The Greek Library Author

Cleanthes

Testimonia et Fragmenta

Scientific editors
Hans Friedrich August von Arnim
Edition reference
Stoicorum veterum fragmenta · Stuttgart · Teubner · 1903
CTS identifier
urn:cts:greekLit:tlg1269.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Diogenes Laërt. VII 168. Κλεάνθης Φανίου Ἄσσιος. οὖτος πρῶτον ἦν πύκτης, ὥς φησιν Ἀντισθένης ἐν Διαδοχαῖς. ἀφικόμενος δὲ εἰς Ἀθήνας τέσσαρας ἔχων δραχμάς, καθὰ φασί τινες, καὶ Ζήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινε δογμάτων. διεβοήθη δὲ ἐπὶ φιλοπονίᾳ, ὅς γε, πένης ὢν ἄγαν, ὥρμησε μισθοφορεῖν· καὶ νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθʼ ἡμέραν δὲ ἐν τοῖς λόγοις ἐγυμνάζετο· ὅθεν καὶ Φρεάντλης ἐκλήθη. φασὶ δὲ αὐτὸν καὶ εἰς δικαστήριον ἀχθῆναι, λόγους δώσοντα πόθεν ἐς τοσοῦτον εὐέκτης ὢν διαζῇ, ἔπειτα ἀποφυγεῖν τόν τε κηπουρὸν μάρτυρα παρασχόντα, παρʼ ὃν ἤντλει, καὶ τὴν ἀλφιτόπωλιν, παρʼ ᾗ τὰ ἄλφιτα ἔπεττεν. ἀποδεξαμένους δὲ αὐτὸν τοὺς Ἀρεωπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι, Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. φασὶ δὲ καὶ Ἀντίγονον αὐτῷ τρισχιλq>ίας δοῦναι. ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέαν ὑπʼ ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα· ἐφʼ ᾧ κρότῳ τιμηθῆναι ὑπὸ Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. ἐθαυμάσθη οὖν δὴ καὶ διὰ τόδε. φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ· τὸν δʼ εἰπεῖν· ἀντλῶ γὰρ μόνον; τί δʼ οὐχὶ σκάπτω; τί δʼ οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. καί ποτε ἀθροισθὲν τὸ κέρμα ἐκόμισεν εἰς μέσον τῶν γνωρίμων καί φησι· Κλεάνθης μὲν καὶ ἄλλον Κλεάνθην δύναιτʼ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δὲ ἔχοντες ὅθεν τραφήσονται παρʼ ἑτέρων ἐπιζητοῦσι τὰ ἐπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες. ὅθεν δὴ καὶ δεύτερος Ἡρακλῆς ὁ Κλεάνθης ἐκαλεῖτο. ἦν δὴ πονικὸς μέν, ἀφύσικος δὲ καὶ βραδὺς ὑπερβαλλόντως· διὸ καὶ Τίμων περὶ αὐτοῦ φησιν οὕτως· (fr. 24 W.) τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν, μωλυτὴς ἐπέων φίλος Ἄσσιος, ὅλμος ἄτολμος. καὶ σκωπτόμενος ὑπὸ τῶν συμμαθητῶν ἠνέσχετο καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορτίον (secuntur apophthegmata). — 174 τοῦτόν φασιν εἰς ὄστρακα καὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳ κερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δὲ ὢν ἐξίσχυσε, πολλῶν καὶ ἄλλων ὄντων ἀξιολόγων Ζήνωνος μαθητῶν, αὐτὸς διαδέξασθαι τὴν σχολήν.

Plutarchus de audiendo 18 p. 47e. ὥσπερ ὁ Κλεάνθης καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦντες εἶναι τῶν συσχολαστῶν οὐκ ἀπεδίδρασκον ἐκ τοῦ μανθάνειν οὐδ’ ἀπέκαμνον, ἀλλὰ φθάνοντες εἰς ἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπεικάζοντες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶ βεβαίως τηροῦντες.

Plutarchus de vitando aere alieno 7 p. 830d. ὅσον τὸ φρόνημα τἀνδρός, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου.

Seneca epist. 44, 3. Cleanthes aquam traxit et rigando horto locavit manus. — epist. 6, 6. Zenonem Cleanthes non expressisset, si tantummodo audisset; vitae eius interfuit, secreta perspexit, observavit illum, an ex formula sua viveret.

Quintilianus Instit. orat. XII 7, 9. cum et Socrati collatum sit ad victum et Zenon, Cleanthes, Chrysippus mercedes a discipulis acceptaverint.

Ind. Stoic. Herc. col. XIX. οὐκ ἐκόμισας, ἔφη, τὸ πρσσταχθέν καὶ προσό(μοια) | διε(λ)έχθη καὶ τῇ κατό|πιν, ἕως παρέσ(χεν αὐτὸν) | φέρειν καὶ τὸ ὅ(λον, εἶτ’) | ἀποδοὺς ἐκέλε(υσεν τοῖς) | γονεῦσι ἐκπέμψαι. (Δι)|ὸ καί τινες τοῦτον (οὐκ) | ὄντα πλούσιο(ν) ὡς (φι|λ)άργυρον ἐμέμφ(ον)| το..

Philosophus, qui mercedem a discipulo exigit, Cleanthes est.

Stobaeus Floril. XVII 28 (Vol. I p. 496 Hense). Αἰλιανοῦ ἐκτῆς συμμίκτου ἱστορίας· Χρύσιππος ὁ Σολεὺς ἐποιεῖτο τὸν βίον ἐκ πάνυ ὀλίγων, Κλεάνθης δὲ καὶ ἀπὸ ἐλαττόνων.

Plutarchus de adul. et amico 11 p. 55c. καὶ Βάτωνι τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου διηλλάγη.

Ind. Stoic. Herc. col XXII. (αὐτὸν παραιτεῖσθαι, ὥστε τῇ σχολῇ πάλιν ἐ)|πιτρέπειν χρῆ(σθ)αι· | (δι)αλέξ(ασθ)αι δὲ (π)ρὸς | (Ἀρ)κεσίλαν καὶ (φάναι πρῶ|το)ν μέρος εὐημ(ερ)ία(ς τοῦ|τ’) εἶναι, σκοπεῖν (τι)ν̣α̣ (τὰ | κα)θ’ αὑτόν. καὶ συν(ή)κον|(τα) δὲ Ἀρκεσίλᾳ τὴ(ν..|...)ν ὑποδεῖξαι. Καὶ μ(ηδ|ὲ)ν ἀμφοτέρους (μηδὲ) | περὶ τὸ(ν) Σωσίθε(ο)ν πο| λυπρα(γμ)ονεῖν. Ἦν δὲ... etc.

Agitur de Batone comico (Plut. de adul. et am. 11); qui cum Cleanthi in comoedia maledixisset, Arcesilaus schola ei interdixit, ipso autem Cleanthe intercedente, cum contumeliam excusavisset, rursus admisit. Similis est causa Sosihei (Diog. Laërt. VII 173).

