικοῦτον κεφάλαιον διὰ λεξειδίων ὀλίγων,
καὶ μάλιστα ἐπεί φησι μυρίοις ἄλλοις ἐφαρμοσθῆναι δύνασθαι πολὺ
πιθανώτερον τὰ προφητικὰ ἢ τῷ Ἰησοῦ.
29
... οὐκέτι χρεία ἡμᾶς ἀπολογήσασθαι πρὸς τὸ λεγόμενον ὡς
ὑπὸ τοῦ Ἰουδαίου, ὅτι μέγαν καὶ δυνάστην καὶ πάσης τῆς γῆς καὶ πάντων
τῶν ἐθνῶν καὶ στρατοπέδων κύριόν φασιν οἱ προφῆται εἶναι τὸν ἐπιδημή-
σοντα. Ἰουδαϊκῶς δ' οἶμαι εἶπε καὶ κατὰ τὴν ἐκείνων χολὴν μετὰ τοῦ
χωρὶς ἀποδείξεως κἂν πιθανῆς λοιδορεῖν τὸν Ἰησοῦν, ὅτι οὐχὶ δὲ
τοιοῦτον ὄλεθρον κατήγγειλαν.
30a
Παρέρριψε δ' ὁ Κέλσος καὶ τό· θεὸν δὲ καὶ θεοῦ υἱὸν
οὐδεὶς ἐκ τοιούτων συμβόλων καὶ παρακουσμάτων οὐδ' ἐξ οὕτως
ἀγεννῶν τεκμηρίων συνίστησιν.
30b
ὡς γὰρ ὁ ἥλιος, φησί, πάντα τὰ ἄλλα φωτίζων πρῶτον αὑτὸν
δεικνύει, οὕτως ἐχρῆν πεποιηκέναι τὸν υἱὸν τοῦ θεοῦ.
31a
Μετὰ ταῦτα Χριστιανοῖς ἐγκαλεῖ ὡς σοφιζομένοις ἐν τῷ
λέγειν τὸν υἱὸν τοῦ θεοῦ εἶναι αὐτολόγον καὶ οἴεταί γε κρατύνειν
τὸ ἔγκλημα, ἐπεὶ λόγον ἐπαγγελλόμενοι υἱὸν εἶναι τοῦ θεοῦ ἀποδείκ-
νυμεν οὐ λόγον καθαρὸν καὶ ἅγιον, ἀλλὰ ἄνθρωπον ἀτιμότατα ἀπα-
χθέντα καὶ ἀποτυμπανισθέντα.
31b
ὡς εἴ γε ὁ λόγος ἐστὶν ὑμῖν υἱὸς τοῦ θεοῦ, καὶ ἡμεῖς ἐπαινοῦμεν.
32a
Προείρηται δ' ἡμῖν ὅτι οὔτ' ἀλαζὼν οὔτε γόης δύναται
εἶναι ὁ Ἰησοῦς· διὸ οὐκ ἀναγκαῖον ἐπαναλαμβάνειν τὰ εἰρημένα, ἵνα
μὴ πρὸς τὰς ταυτολογίας Κέλσου καὶ ἡμεῖς ταυτολογῶμεν.
32b
φησὶ δὲ ἀπηυθαδῆσθαι τοὺς γενεαλογήσαντας ἀπὸ τοῦ πρώτου
φύντος καὶ τῶν ἐν Ἰουδαίοις βασιλέων τὸν Ἰησοῦν. καὶ οἴεταί
τι εἰσφέρειν γενναῖον, ὅτι οὐκ ἂν ἡ τοῦ τέκτονος γυνὴ τηλικούτου
γένους τυγχάνουσα ἠγνόει.
33
Τί δέ, φησί, καὶ γενναῖον ἔδρασεν οἷον θεὸς καταφρονῶν
ἀνθρώπων καὶ διαγελῶν καὶ παίζων τὸ συμβαῖνον ὁ Ἰησοῦς;
34a
Παίζων δ', ὡς οἴεται, τὸν Ἰησοῦν ὁ παρὰ τῷ Κέλσῳ
Ἰουδαῖος εἰδέναι ἀναγέγραπται τὸν Εὐριπίδου Βάκχον λέγοντα·
λύσει μ' ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
34b
ἀλλ' οὐδ' ὁ καταδικάσας, φησίν, αὐτὸν ἔπαθέ τι, οἷον ὁ Πενθεὺς
μανεὶς ἢ σπαραχθείς.
