Fragmenta
- Edition reference
- Fragmenta, ed. F. Wehrli, Klearchos [Die Schule des Aristoteles vol. 3, 2nd edn. Basel: Schwabe, 1969]: 9–40.
- CTS identifier
urn:cts:greekLit:tlg1270.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
Athenaeus IX 393 a: περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστο-
ρεῖ Κλέαρχος ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος πολιτείᾳ
μαθηματικῶς εἰρημένων γράφων οὕτως: οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν,
ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου βρόχον θῇ, τρέχοντες πρὸς
τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον. καὶ περὶ τῶν
κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις: καὶ τοῖς κολοιοῖς δὲ διὰ
τὴν φυσικὴν φιλοστοργίαν, καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν, ὅμως ὅταν
ἐλαίου κρατὴρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες
ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσιν. διόπερ ἐλαιοβρόχων γενομένων ἡ τῶν
πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως.
4
Plutarch. De animae procreatione 1022 c: ὑποδεδειγμένων δὲ
τούτων, τὸ μὲν συμπληροῦν τὰ διαστήματα καὶ παρεντάττειν τὰς μεσότητας, εἰ
καὶ μηδεὶς ἐτύγχανε πεποιηκὼς πρότερον, ὑμῖν ἂν αὐτοῖς ἕνεκα γυμνασίας παρ-
ῆκα. νῦν δὲ πολλοῖς κἀγαθοῖς ἀνδράσιν ἐξειργασμένου τούτου, μάλιστα δὲ Κράν-
τορι καὶ Κλεάρχῳ καὶ Θεοδώρῳ τοῖς Σολεῦσι, μικρὰ περὶ τῆς τούτων διαφορᾶς
εἰπεῖν οὐκ ἄχρηστόν ἐστιν. ὁ γὰρ Θεόδωρος οὐχ ὡς ἐκεῖνοι δύο στίχους ποιῶν,
ἀλλ' ἐπὶ μιᾶς εὐθείας ἐφεξῆς τούς τε διπλασίους ἐκτάττων καὶ τοὺς τριπλασίους,
πρῶτον μὲν ἰσχυρίζεται τῇ λεγομένῃ κατὰ μῆκος σχίσει τῆς οὐσίας, δύο ποιούσῃ
μοίρας ὡς ἐκ μιᾶς, οὐ τέσσαρας ἐκ δυοῖν. ἔπειτά φησι τὰς τῶν μεσοτήτων παρεν-
τάξεις οὕτω λαμβάνειν προσήκειν χώραν. εἰ δὲ μή, ταραχὴν καὶ σύγχυσιν ἔσεσθαι
καὶ μεταστάσεις εἰς τὸ πρῶτον, εὐθὺς τριπλάσιον ἐκ τοῦ πρώτου διπλασίου τῶν
συμπληρούντων ἑκάτερον ὀφειλόντων. τοῖς δὲ περὶ τὸν Κράντορα βοηθοῦσιν αἵ
τε θέσεις τῶν ἀριθμῶν, ἐπιπέδων ἐπιπέδοις καὶ τετραγώνων τετραγώνοις καὶ
κύβων κύβοις ἀντιθέτως συζυγούντων, τῇ τε μὴ κατὰ τάξιν αὐτῶν λήψει, ἀλλ'
ἐναλλὰξ ἀρτίων καὶ [δευτέρα] † περιττῶν †
5
Clemens Stromata I cap. XV 70, 2 (Euseb. Praep. evang.
IX 6, 2): Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστο-
τέλει συνεγένετο.
6
Iosephus Adv. Apionem I 22 (cf. Euseb. Praep. evang. IX 5):
ὅτι δὲ οὐ μόνον ἠπίσταντο τοὺς Ἰουδαίους, ἀλλὰ καὶ ἐθαύμαζον ὅσοις αὐτῶν
ἐντύχοιεν οὐχ οἱ φαυλότατοι τῶν Ἑλλήνων, ἀλλ' οἱ ἐπὶ σοφίᾳ μάλιστα τεθαυ-
μασμένοι, ῥᾴδιον γνῶναι. Κλέαρχος γὰρ ὁ Ἀριστοτέλους ὢν μαθητὴς καὶ τῶν ἐκ
τοῦ Περιπάτου φιλοσόφων οὐδενὸς δεύτερος ἐν τῷ πρώτῳ περὶ ὕπνου βιβλίῳ
φησὶν Ἀριστοτέλην τὸν διδάσκαλον αὐτοῦ περί τινος ἀνδρὸς Ἰουδαίου ταῦτα
ἱστορεῖν, αὐτῷ τε τὸν λόγον Ἀριστοτέλει ἀνατίθησι. ἐστὶ δ' οὕτω γεγραμμένον:
ἀλλὰ τὰ μὲν πολλὰ μακρὸν ἂν εἴη λέγειν, ὅσα δ' ἔχει τῶν ἐκείνου θαυμασιότητά
τινα καὶ φιλοσοφίαν, ὁμοίως διελθεῖν οὐ χεῖρον. σαφῶς δ' ἴσθι, εἶπεν, Ὑπερ-
οχίδη, ὀνείροις ἴσα σοὶ δόξω λέγειν. καὶ ὁ Ὑπεροχίδης εὐλαβούμενος: δι' αὐτὸ
γάρ, ἔφη, τοῦτο καὶ ζητοῦμεν ἀκοῦσαι πάντες. οὐκοῦν, εἶπεν ὁ Ἀριστοτέλης, κατὰ
τὸ τῶν ῥητορικῶν παράγγελμα τὸ γένος αὐτοῦ πρῶτον διέλθωμεν, ἵνα μὴ ἀπει-
θῶμεν τοῖς τῶν ἀπαγγελιῶν διδασκάλοις. λέγε, εἶπεν ὁ Ὑπεροχίδης, οὕτως εἰ δοκεῖ.
