The Greek Library Author

Chrysippus

Fragmenta Logica et Physica

Scientific editors
Hans Friedrich August von Arnim
Edition reference
Stoicorum veterum fragmenta · Leipzig · Teubner · 1903
CTS identifier
urn:cts:greekLit:tlg1264.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Diog. Laërt. VII 179. Χρύσιππος Ἀπολλωνίου Σολεὺς ἢ Ταρσεύς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτα ἀκούσας Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν· ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα· ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ’ ἀνὴρ πλὴν εἰς Κλεάνθην· τοῦτο δ’ οὐκ εὐδαιμονῶ. οὕτω δ’ ἐπίδοξος ἐν τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς πλείους ὅτι εἰ παρὰ θεοῖς ἧν [ἡ] διαλεκτική, οὐκ ἂν ἧν ἄλλη ἢ ἡ Χρυσίππειος· πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ κατώρθωσε. πονικώτατός τε παρ’ ὁντινοῦν γέγονεν, ὡς δῆλος ἐκ τῶν συγγραμμάτων αὐτοῦ· τὸν ἀριθμὸν γὰρ ὑπὲρ πέντε καὶ ἑπτακόσιά ἐστιν. ἐπλήθυνε δὲ αὐτὰ πολλάκις ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ ὑποπεσὸν γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν μαρτυριῶν παραθέσει χρώμενος· ὥστε καὶ ἐπειδή ποτε ἔν τινι τῶν συγγραμμάτων παρ’ ὀλίγον τὴν Εὐριπίδου Μήδειαν ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον, πρὸς τὸν πυθόμενον τί ἄρα ἔχοι, ἔφη Χρυσίππου Μήδειαν. καὶ Ἀπολλόδωρος δὲ ὁ Ἀθηναῖος ἐν τῇ συναγωγῇ τῶν δογμάτων, βουλόμενος παριστάνειν, ὅτι τὰ Ἐπικούρου οἰκείᾳ δυνάμει γεγραμμένα καὶ ἀπαράθετα ὄντα μυρίῳ πλείω ἐστὶ τῶν Χρυσίππου βιβλίων, φησὶν οὕτως αὐτῇ τῇ λέξει· εἰ γάρ τις ἀφέλοι τῶν Χρυσίππου βιβλίων ὅσ’ ἀλλότρια παρατέθειται, κενὸς αὐτῷ ὁ χάρτης καταλελείψεται. καὶ ταῦτα μὲν Ἀπολλόδωρος. ἡ δὲ παρεδρεύουσα πρεσβῦτις αὐτῷ, ὥς φησι Διοκλῆς, ἔλεγεν ὡς πεντακοσίους γράφει στίχους ἡμερησίους. Ἑκάτων δέ φησιν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης. Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ. ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν (secuntur apophthegmata). 183. Τέλος δὲ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ παραγενόμενος ἐν Ἀκαδημίᾳ συνεφιλοσόφησε· δι’ ἣν αἰτίαν καὶ κατὰ τῆς συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε· καὶ περὶ μεγεθῶν καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος.

Τοῦτον ἐν τῷ ᾠδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντα ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Κρονικοῖς (sequitur Laërtii epigramma). ἔνιοι δέ φασι γέλωτι συσχεθέντα αὐτὸν τελευτῆσαι· ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα τῇ γραῒ διδόναι ἄκρατον ἐπιῤῥοφῆσαι τῷ ὄνῳ, ὑπερκαγχάσαντα τελευτῆσαι. Δοκεῖ δὲ ὑπερόπτης τις γεγονέναι. τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων προσπεφώνηκεν· ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. μεταπεμψάμενος δὲ τοὺς τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην, συνεκρότησε. καὶ πρῶτος ἐθάῤῥησε σχολὴν ἔχειν ὕπαιθρον ἐν Αυκείῳ, καθάπερ ὁ προειρημένος Δημήτριος ἱστορεῖ.

Lucian. Macrob. 20 Χρύσιππος ἕν καὶ ὀγδοήκοντα (scil. ἔτη ἔζησεν).

Strabo XIV p. 671. γεγόνασι δ’ ἄνδρες ἐνθένδε (scil. Solis) τῶν ὀνομαστῶν Χρύσιππός τε ὁ Στωϊκὸς φιλόσοφος, πατρὸς ὢν Ταρσέως ἐκεῖθεν μετοικήσαντος etc.

Galenus Protrept. 7 p. 8, 22 Kaibel. τίς γὰρ ⟨ἄν⟩ ἧν Σταγίρων λόγος, εἰ μὴ δι’ Ἀριστοτέλην, τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ Χρύσιππον.

Solinus 38, 9 p. 181 ed. M. Heliopolis antiquum oppidum Ciliciae fuit, patria Chrysippi, Stoïcae sapientiae potentissimi.

Ind. Stoic. Herc. col. XXXVIII. καὶ τἇλλ’ ὁμοίως ἔ(πρ)ατ|τεν, ἀλλὰ καὶ ἐπὶ τ(ὴν) | σχολὴν αἰεὶ τὴν α(ὐ)τὴν | ὥραν ἐξῄει καὶ ὁμοί | ως ἀπελύετο, ὥστε μη|(δένα) διαψεύδεσθαι τῶν | (γν)ωρίμων etc. (Ad Chrysippum haec pertinere probabile est).

Col. XXXIX, 3. γεγραμ(μέ)να περ(ὶ δικ)αι | οσύνης. 6. τῇ δ(ὲ καθ’ ἡ) | μέραν (δ)ιαίτ(ῃ . . . . . τατος ἐ|γένετο. . . . | ώτατος (καὶ . .

Ind. Stoic. Herc. col. XL πε)ρὶ τὴ(ν φυλακὴν) τῆς σκη|νῆς ἐκαρτέ(ρ)ει, μένουσα | κατὰ τ(ὴν) ἐξ ἀρχῆς τοῦ | βίου τά(ξιν. Οὔ)τε γὰρ ἀμί|δος ὁπότε σχοίη χρείαν | οὐθένα (ἔ)πασ(χεν) αὑτῷ | (ὑ)ποθεῖ(ν)αι· (πρὸ)ς τε τἀ|ναγκαῖα ἀνι(στά)μενος | (καθ)άπερ ὑγια(ίνων etc.

Pausanias I 17, 2. Ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθου τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι — — καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ Χρύσιππος ὁ Σολεύς.

Plut. de Stoic. repugn. cp. 2 p. 1033e. Ἀριστοκρέων γοῦν, ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐνέγραψε τόδε τὸ ἐλεγεῖον. τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.

Quintilianus instit. orat. XII 7, 9. at si res familiaris amplius aliquid ad usus necessarios exiget, secundum omnium sapientium leges patietur sibi gratiam referri, cum et Socrati collatum sit ad victum et Zenon, Cleanthes, Chrysippus mercedes a discipulis acceptaverint.

Ind. Stoic. Herc. col. XLI. λέγετ(αι) δ’ εἶναι ταῦτα· ὡς οὐδεὶς ἂν | ἐκεῖνον οὔτε ταχέως με|τ’ ἄλλων εἶδεν ἢ τῶν ἀ|κροατῶν καὶ ζηλωτῶν | καὶ σε . . . .