Ind. Stoic. Herc. col. XXIV. καὶ διὰ τ(οῦτ)ο πλείοσιν | ὁμιλῶν. (ὡ)ς δέ τις εἰρηκὼς ἀνηγγέλη· τοῦτ’ ἧν ὁ Κλεάνθης, ὡς περὶ τὰς σπονδὰς ἑκάστῳ μικρὸν ἀπα(ρ)χόμενος, πλατῦναι δὲ τὸν λόγον οὐδέποτ’ ἐθέλων ἢ οὐ (δυ)νάμενος ἐπεὶ παρατ(υγ)χά | νοντ’ εἶδεν αὐτόν, (εἰ)πών τι πρὸς τὸ πρῶτ(ο)ν τε|(θέ)ν, συμ.... etc.

Haec quoque ad Arcesilanum refero, malum carmen in Cleanthem factum ulciscentem.

Ind. Stoic. Herc. col. XX... ροιτ...... τὸν ὁμο|(ει)δῆ μά̣(χεσθαι τρό)π̣ον, | (εἴ)ρηται μ̣(ὲ)ν̣ κα̣(ὶ) Ζή|(ν)ωνι περὶ τῶν (τοι|ού)των καὶ γέ(γραπται | μὲ)ν καὶ Ζήνων(ι, ἀσ)|τεῖα δ’ εὐφημ(οῦντος) | πρὸς τοὺς π(ρο)γεν(εσ|τέ)ρους τῶ(ν φιλ)ο̣σό|(φ)ων· καὶ τι.. χαρισ| (α)μένων

Cleanthi videtur opprobrio verti, quod in scholis vel libris antiquis philosophis maledixerit; neque enim Zenonis magistri exemplo hoc defendi.

Diogenes Laërt. VII 176. καὶ τελευτᾷ (ὁ Κλεάνθης) τόνδε τὸν τρόπον. διῴδησεν αὐτῷ τὸ οὖλον· ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς, ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν· τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλ’ εἰπόντα ἤδη αὐτῷ προωδοποιῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθὰ φασί τινες, [ὀγδοήκοντα] ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα.

Lucianus Macrob. 19. Κλεάνθης δὲ ὁ Ζήνωνος μαθητὴς καὶ διάδοχος ἐννέα καὶ ἐνενήκοντα οὗτος γεγονὼς ἔτη φῦμα ἔσχεν ἐπὶ τοῦ χείλους, καὶ ἀποκαρτερῶν, ἐπελθόντων αὐτῷ παρ’ ἑταίρων τινῶν γραμμάτων προσενεγκάμενος τροφὴν καὶ πράξας περὶ ὧν ἠξίουν οἱ φίλοι, ἀποσχόμενος αὖθις τροφῆς ἐξέλιπε τὸν βίον.

Ind. Stoic. Herc. col. XXVI. (ἐπεὶ — — —)σαν, ἔτυχεν δ’ αὐ|(τ)ῷ μ(ικρὸ)ν πρὸ τῆς τε|λευτ(ῆ)ς ἐξάνθημα γε|νόμενον περὶ τὸ χεῖλος, | ὃ τοῖς ἰατρο(ῖς ἐδόκει κα)|κόηθες εἶν(αι).. δι.... |βουν τό τ’ ἄσχ(ημον ὑποφέ)|ρειν, Διονυ(σίῳ εἶπε και)|ρὸν εἶναι τὴ(ν ζωὴν ἐκτε) λεῖν· συνήθε(ις δ’ οὖν καὶ) | γνώριμου(ς........... ( πε)ρὶ τῶν κ..... — col. XXVII. ζητεῖν, μήποτ’ οὐκ ἄ|ξιον αὐτοῦ, φιλόζωον | δ’ ἢ ταπεινόν. καὶ ταῦτ’ εἰ| πὼν καὶ μείνας εὐδαί|(μων) etc.

De Cleanthis morbo extremo cf. Luc. Macrob. 19. Diog. Laërt. VII 176. Ad col. XXVII adnotat Buecheler: mandat Cleanthes ut successorem quaerant non vitae cupidum sectantemque humilia, sed suis moribus dignum. mihi videtur Cleanthes de se ipso loqui, e. gr. δεδοικέναι δ’ ἔφη τὸ ἐπιβιῶναι ζητεῖν etc.

Ind. Stoic. Herc col. XXVIII 8. ἀλγήσας) | δ’ οὐ μικρ(ὸν τοῦ βίου) | ἀπηλλάγ(η ἐπ’ ἄρχοντος Ἰ)|άσονος.

col. XXIX. (γεγονέναι Κλε)|άνθην ἐπ’ ἄρχον(τος) | Ἀριστοφάνους κα(ὶ) | τὴν σχολὴν δια(κατα)|σχεῖν ἐπ’ ἔτη (τ)ριάκ(ον)|τα καὶ (δύο).

Col. XXVIII. quae posui, recte a Comparettio suppleta esse puto; cetera huius columnae, quia incertiora sunt, exscribere nolui.

Col. XXIX. Aristophanes archon fuit 331/0; δύο in fine scriptum esse, Gompersius probavit.

Galenus ὅτι αἱ ποιότητες ἀσώματοι 2 Vol. XIX p. 467K. οὔ φημι δεῖν ἓν καὶ ταὐτὸν εἶναι νομίζειν τὸ ἔχον τῷ ἐχομένῳ· οὔτε γὰρ Κλεάνθης ἦν φῦμα, ἐπεὶ συμβεβήκει τοῦτ’ αὐτῷ κατὰ τὸ νόσημα, οὔτε Χρύσιππος ἔτι δ’ Ἐπίκουρος στραγγουρία, ἐπειδὴ ἐκ τούτου τοῦ πάθους αὐτοῖς συνέβη καταστρέψαι τὸν βίον. οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν etc.

Strabo XIII p. 610. ἐντεῦθεν (scil. ex Asso) ἦν Κλεάνθης, ὁ Στωϊκὸς φιλόσοφος, ὁ διαδεξάμενος τὴν Ζήνωνος τοῦ Κιτιέως σχολήν, καταλιπὼν δὲ Χρυσίππῳ τῷ Σολεῖ.

Cicero Acad. Pr. II 73. Quis hunc philosophum (scil. Democritum) non anteponit Cleanthi, Chrysippo, reliquis inferioris aetatis? qui mihi cum illo collati quintae classis videntur.