34c
πάλιν τε αὖ σιωπῶν τὰ ἐμφαίνοντα τὴν τοῦ Ἰησοῦ θειότητα
ὁ Κέλσος ὀνειδίζει ἐκ τῶν γεγραμμένων ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ
Ἰησοῦ παρατιθέμενος τοὺς ἐμπαίξαντας αὐτῷ καὶ φοινικίδα περιθέντας
καὶ τὸν ἐξ ἀκανθῶν στέφανον καὶ τὸν ἐν τῇ χειρὶ κάλαμον.
35
Τί οὐκ εἰ μὴ πρόσθεν ἀλλὰ νῦν γοῦν θεῖόν τι ἐπιδείκνυται καὶ
τῆς αἰσχύνης ταύτης ἑαυτὸν ῥύεται καὶ τοὺς ὑβρίζοντας εἰς ἑαυτόν τε
καὶ τὸν πατέρα δικαιοῖ;
36
Εἶτά φησιν ὁ Κέλσος· τί φησι καὶ ἀνασκολοπιζομένου τοῦ
σώματος; ποῖος
ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν;
37
Μετὰ ταῦθ' ὁ 〈Ἰουδαῖος〉 ἀπὸ τοῦ εὐαγγελίου ἐκλαβὼν
λέξεις, ὧν κατηγορεῖν νομίζει, τὸ ὄξος καὶ τὴν χολὴν ὀνειδίζει τῷ
Ἰησοῦ ὡς χανδὸν ἐπὶ τὸ πιεῖν ὡρμημένῳ καὶ μὴ διακαρτερήσαντι
τὴν δίψαν, ὡς καὶ ὁ τυχὼν ἄνθρωπος πολλάκις διακαρτερεῖ.
38
Μετὰ ταῦτά φησιν ἔτι πρὸς ἡμᾶς ὁ Ἰουδαῖος· ταῦτ' οὖν ἡμῖν
ἐγκαλεῖτε, ὦ πιστότατοι, διότι τοῦτον οὐ νομίζομεν θεὸν οὐδὲ συντι-
θέμεθα ὑμῖν, ὅτι ἐπ' ἀνθρώπων ὠφελείᾳ ταῦτα ὑπέμεινεν, ἵνα καὶ
ἡμεῖς κολάσεων καταφρονῶμεν;
39
Πῶς δ' οὐκ ἄντικρυς ψεῦδος τὸ ὑπὸ τοῦ παρὰ τῷ Κέλσῳ
Ἰουδαίου λεγόμενον, ὅτι μηδένα πείσας μέχρι ἔζη ὅ γε μηδὲ τοὺς
ἑαυτοῦ μαθητὰς ἐκολάσθη καὶ τοιαῦτα ὑπέμεινε;
40
Καὶ ἀφιλόσοφον δέ τι παθὼν ὁ Κέλσος τὴν ἐν ἀνθρώποις
ὑπεροχὴν οὐκ ἐν λόγῳ σωτηρίῳ καὶ ἤθει καθαρῷ φαντάζεται εἶναι,
ἀλλ' ἐν τῷ παρὰ τὴν ὑπόθεσιν οὗ ἀνείληφε προσώπου ποιῆσαι
καὶ ἀνειληφότα τὸ θνητὸν μὴ ἀποθανεῖν, ἢ ἀποθανεῖν μὲν οὐχὶ δὲ
θάνατον τὸν δυνάμενον παράδειγμα γενέσθαι τοῖς καὶ ἀπ' αὐτοῦ
τοῦ ἔργου εἰσομένοις ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν ....
41
Ἔτι δ' ἐγκαλεῖ τῷ Ἰησοῦ ὁ Κέλσος διὰ τοῦ Ἰουδαϊκοῦ προσ-
ώπου ὡς μὴ δείξαντι ἑαυτὸν πάντων δὴ κακῶν καθαρεύοντα.
42a
Ἔτι δ' ἐπεὶ βούλεται μηδὲ ἀνεπίληπτον γεγονέναι τὸν Ἰησοῦν
ὁ Κέλσος, παραστησάτω, τίς τῶν ἀρεσκομένων τῷ λόγῳ αὐτοῦ τὸ
ἀληθῶς ἐπίληπτον τοῦ Ἰησοῦ ἀνέγραψεν.