Diog. Laërt. VII 183. οὕτω δ’ ἦν φρονηματίας (ὁ Χρύσιππος) ὥστ’ ἐρομένου τινός· τίνι συστήσω τὸν υἱόν εἰπεῖν· ἐμοί· εἰ γὰρ ὑπελάμβανον εἶναί τινα ἐμοῦ βελτίονα, παρ’ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν. ὅθεν φασὶν ἐπ’ αὐτοῦ λεχθῆναι. (κ 495) καὶ· οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι· εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἥν στοά.

Diog. Laërt. VII 183. ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφερόμενος τοῖς σκέλεσιν, ὥστ’ εἰπεῖν τὴν δούλην· Χρυσίππου μόνα τὰ σκέλη μεθύει.

Diog. Laërt. VII 182. πάλιν δὲ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἐπεὶ δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονικεῖν ἔφη (Eur Or. 253. 54) οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται· ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.

Diog. Laërt. VII 182. πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα· πέπαυσο, εἶπε, παρέλκων τὸν πρεσβύτερον ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τοῖς νέοις ταῦτα προτίθει.

Diog. Laërt. VII 182. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρὰ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι· εἰ τοῖς πολλοῖς, εἶπε, προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα.

Dio Chrysost. Or. XXXIII § 53 (V. I p. 312, 16 Arn.) (Tarsi) τῶν γὰρ ἐνθάδε δεινῶν τινα λέγουσιν εἴς τινα πόλιν ⟨ἐλθεῖν⟩ αὐτὸ τοῦτο ἔργον πεποιημένον, ὥστε εὐθὺς εἰδέναι τὸν τρόπον ἑκάστου καὶ διηγεῖσθαι τὰ προσόντα, καὶ μηδενὸς ὅλως ἀποτυγχάνειν — — ὅτι οὗτος μὲν ἀνδρεῖος, οὗτος δὲ δειλός, οὗτος δὲ ἀλαζών, οὗτος δὲ ὑβριστὴς ἢ κίναιδος ἢ μοιχός. ὡς οὖν θαυμαστὸς ἦν ἐπιδεικνύμενος καὶ οὐδαμῇ διημάρτανε, προσάγουσιν αὐτῷ σκληρόν τινα τὸ σῶμα καὶ σύνοφρυν ἄνθρωπον, αὐχμῶντα καὶ φαύλως διακείμενον καὶ ἐν ταῖς χερσὶ τύλους ἔχοντα, φαιόν τι καὶ τραχὺ περιβεβλημένον ἱμάτιον, δασὺν ἕως τῶν σφυρῶν καὶ φαύλως κεκαρμένον· καὶ τοῦτον ἠξίουν εἰπεῖν ὅστις ἦν. ὁ δὲ ὡς πολὺν χρόνον ἑώρα, τελευταῖον ὀκνῶν μοι δοκεῖ τὸ παριστάμενον λέγειν οὐκ ἔφη ξυνιέναι, καὶ βαδίζειν αὐτὸν ἐκέλευσεν. ἤδη δὲ ἀποχωρῶν πτάρνυται· κἀκεῖνος εὐθὺς ἀνεβόησεν ὡς εἴη κίναιδος.

Seneca de constantia sapientis 17, 2 Chrysippus ait quendam indignatum, quod illum aliquis vervecem marinum dixerat.

Ind. Stoic. Herc. col. XLVI, 1. . α νοσῶν· Ὕλλος Σολεύς, ὃν καὶ Σφαίρῳ προεσχολακέναι φησὶν Ἀριστοκρέων ἐν ταῖς Χρυσίπ(που) ταφαῖς. Διαφάν(η)ς | . . . νίτης.

Col. XLVII, 3. Ἀπελλῆς | (ὁ ὁρ)μήσας (ἐπ’ Ἀ)ρι(σ)τόβου|(λο)ν διενεγ . . . . . ς, Ἡρα|κλείδης Σφ(αίρῳ) Ἀρκε|σίλᾳ) Ἀριστο(βούλῳ) | (πρ)ῶτον (ἐσχολακώς), Ἀ(ρισ)|τοκ(ρ)έων.

Supplementa col. XLVII. sunt Bücheleri, nisi quod πρότερον ἐσχολακώς ille.

Diog. Laërt. VII 189. Ἐπεὶ δὲ ἐνδοξότατα τὰ βιβλία ἐστὶν αὐτῷ (scil. Chrysippo), ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι· καὶ ἔστι τάδε. I. Λογικοῦ Τόπου ⟨τοῦ περὶ τὴν Διάρθρωσιν τῶν λογικῶν Ἐννοιῶν⟩. θέσεις λογικαί τῶν τοῦ φιλοσόφου σκεμμάτων ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον αʹβʹγ'δʹεʹζʹ

Σύνταξις πέμπτη· περὶ τῶν πέντε πτώσεων αʹ περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν αʹ περὶ παρεμφάσεως πρὸς Στησαγόραν αʹβʹ περὶ τῶν προσηγορικῶν αʹβʹ. III. Λογικοῦ Τόπου περὶ τὰς Λέξεις καὶ τὸν κατ’ αὐτας Λόγον. Σύνταξις πρώτη· περὶ τῶν ἑνικῶν καὶ πληθυντικῶν ἐκφορῶν αʹβʹγʹδʹ εʹϛʹ περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον αʹβʹγʹδʹεʹ περὶ τῆς κατὰ τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα αʹβʹγʹδ’ περὶ τῶν πρὸς τὰς φωνὰς σωρειτῶν λόγων αʹβʹγʹ περὶ σολοικισμῶν αʹ περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον αʹ λόγοι παρὰ τὰς συνηθείας αʹ λέξις πρὸς Διονύσιον αʹ. Σύνταξις δευτέρα· περὶ τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων αʹβʹγʹδʹεʹ περὶ τῆς συντάξεως τῶν λεγομένων αʹβʹγʹδʹ περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομένων πρὸς Φίλιππον αʹβʹγʹ περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν αʹ περὶ τοῦ πρὸς ἕτερα λεγομένου αʹ. Σύνταξις τρίτη· πρὸς τοὺς μὴ διαιρουμένους αʹβʹ περὶ ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν αʹβʹγʹδʹ περὶ τῶν τροπικῶν ἀμφιβολιῶν αʹ περὶ συνημμένης τροπικῆς ἀμφιβολίας αʹβʹ πρὸς τὸ περὶ ἀμφιβολιῶν ανθοίδου αʹβʹ περὶ τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς αʹβʹγʹδʹεʹ ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην ἀμφιβολιῶν αʹ συνημμένα πρὸς τὴν εἰσαγωγὴν τὴν εἰς τὰς ἀμφιβολίας αʹβʹ. IV. Λογικοῦ Τόπου πρὸς τοὺς Λόγους καὶ τοὺς Τρόπους. Σύνταξις πρώτη· τέχνη λόγων καὶ τρόπων πρὸς Διοσκουρίδην αʹβʹγʹδʹ εʹ περὶ τῶν λόγων αʹβʹγʹ περὶ τρόπων συστάσεως πρὸς Στησαγόραν αʹβʹ (συστάσεων D) σύγκρισις τῶν τροπικῶν ἀξιωμάτων αʹ περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων αʹ πρὸς Ἀγάθωνα ἢ περὶ τῶν ἑξῆς προβλημάτων αʹ περὶ τοῦ τίνα συλλογιστικά τινος μετ’ ἄλλου τε καὶ μετ’ ἄλλων αʹ (τι- νός τε μετ’ ἄλλου καὶ μεγάλων D) περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν αʹ περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις αʹ πρὸς τὰ ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ καὶ ἀσυλλο- γίστῳ τετάχθαι τρόπῳ αʹβʹ πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι αʹβʹγʹ πρὸς τὸ περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον αʹ λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ Φιλομαθῆ εἰς τὰ περὶ λόγων καὶ τρόπων αʹ.