Diogenes Laërt. VII 174. Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε· περὶ χρόνου περὶ τῆς [τοῦ] Ζήνωνος φυσιολογίας δύο τῶν Ἡρακλείτου ἐξηγήσεις τέσσαρα περὶ αἰσθήσεως περὶ τέχνης πρὸς Δημόκριτον πρὸς Ἀρίσταρχον (n. 500) πρὸς Ἥριλλον περὶ ὁρμῆς δύο ἀρχαιολογία περὶ θεῶν (n. 543) περὶ γιγάντων περὶ ὑμεναίου περὶ τοῦ ποιητοῦ (n. 526̈. 535. 549. 592) περὶ τοῦ καθήκοντος τρία περὶ εὐβουλίας περὶ χάριτος (n. 578-580) προτρεπτικός (n. 567?) περὶ ἀρετῶν περὶ εὐφυΐας περὶ Γοργίππου περὶ φθονερίας περὶ ἔρωτος περὶ ἐλευθερίας ἐρωτικὴ τέχνη περὶ τιμῆς περὶ δόξης πολιτικός περὶ βουλῆς περὶ νόμων περὶ τοῦ δικάζειν περὶ ἀγωγῆς περὶ τοῦ λόγου τρία περὶ τέλους περὶ καλῶν περὶ πράξεως περὶ ἐπιστήμης περὶ βασιλείας περὶ φιλίας περὶ συμποσίου περὶ τοῦ ὅτι ἡ αὐτὴ ἀρετὴ [καὶ] ἀνδρὸς καὶ γυναικός περὶ τοῦ τὸν σοφὸν σοφιστεύειν περὶ χρειῶν διατριβῶν δύο περὶ ἡδονῆς (n. 558. 530. 552) περὶ ἰδίων περὶ τῶν ἀπόρων περὶ διαλεκτικῆς περὶ τρόπων περὶ κατηγορημάτων Ταῦτα αὐτῷ τὰ βιβλία.

Diogenes Laërt. VII 41. ὁ δὲ Κλεάνθης ἓξ μέρη φησί type="subhead" rend="center">scil. τοῦ κατὰ φιλοσοφίαν λόγου) διαλεκτικόν, ῥητορικόν, ἠθικόν, πολιτικόν, φυσικόν, θεολογικόν.

Arrianus Epict. Diss. I 17, 11. ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καί, ὡς ἄν τις εἴποι, μετρητικὰ καὶ στατικά (scil. τὰ λογικὰ). τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης; Ἀντισθένης δʼ οὐ λέγει;

Sextus adv. math. VII 228. φαντασία οὖν ἐστὶ κατʼ αὐτοὺς τύπωσις ἐν ψυχῇ. περὶ ἧς εὐθὺς καὶ διέστησαν· Κλεάνθης μὲν γὰρ ἤκουσε τὴν τύπωσιν κατὰ εἰσοχήν τε καὶ ἐξοχήν, ὥσπερ καὶ ⟨τὴν⟩ διὰ τῶν δακτυλίων γιγνομένην τοῦ κηροῦ τύπωσιν. — ib 372. εἰ γὰρ τ ύπωσίς ἐστιν ἐν ψυχῇ ἡ φαντασία, ἤτοι κατʼ ἐξοχὴν καὶ εἰσοχὴν τύπωσίς ἐστιν, ὡς οἱ περὶ τὸν Κλεάνθην νομίζουσιν, ἢ κατ ὰ ψιλὴν ἑτεροίωσιν γίνεται κ. τ. λ. — ib. VIII 400. Κλεάνθους μὲν κυρίως ἀκούοντος τὴν μετὰ εἰσοχῆς καὶ ἐξοχῆς νοουμένην (τύπωσιν). — ib. Pyrrh. hypotyp. II 70. ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγεμονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος, ὥ ς φασιν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ’ εἰσοχὴν καὶ ἐξοχήν, ὡς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν, οὔτε [κατὰ] τὴν τερατολογουμένην ἑτεροιωτικήν.

Varro de lingua lat. V 9. quod si summum gradum non attigero, tamen secundum praeteribo, quod nom solum ad Aristophanis sed etiam ad Cleanthis lucubravi.

Secundus gradus explanatur § 7. quo grammatica escendit antiqua, quae os tendit quemadmodum quodque poeta finxerit verbum, confinxerit, declinarit.

Philodem. de musica col. 28, 1 p. 79 Kemke: εἰ μ(ὴ τὸ π)αρὰ Κλεάν(θ)ει λέ|γειν (τάχ)α θελήσουσ(ι)ν, ὅς φησιν (ἀ|μείνο(νά) τε εἶναι τὰ ποιητικὰ | καὶ μ(ου σ)ικὰ παραδείγματα | καί, τοῦ (λόγ)ου τοῦ τῆς φιλοσο|φίας ἱκανῶ(ς) μὲν ἐξαγ(γ)έλ|λειν δυναμένου τὰ θε(ῖ)α καὶ | ἀ(ν)θ(ρ)ώ(πινα), μὴ ἔχον(τ)ος δὲ | ψειλοῦ τῶν θείων μεγεθῶν | λέξεις οἰκείας, τὰ μέτρ(α) καὶ | τὰ μέλη καὶ τοὺς ῥυθμοὺς | ὡς μάλιστα προσικνεῖσθαι | πρὸς τὴν ἀλήθειαν τῆς τῶν | θείων θ(ε)ωρίας.

Nomen Cleanthis etiam p. 57, 3 Kemke agnoscitur, sed sententia nulla.

Seneca Epist. 108, 10.Nam, ut dicebat Cleanthes, quemadmodum spiritus noster clariorem sonum reddit, cum illum tuba, per longi canalis angustias tractum, patentiore novissimo exitu effudit; sic sensus nostros clariores carminis arta necessitas efficit.

Clemens Alex. Strom. VIII 9, 26 p. 930 P. λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσι Κλεάνθης καὶ Ἀρχέδημος.

Arrianus Epict. Diss. II 19, 1-4. ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται· κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ [τὸ] πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι, καὶ τῷ δυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν, καὶ τῷ [μὴ] δυνατὸν εἶναι ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται· συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυοῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ μηδὲν εἶναι δυνατὸν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται. λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυοῖν ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται· καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστι· καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν ’Αντίπατρος. οἱ δὲ τἄλλα δύο, ὅτι δυνατόν τ’ ἐστὶν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται· καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν· δυνατῷ δ’ ἀδύνατον ἀκολουθεῖ. τὰ τρία δ’ ἐκεῖνα τηρῆσαι ἀμήχανον, διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην.

Cic. de Fato 7, 14. omnia enim vera in praeteritis necessaria sunt, ut Chrysippo placet, dissentienti a magistro Cleanthe, quia sunt immutabilia nec in falsum e vero praeterita possunt convertere.

Olympiodorus in Plat. Gorg. p. 53 (ed. Jahn nov. ann. philol. suppl. XIV p. 239, 240). Κλεάνθης τοίνυνλέγει ὅτι τέχνη ἐστὶν ἕξις ὁδῷ πάντα ἀνύουσα.

Quintil. Inst. Or. II 17, 41. nam sive, ut Cleanthes voluit, ars est potestas viam, id est ordinem efficiens. — Cf. Zeno n. 72sq.

Quintilianus Inst. Or. II 15, 34—35. huic eius substantiae maxime conveniet finitio rhetoricen esse bene dicendi scientiam. nam et orationis omnes virtutes semel complectitur, et protinus etiam mores oratoris, cum bene dicere non possit nisi bonus. idem valet Chrysippi finis ille ductus a Cleanthe scientia recte dicendi.

Cicero de finibus IV 7. Quamquam scripsit artem rhetoricam Cleanthes — sed sic ut siquis obmutescere concupierit, nihil aliud legere debeat.