κἀκεῖνος τοίνυν τὸ μὲν γένος ἦν Ἰουδαῖος ἐκ τῆς Κοίλης Συρίας, οὗτοι δ' εἰσὶν
ἀπόγονοι τῶν ἐν Ἰνδοῖς φιλοσόφων. καλοῦνται δέ, ὥς φασιν, οἱ φιλόσοφοι παρὰ
μὲν Ἰνδοῖς Καλανοί, παρὰ δὲ Σύροις Ἰουδαῖοι, τοὔνομα λαβόντες ἀπὸ τοῦ τόπου.
προσαγορεύεται γὰρ ὃν κατοικοῦσι τόπον Ἰουδαία. τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα
πάνυ σκολιόν ἐστιν, Ἱερουσαλήμην γὰρ αὐτὴν καλοῦσιν. οὗτος οὖν ὁ ἄνθρωπος ἐπι-
ξενούμενός τε πολλοῖς κἀκ τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους ὑποκαταβαί-
νων Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον ἀλλὰ καὶ τῇ ψυχῇ. καὶ τότε διατριβόντων
ἡμῶν περὶ τὴν Ἀσίαν παραβαλὼν εἰς τοὺς αὐτοὺς τόπους ἅνθρωπος ἐντυγχάνει
ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικῶν πειρώμενος αὐτῶν τῆς σοφίας. ὡς δὲ
πολλοῖς τῶν ἐν παιδείᾳ συνῳκείωτο, παρεδίδου τι μᾶλλον ὧν εἶχεν. ταῦτ' εἴρηκεν
ὁ Ἀριστοτέλης παρὰ τῷ Κλεάρχῳ, καὶ προσέτι πολλὴν καὶ θαυμάσιον καρτερίαν τοῦ
Ἰουδαίου ἀνδρὸς ἐν τῇ διαίτῃ καὶ σωφροσύνην διεξιών. ἔνεστι δὲ τοῖς βουλομέ-
νοις ἐξ αὐτοῦ τὸ πλέον γνῶναι τοῦ βιβλίου. φυλάττομαι γὰρ ἐγὼ τὰ πλείω τῶν
ἱκανῶν παρατίθεσθαι. Κλέαρχος μὲν οὖν ἐν παρεκβάσει ταῦτ' εἴρηκεν, τὸ γὰρ
προκείμενον αὐτῷ ἦν [καθ'] ἕτερον, οὕτως ἡμῶν μνημονεύσας.