Σύνταξις δευτέρα· περὶ τῶν περαινόντων λόγων πρὸς Ζήνωνα αʹ περὶ τῶν πρώτων καὶ ἀναποδείκτων συλλογισμῶν πρὸς Ζήνωνα αʹ περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν αʹ (cum anecedente permutat DF) περὶ τῶν παρελκόντων λόγων πρὸς Πάσυλον αʹβʹ περὶ τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων αʹ περὶ συλλογισμῶν εἰσαγωγικῶν πρὸς Ζήνωνα αʹ τῶν πρὸς εἰσαγωγὴν τρόπων πρὸς Ζήνωνα αʹβʹγʹ περὶ τῶν κατὰ ψευδῆ σχήματα συλλογισμῶν αʹβʹγʹδʹεʹ λόγοι συλλογιστικοὶ κατὰ ἀνάλυσιν ἐν τοῖς ἀναποδείκτοις αʹ τροπικὰ ζητήματα πρὸς Ζήνωνα καὶ Φιλομαθῆ αʹ (τοῦτο δοκεῖ ψευδε- πίγραφον). Σύνταξις τρίτη· περὶ τῶν μεταπιπτόντων λόγων πρὸς Ἀθηνάδην αʹ (ψευδεπίγραφον) λόγοι μεταπίπτοντες πρὸς τὴν μεσότητα αʹβʹγʹ (ψευδεπίγραφα) πρὸς τοὺς Ἀμεινίου διαζευκτικούς αʹ. Σύνταξις τετάρτη· περὶ ὑποθέσεων πρὸς Μελέαγρον αʹβʹγʹ λόγοι ὑποθετικοὶ εἰς τοὺς νόμους πρὸς Μελέαγρον πάλιν αʹ λόγοι ὑποθετικοὶ πρὸς εἰσαγωγήν αʹβʹ λόγοι ὑποθετικοὶ θεωρημάτων αʹβʹ λύσις τῶν Ἡδόλου ὑποθετικῶν αʹβʹ λύσις τῶν Ἀλεξάνδρου ὑποθετικῶν αʹβʹγʹ (ψευδεπίγραφα) περὶ ἐκθέσεων πρὸς Λαοδάμαντα αʹ. Σύνταξις πέμπτη· περὶ τῆς εἰς τὸν ψευδόμενον εἰσαγωγῆς πρὸς τὸν Ἀριστοκρέοντα αʹ λόγοι ψευδόμενοι πρὸς εἰσαγωγὴν αʹ περὶ τοῦ ψευδομένου πρὸς Ἀριστοκρέοντα αʹβʹγʹδʹεʹϛʹ. Σύνταξις ἕκτη· πρὸς τοὺς νομίζοντας καὶ ψευδῆ καὶ ἀληθῆ εἶναι αʹ πρὸς τοὺς διὰ τῆς τομῆς διαλύοντας τὸν ψευδόμενον λόγον πρὸς Ἀριστο- κρέοντα αʹβʹ ἀποδείξεις πρὸς τὸ μὴ δεῖν τέμνειν τὰ ἀόριστα αʹ πρὸς τὰ ἀντειρημένα τοῖς κατὰ τῆς τομῆς τῶν ἀορίστων πρὸς Πάσυλον αʹβʹγʹ λύσις κατὰ τοὺς ἀρχαίους πρὸς Διοσκουρίδην αʹ περὶ τῆς τοῦ ψευδομένου λύσεως πρὸς Ἀριστοκρέοντα αʹβʹγʹ λύσις τῶν Ἡδύλου ὑποθετικῶν πρὸς Ἀριστοκρέοντα καὶ Ἀπολλᾶν αʹ. Σύνταξις ἑβδόμη· πρὸς τοὺς φάσκοντας τὰ λήμματα ἔχειν ψευδῆ τὸν ψευδόμενον λόγον αʹ περὶ ἀποφάσκοντος πρὸς τὸν Ἀριστοκρέοντα αʹβʹ λόγοι ἀποφάσκοντες πρὸς γυμνασίαν αʹ περὶ τοῦ παρὰ μικρὸν λόγου πρὸς Στησαγόραν αʹβʹ περὶ τῶν εἰς τὰς ὑπολήψεις λόγων καὶ ἡσυχαζόντων πρὸς Ὀνήτορα αʹβʹ περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον αʹβʹ περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην αʹ.

Σύνταξις ὀγδόη· περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην α'βγʹδʹεʹϛʹζʹηʹ (θ' D) περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πάσυλον αʹβʹ περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην αʹ. Σύνταξις ἐνάτη· περὶ τῶν σοφισμάτων πρὸς Ἡρακλείδην καὶ Πόλλιν αʹβʹ περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην εʹ πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον αʹ. Σύνταξις δεκάτη· κατὰ τῆς συνηθείας πρὸς Μητρόδωρον αʹβʹγʹδʹ εʹϛʹ περὶ τῆς συνηθείας πρὸς Γοργιππίδην αʹβʹγʹδʹεʹϛ'ζʹ. V. Λογικοῦ Τόπου τὰ τῶν προειρημένων τεττάρωυ διαορῶν ἐκτὸς ὄντα καὶ περιέχοντα ⟨τὰς⟩ σποράδην καὶ οὐ σωματικὰς ζητήσεις λογικὰς περὶ τῶν καταλεγομένων. Ζητημάτων ἐννέα καὶ τριάκοντα. — Ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ τιαʹ. 1. Ἠθικοῦ λόγου τοῦ περὶ τὴν Διάρθρωσιυ τῶυ ἠθικῶν Ἐννοιῶν. Σύνταξις πρώτη· ὑπογραφὴ τοῦ λόγου τοῦ ⟨ἠθικοῦ⟩ πρὸς Θεόπορον αʹ θέσεις ἠθικαί αʹ πιθανὰ λήμματα εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ αʹβʹγʹ ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον αʹβʹ ὅρων τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον αʹβʹ ὅρων τῶν ἀνὰ μέσον πρὸς Μητρόδωρον αʹβʹ ὅρων τῶν πρὸς Μητρόδωρον τῶν κατὰ γένος αʹβʹγʹδʹεʹςϛʹζʹ ὅρων τῶν κατὰ τὰς ἄλλας τέχνας πρὸς Μητρόδωρον αʹβʹ. Σύνταξις δευτέρα· περὶ τῶν ὁμοίων πρὸς Ἀριστοκλέα αʹβʹγʹ περὶ τῶν ὅρων πρὸς Μητρόδωρον αʹβʹγʹδʹεʹϛʹζʹ. Σύνταξις τρίτη· περὶ τῶν οὐκ ὀρθῶς τοῖς ὅροις ἀντιλεγομένων πρὸς Λαοδάμαντα αʹβʹγδʹεʹϛʹζʹ πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην αʹβʹ περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην αʹβʹ περὶ τῶν διαιρέσεων αʹ περὶ τῶν ἐναντίων πρὸς Διονύσιον βʹ πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ ⟨τὰ⟩ περὶ τῶν ἐναντίων αʹ. Σύνταξις τετάρτη· περὶ τῶν ἐτυμολογικῶν πρὸς Διοκλέα αʹβʹγʹδʹεʹϛʹζʹ ἐτυμολογικῶν πρὸς Διοκλέα αʹβʹγʹδʹ. Σύνταξις πέμπτη· περὶ παροιμιῶν πρὸς Ζηνόδοτον αʹβʹ περὶ ποιημάτων πρὸς Φιλομαθῆ αʹ περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν αʹβʹ πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον αʹ. 2. Ἠθικοῦ Τόπου περὶ τὸν κοινὸν λόγον καὶ τὰς ἐκ τούτου συυισταμένας τέχνας καὶ ἀρετάς.