Diogenes Laërt. VII 134. δοκεῖ δ’ αὐτοῖς ἀρχὰς εἶναι τῶν ὅλων δύο, τὸ ποιοῦν καὶ τὸ πάσχον. τὸ μὲν οὖν πάσχον εἶναι τὴν ἄποιον οὐσίαν, τὴν ὕλην, τὸ δὲ ποιοῦν τὸν ἐν αὐτῇ λόγον, τὸν θεόν. τοῦτον γὰρ ἀίδιον ὄντα διὰ πάσης αὐτῆς δημιουργεῖν ἕκαστα. τίθησι δὲ τὸ δόγμα τοῦτο... Κλεάνθης ἐν τῷ περὶ τῶν ἀτόμων.

Syrianus ad Ar. Metaph. (Aristot. Berol. Vol. V) 892b 14—23. ὡς ἄρα τὰ εἰδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν οὔτε πρὸς τὴν χρῆσιν τῆς τῶν ὀνομάτων συνηθείας παρήγετο, ὡς Χρύσιππος καὶ Ἀρχέδημος καὶ οἱ πλείους τῶν Στωικῶν ὕστερον ᾠήθησαν... οὐ μὴν οὐδ’ ἐννοήματά εἰσι παρ’ αὐτοῖς αἱ ἰδέαι, ὡς Κλεάνθης ὕστερον εἴρηκεν.

Hermiae Irris. Gent. Phil. 14 (DDG p. 654). ἀλλ’ ὁ Κλεάνθης ἀπὸ τοῦ φρέατος ἐπάρας τὴν κεφαλὴν καταγελᾷ σου τοῦ δόγματος καὶ αὐτὸς ἀνιμᾷ τὰς ἀληθεῖς ἀρχάς, θεὸν καὶ ὕλην. καὶ τὴν μὲν γῆν μεταβάλλειν εἰς ὕδωρ, τὸ δὲ ὕδωρ εἰς ἀέρα, τὸν δὲ ἀέρα ⟨ἄνω⟩ φέρεσθαι, τὸ δὲ πῦρ εἰς τὰ περίγεια χωρεῖν, τὴν δὲ ψυχὴν δι’ ὅλου τοῦ κόσμου διήκειν, ἧς μέρος μετέχοντας ἡμᾶς ἐμψυχοῦσθαι.

Probus ad Verg. Ecl. 6, 31 p. 10 Keil. Omnem igitur hanc rerum naturae formam tenui primum et inani mole dispersam refert (scil. Vergilius) in quattuor elementa concretam et ex his omnia esse postea effigiata. ⟨Ita⟩ Stoici tradunt Zenon Citiaeus et Speusippus (leg. Chrysippus) Soleus et Cleanthes Thasius (leg. Assius).

Stobaeus Ecl. I 17, 3 p. 153, 7 W. (Arii Did. fr. 38 Diels). Κλεάνθης δὲ οὕτω πώς φησιν· ἐκφλογισθέντος τοῦ παντὸς συνίζειν τὸ μέσον αὐτοῦ πρῶτον, εἶτα ⟨κατὰ⟩ τὰ ἐχόμενα ἀποσβέννυσθαι δι’ ὅλου. τοῦ δὲ παντὸς ἐξυγρανθέντος, τὸ ἔσχατον τοῦ πυρός, ἀντιτυπήσαντος αὐτῷ τοῦ μέσου, τρέπεσθαι πάλιν ⟨ποιεῖν⟩ εἰς τοὐναντίον, εἶθ’ οὕτω τρεπομένου ἄνωθέν φησιν αὔξεσθαι καὶ ἄρχεσθαι διακοσμεῖν τὸ ὅλον· καὶ τοιαύτην περίοδον αἰεὶ καὶ διακόσμησιν ποιουμένου τὸν ἐν τῇ τῶν ὅλων οὐσίᾳ τόνον μὴ παύεσθαι. ὥσπερ γὰρ ἑνός τινος τὰ μέρη πάντα φύεται ἐκ σπερμάτων ἐν τοῖς καθήκουσι χρόνοις, οὕτω καὶ τοῦ ὅλου τὰ μέρη, ὧν καὶ τὰ ζῷα καὶ τὰ φυτὰ ὄντα τυγχάνει, ἐν τοῖς καθήκουσι χρόνοις φύεται. καὶ ὥσπερ τινὲς λόγοι τῶν μερῶν εἰς σπέρμα συνιόντες μίγνυνται καὶ αὖθις διακρίνονται γινομένων τῶν μερῶν, οὕτως ἐξ ἑνός τε πάντα γίνεσθαι καὶ ἐκ πάντων [εἰς] ἒν συγκρίνεσθαι, ὁδῷ καὶ συμφώνως διεξιούσης τῆς περιόδου.

Aëtius I 14, 5 (DDG p. 312b). Κλεάνθης μόνος τῶν Στωικῶν τὸ πῦρ ἀπεφήνατο κωνοειδές.

Eusebius praep. evang. XV 15, 7 (Ar. Did. fr. 29 Diels p. 465). ἡγεμονικὸν δὲ τοῦ κόσμου Κλεάνθει μὲν ἤρεσε τὸν ἥλιον εἶναι διὰ τὸ μέγιστον τῶν ἄστρων ὑπάρχειν καὶ πλεῖστα συμβάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ ἐνιαυτὸν ποιοῦντα καὶ τὰς ἄλλας ὥρας.

Ps. Censorin. I 4 p. 75, 14 Jahn. et constat quidem (mundus) quattuor elementis terra aqua igne aere. cuius principalem solem quidam putant, ut Cleanthes. — Diogenes Laërt. VII 139. Aëtius II 4, 16 (DDG p. 332b). Κλεάνθης ὁ Στωικὸς ἐν ἡλίῳ ἔφησεν εἶναι τὸ ἡγεμονικὸν τοῦ κόσμου. — Cicero Acad. pr. II 126. Cleanthes, qui quasi maiorum est gentium Stoicus, Zenonis auditor, solem dominari et rerum potiri putat.

Plutarchus de facie in orbe lunae c. 6, 3 p. 923a. Ἀρίσταρχον ᾤετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας, ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι ⟨τὰ⟩ φαινόμενα σώζειν ἁνὴρ ἐπειρᾶτο, μένειν τὸν οὐρανὸν ὑποτιθέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην.

Aëtius II 20, 4 (DDG p. 349b). Κλεάνθης ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης τὸν ἥλιον.

Cicero de nat. deor. III 37. Quid enim? non eisdem vobis placet omnem ignem pastus indigere nec permanere ullo modo posse, nisi alitur: ali autem solem, lunam, reliqua astra aquis, alia dulcibus, alia marinis? eamque causam Cleanthes adfert cur se sol referat nec longius progrediatur solstitiali orbi itemque brumali, ne longius discedat a cibo. — Macrobius Sat. I 23, 2. ideo enim, sicut et Posidonius et Cleanthes affirmant, solis meatus a plaga, quae usta dicitur, non recedit, quia sub ipsa currit Oceanus, qui terram ambit et dividit.