42b
οὐκ οἶδα δ' ἀπὸ ποίων μειζόνων καὶ ἐναργεστέρων ἐβούλετο
αὐτὸν πιστὰ ποιῆσαι τὰ προειρημένα ὁ Κέλσος· εἰ μὴ ἄρα, ὡς φαί-
νεται, μὴ ἐπιστάμενος τὸν λόγον τὸν Ἰησοῦν ἄνθρωπον γενόμενον
ἐβούλετο μηδὲν ἀνθρώπινον παθεῖν μηδὲ γενέσθαι ἀνθρώποις παρά-
δειγμα γενναῖον περὶ τοῦ φέρειν τὰ συμβαίνοντα.
42c
οὐ διέβαλεν οὖν τὴν εἰς αὐτὸν πίστιν ὁ Ἰησοῦς δι' ὧν ὑπέ-
μεινεν.
43
Μετὰ δὲ ταῦτα λέγει πρὸς ἡμᾶς, ὅτι οὐ δή που φήσετε περὶ
αὐτοῦ, ὅτι μὴ πείσας τοὺς ὧδε ὄντας ἐστέλλετο εἰς ᾅδου πείσων
τοὺς ἐκεῖ.
44a
Ἑξῆς δὲ τούτοις οὐκ οἶδ' ὅπως σφόδρα εὔηθες λέγει, ὅτι,
εἴπερ ἀτόπους ἀπολογίας εὑρίσκοντες, ἐφ' οἷς καταγελάστως ἐξηπα-
τήθητε, οἴεσθε ἀληθῶς ἀπολογεῖσθαι, τί κωλύει καὶ ἄλλους, ὅσοι
καταγνωσθέντες κακοδαιμονέστερον ἀπήλλαξαν, μείζονας νομίζειν εἶναι
καὶ θειοτέρους τούτου ἀγγέλους;
44b
ἐπεὶ δὲ καὶ λῃσταῖς αὐτὸν παραβαλὼν ὁ παρὰ τῷ Κέλσῳ
Ἰουδαῖός φησιν ὅτι δύναιτο ἄν τις ὁμοίως ἀναισχυντῶν καὶ περὶ
λῃστοῦ καὶ ἀνδροφόνου κολασθέντος εἰπεῖν, ὅτι οὗτός γε οὐχὶ λῃστὴς
ἀλλὰ θεὸς ἦν· προεῖπε γὰρ τοῖς συλλῄσταις, ὅτι πείσεται τοιαῦτα,
οἷα δὴ πέπονθε.
45
Εἶτα οἱ μὲν τότε ζῶντι αὐτῷ συνόντες καὶ τῆς φωνῆς ἐπακού-
οντες αὐτοῦ καὶ διδασκάλῳ χρώμενοι κολαζόμενον καὶ ἀποθνῄσκοντα
ὁρῶντες οὔτε συναπέθανον οὔτε ὑπεραπέθανον αὐτοῦ οὐδὲ κολάσεων
καταφρονεῖν ἐπείσθησαν, ἀλλὰ καὶ ἠρνήσαντο εἶναι μαθηταί· νῦν δὲ
ὑμεῖς αὐτῷ συναποθνῄσκετε.
46a
Πῶς δ' οὐ ψεύδεται ὁ λέγων παρὰ τῷ Κέλσῳ Ἰουδαῖος,
ὅτι παρὼν δέκα ναύτας καὶ τελώνας τοὺς ἐξωλεστάτους μόνους εἷλε
καὶ οὐδὲ τούτους ἅπαντας;
46b
εἰ ζῶν μὲν αὐτὸς μηδένα ἔπεισεν, ἀποθανόντος δ' αὐτοῦ πεί-
θουσιν οἱ βουλόμενοι τοσούτους, πῶς τοῦτο οὐχ ὑπεράτοπόν ἐστι;
47a
Ἑαυτῷ δὲ λαμβάνει ὡς ἡμετέραν ἀπόκρισιν πρὸς πεῦσιν
αὐτοῦ λεγομένην φήσαντος· τίνι προσήχθητε λογισμῷ τοῦτον νομίζειν
υἱὸν θεοῦ; πεποίηκε γὰρ ἡμᾶς ἀποκρινομένους, ὅτι τούτῳ προσήχθημεν,
ἐπεὶ ἴσμεν τὴν κόλασιν αὐτοῦ ὑπὲρ καθαιρέσεως τοῦ πατρὸς τῆς
κακίας γεγονυῖαν.