Σύνταξις πρώτη· πρὸς τὰς ἀναζωγραφήσεις πρὸς Τιμώνακτα αʹ περὶ τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα αʹ περὶ τῶν ἐννοιῶν πρὸς Λαοδάμαντα αʹβʹ περὶ ὑπολήψεως πρὸς Πυθώνακτα αʹβʹγʹ ἀποδείξεις πρὸς τὸ μὴ δοξάσειν τὸν σοφόν αʹ περὶ καταλήψεως καὶ ἐπιστήμης καὶ ἀγνοίας αʹβʹγʹδʹ περὶ λόγου αʹβʹ περὶ τῆς χρήσεως τοῦ λόγου πρὸς Λεπτίναν. Σύνταξις δευτέρα· περὶ τοῦ ἐγκρίνειν τοὺς ἀρχαίους τὴν διαλεκτικὴν σὺν ταῖς ἀποδείξεσι πρὸς Ζήνωνα αʹβʹ περὶ τῆς διαλεκτικῆς πρὸς Ἀριστοκρέοντα αʹβγʹδʹ περὶ τῶν ἀντιλεγομένων τοῖς διαλεκτικοῖς αʹβʹγʹ περὶ τῆς ῥητορικῆς πρὸς Διοσκουρίδην αʹβʹγʹδʹ. Σύνταξις τρίτη· περὶ ἕξεως πρὸς Κλέωνα αʹβʹγʹ περὶ τέχνης καὶ ἀπεχνίας πρὸς Ἀριστοκρέοντα αʹβʹγʹδʹ περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν πρὸς Διόδωρον αʹβʹγʹδʹ περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετάς αʹ περὶ ἀρετῶν πρὸς Πόλλιν αʹβʹ.

3. Ἠθικοῦ Τόπου περὶ Ἀγαθῶυ καὶ Κακῶν. Σύνταξις πρώτη· περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς πρὸς Ἀριστοκρέοντα αʹβʹγʹδʹεʹϛʹζʹηʹθʹιʹ ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τέλος αʹβʹγʹδʹ ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν αʹβʹγʹδʹ περὶ τῶν λεγομένων ὑπὲρ τῆς ****** Cetera interciderunt.

Valerius Maximus VIII 7, 10. Citerioris aetatis metas, sed non parvi tamen spatii Chrysippi vivacitas flexit: nam octogesimo anno coeptum undequadragesimum Λογικῶν exactissimae subtilitatis volumen reliquit. cuius studium in tradendis ingenii sui monumentis tantum operae laborisque sustinuit, ut ad ea quae scripsit penitus cognoscenda longa vita sit opus.

Numenius apud Eusebium praep. evang. XIV p. 728a. τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ’ ἤδη μεταθέμενοι. εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι· καὶ μᾶλλον ὅσοι πλέον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφηθμοῖς ἐπετίμων θᾶττον.

Origenes contra Celsum II. 12 Vol. I p. 141, 7 (p. 297 Delarue). ἀλλὰ καὶ ὁ Χρύσιππος πολλαχοῦ τῶν συγγαμμμάτων αὐτοῦ φαίνεται καθαπτόμενος Κλεάνθους, καινοτομῶν παρὰ τὰ ἐκείνῳ δεδογμένα, γενομένῳ . . . οὐκ ὀλίγον αὐτοῦ διδασκάλῳ ἔτι νέου καὶ ἀρχὰς ἔχοντος φιλοσοφίας . . . δὲ χρόνον καὶ ὁ Χρύσιππος παρὰ τῷ Κλεάνθει πεποιῆσθαι τὰς διατριβάς (scil. λέγεται).

Origenes contra Celsum I. 39 Vol. I p. 91, 20 (p. 357 Delarue). ὁ δὲ Χρύσιππος πολλαχοῦ ἐκθέμενος τὰ κινήσαντα αὐτὸν ἀναπέμπει ἡμᾶς ἐφ’ οὓς ἂν εὕροιμεν κρεῖττον αὐτοῦ ἐροῦντας.

Origenes contra Celsum V. 57 Vol. II p. 60, 5 (p. 621 Delarue). αράδοξα δὲ πράγματα τοῖς ἀνθρώποις ἐπιφαίνεσθαί ποτε καὶ τῶν Ἐλλήνων ἱστόρησαν οὐ μόνον οἱ ὑπονοηθέντες ἂν ὡς μυθοποιοῦντες, ἀλλὰ καὶ οἱ οἷον πολὺ ἐπιδειξάμενοι γνησίως φιλοσοφεῖν καὶ φιλαληθῶς ἐκτίθεσθαι τὰ εἰς αὐτοὺς φθάσαντα. Τοιαῦτα δὲ ἀνέγνωμεν παρὰ τῷ Σὀλεῖ Χρυσίππῳ etc.

Galenus de differentia puls. 10. ed. Bas. III 30. K. VIII. 631 (impugnans sectam Archigenis). πολὺ δὲ τοῦτ’ ἔστι παρὰ τῷ προπάππῳ τῆς αἱρέσεως αὐτῶν Χρυσίππῳ· νομοθετεῖ μὲν γὰρ ὀνόματα πλεῖον ἤ Σόλων Ἀθηναίοις ἱστᾷ τοῖς ἄξοσι νομίσματα, συγχεῖ δ’ αὐτὸς πρῶτος αὐτά. paulo post: νυνὶ δὲ τὸ δεινότατον οὔτε γεννηθεὶς Ἀθήνησιν οὔτε τραφείς, ἀλλὰ χθὲς καὶ πρώην ἥκων ἐκ Κιλικίας, πρὶν ἀκριβῶς αὐτὸν ἐκμαθεῖν ἡντιναοῦν Ἑλλάδα φωνήν, Ἀθηναίοις ὑπὲρ ὀνομάτων ἐπιχειρεῖ νομοθετεῖν — — ὅσα μὲν οὖν Χρύσιππος εἰς τὴν τῶν Ἀθηναίων ἐξυβρίζει διάλεκτον τάχ’ ἄν ποτε καὶ αὖθις ἡμῖν διελθεῖν γένοιτο. Phot. lexicon s. v. μέντοι· τὸ δὲ μέντον βάρβαρον, ᾧ καὶ Χρύσιππος χρῆται.

Quintilianus instit. orat. X 1, 84. minus indulsere eloquentiae Stoici veteres, sed cum honesta suaserunt, tum in colligendo probandoque quae instituerant plurimum valuerunt, rebus tamen acuti magis quam, id quod sane non adfectaverunt, oratione magnifici. id. XII 2, 25. Stoici sicut copiam nitoremque eloquentiae fere praeceptoribus suis defuisse concedant necesse est, ita nullos aut probare acrius aut concludere subtilius contendunt.