Aëtius II 23, 5 (DDG p. 353a). Οἱ Στωϊκοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διέρχεσθαι τὸν ἥλιον· ὠκεανὸς δέ ἐστιν ἢ γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται.

Clemens Alex. Strom. V 8, 48 p. 674 P. οὐκ ἀνέγνωσαν δ’ οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὃς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ· ἐν γὰρ ταῖς ἀνατολαῖς, ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον εἰς τὴν ἐναρμόνιον πορείαν [τὸ φῶς] ἄγει.

Cf. Plut. de Pyth. orac. c. 16 fin. ὕστερον μέντοι πλῆκτρον ἀνέθηκαν τῷ θεῷ χρυσοῦν, ἐπιστήσαντες, ὡς ἔοικε, Σκυθίνῳ λέγοντι περὶ τῆς λύρας, ἣν ἁρμόζεται Ζηνὸς εὐειδὴς Ἀπόλλων, πᾶσαν ἀρχὴν καὶ τέλος συλλαβών· ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος.

Cornutus ep. 32 (de Apolline i. e. de Sole locutus). μουσικὸς δὲ καὶ κιθαριστὴς παρεισῆκται τῷ κρούειν ἐναρμονίως πᾶν μέρος τοῦ κόσμου καὶ συνῳδὸν αὐτὸν πᾶσι τοῖς [ἄλλοις] μέρεσι ποιεῖν, μηδεμιᾶς αὐτῶν ἐκμελείας ἐν τοῖς οὖσι θεωρουμένης, ἀλλὰ καὶ τὴν τῶν χρόνων πρὸς ἀλλήλους συμμετρίαν ἐπ’ ἄκρον ὡς ἐν ῥυθμοῖς τηροῦντος αὐτοῦ καὶ τὰς τῶν ζῴων φωνάς, ὡς αὖ τοὺς τῶν ἄλλων σωμάτων ψόφους, ἰδίᾳ ⟨διὰ⟩ τὸ ξηραίνεσθαι χρησίμως ὑπ’ ⟨αὐτοῦ⟩ τὸν ἀέρα ἀποδιδόντος καὶ δαιμονίως ἡρμόσθαι πρὸς τὰς ἀκοὰς ποιοῦντος.

Cicero de nat. deor. II 40. atque ea (sidera) quidem tota esse ignea duorum sensuum testimonio confirmari Cleanthes putat, tactus et oculorum. nam solis et candor illustrior est quam ullius ignis, quippe qui immenso mundo tam longe lateque colluceat, et is eius tactus est, non ut tepefaciat solum, sed etiam saepe comburat. quorum neutrum faceret, nisi esset igneus. ergo, inquit cum sol igneus sit Oceanique alatur humoribus, quia nullus ignis sine pastu aliquo posset permanere, necesse est aut ei similis sit igni, quem adhibemus ad usum atque victum, aut ei, qui corporibus animantium continetur. — 41. atqui hic noster ignis, quem usus vitae requirit, confector est et consumptor omnium idemque, quocumque invasit, cuncta disturbat ac dissipat. contra ille corporeus vitalis et salutaris omnia conservat, alit, auget, sustinet sensuque adficit. negat ergo esse dubium, horum ignium sol utri similis sit, cum is quoque efficiat, ut omnia floreant et in suo quaeque genere pubescant. quare cum solis ignis similis eorum ignium sit, qui sunt in corporibus animantium, solem quoque animantem esse oportet, et quidem reliqua astra, quae oriantur in ardore caelesti, qui aether vel caelum nominatur.

Geminus elem. astron. Petav. Uranolog. p. 53. ὑπὸ τὴν διακεκαυμένην ζώνην τινὲς τῶν ἀρχαίων ἀπεφήναντο, ὧν ἐστι καὶ Κλεάνθης ὁ Στωικὸς φιλόσοφος, ὑποκεχύσθαι μεταξὺ τῶν τροπικῶν τὸν ὠκεανόν.

Stobaeus Ecl. I 26, 1 i p. 219, 14 W. (Arii Did. fr. 34 Diels). Κλεάνθης πυροειδῆ τὴν σελήνην, πιλοειδῆ δὲ τῷ σχήματι.

Aëtius II 16, 1 (DDG p. 345a 16). Ἀναξαγόρας Δημόκριτος Κλεάνθης ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας. — Galen. hist. phil. 58 (DDG p. 625, 9). Ἀ. καὶ Δ. καὶ Κλεάνθης ἀπὸ ἀνατολῶν εἰς δυσμὰς φέρεσθαι τοὺς ἀστέρας νομίζουσιν.

Aëtius lI 14, 2 (DDG p. 343). οἱ μὲν ἄλλοι ⟨Στωικοὶ⟩ σφιαιρικοὺς αὐτούς, Κλεάνθης δὲ κωνοειδεῖς (scil. τοὺς ἀστέρας). — Galenus hist. phil. 56a (DDG p. 624, 22). Κλεάνθης κωνοειδεῖς (τοὺς ἀστέρας). — Achilles Tat. p. 133c. Κλεάνθης αὐτοὺς (sc. τοὺς ἀστέρας) κωνοειδὲς ἔχειν σχῆμά φησι. — Theodoretus Gr. aff. cur. IV 20. (p. 105, 15 Ra.) κωνοειδεῖς δὲ Κλεάνθης ὁ Στωικός.

Philo de provid. II 48 (p. 79 Aucher). Age interim ponamus inter nos universum ingenitum ac sempiternum, iuxta illud quod suggerit sermo celeberrimorum philosophantium, sicut conscribunt Parmenides, Empedocles, Zeno, Cleanthes aliique divi homines ac velut verus quidam proprieque sacer coetus. Atqui ex ingenita materia quid miramur si pars aliqua generetur aut corrumpatur, partim per providentiam dei, partim ob rerum ordinem? Namque et ceterorum artificum unus quisque materiem generare haud solet, sed quam sibi sumit, eam figurat formatque et artis ordinem ei imponit. — — Quare iuxta huiusmodi hypothesin deus materiam primam non generavit sempiterne, sed materia ad usum sumpta, per eam caelum et terram atque species animalium plantarumque et omnia fecit — —. Quod nihilominus nullatenus impedit esse providentiam, etsi una cum materia mundus ingenitus supponatur. — 49. Quomodo? Quia non solum creare et edere materiam proprium est providentiae, verum etiam conservare moderarique, quod est factum.

