Certamen Homeri et Hesiodi
- Authority group
- Certamen Homeri Et Hesiodi (catalogue association; authorship remains anonymous)
- Edition reference
- Certamen Homeri et Hesiodi (P. Petrie 25), ed. T. W. Allen, Homeri opera, vol. 5, Oxford: Clarendon Press, 1912 (repr. 1969): 225.
- CTS identifier
urn:cts:greekLit:tlg1252.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
[ ]τρο[πον
2
[ ]απαντων
3
[ ]των κριτων
4
[ π]ανηδου προε
5
[ ]παρελθον
6
[τα ] ησιοδον ερω
7
ταιν κατα τοιαδε υιε
8
μελητος ομηρε θεων απο] μηδεα
9
ειδως ειπ αγε μοι παμπρω]τα τι
10
[φερτατον εστι βροτοισι]ν τον
11
[ ]σοιπ
12
[ επ]η αρ[χην
13
[ ε]πιχθονιοισι
14
[ φυντα δ] οπως ωκισ
15
τα πυλας αιδαο περησ]αι επιβα
16
[λομενος δ ο ησιοδ]ος ερωται το
17
[ειπ αγε μοι και το]υτο θε[οις
18
επιεικελ ομηρε τι θν]ητοις καλ[λι
19
[ στον ε]ιναι ο δ ομη
20
[ρος στιχους
22
[ δαιτ]υ[μονες δ
23
ανα δωματ ακουαζ]ων[τ]αι
24
θ[ωσι τραπεζαι σιτου και κρειων με]
25
θυ δ [εκ ]οιν[οχο]
26
ος φορεη[σι κ]αι εκχε[ιηι δεπαεσσιν
27
τουτο μοι καλλιστ[ον ειδ]
28
εται ειναι ρηθεν[των δε του]
29
των των επων[
30
φασιν θαυμασθην[αι τους στι]
31
χοὑ υπο των ελλην[ων ωστε χρυ]
32
σους αυτους προσα[γορευθηναι
33
προ των δειπνων και[
34
δων προκατευχοντ[αι παντες ]
35
αχθεσθεις δε ο ησιοδος ε
36
πι την αποριαν της [ερωτησεως]
37
ωρμησεν και λεγει τ[ους στιχους]
38
τουσδε μουσα γε μοι[τα τ εοντα]
39
τα τ εσσομενα προ τ εοντα
40
των μεν μηθεν αειδ[ε συ δ αλλης]
41
μνησαι αοιδης ο δ ομ[ηρος βουλο]
42
μενος λυσαι την απο[ριαν της ε]
43
ρωτησεως αποφε[ τους]
44
στιχους τουσδε[ αμφι]
45
διος τυμβον καν[αχηποδες ιπ]
46
ποι αρμα[τα ερι]
47
ζοντες [περι νικης
48
ομηρου [
Ὅμηρον καὶ Ἡσίοδον τοὺς θειοτάτους ποιητὰς πάντεςἄνθρωποι πολίτας ἰδίους εὔχονται λέγεσθαι. ἀλλ' Ἡσίοδοςμὲν τὴν ἰδίαν ὀνομάσας πατρίδα πάντας τῆς φιλονεικίαςἀπήλλαξεν εἰπὼν 〈O.D. 639, 640〉 ὡς ὁ πατὴρ αὐτοῦ εἵσατο δ' ἄγχ' Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ' ἐσθλῇ. Ὅμηρον δὲ πᾶσαι ὡς εἰπεῖν αἱ πόλεις καὶ οἱ ἔποικοιαὐτῶν παρ' ἑαυτοῖς γεγενῆσθαι λέγουσιν. καὶ πρῶτοί γεΣμυρναῖοι Μέλητος ὄντα τοῦ παρ' αὐτοῖς ποταμοῦ καὶΚρηθηίδος νύμφης κεκλῆσθαί φασι πρότερον Μελησιγένη,ὕστερον μέντοι τυφλωθέντα Ὅμηρον μετονομασθῆναι διὰτὴν παρ' αὐτοῖς ἐπὶ τῶν τοιούτων συνήθη προσηγορίαν.