Cicero de oratore I 11, 50. Etenim videmus, iisdem de rebus ieiune quosdam et exiliter, ut eum, quem acutissimum ferunt, Chrysippm, disputavisse, neque ob eam rem philosophiae non satisfecisse, quod non habuerit hanc dicendi ex arte aliena facultatem.

Frontonis epist. (ad. M. Antoninum de eloquentia) p. 146 Naber. Ubi illud acumen tuum? ubi subtilitas? Evigila et attende, quid cupiat ipse Chrysippus. Num contentus est docere, rem ostendere, definire, explorare? non est contentus: verum auget in quantum potest, exaggerat, praemunit, iterat, differt, recurrit, interrogat, describit, dividit, personas fingit, orationem suam alii accommodat: ταῦτα δ’ ἐστὶν αὔξειν, διασκευάζειν, ἐξεργάζεσθαι, πάλιν λέγειν, ἐπαναφέρειν, παράπτειν, προσωποποιεῖν.

Dionysius Halicarn. de compos. verb. p. 30 Re. Καὶ τί δεῖ τούτους θαυμάζειν, ὅπουγε καὶ οἱ τὴν φιλοσοφίαν ἐπαγγελλόμενοι καὶ τὰς διαλεκτικὰς ἐκφέροντες τέχνας οὕτως εἰσὶν ἄθλιοι περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων, ὥστ’ αἰδεῖσθαι καὶ λέγειν; ἀπόχρη δὲ τεκμηρίῳ χρήσασθαι τῷ λάγῳ Χρυσίππου τοῦ Στωϊκοῦ· περαιτέρω γὰρ οὐκ ἂν προβαίην. τούτου γὰρ οὔτ’ ἄμεινον οὐδεὶς τὰς διαλεκτικὰς τέχνας ἠκρίβωσεν, οὔτε χείρονι ἁρμονίᾳ συνταχθέντας ἐξήνεγκε λόγους τῶν ὀνόματος καὶ δόξης ἀξιωθέντων. καίτοι σπουδάζειν γέ τινες προσεποιήθησαν αὐτῶν καὶ περὶ τοῦτο τὸ μέρος, ὡς ἀναγκαῖον ὂν τῷ λόγῳ, καὶ τέχνας τινὰς ἐπέγραψαν ὑπὲρ τῆς συντάξεως τῶν τοῦ λόγου μορίων. ἀλλὰ πολλοὶ ἢ μᾶλλον πάντες ἀπὸ τῆς ἀληθείας ἀπεπλανήθησαν καὶ οὐδ’ ὄναρ εἶδον τί ποτ’ ἐστὶ τὸ ποιοῦν ἡδεῖαν καὶ καλὴν τὴν σύνθεσιν.

Arrianus Epict. dissert. I 17, 15. ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος. ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ὁ ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον· ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ ῥωμαϊστί. ποία οὖν ἐνθάδε ὀφρὺς τοῦ ἐξηγουμένου;

Plut. de Stoic. repugn. cp. 9 p. 1035 b. Ἀλλὰ τοῦτόν γε τὸν λόγον, ὃν ἔσχατόν φησι δεῖν τάττεσθαι ⟨τὸν⟩ περὶ θεῶν, ἔθει προτάττει καὶ προεκτίθησι παντὸς ἠθικοῦ ζητήματος· οὔτε γὰρ περὶ Τελῶν, οὔτε περὶ Δικαιοσύνης, οὔτε περὶ Ἀγαθῶν καὶ Κακῶν, οὔτε περὶ Γάμου καὶ Παιδοτροφίας οὔτε περὶ Νόμου καὶ Πολιτείας φαίνεται τὸ παράπαν φθεγγόμενος, εἰ μή, καθάπερ οἱ τὰ ψηφίσματα ταῖς πόλεσιν εἰσφέροντες προγράφουσιν Ἀγαθὴν Τύχην, οὕτω καὶ αὐτὸς προγράψειε τὸν Δία, τὴν Εἱμαρμένην, τὴν Πρόνοιαν, τὸ συνέχεσθαι μιᾷ δυνάμει τὸν κόσμον, ἕνα ὄντα καὶ πεπερασμένον.

Plut. de Stoic. repugn. cp. 24 p. 1046 a. τί οὖν σὺ (scil. Chrysippe), φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδ’ ἐλέγχων, ὡς νομίζεις, ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δ’ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα.

Plut. de Stoic. repugn. cp. 10 p. 1036b. ὅτι δ’ αὐτὸς (scil. Chrysippus) οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατεσκεύακεν ἐῤῥωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης, ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον ⟨αὐτῷ⟩, αὐτοὶ δήπου λέγουσι (scil. Stoici), τὴν δεινότητα θαυμάζοντες τἀνδρός καὶ τὸν Καρνεάδην οὐδὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλ’ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος εἰς τοὐναντίον ὁρμώμενον ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ πολλάκις παραφθέγγεσθαι (Z 407) δαιμόνιε, φθίσει σε τὸ σὸν μένος ὡς μεγάλας ἀφορμὰς καθ’ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα καὶ διαβάλλειν βουλομένοις.

Plut. de comm. not. cp. 1 p. 1050b (Stoicus aliquis dicit): ὡς οὐκ ἀπὸ τύχης ἀλλ’ ἐκ προνοίας θεῶν νομίζοι μετ’ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον. — — Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς τὸ οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλ’ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους.

Cicero de finibus I 2, 6. Quid enim est a Chrysippo praetermissum in Stoicis? Legimus tamen Diogenem, Antipatrum, Mnesarchum, Panaetium, multos alios in primisque familiarem nostrum Posidonium. Quid sit philosophia. De partibus philosophiae. De ordine partium.

Aëtii Placita I. Prooem. 2 (D G p. 273, 11). Οἱ μὲν οὖν Στωϊκοὶ ἔφασαν τὴν μὲν σοφίαν εἶναι θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην, τὴν δὲ φιλοσοφίαν ἄσκησιν ἐπιτηδείου τέχνης· ἐπιτήδειον δὲ εἶναι μίαν καὶ ἀνωτάτω τὴν ἀρετήν, ἀρετὰς δὲ τὰς γενικωτάτας τρεῖς, φυσικὴν ἠθικὴν λογικήν· δι’ ἣν αἰτίαν καὶ τριμερής ἐστιν ἡ φιλοσοφία, ἧς τὸ μὲν φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν· καὶ φυσικὸν μὲν ὅταν περὶ κόσμου ζητῶμεν καὶ τῶν ἐν κόσμῳ, ἠθικὸν δὲ τὸ κατησχολημένον περὶ τὸν ἀνθρώπινον βίον, λογικὸν δὲ τὸ περὶ τὸν λόγον, ὃ καὶ διαλεκτικὸν καλοῦσιν.

Sextus adv. math. IX 13. τὴν φιλοσοφίαν φασὶν ἐπιτήδευσιν εἶναι σοφίας, τὴν δὲ σοφίαν ἐπιστήμην θείων τε καὶ ἀνθρωπίνων πραγμάτων.