Plutarchus de comm. not. 31 p. 1075d. ἔτι τοίνυν ἐπαγωνιζόμενος ὁ Κλεάνθης τῇ ἐκπυρώσει λέγει τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὸν ἥλιον ἐξομοιώσειν πάντα ἑαυτῷ καὶ μεταβαλεῖν εἰς ἑαυτόν. ἀλλ’ ὅτι ⟨καὶ⟩ οἱ ἀστέρες, θεοὶ ὄντες, πρὸς τὴν ἑαυτῶν φθορὰν συνεργοῦσι τῷ ἡλίῳ, συνεργοῦντές τι πρὸς τὴν ἐκπύρωσιν. πολὺς ἂν ⟨οὖν⟩ εἴη γέλως ἡμᾶς περὶ σωτηρίας αὐτοῖς προσεύχεσθαι καὶ σωτῆρας ἀνθρώπων νομίζειν, οἷς κατὰ φύσιν ἐστὶ τὸ σπεύδειν ἐπὶ τὴν αὑτῶν φθορὰν καὶ ἀναίρεσιν.

Philo de Incorr. Mundi cp. 18 (p. 28 Cumont, p. 505 Mang.). μεταβάλλειν δὲ ἢ εἰς φλόγα ἢ εἰς αὐγὴν ἀναγκαῖον (scil. τὸν κόσμον ἐκπυρωθέντα), εἰς μὲν φλόγα, ὡς ᾤετο Κλεάνθης, εἰς δ’ αὐγήν, ὡς ὁ Χρύσιππος.

Stobaeus Ecl. 1 20, 1 e p. 171, 2 W. (Arii Didymi fr. 36 Diels). Ζήνωνι καὶ Κλεάνθει καὶ Χρυσίππῳ ἀρέσκει τὴν οὐσίαν μεταβάλλειν οἷον εἰς σπέρμα τὸ πῦρ, καὶ πάλιν ἐκ τούτου τοιαύτην ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα πρότερον ἧν.

Cicero de nat. deor. II 24. quod quidem Cleanthes his etiam agumentis docet, quanta vis insit caloris in omni corpore: negat enim esse ullum cibum tam gravem, quin is nocte et die concoquatur; cuius etiam in reliquiis inest calor iis, quas natura respuerit. (Fortasse etiam quae antecedunt verba ibid. § 23 ex Cleanthe expressa sunt a Posidonio:) Sic enim res se habet, ut omnia, quae alantur et quae crescant contineant in se vim caloris, sine qua neque ali possent nec crescere. Nam omne, quod est calidum et igneum, cietur et agitur motu suo; quod autem alitur et crescit, motu quodam utitur certo et aequabili; qui quam diu remanet in nobis, tam diu sensus et vita remanet; refrigerato autem et extincto calore occidimus ipsi et extinguimur (secuntur verba supra exscripta).

Cornutus cp. 31. Ἡρακλῆς δ’ ἐστὶν ὁ ἐν τοῖς ὅλοις τόνος, καθ’ ὃν ἡ φύσις ἰσχυρὰ καὶ κραταιά ἐστιν, ἀνίκητος καὶ ἀπεριγένητος οὖσα, μεταδοτικὸς ἰσχύος καὶ τοῖς κατὰ μέρος καὶ ἀλκῆς ὑπάρχων. (deinde de Alcumenae et Amphitryonis filio disputat, cuius facta a recentioribus cum dei factis permixta sint, ὥστε δυσδιάκριτα γεγονέναι τὰ τοῦ θεοῦ ἰδια ἀπὸ τῶν περὶ τοῦ ἥρωος ἱστορουμένων) τάχα δ’ ἂν ἡ λεοντῆ καὶ τὸ ῥόπαλον ἐκ τῆς παλαιᾶς θεολογίας ἐπὶ τοῦτον μετενηνεγμένα εἴη. — — σύμβολον δ’ ἂν ἑκάτερον εἴη ῥώμης καὶ γενναιότητος· ὁ μὲν γὰρ λέων τὸ ἀλκιμώτατον τῶν θηρίων ἐστί, τὸ δὲ ῥόπαλον τὸ καρτερώτατον τῶν ὅπλων. καὶ τοξότης δ’ ἂν ὁ θεὸς παρεισάγοιτο κατά τε τὸ πανταχοῦ διϊκνεῖσθαι καὶ κατὰ τὸ ἔντονόν τι ἔχειν καὶ τὴν τῶν βελῶν φοράν. — — οἰκείως δὲ παρέδοσαν αὐτὸν Κῷοι τῇ Ἥβῃ συνοικοῦντα, ὡς ὁλοσχερέστερον αὖ τὸ ⟨σῶμα ἢ⟩ τὴν διάνοιαν ὄντα. ὡς γάρ ⟨φησιν ὁ Εὐριπίδης⟩ νέων τι δρᾶν μὲν εὐτονώτεραι χέρες, ψυχαὶ δ’ ἀμείνους τῶν γεραιτέρων πολύ. ὑπονοῶ δὲ καὶ τὴν παρ’ Ὀμφάλῃ λατρείαν ἐκείνῳ πιθανώτερον εἶναι προσήκειν, ἐμφαινόντων πάλιν διὰ τούτου τῶν παλαιῶν ὅτι καὶ τοὺς ἰσχυροτάτους ὑποτάττειν δεῖ ἑαυτοὺς τῷ λόγῳ καὶ τὰ ὑπὸ τούτου προσταττόμενα ποιεῖν, εἰ καὶ θηλύτερόν τι κατὰ τὴν θεωρίαν καὶ τὴν λογικὴν σκέψιν προσπίπτει, τῆς ὀμφῆς, ἣν οὐκ ἀτόπως ἂν δόξαιεν Ὀμφάλην προσηγορευκέναι. Τοὺς δὲ δώδεκα ἄθλους ἐνδέχεται μὲν ἀναγαγεῖν οὐκ ἀλλοτρίως ἐπὶ τὸν θεόν, ὡς καὶ Κλεάνθης ἐποίησεν· οὐ δεῖ δὲ δοκεῖν πανταχοῦ τὸ εὑρεσίλογον πρεσβεύειν.

Plutarchus πότερα τῶν ζῴων φρονιμώτερα cp. 11 p. 967e. ὁ μὲν οὗν Κλεάνθης ἔλεγε, καίπερ οὐ φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ θεωρίᾳ παρατυχεῖν· μύρμηκας ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέραν μύρμηκα νεκρὸν φέροντας· ἀνιόντας οὖν ἐκ τῆς μυρμηκιᾶς ἑτέρους οἷον ἐντυγχάνειν αὐτοῖς καὶ πάλιν κατέρχεσθαι· καὶ τοῦτο δὶς ἢ τρὶς γενέσθαι· τέλος δὲ τοὺς μὲν κάτωθεν ἀνενεγκεῖν ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, τοὺς δʼ ἐκεῖνον ἀραμένους, ἀποδόντας δὲ τὸν νεκρὸν οἴχεσθαι. — Aelianus Nat. An. VI 50. Κλεάνθην τὸν Ἄσσιον κατηνάγκασε καὶ ἄκοντα εἶξαι καὶ ἀποστῆναι τοῖς ζῴοις τοῦ καὶ ἐκεῖνα λογισμοῦ μὴ διαμαρτάνειν, ἀντιλέγοντα ἰσχυρῶς καὶ κατὰ κράτος, ἱστορία τοιαύτη, φασίν. ἔτυχεν ὁ Κλεάνθης καθήμενος καὶ μέντοι καὶ σχολὴν ἄγων μακροτέραν ἄλλως· οὐκοῦν μύρμηκες παρὰ τοῖς ποσὶν ἦσαν αὐτῷ πολλοί· ὁ δὲ ἄρα ὁρᾷ ἐξ ἀτραποῦ τινος ἑτέρας νεκρὸν μύρμηκα μύρμηκας ἄλλους κομίζοντας εἰς οἶκον ἑτέρων καὶ ἑαυτοῖς οὐ συντρόφων, καὶ ἐπί γε τῷ χείλει τῆς μυρμηκιᾶς ἑστῶτας αὐτῷ νεκρῷ, καὶ ἀνιόντας κάτωθεν ἑτέρους καὶ συνόντας τοῖς ξένοις ὡς ἐπί τινι, εἶτα κατιόντας τοὺς αὐτούς, καὶ πλεονάκις τοῦτο· καὶ τελευτῶντας σκώληκα, οἱονεὶ λύτρα, κομίσαι· τοὺς δὲ ἐκεῖνον μὲν λαβεῖν, προέσθαι δὲ ὅνπερ οὖν ἐπήγοντο νεκρόν· καὶ ἐκείνους ὑποδέξασθαι ἀσμένως, ὡς υἱὸν κομιζομένους ἢ ἀδελφόν.