Χῖοι δὲ πάλιν τεκμήρια φέρουσιν ἴδιον εἶναι πολίτηνλέγοντες καὶ περισῴζεσθαί τινας ἐκ τοῦ γένους αὐτοῦ παρ'αὑτοῖς Ὁμηρίδας καλουμένους. Κολοφώνιοι δὲ καὶ τόπονδεικνύουσιν, ἐν ᾧ φασιν αὐτὸν γράμματα διδάσκοντα τῆςποιήσεως ἄρξασθαι καὶ ποιῆσαι πρῶτον τὸν Μαργίτην. περὶ δὲ τῶν γονέων αὐτοῦ πάλιν πολλὴ διαφωνία παρὰπᾶσίν ἐστιν. Ἑλλάνικος 〈fr. 6〉 μὲν γὰρ καὶ Κλεάνθης〈fr. 592 Arn.〉 Μαίονα λέγουσιν, Εὐγαίων 〈F.H.G. ii. 16〉δὲ Μέλητα, Καλλικλῆς δὲ Δμασαγόραν, Δημόκριτος δὲ ὁΤροιζήνιος Δαήμονα ἔμπορον, ἔνιοι δὲ Θαμύραν, Αἰγύπτιοιδὲ Μενέμαχον ἱερογραμματέα, εἰσὶ δὲ οἳ Τηλέμαχον τὸνὈδυσσέως· μητέρα δὲ οἱ μὲν Μῆτιν, οἱ δὲ Κρηθηίδα,οἱ δὲ Θεμίστην, οἱ δὲ Ὑρνηθώ, ἔνιοι δὲ Ἰθακησίαν τινὰὑπὸ Φοινίκων ἀπεμποληθεῖσαν, οἱ δὲ Καλλιόπην τὴν Μοῦ-σαν, τινὲς δὲ Πολυκάστην τὴν Νέστορος. ἐκαλεῖτο δὲΜέλης, ὡς δέ τινές φασι Μελησιγένης, ὡς δὲ ἔνιοιἌλτης. ὀνομασθῆναι δὲ αὐτόν φασί τινες Ὅμηρον διὰ τὸτὸν πατέρα αὐτοῦ ὅμηρον δοθῆναι ὑπὸ Κυπρίων Πέρσαις, οἱδὲ διὰ τὴν πήρωσιν τῶν ὀμμάτων· παρὰ γὰρ τοῖς Αἰολεῦσινοὕτως οἱ πηροὶ καλοῦνται. ὅπερ δὲ ἀκηκόαμεν ἐπὶ τοῦθειοτάτου αὐτοκράτορος Ἀδριανοῦ εἰρημένον ὑπὸ τῆς Πυθίαςπερὶ Ὁμήρου, ἐκθησόμεθα. τοῦ γὰρ βασιλέως πυθομένουπόθεν Ὅμηρος καὶ τίνος, ἀπεφοίβασε δι' ἑξαμέτρου τόνδετὸν τρόπον· ἄγνωστόν μ' ἔρεαι γενεὴν καὶ πατρίδα γαῖαν ἀμβροσίου σειρῆνος. ἕδος δ' Ἰθακήσιός ἐστιν, Τηλέμαχος δὲ πατὴρ καὶ Νεστορέη Ἐπικάστη μήτηρ, ἥ μιν ἔτικτε βροτῶν πολὺ πάνσοφον ἄνδρα.οἷς μάλιστα δεῖ πιστεύειν διά τε τὸν πυθόμενον καὶ τὸνἀποκρινάμενον, ἄλλως τε οὕτως τοῦ ποιητοῦ μεγαλοφυῶςτὸν προπάτορα διὰ τῶν ἐπῶν δεδοξακότος. ἔνιοι μὲν οὖν αὐτὸν προγενέστερον Ἡσιόδου φασὶνεἶναι, τινὲς δὲ νεώτερον καὶ συγγενῆ. γενεαλογοῦσι δὲοὕτως· Ἀπόλλωνός φασι καὶ Θοώσης τῆς Ποσειδῶνοςγενέσθαι Λίνον, Λίνου δὲ Πίερον, Πιέρου δὲ καὶ νύμφηςΜεθώνης Οἴαγρον, Οἰάγρου δὲ καὶ Καλλιόπης Ὀρφέα,Ὀρφέως δὲ Ὄρτην, τοῦ δὲ Ἁρμονίδην, τοῦ δὲ Φιλοτέρπην,τοῦ δὲ Εὔφημον, τοῦ δὲ Ἐπιφράδην, τοῦ δὲ Μελάνωπον,τούτου δὲ Δῖον καὶ Ἀπέλλαιον, Δίου δὲ καὶ Πυκιμήδης τῆςἈπόλλωνος θυγατρὸς Ἡσίοδον καὶ Πέρσην· Πέρσου δὲ Μαίο-να, Μαίονος δὲ θυγατρὸς καὶ Μέλητος τοῦ ποταμοῦ Ὅμηρον. τινὲς δὲ συνακμάσαι φασὶν αὐτοὺς ὥστε καὶ ἀγωνίσασθαιὁμόσε ἐν Αὐλίδι τῆς Βοιωτίας, ποιήσαντα γὰρ τὸν ΜαργίτηνὍμηρον περιέρχεσθαι κατὰ πόλιν ῥαψῳδοῦντα, ἐλθόντα δὲκαὶ εἰς Δελφοὺς περὶ τῆς πατρίδος αὑτοῦ πυνθάνεσθαι τίςεἴη, τὴν δὲ Πυθίαν εἰπεῖν· ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.