Diog. Laërt. VII 39. Τριμερῆ φασίν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. Οὕτω δὲ πρῶτος διεῖλε Ζήνων — — καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ λόγου καὶ ἐν τῇ πρώτῃ τῶν φυσικῶν. — — ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ, ὁ δὲ Χρύσιππος καὶ Εὕδρομος εδη. ἄλλοι γένη.

Sextus adv. math. VII 16. οἱ εἰπόντες τῆς φιλοσοφίας τὸ μέν τι εἶναι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν· — — ῥητότατα δὲ οἱ περὶ Ξενοκράτην καὶ οἱ ἀπὸ τοῦ περιπάτου, ἔτι δὲ οἱ ἀπὸ τῆς Στοᾶς ἔχονται τῆσδε τῆς διαιρέσεως. ἐνθένδε πιθανῶς ὁμοιοῦσι τὴν φιλοσοφίαν παγκάρπῳ ἀλωῇ, ἵνα τῇ μὲν ὑψηλότητι τῶν φυτῶν εἰκάζηται τὸ φυσικόν, τῷ δὲ νοστίμῳ τῶν καρπῶν τὸ ἠθικόν, τῇ δὲ ὀχυρότητι τῶν τειχῶν τὸ λογικόν. οἱ δὲ ὠῷ φασιν αὐτὴν εἶναι παραπλήσιον· ἐῴκει γὰρ τῇ μὲν λεκίθῳ, ἥν τινες νεοττὸν ὑπάρχειν λέγουσι, τὰ ἠθικά, τῷ δὲ λευκῷ, ὃ δὴ τροφή ἐστι τῆς λεκίθου, τὰ φυσικά, τῷ δὲ ἔξωθεν ὀστρακώδει τὰ λογικά (ὁ δὲ Ποσειδώνιος, ἐπεὶ τὰ μὲν μέρη τῆς φιλοσοφίας ἀχώριστά ἐστιν ἀλλήλων, τὰ δὲ φυτὰ τῶν καρπῶν ἕτερα θεωρεῖται καὶ τὰ τείχη τῶν φυτῶν κεχώρισται, ζῴῳ μᾶλλον εἰκάζειν ἠξίου τὴν φιλοσοφίαν, αἵματι μὲν καὶ σαρξὶ τὸ φυσικόν, ὀστέοις δὲ καὶ νεύροις τὸ λογικόν, ψυχῇ δὲ τὸ ἠθικόν). Diog. Laërt. VII 40. εἰκάζουσι δὲ ζῴῳ τὴν φιλοσοφίαν, ὀστοῖς μὲν καὶ νεύροις τὸ λογικὸν προσομοιοῦντες, τοῖς δὲ σαρκωδεστέροις τὸ ἠθικόν, τῇ δὲ ψυχῇ τὸ φυσικόν· ἢ πάλιν ὠῷ· τὰ μὲν γὰρ ἐκτὸς εἶναι τὸ λογικόν, τὰ δὲ μετὰ ταῦτα τὸ ἠθικόν, τὰ δ’ ἐσωτάτω τὸ φυσικόν· ἢ ἀγρῷ παμφόρῳ· οὗ τὸν μὲν περιβεβλημένον φραγμὸν τὸ λογικόν, τὸν δὲ καρπὸν τὸ ἠθικόν, τὴν δὲ γῆν ἢ τὰ δένδρα τὸ φυσικόν· ἢ πόλει καλῶς τετειχισμένῃ καὶ κατὰ λόγον διοικουμένῃ.

Philo de agricultura § 14 Vol. II p. 97, 24 Wendl. Τὸν γοῦν κατὰ φιλοσοφίαν λόγον τρίδυμον ὄντα τοὺς παλαιοὺς ἀγρῷ φασιν ἀπεικάσαι, τὸ μὲν φυσικὸν αὐτοῦ δένδροις καὶ φυτοῖς παραβάλλοντας, τὸ δὲ ἠθικὸν καρποῖς, ὧν ἕνεκα καὶ τὰ φυτά, τὸ δ’ αὖ λογικὸν φραγμῷ καὶ περιβόλῳ — — (quod ceteris partibus praesidio est) § 16. τὰς γὰρ διπλᾶς καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην — — ἀναιρῇ, διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται, ἕτοιμον δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιΐας — — χαρακτῆρας.

Origenes comment. in Matthaeum Vol. III p. 778 Delarue. καὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν· τὸν δὲ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν· τὸν δὲ λογικὸν τόπον (καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς) τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν etc.

Diog. Laërt. VII 40. καὶ οὐθὲν μέρος (ex tribus philosophiae partibus) τοῦ ἑτέρον προκεκρίσθαι, καθ’ ἅ τινες αὐτῶν φασιν, ἀλλὰ μεμῖχθαι αὐτά. καὶ τὴν παράδοσιν μικτὴν ἐποίουν.

Plut. de Stoic. repugn. c. 9 p. 1035a. Ὁ Χύσιππος οἴεται δεῖν τῶν λογικῶν πρῶτον ἀκεοᾶσθαι τοὺς νέους, δεύτερον δὲ τῶν ἠθικῶν, μετὰ δὲ ταῦτα τῶν φυσικῶν, ὡσαύτως δὲ τούτοις τὸν περὶ θεῶν λόγον ἔσχατον παραλαμβάνειν. Πολλάκις δὲ τούτων ὑπ’ αὐτοῦ λεγομένων, ἀρκέσει παραθέσθαι τὰ ἐν τῷ τετάρτῳ περὶ Βίων ἔχοντα κατὰ λέξιν οὕτω· Πρῶτον μὲν οὖν δοκεῖ μοι, κατὰ τὰ ὀρθῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα, τρία γένη τῶν τοῦ φιλοσοφου θεωρημάτων εἶναι· τὰ μὲν λογικά, τὰ δὲ ἠθικα, τὰ δὲ φυσικά· εἶτα τούτων δεῖν τάττεσθαι πρῶτα μὲν τὰ λογικά, δεύτερα δὲ τὰ ἠθικά, τρίτα δὲ τὰ φυσικά· τῶν δὲ φυσικῶν ἔσχατος εἶναι ὁ περὶ τῶν θεῶν λόγος, διὸ καὶ τελετὰς ἠγόρευσαν τὰς τούτου παραδόσεις.

Diog. Laërt. VII 40. ἄλλοι δὲ πρῶτον μὲν τὸ λογικὸν τάττουσι· δεύτερον δὲ τὸ φυσικόν· καὶ τρίτον τὸ ἠθικόν. ὧν ἐστι Ζήνων ἐν τῷ περὶ λόγου καὶ Χρύσιππος etc.

Sextus adv. math. VII 22. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ αὐτοὶ ἄρχειν μέν φασι τὰ λογικά, δευτερεύειν δὲ τὰ ἠθικά· τελευταῖα δὲ τετάχθαι τὰ φυσικά. πρῶτον γὰρ δεῖν κατησφαλίσθαι τὸν νοῦν εἰς δυσέκκρουστον τῶν παραδιδομένων φυλακήν· ὀχυρωτικὸν δὲ εἶναι τῆς διανοίας τὸν διαλεκτικὸν τόπον· δεύτερον δὲ ὑπογράφειν τὴν ἠθικὴν θεωρίαν πρὸς βελτίωσιν τῶν ἠθῶν· ἀκίνδυνος γὰρ ἡ παραδοχὴ ταύτης ἐπὶ προϋποκειμένῃ τῇ λογικῇ δυνάμει· τελευταίαν δὲ ἐπάγειν τὴν φυσικὴν θεωρίαν· θειοτέρα γάρ ἐστι καὶ βαθυτέρας δεῖται τῆς ἐπιστάσεως.