Clem. Alex. Strom. VII 6 33 p. 849 P. διὸ καὶ Κλεάνθης φησὶν ἀνθʼ ἁλῶν αὐτοὺς (scil. τοὺς ὗς) ἔχειν τὴν ψυχήν, ἵνα μὴ σαπῇ τὰ κρέα. Cf. Vol. II p. 206.

Stobaeus Floril. 4, 90 Vol. l p. 240 Hense. Κλεάνθης ἔφη τοὺς ἀπαιδεύτους μόνῃ τῇ μορφῇ τῶν θηρίων διαφέρειν.

Idem Stob. Ecl. II 31, 64 p. 212, 22 W.

Tertullianus de An. c. 5. vult et Cleanthes non solum corporis lineamentis, sed et animae notis similitudinem parentibus in filios respondere de speculo, scilicet morum et ingeniorum et adfectuum: corporis autem similitudinem et dissimilitudinem capere: et animam itaque corpus, similitudini vel dissimilitudini obnoxiam. item corporalium et incorporalium passiones inter se non communicare. porro et animam compati corpori, cui laeso ictibus, vulneribus, ulceribus condolescit, et corpus animae, cui adflictae cura, angore, amore coaegrescit, per detrimentum socii vigoris, cuius pudorem et pavorem rubore atque pallore testetur. igitur anima corpus ex corporalium passionum communicatione.

Nemesius de nat. hom. p. 32. ὁ Κλεάνθης τοιόνδε πλέκει συλλογισμόν· οὐ μόνον, φησίν, ὅμοιοι τοῖς γονεῦσι γινόμεθα κατὰ τὸ σῶμα ἀλλὰ καὶ κατὰ τὴν ψυχὴν τοῖς πάθεσι, τοῖς ἤθεσι, ταῖς διαθέσεσι. σώματος δὲ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, οὐχὶ δὲ ἀσωμάτου, σῶμα ἄρα ἡ ψυχή... ἔτι δὲ ὁ Κλεάνθης φησίν· οὐδὲν ἀσώματον συμπάσχει σώματι, οὐδὲ ἀσωμάτῳ σῶμα, ἀλλὰ σῶμα σώματι· συμπάσχει δὲ ἡ ψυχὴ τῷ σώματι νοσοῦντι καὶ τεμνομένφ· καὶ τὸ σῶμα τῇ ψυχῇ· αἰσχυνομένης γοῦν ἐρυθρὸν γίνεται καὶ φοβουμένης ὠχρόν· σῶμα ἄρα ἡ ψυχή.

Tertullianus de An. c. 25. unde oro te similitudine animae quoque parentibus de ingeniis respondemus secundum Cleanthis testimonium, si non ex animae semine educimur? Cf. Panaetium ap. Cic. Tusc. I 79.

Eusebius praep. evang. XV 20, 2 (Ar. Did. fr. 39 Diels). περὶ δὲ ψυχῆς Κλεάνθης μὲν τὰ Ζήνωνος δόγματα παρατιθέμενος πρὸς σύγκρισιν τὴν πρὸς τοὺς ἄλλους φυσικούς φησιν, ὅτι Ζήνων τὴν ψυχὴν λέγει αἰσθητικὴν ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. βουλόμενος γὰρ ἐμφανίσαι, ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται, εἴκασεν αὐτὰς τοῖς ποταμοῖς λέγων οὕτως ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιῤῥεῖ. καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται. ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων· αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει etc. — Cf. Zeno n. 141.

Longinus ap. Euseb. praep. evang. XV 21, 3. Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν δικαίως οὕτω σφόδρα ὑβριστικῶς περὶ αὐτῆς (scil. ψυχῆς) διαλεχθεῖσι καὶ ταὐτὸν ἄμφω τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. — Theodoret. gr. aff. cur. V 27 p. 130, 2 Ra. ἄμφω γὰρ (Ζήνων καὶ Κλεάνθης) τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν.

Galenus de Hippocr. et Plat. plac. II 8 (V p. 283 K., p. 248 ed. Iu. Mueller). εἰ δέ γε ἕποιτο (scil. Διογένης ὁ Βαβυλώνιος) Κλεάνθει καὶ Χρυσίππῳ καὶ Ζήνωνι τρέφεσθαι μὲν ἐξ αἵματος φήσαντι τὴν ψυχήν, οὐσίαν δʼ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα etc.

Diogenes Laërt. VII 157. Κλεάνθης μὲν οὖν πάσας ἐπιδιαμένειν (scil. τὰς ψυχὰς) μέχρι τῆς ἐκπυρώσεως, Χρύσιππος δὲ τὰς τῶν σοφῶν μόνον.

Aëtius IV 5, 11 (DDG p. 392b 1). Πυθαγόρας, Ἀναξαγόρας, Πλάτων, Ξενοκράτης, Κλεάνθης θύραθεν εἰσκρίνεσθαι τὸν νοῦν. qui hoc de Cleanthe dixit, philosophum male intellexisse videtur.

Scholiasta ad. Nic. Ther. 447, p. 36, 12 Keil. κραντῆρες λέγονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀποπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων φύονται οἱ ὀδόντες οὗτοι. Κλεάνθης δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ. νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρονιστῆρες δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν ἡμᾶς.

Seneca Epist. 113, 18. inter Cleanthem et discipulum eius Chrysippum non convenit quid sit ambulatio: Cleanthes ait spiritum esse a principali usque in pedes permissum; Chrysippus ipsum principale.

Apollonius soph. lex. Homer. p. 114 ed Bekk. s. v. μῶλυ (κ 305) Κλεάνθης δὲ ὁ φιλόσοφος ἀλληγορικῶς φησι δηλοῦσθαι τὸν λόγον, δι ʼοὗ μωλύονται αἱ ὁρμαὶ καὶ τὰ πάθη.