47b
καὶ ὡς ἡμῶν γε λεγόντων, ὅτι υἱὸν αὐτὸν νομίζομεν θεοῦ,
ἐπεὶ ἐκολάσθη, φησί· τί οὖν; οὐχὶ καὶ ἄλλοι πολλοὶ ἐκολάσθησαν, καὶ
οὐχ ἧττον ἀγεννῶς;
48
Πολλάκις δ' ὁ Κέλσος ἤδη μὴ δυνάμενος ἀντιβλέπειν αἷς
ἀναγέγραπται πεποιηκέναι δυνάμεσιν ὁ Ἰησοῦς διαβάλλει αὐτὰς ὡς
γοητείας· καὶ πολλάκις τῷ λόγῳ κατὰ τὸ δυνατὸν ἡμῖν ἀντείπομεν.
καὶ νῦν δέ φησιν οἱονεὶ ἡμᾶς ἀποκρίνασθαι, ὅτι διὰ τοῦτ' ἐνομίσαμεν
αὐτὸν εἶναι υἱὸν θεοῦ, ἐπεὶ χωλοὺς καὶ τυφλοὺς ἐθεράπευσε. προστί-
θησι δὲ καὶ τό· ὡς ὑμεῖς φατε, ἀνίστη 〈καὶ〉 νεκρούς.
49
Ὁ δὲ Κέλσος κοινοποιῆσαι βουλόμενος τὰ τεράστια τοῦ Ἰησοῦ
πρὸς τὴν ἐν ἀνθρώποις γοητείαν φησὶν αὐταῖς λέξεσιν· ὦ φῶς καὶ
ἀλήθεια, τῇ αὐτοῦ φωνῇ διαρρήδην ἐξαγορεύει, καθὰ καὶ ὑμεῖς συγ-
γεγράφατε, διότι παρέσονται ὑμῖν καὶ ἕτεροι δυνάμεσιν ὁμοίαις χρώ-
μενοι, κακοὶ καὶ γόητες, καὶ Σατανᾶν τινα τοιαῦτα παραμηχανώ-
μενον ὀνομάζει· ὥστ' οὐδὲ αὐτὸς ἔξαρνός ἐστιν, ὡς ταῦτά γε οὐδὲν
θεῖον ἀλλὰ πονηρῶν ἐστιν ἔργα. βιαζόμενος δὲ ὑπὸ τῆς ἀληθείας
ὁμοῦ καὶ τὰ τῶν ἄλλων ἀπεκάλυψε καὶ τὰ καθ' αὑτὸν ἤλεγξε. πῶς
οὖν οὐ σχέτλιον ἀπὸ τῶν αὐτῶν ἔργων τὸν μὲν θεὸν τοὺς δὲ γόητας
ἡγεῖσθαι; τί γὰρ μᾶλλον ἀπό γε τούτων τοὺς ἄλλους πονηροὺς ἢ τοῦ-
τον νομιστέον αὐτῷ χρωμένους μάρτυρι; ταῦτα μέν γε καὶ αὐτὸς
ὡμολόγησεν οὐχὶ θείας φύσεως ἀλλ' ἀπατεώνων τινῶν καὶ παμπο-
νήρων εἶναι γνωρίσματα.
54
Μετὰ ταῦτά φησι πρὸς ἡμᾶς δῆθεν—ἵνα τηρήσω τὸ ἀπ'
ἀρχῆς τῷ Ἰουδαίῳ προτεθέν—ὁ τοῦ Κέλσου Ἰουδαῖος ἐν τῷ
πρὸς τοὺς πολίτας ἑαυτοῦ λόγῳ πιστεύσαντας· τίνι οὖν προσήχθητε;
ἢ διότι προεῖπεν, ὡς ἀποθανὼν ἀναστήσεται;
55
Μετὰ ταῦτά φησιν ὁ Ἰουδαῖος πρὸς τοὺς ἑαυτοῦ πολίτας
τῷ Ἰησοῦ πιστεύοντας· φέρε δὴ καὶ πιστεύωμεν ὑμῖν τοῦτ' εἰρῆσθαι.