Cicero de finibus IV 4, 9. Quid? ea quae dialectici nunc tradunt et docent, nonne ab illis instituta sunt scil. a veteribus)? de quibus etsi a Chrysippo maxime est elaboratum, tamem a Zenone minus multo quam ab antiquis. Ab hoc autem quaedam non melius, quam veteres, quaedam omnino relicta. Cumque duae sint artes, quibus perfecte ratio et oratio compleatur, una inveniendi, altera disserendi, hanc posteriorem et Stoici et Peripatetici, priorem autem illi egregie tradiderunt, hi omnino ne attigerunt quidem.

Galenus de libris propriis 11. Vol. XIX p. 40 K. ἀλλήλοις μὲν λέγω διαφέρεσθαι τοὺς φιλοσόφους ἐν τῇ λογικῇ θεωρίᾳ, τοὺς Περιπατητικούς τε καὶ Στωϊκοὺς καὶ Πλατωνικούς· ἑαυτῶν δὲ πάλιν ἰδίᾳ τοὺς καθ’ ἑκάστην αὐτῶν· μικρὰ μὲν δή πώς ἐστιν ἡ παρὰ τοῖς Περιπατητικοῖς διαφωνία, μεγάλη δὲ παρὰ τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς.

Galenus de differentia pulsuum II 4. Vol. VIII 578. οὐδὲ γὰρ εὖρον τοὔνομα παρά τινι τῶν Ἐλλήνων· ὥστε οὐδὲ καθ’ οὗ τέτακται πράγματος ὑπ’ Ἀρχιγένους ἐπίσταμαι, καὶ ταῦτα μηδὲ γράψαντος αὐτοῦ βιβλίον περὶ τῆς ἰδίας διαλέκτου, καθάπερ Χρύσιππος ὑπὲρ ὧν ἔθετο κατὰ τὴν διαλεκτικὴν ὀνομάτων.

Diog. Laërt. VII 41. τὸ δὲ λογικὸν μέρος φασὶν ἔνιοι εἰς δύο διαιρεῖσθαι ἐπιστήμας, εἰς ῥητορικὴν καὶ εἰς διαλεκτικήν. — — 42. τήν τε ῥητορικὴν ἐπιστήμην οὖσαν τοῦ εὖ λέγειν περὶ τῶν ἐν διεξόδῳ λόγων καὶ τὴν διαλεκτικὴν τοῦ ὀρθῶς διαλέγεσθαι περὶ τῶν ἐν ἐρωτήσει καὶ ἀποκρίσει λόγων· ὅθεν καὶ οὕτως αὐτὴν ὁρίζονται· ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων.

Ammonius in Aristot. Anal. pr. p. 8, 20 Wal. οἱ μὲν Στωϊκοὶ τὴν λογικὴν οὐ μόνον ὄργανον οὐκ ἀξιοῦσι καλεῖσθαι φιλοσοφίας, ἀλλ’ οὐδὲ μόριον τὸ τυχόν, ἀλλὰ μέρος. idem p. 9, 1. οἱ μὲν οὖν Στωϊκοί φασιν ὅτι αὐτὴ ἡ φιλοσοφία τὴν λογικὴν ἀπογεννᾷ καὶ ταύτῃ μέρος ἂν εἴη αὐτῆς. καὶ ἄλλους δὲ πολλοὺς τοιούτους λέγουσι λόγους σαθρούς, δι’ ὧν, ὡς οἴονται, κατασκευάζουσιν ὅτι μέρος ἐστὶν ἡ λογικὴ τῆς φιλοσοφίας. διὸ τοὺς μὲν πολλοὺς ἐατέον, ἐκεῖνον δὲ λεκτέον ὃν οἴονται κατασκευαστικώτατον καὶ δριμύτατον εἶναι. συλλογίζονται γὰρ οὕτως· ἐάν τις τέχνη κέχρηταί τινι ὃ μηδεμιᾶς ἄλλης τέχνης μέρος ἐστὶν ἢ μόριον, τοῦτο πάντως ταύτης τῆς τέχνης ἢ μέρος ἐστὶν ἢ μόριον· οἷον τῇ χειρουργικῇ, φασίν, κέχρηται ἡ ἰαρική, καὶ ἐπειδὴ οὐδεμία ἄλλη τέχνη κέχρηται τῇ χειρουργικῇ ὡς μέρει ἢ μορίῳ, ἡ χειρουργικὴ τῆς ἰατρικῆς οὐκ ἔστιν ὄργανον. ἡ δὲ φιλοσοφία, φησίν κέχρηται τῇ λογικῇ, ἥτις οὐδεμιᾶς ἄλλης τέχνης ⟨μέρος ἐστὶν ἢ μόριον· ἡ λογικὴ ἄρα οὐκ ἔστιν ὄργανον⟩ τῆς φιλοσοφίας ἀλλ’ ἢ μέρος ἢ μόριον. εἰ δέ τις λέγει ὅτι καὶ ἄλλαι τέχναι κέχρηνται τῇ λογικῇ, ὡς ἡ ἰατρικὴ κέχρηται συλλογισμοῖς καὶ ⟨αἱ⟩ ἄλλαι πᾶσαι τέχναι κέχρηνται συλλογισμοῖς, ἐροῦμεν ὅτι κέχρηνται μὲν κἀκεῖναι, ἀλλ’ οὐκ εἰσὶν τῶν μεθόδων ἐπιστήμονες καὶ οὐ προηγουμένως περὶ τοῦτο σπουδάζουσιν· οἷον ὁ ἰατρὸς οὐ προηγουμένως περὶ τὴν συλλογιστικὴν μέθοδον σπουδάζει, οὐδὲ εἴποις μέρος ἢ μόριον ἰατρικῆς εἶναι αὐτήν, ἀλλ’ ὅσον ἐστὶν αὐτῷ χρήοσιμον πρὸς ἀπόδειξιν τῶν ἰατρικῶν θεωρημάτων, τοσοῦτον παραλαμβάνει παρὰ τοῦ διαλεκτικοῦ ὡς ὄργανον· ὁ δὲ φιλόσοφος ἐπιστήμων ἐστὶν ὡς ἔνι μάλιστα τῆς τοιαύτης μεθόδου. ταύτῃ μὲν οὖν οἱ Στωϊκοί, ὡς οἴονται, κατασκευάζουσιν ὅτι οὐκ ὄργανόν ἐστιν ἡ λογική. λοιπὸν δὲ ὅτι ⟨μέρος, οὐ⟩ μόριον. λέγουσιν ὅτι τῶν τριῶν μορίων τοῦ πρακτικοῦ ὕλη μέν ἐστιν τὰ ἀνθρώπινα, τέλος δὲ ἡ τοῦ ἀνθρωπίνου βίου εὐδαιμονία, ἣν ὁ πολιτικὸς σπουδάζει περιποιεῖν· πάλιν δὲ τῶν τοῦ θεωρητικοῦ μορίων ὕλη μέν ἐστι τὰ θεῖα πράγματα, τέλος δὲ ἡ θεωρητικὴ εὐδαιμονία· ἡ δὲ λογικὴ πραγματεία οὔτε ὕλην τὴν αὐτὴν ἔχει οὔτε τέλος· ὕλη μὲν γὰρ αὐτῆς ἐστιν οἱ λόγοι, τέλος δὲ ἡ γνῶσις τῶν ἀποδεικτικῶν μεθόδων· καὶ τὰ ἄλλα γὰρ πάντα εἰς τοῦτο συντελεῖ, εἰς τὸ ἐπιστημονικῶς ἀποδεικνύναι. ὥστε ὑπ’ οὐδέτερον μέρος φιλοσοφίας δύναται τετάχθαι· εἰ γὰρ καὶ περὶ ἀνθρωπίνων καὶ θείων πραγμάτων ἡ λογικὴ πραγματεύεται (κεχρήμεθα γὰρ αὐτῇ ἢ περὶ ἀνθρωπίνων ἢ θείων πραγμάτων διαλεγόμενοι), ἀλλ’ οὐ περὶ ἀνθρώπινα μόνα ἔχει ὡς τὰ τοῦ πρακτικοῦ μόρια, οὐδὲ περὶ θεῖα μόνα ὡς τὰ τοῦ θεωρητικοῦ· ὥστε οὐ μόριον ἀλλὰ τρίτον μέρος ἐστὶν φιλοσοφίας. Quamquam physica pars theoretica vocatur et ethica practica, quod a veterum Stoicorum usu abhorret, probabile tamen videtur, simili ratione veteres probavisse: logicam esse partem philosophiae. cf. Philoponus ad Anal. pr. f. 4a.

