The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. G. Kinkel, Epicorum Graecorum fragmenta, vol. 1, Leipzig: Teubner, 1877: 309.
CTS identifier
urn:cts:greekLit:tlg1262.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε,

2

τερπόμενος θαλίῃσι· θανόντι τοι οὔτις ὄνησις.

3

καὶ γὰρ ἐγὼ σποδός εἰμι Νίνου μεγάλης βασιλεύσας.

4

κεῖν' ἔχω ὅσς' ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι

5

τέρπν' ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται.

6

ἥδε σοφὴ βιότοιο παραίνεσις, οὐδέ ποτ' αὐτῆς

7

λήσεαι. ἐκτήσθω δ' ὁ θέλων τὸν ἀπείρονα χρυσόν.

{Λαμιακά?}{Sardanapalli epitaphium}

1

{⊗} εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε

2

τερπόμενος θαλίῃσι· θανόντι τοι οὔτις ὄνησις.

3

καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας.

4

ταῦτ' ἔχω ὅσς' ἔφαγον καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος

5

τέρπν' ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. *

6

{ἥδε σοφὴ βιότοιο παραίνεσις, οὐδέ ποτ' αὐτῆς

7

λήσομαι· ἐκτήσθω δ' ὁ θέλων τὸν ἀπείρονα χρυσόν.}