πόσοι δ' ἄλλοι τοιαῦτα τερατεύονται πειθοῦς ἕνεκα τῶν εὐήθως ἀκου-
όντων ἐνεργολαβοῦντες τῇ πλάνῃ; ὅπερ οὖν καὶ Ζάμολξιν ἐν Σκύ-
θαις φασί, τὸν Πυθαγόρου δοῦλον, καὶ αὐτὸν Πυθαγόραν ἐν Ἰταλίᾳ
καὶ Ῥαμψίνιτον ἐν Αἰγύπτῳ· τοῦτον μὲν καὶ ‘συγκυβεύειν’ ἐν ᾅδου
‘τῇ Δήμητρι’ καὶ ἀνελθεῖν ‘δῶρον’ ‘παρ' αὐτῆς χειρόμακτρον χρυσοῦν’
φέροντα· καὶ μὴν καὶ Ὀρφέα ἐν Ὀδρύσαις καὶ Πρωτεσίλαον ἐν Θετ-
ταλίᾳ καὶ Ἡρακλέα ἐπὶ Ταινάρῳ καὶ Θησέα. ἀλλ' ἐκεῖνο σκεπτέον,
εἴ τις ὡς ἀληθῶς ἀποθανὼν ἀνέστη ποτὲ αὐτῷ σώματι· ἢ οἴεσθε
τὰ μὲν τῶν ἄλλων μύθους εἶναί τε καὶ δοκεῖν, ὑμῖν δὲ τὴν καταστρο-
φὴν τοῦ δράματος εὐσχημόνως ἢ πιθανῶς ἐφευρῆσθαι, τὴν ἐπὶ τοῦ
σκόλοπος αὐτοῦ φωνήν, ὅτ' ἀπέπνει, καὶ τὸν σεισμὸν καὶ τὸν σκό-
τον; ὅτι δὴ ζῶν μὲν οὐκ ἐπήρκεσεν ἑαυτῷ, νεκρὸς δ' ἀνέστη καὶ
τὰ σημεῖα τῆς κολάσεως ἔδειξε καὶ τὰς χεῖρας ὡς ἦσαν πεπερονη-
μέναι, τίς τοῦτο εἶδε; γυνὴ πάροιστρος, ὥς φατε, καὶ εἴ τις
ἄλλος τῶν ἐκ τῆς αὐτῆς γοητείας ἤτοι κατά τινα διάθεσιν ὀνειρώ-
ξας καὶ κατὰ τὴν αὐτοῦ βούλησιν δόξῃ πεπλανημένῃ φαντασιωθείς,
ὅπερ ἤδη μυρίοις συμβέβηκεν, ἤ, ὅπερ μᾶλλον, ἐκπλῆξαι τοὺς λοιποὺς
τῇ τερατείᾳ ταύτῃ θελήσας καὶ διὰ τοῦ τοιούτου ψεύσματος ἀφορμὴν
ἄλλοις ἀγύρταις παρασχεῖν.
61
Ἦν οὖν καὶ ὁ Ἰησοῦς μετὰ θάνατον, ὡς μὲν ὁ Κέλσος οἴεται,
φαντασίαν ἐξαποστέλλων τῶν ἐπὶ τῷ σταυρῷ τραυμάτων καὶ οὐκ ἀλη-
θῶς τοιοῦτος ὢν τραυματίας.
63
Μετὰ ταῦτα ὁ Κέλσος οὐκ εὐκαταφρονήτως τὰ γεγραμμένα
κακολογῶν φησιν ὅτι ἐχρῆν, εἴπερ ὄντως θείαν δύναμιν ἐκφῆναι
ἤθελεν ὁ Ἰησοῦς, αὐτοῖς τοῖς ἐπηρεάσασι καὶ τῷ καταδικάσαντι
καὶ ὅλως πᾶσιν ὀφθῆναι.
67
Καὶ μάτην παρελήφθη τῷ Κέλσῳ τὸ οὐ γὰρ δὴ ἔτι ἐφοβεῖτό
τινα ἀνθρώπων ἀποθανὼν καί, ὥς φατε, θεὸς ὢν οὐδ' ἐπὶ τοῦτ'
ἐπέμφθη τὴν ἀρχήν, ἵνα λάθῃ.
68
Ἴδωμεν δὲ τίνα τρόπον φησὶν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος
ὅτι εἰ δ' οὖν τό γε τοσοῦτον ὤφειλεν εἰς ἐπίδειξιν θεότητος, ἀπὸ τοῦ
σκόλοπος γοῦν εὐθὺς ἀφανὴς γενέσθαι.
70a
Τίς δὲ πώποτε πεμφθεὶς ἄγγελος, δέον ἀγγέλλειν τὰ κεκε-
λευσμένα, κρύπτεται;
70b
ἢ ὅτε μὲν ἠπιστεῖτο ἐν σώματι 〈ὤν〉, πᾶσιν ἀνέδην ἐκήρυττεν·
ὅτε δὲ πίστιν ἂν ἰσχυρὰν παρεῖχεν ἐκ νεκρῶν ἀναστάς, ἑνὶ μόνῳ
γυναίῳ καὶ τοῖς ἑαυτοῦ θιασώταις κρύβδην παρεφαίνετο; κολα-
ζόμενος μὲν ἄρα πᾶσιν ἑωρᾶτο, ἀναστὰς δὲ ἑνί· οὗπερ ἐχρῆν τοὐ-
ναντίον.