Epictet. Man. c. 53. ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμὶ διατεταγμένος, ὡς ἕψομαί γʼ ἄοκνος· ἢν δέ γε μὴ θέλω κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι.

Vs. 1 affert Arrian. Epict. diss. II 23, 42 III 22, 95 IV 4, 34. Vs. 1. 2 idem IV 1, 131. Seneca Epist. 107, 10. et sic adloquamur Iovem cuius gubernaculo moles ista dirigitur, quemadmodum Cleanthes noster versibus disertissimis adloquitur; quos mihi in nostrum sermonem mutare permittitur Ciceronis disertissimi riri exemplo. si placuerint, boni consules; si displicuerint, scies me in hoc secutum Ciceronis exemplum. duc, o parens celsique dominator poli, quocumque placuit: nulla parendi mora est. adsum impiger. fac nolle, comitabor gemens, malusque patiar, quod pati licuit bono. ducunt volentem fata, nolentem trahunt.

Cicero de nat. deor. II 13-15. Cleanthes quidem noster quattuor de causis dixit in animis hominum informatas deorum esse notiones. primam posuit eam, de qua modo dixi, quae orta esset ex praesensione rerum futurarum; alteram, quam ceperimus ex magnitudine commodorum, quae percipiuntur caeli temperatione, fecunditate terrarum, aliarumque commoditatum complurium copia; 14. tertiam quae terreret animos fulminibus, tempestatibus, nimbis, nivibus, grandinibus, vastitate, pestilentia, terrae motibus et saepe fremitibus, lapideisque imbribus et guttis imbrium quasi cruentis, tum labibus aut repentinis terrarum hiatibus, tum praeter naturam hominum pecudumque portentis, tum facibus visis caelestibus, tum stellis iis, quas Graeci cometas, nostri cincinnatas vocant... tum sole geminato ... quibus exterriti homines vim quandam esse caelestem et divinam suspicati sunt. 15. quartam causam esse, eamque vel maximam, aequabilitatem motus conversionum〈que〉 caeli, solis, lunae, siderumque omnium distinctionem, varietatem, pulch ritudinem, ordinem, quarum rerum aspectus ipse satis indicaret non esse ea fortuita. — Cic. de nat. deor. III 16. nam Cleanthes, ut dicebas, quattuor modis formatas in animis hominum putat deorum esse notiones. unus is modus est... qui est susceptus ex praesensione rerum futurarum. alter ex perturbationibus tempestatum et reliquis motibus. tertius ex commoditate rerum quas percipimus et copia. quartus ex astrorum ordine caelique constantia.

Sextus adv. math. IX 88. ὁ δὲ Κλεάνθης οὕτως συνηρώτα· εἰ φύσις φύσεώς ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη φύσις· εἰ ψυχὴ ψυχῆς ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη ψυχή· καὶ εἰ ζῷον τοίνυν κρεῖττόν ἐστι ζῴου, εἴη ἄν τι κράτιστον ζῷον. οὐ γὰρ εἰς ἄπειρον ἐκπίπτειν πέφυκε τὰ τοιαῦτα. ὥσπερ οὖν οὔτε ἡ φύσις ἐδύνατο ἐπʼ ἄπειρον αὔξεσθαι κατὰ τὸ κρεῖττον οὔθ’ ἡ ψυχή, οὐδὲ τὸ ζῷον. (89) ἀλλὰ μὴν ζῷον ζῴου κρεῖττόν ἐστιν, ὡς ἵππος χελώνης, εἰ τύχοι, καὶ ταῦρος ὄνου καὶ λέων ταύρου· πάντων δὲ σχεδὸν τῶν ἐπιγείων ζῴων καὶ σωματικῇ καὶ ψυχικῇ διαθέσει προέχει τε καὶ κρατιστεύει ὁ ἄνθρωπος. τοίνυν κράτιστον ἂν εἴη ζῷον καὶ ἄριστον. (9Ο) καί⟨τοι⟩ οὐ πάνυ τι ὁ ἄνθρωπος κράτιστον εἶναι δύναται ζῷον, οἷον εὐθέως ὅτι διὰ κακίας πορεύεται τὸν πάντα χρόνον, εἰ δὲ μή γε, τὸν πλεῖστον (καὶ γὰρ εἴ ποτε περιγένοιτο ἀρετῆς, ὀψὲ καὶ πρὸς ταῖς τοῦ βίου δυσμαῖς περιγίγνεται), ἐπίκηρόν τʼ ἐστὶ καὶ ἀσθενὲς καὶ μυρίων δεόμενον βοηθημάτων, καθάπερ τροφῆς καὶ σκεπασμάτων καὶ τῆς ἄλληλης τοῦ σώματος ἐπιμελείας, πικροῦ τινος τυράννου τρόπον ἐφεστῶτος ἡμῖν καὶ τὸν πρὸς ἡμέραν δασμὸν ἀπαιτοῦντος, καὶ εἰ μὴ παρέχοιμεν ὥστε λούειν αὐτὸ καὶ ἀλείφειν καὶ περιβάλλειν καὶ τρέφειν, νόσους καὶ θάνατον ἀπειλοῦντος. ὥστε οὐ τέλειον ζῷον ὁ ἄνθρωπος, ἀτελὲς δὲ καὶ πολὺ κεχωρισμένον τοῦ τελείου. (91) τὸ δὲ τέλειον καὶ ἄριστον κρεῖττον μὲν ἂν ὑπάρχοι ἀνθρώπου καὶ πάσαις ταῖς ἀρεταῖς συμπεπληρωμένον καὶ παντὸς κακοῦ ἀνεπίδεκτον· τοῦτο δὲ οὐ διοίσει θεοῦ. ἔστιν ἄρα θεός. — cf. Cic. de nat. deor. II 33-36.

Cicero de nat. deor. I 37. Cleanthes autem, qui Zenonem audivit una cum eo, quem proxime nominavi (scil. Aristone), tum ipsum mundum deum dicit esse, tum totius naturae menti atque animo tribuit hoc nomen, tum ultimum et altissimum atque undique cicumfusum et extremum omnia cingentem atque complexum ardorem, qui aether nominetur, certissimum deum iudicat; idemque quasi delirans in iis libris, quos scripsit contra voluptatem, tum fingit formam quandam et speciem deorum, tum divinitatem omnem tribuit astris, tum nihil ratione censet divinius.

Philodemus περὶ εὐσεβ. c. 9 (DDG p. 544). λόγον ἡγούμ⟨ενον τῶν⟩ ἐν 〈τ〉ῷ κόσ〈μῳ〉.

Cicero de nat. deor. I 37. tum nihil ratione censet esse divinius.

Philodemi frustulum ad Cleanthen probabiliter refertur, cum propter locum, quem inter fragmenta obtinet (p. 75 Gomp.) tum propter Ciceronis similitudinem; qui huuc locum libris κατὰ τῆς ἡδονῆς tribuit.

Aëtius I 7, 17 (DDG p. 302b 15). Διογένης…

Ci…

The complete text is available when the reading interface loads.