Alexander Aphrod. in Aristot. Analyt. pr. p. 1, 9 Wal. οἱ μὲν οὖν μέρος αὐτὴν λέγοντες ἠνέχθησαν ἐπὶ τοῦτο, διότι ὥσπερ περὶ τὰ ἄλλα, ἃ ὁμολογεῖται πρὸς ἁπάντων μέρη φιλοσοφίας εἶναι, ἡ φιλοσοφία καταγίνεται ἔργον ποιουμένη τήν τε εὕρεσιν αὐτῶν καὶ τὴν τάξιν τε καὶ τὴν σύστασιν, οὕτω δὴ καὶ περὶ τὴν πραγματείαν τήνδε· οὖσα δὲ ταύτης ἔργον οὐδετέρου τῶν λοιπῶν τῆς φιλοσοφίας μερῶν μόριόν ἐστιν, οὔτε τοῦ θεωρητικοῦ οὔτε τοῦ πρακτικοῦ. ἄλλο γὰρ τό τε ὑποκείμενον ταύτῃ κἀκείνων ἑκατέρᾳ καὶ διαφέρουσα ἡ πρόθεσις καθ’ ἑκάστην αὐτῶν· οἷς δὲ διαφέροντα ἐκεῖνα ἀλλήλων ἀντιδιαιρεῖται ἀλλήλοις, τούτοις καὶ ἡ μέθοδος αὕτη ἑκατέρας ἐκείνων διαφέρουσα εὐλόγως ἀντιδιαιρεῖται αὐτοῖς· καὶ γὰρ τῷ ὑποκειμένῳ διαφέρουσα ἐκείνων· ἀξιώματα γὰρ καὶ προτάσεις τὰ ὑποκείμενα ταύτῃ· καὶ τῷ τέλει καὶ τῇ προθέσει· ἡ γὰρ ταύτης πρόθεσις τὸ διὰ τῆς ποιᾶς συνθέσεως τῶν προτάσεων ἐκ τῶν τιθεμένων τε καὶ συγχωρουμένων ἐξ ἀνάγκης τι συναγόμενον δεικνύναι· ὃ οὐδετέρας ἐκείνων τέλος.

Plut. de Stoic. repugn. cp. 9 p. 1035e. Εἰ δέ τις ἐρεῖ, γεγραφέναι τὸν Χρύσιππον ἐν τῷ περὶ Λὁγου Χρήσεως, ὡς Οὐ καθάπαξ ἀφεκτέον ἐστὶ τῶν ἄλλων τῷ τὴν λογικὴν ἀναλαμβάνοντι πρώτην, ἀλλὰ κἀκείνων μεταληπτέον κατὰ τὸ διδόμενον ἀληθῆ μὲν ἐρεῖ etc.

Arrianus Epictet. dissert. I 17, 10. ἐκεῖνο ἀπαρκεῖ ὅτι (τὰ λογικά) τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά. τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης;

Diocles Magnes apud Diog. Laërt. VII, 49. ἀρέσκει τοῖς Στωϊκοῖς τὸν περὶ φαντασίας καὶ αἰσθήσεως προτάττειν λόγον, καθότι τὸ κριτήριον, ᾧ ἡ ἀλήθεια τῶν πραγμάτων γινώσκεται, κατὰ γένος φαντασία ἐστί, καὶ καθότι ὁ περὶ συγκαταθέσεως καὶ ὁ περὶ καταλήψεως καὶ νοήσεως λόγος, προάγων τῶν ἄλλων, οὐκ ἄνευ φαντασίας συνίσταται· προηγεῖται γὰρ ἡ φαντασία, εἶθ’ ἡ διάνοια ἐκλαλητικὴ ὑπάρχουσα, ὃ πάσχει ὑπὸ τῆς φαντασίας, τοῦτο ἐκφέρει λόγῳ.

Diog. Laërt. VII 46. τὴν δὲ φαντασίαν εἶναι τύπωσιν ἐν ψυχῇ, τοῦ ὀνόματος οἰκείως μετενηνεγμένου ἀπὸ τῶν τύπων ⟨τῶν⟩ ἐν τῷ κηρῷ ὑπὸ τοῦ δακτυλίου γινομένων. τῆς δὲ φαντασίας τὴν μὲν καταληπτικὴν τὴν δὲ ἀκατάληπτον· καταληπτικὴν μέν, ἣν κριτήριον εἶναι τῶν πραγμάτων φασί, τὴν γινομένην ἀπὸ ὑπάρχοντος κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπεσφραγισμένην καὶ ἐναπομεμαγμένην· ἀκατάληπτον δὲ τὴν μὴ ἀπὸ ὑπάρχοντος ἤ ἀπὸ ὑπάρχοντος μέν, μὴ κατ’ αὐτὸ δὲ τὸ ὑπάρχον· τὴν μὴ τρανῆ μηδὲ ἔκτυπον.

Aëtii plac. IV. 12, 1 (DDG p. 401, 14). Τίνι διαφέρει φαντασία φανταστὸν φανταστικὸν φάντασμα. Gal. hist. philos. 98. cf. Nemesius p. 171-73 ed. Matth. Χρύσιππος διαφέρειν ἀλλήλων φησὶ τέτταρα ταῦτα. φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γιγνόμενον, ἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός· οἷον ἐπειδὰν δι’ ὄψεως θεωρῶμεν τὸ λευκόν, ἔστι πάθος τὸ ἐγγεγενημένον διὰ τῆς ὁράσεως ἐν τῇ ψυχῇ. καὶ ⟨κατὰ⟩ τοῦτο τὸ πάθος εἰπεῖν ἔχομεν, ὅτι ὑπόκειται λευκὸν κινοῦν ἡμᾶς· ὁμοίως καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὀσφρήσεως. - Εἴρηται δὲ ἡ φαντασία ἀπὸ τοῦ φωτός· καθάπερ γὰρ τὸ φῶς αὑτὸ…

Dio…

The complete text is available when the reading interface loads.