τὸν δὲ ἀκούσαντα περιίστασθαι μὲν τὴν εἰς Ἴον ἄφιξιν,διατρίβειν δὲ περὶ τὴν ἐκεῖ χώραν. κατὰ δὲ τὸν αὐτὸνχρόνον Γανύκτωρ ἐπιτάφιον τοῦ πατρὸς Ἀμφιδάμαντοςβασιλέως Εὐβοίας ἐπιτελῶν πάντας τοὺς ἐπισήμους ἄνδραςοὐ μόνον ῥώμῃ καὶ τάχει, ἀλλὰ καὶ σοφίᾳ ἐπὶ τὸν ἀγῶναμεγάλαις δωρεαῖς τιμῶν συνεκάλεσεν. καὶ οὗτοι οὖν ἐκτύχης, ὥς φασι, συμβαλόντες ἀλλήλοις ἦλθον εἰς τὴνΧαλκίδα. τοῦ δὲ ἀγῶνος ἄλλοι τέ τινες τῶν ἐπισήμωνΧαλκιδέων ἐκαθέζοντο κριταὶ καὶ μετ' αὐτῶν Πανήδης,ἀδελφὸς ὢν τοῦ τετελευτηκότος. ἀμφοτέρων δὲ τῶν ποιη-τῶν θαυμαστῶς ἀγωνισαμένων νικῆσαί φασι τὸν Ἡσίοδοντὸν τρόπον τοῦτον· προελθόντα γὰρ εἰς τὸ μέσον πυνθάνε-σθαι τοῦ Ὁμήρου καθ' ἓν ἕκαστον, τὸν δὲ Ὅμηρον ἀποκρί-νασθαι. φησὶν οὖν Ἡσίοδος· υἱὲ Μέλητος Ὅμηρε θεῶν ἄπο μήδεα εἰδὼς εἴπ' ἄγε μοι πάμπρωτα τί φέρτατόν ἐστι βροτοῖσιν;Ὅμηρος· ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, φύντα δ' ὅμως ὤκιστα πύλας Ἀίδαο περῆσαι.Ἡσίοδος τὸ δεύτερον· εἴπ' ἄγε μοι καὶ τοῦτο θεοῖς ἐπιείκελ' Ὅμηρε, τί θνητοῖς κάλλιστον ὀίεαι ἐν φρεσὶν εἶναι;ὁ δέ· ὁππότ' ἂν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα, δαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ' ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσιν. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.ῥηθέντων δὲ τούτων τῶν ἐπῶν, οὕτω σφοδρῶς φασι θαυ-μασθῆναι τοὺς στίχους ὑπὸ τῶν Ἑλλήνων ὥστε χρυσοῦςαὐτοὺς προσαγορευθῆναι, καὶ ἔτι καὶ νῦν ἐν ταῖς κοιναῖςθυσίαις πρὸ τῶν δείπνων καὶ σπονδῶν προκατεύχεσθαιπάντας. ὁ δὲ Ἡσίοδος ἀχθεσθεὶς ἐπὶ τῇ Ὁμήρου εὐημερίᾳἐπὶ τὴν τῶν ἀπόρων ὥρμησεν ἐπερώτησιν καί φησι τούσδετοὺς στίχους· Μοῦς' ἄγε μοι τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα τῶν μὲν μηδὲν ἄειδε, σὺ δ' ἄλλης μνῆσαι ἀοιδῆς.ὁ δὲ Ὅμηρος βουλόμενος ἀκολούθως τὸ ἄπορον λῦσαι φησίν· οὐδέ ποτ' ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι ἅρματα συντρίψουσιν ἐρίζοντες περὶ νίκης.καλῶς δὲ καὶ ἐν τούτοις ἀπαντήσαντος ἐπὶ τὰς ἀμφιβόλουςγνώμας ὥρμησεν ὁ Ἡσίοδος, καὶ πλείονας στίχους λέγωνἠξίου καθ' ἕνα ἕκαστον συμφώνως ἀποκρίνασθαι τὸν Ὅμηρον.ἔστιν οὖν ὁ μὲν πρῶτος Ἡσιόδου, ὁ δὲ ἑξῆς Ὁμήρου, ἐνίοτε δὲκαὶ διὰ δύο στίχων τὴν ἐπερώτησιν ποιουμένου τοῦ Ἡσιόδου· δεῖπνον ἔπειθ' εἵλοντο βοῶν κρέα καὐχένας ἵππων ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμοιο κορέσθην. καὶ Φρύγες, οἳ πάντων ἀνδρῶν ἐπὶ νηυσὶν ἄριστοι ἀνδράσι ληιστῆρσιν ἐπ' ἀκτῆς δόρπον ἑλέσθαι.