71a
Ἐδίδαξε δὲ ἡμᾶς ὁ Ἰησοῦς καὶ ὅστις ἦν ὁ πέμψας ...
71b
ἀλλὰ καὶ ἐφ' οἷς ἔπεμψεν αὐτὸν ὁ πατὴρ μυρία ἐστίν.
71c
ἀλλὰ καὶ τοὺς μὲν εὐσεβοῦντας οὗτος φωταγωγεῖ τοὺς δὲ
ἁμαρτάνοντας κολάσει, ὅπερ οὐκ ἰδὼν ὁ Κέλσος πεποίηκε· καὶ τοὺς
μὲν εὐσεβοῦντας φωταγωγήσων τοὺς δὲ ἁμαρτάνοντας ἢ μεταγνόντας
〈ἢ μὴ〉 ἐλεήσων.
72
Μετὰ ταῦτά φησιν· εἰ μὲν ἐβούλετο λανθάνειν, τί ἠκούετο ἡ
ἐξ οὐρανοῦ φωνὴ ἡ κηρύττουσα αὐτὸν εἶναι υἱὸν θεοῦ; εἰ δ' οὐκ
ἐβούλετο λανθάνειν, τί ἐκολάζετο ἢ τί ἀπέθνῃσκε;
73
Ἐκτίθεται δὲ μετὰ ταῦτα ὁ Κέλσου Ἰουδαῖος ὡς ἀκόλουθον
τὸ μὴ ἀκόλουθον. οὐ γὰρ ἀκολουθεῖ τῷ ἠθέλησεν ἡμᾶς δι' ὧν πέ-
πονθε κολάσεων διδάξαι καὶ θανάτου καταφρονεῖν τὸ ἀναστάντα αὐτὸν
ἐκ νεκρῶν φανερῶς εἰς φῶς καλέσαι πάντας καὶ διδάξαι, οὗ χάριν κατε-
ληλύθει.
74a
Καὶ πᾶσί γε τούτοις ἐπιλέγει ὁ Κέλσου Ἰουδαῖος· ταῦτα
μὲν οὖν ὑμῖν ἐκ τῶν ὑμετέρων συγγραμμάτων, ἐφ' οἷς οὐδενὸς ἄλλου
μάρτυρος χρῄζομεν· αὐτοὶ γὰρ ἑαυτοῖς περιπίπτετε.
74b
ὅλως, ὦ Ὕψιστε καὶ Οὐράνιε, τίς θεὸς παρὼν εἰς ἀνθρώπους
ἀπιστεῖται,
75*
καὶ ταῦτα οἷς ἐλπίζουσιν ἐπιφαίνεται; ἢ τί δή ποτε
τοῖς πάλαι προσδεχομένοις οὐ γνωρίζεται;
76
Μέμφεται γὰρ τὸν Ἰησοῦν τοιαῦτα λέγων περὶ αὐτοῦ·
ἀπειλεῖ καὶ λοιδορεῖ κούφως, ὁπόταν λέγῃ· ‘οὐαὶ ὑμῖν’ καὶ ‘προλέγω
ὑμῖν’. ἐν γὰρ τούτοις ἄντικρυς ὁμολογεῖ, ὅτι πεῖσαι ἀδυνατεῖ, ὅπερ
οὐκ ἂν θεὸς ἀλλ' οὐδ' ἄνθρωπος φρόνιμος πάθοι.
77a
Μετὰ ταῦτα ὁ Ἰουδαῖος αὐτῷ λέγει, δηλονότι κατὰ τὸ
Ἰουδαίοις ἀρέσκον, ὅτι ἐλπίζομεν δή που ἀναστήσεσθαι ἐν σώματι
καὶ βιοτὴν ἕξειν αἰώνιον καὶ τούτου παράδειγμα καὶ ἀρχηγέτην τὸν
πεμπόμενον ἡμῖν ἔσεσθαι δεικνύντα, ὅτι οὐκ ἀδύνατόν τινα τῷ θεῷ
σὺν τῷ σώματι 〈ἀναστῆσαι〉.
77b
ποῦ οὖν ἐστιν; ‘ἵνα ἴδωμεν καὶ πιστεύσωμεν’.
78
ἢ ἐπὶ…
κ…
The complete text is available when the reading interface loads.