7
Proclus in Platonis Rem publicam II p. 122, 22 Kroll: ὅτι δὲ
καὶ ἐξιέναι τὴν ψυχὴν καὶ εἰσιέναι δυνατὸν εἰς τὸ σῶμα δηλοῖ καὶ ὁ παρὰ τῷ
Κλεάρχῳ τῇ ψυχουλκῷ ῥάβδῳ χρησάμενος ἐπὶ τοῦ μειρακίου τοῦ καθεύδοντος
καὶ πείσας τὸν δαιμόνιον Ἀριστοτέλη, καθάπερ ὁ Κλέαρχος ἐν τοῖς περὶ ὕπνου
φησίν, περὶ τῆς ψυχῆς, ὡς ἄρα χωρίζεται τοῦ σώματος καὶ ὡς εἴσεισιν εἰς τὸ
σῶμα καὶ ὡς χρῆται αὐτῷ οἷον καταγωγίῳ. τῇ γὰρ ῥάβδῳ πλήξας τὸν παῖδα τὴν
ψυχὴν ἐξείλκυσεν καὶ οἷον ἄγων δι' αὐτῆς πόρρω τοῦ σώματος ἀκίνητον ἐνέδειξε
τὸ σῶμα καὶ ἀβλαβὲς σῳζόμενον ἀναισθητεῖν πρὸς 〈τὰς πληγὰς τῶν〉 γναπτόν-
των ὅμοιον ἀψύχῳ. ἐκείνην δὲ μεταξὺ διενεχθεῖσαν πόρρω τοῦ σώματος ἐγγύθεν
αὐτῆς ἀγομένης πάλιν τῆς ῥάβδου μετὰ τὴν εἴσοδον ἀπαγγέλλειν ἕκαστα. τοιγαρ-
οῦν ἐκ τούτων πιστεῦσαι τούς τε ἄλλους τῆς τοιαύτης ἱστορίας θεατὰς καὶ τὸν
Ἀριστοτέλην χωριστὴν εἶναι τοῦ σώματος τὴν ψυχήν. τοῦτο μὲν οὖν ὅπερ λέγω,
τὸ τὴν ψυχὴν ἐξιέναι τε δύνασθαι τοῦ σώματος καὶ αὖθις εἰσιέναι καὶ ἔμπνουν
ποιεῖν ὅπερ ἀπελελοίπει, ταῦτά τε δηλοῖ πάλαι τοῖς ἡγεμόσιν τοῦ Περιπάτου γε-
γραμμένα καὶ κτλ.
8
Proclus in Platonis Rem publicam II p. 113, 19 Kroll: καὶ γὰρ
ἐφ' ἡμῶν τινες ἤδη καὶ ἀποθανεῖν ἔδοξαν καὶ μνήμασιν ἐνετέθησαν καὶ ἀνεβίω-
σαν καὶ ὤφθησαν οἱ μὲν ἐγκαθήμενοι τοῖς μνήμασιν, οἱ δὲ καὶ 〈ἐφ〉εστῶτες·
καθάπερ δὴ καὶ ἐπὶ τῶν πάλαι γεγονότων ἱστοροῦνται καὶ Ἀριστέας ὁ Προκον-
νήσιος καὶ Ἑρμότιμος ὁ Κλαζομένιος καὶ Ἐπιμενίδης ὁ Κρὴς μετὰ θάνατον ἐν
τοῖς ζῶσιν γενόμενοι. καὶ τί δεῖ πολλὰ λέγειν; ὅπου γε καὶ ὁ μαθητὴς Ἀριστοτέ-
λους Κλέαρχος ἱστορίαν τινὰ τοιαύτην πρῶτος παραδέδωκεν θαυμασίαν. Κλεώ-
νυμος ὁ Ἀθηναῖος, φιλήκοος ἀνὴρ τῶν ἐν φιλοσοφίᾳ λόγων, ἑταίρου τινὸς αὐτῷ
τελευτήσαντος περιαλγὴς γενόμενος καὶ ἀθυμήσας ἐλιποψύχησέν τε καὶ τεθνάναι
δόξας τρίτης ἡμέρας οὔσης κατὰ τὸν νόμον προυτέθη. περιβάλλουσα δὲ αὐτὸν
ἡ μήτηρ καὶ πανύστατον ἀσπαζομένη, τοῦ προσώπου θοἰμάτιον ἀφελοῦσα καὶ
καταφιλοῦσα τὸν νεκρὸν ᾔσθετο βραχείας ἀναπνοῆς αὐτῷ τινος ἐγκειμένης.
περιχαρῆ δὲ αὐτὴν γενομένην ἐπισχεῖν τὴν ταφήν. τὸν δὲ Κλεώνυμον ἀναφέροντα
κατὰ μικρὸν ἐγερθῆναι καὶ εἰπεῖν ὅσα τε ἐπειδὴ χωρὶς ἦν τοῦ σώματος καὶ οἷα
ἴδοι καὶ ἀκούσειεν. τὴν μὲν οὖν αὑτοῦ ψυχὴν φάναι παρὰ τὸν θάνατον οἷον ἐκ
δεσμῶν δόξαι τινῶν ἀφειμένην τοῦ σώματος παρεθέντος μετέωρον ἀρθῆναι, καὶ
ἀρθεῖσαν ὑπὲρ γῆς ἰδεῖν τόπους ἐν αὐτῇ παντοδαποὺς καὶ τοῖς σχήμασι καὶ τοῖς
χρώμασιν καὶ ῥεύματα ποταμῶν ἀπρόσοπτα ἀνθρώποις· καὶ τέλος ἀφικέσθαι
εἴς τινα χῶρον ἱερὸν τῆς Ἑστίας, ὃν περιέπειν δαιμονίας δυνάμεις ἐν γυναικῶν
μορφαῖς ἀπεριηγήτοις. εἰς δὲ ἐκεῖνον αὑτὸν τὸν τόπον καὶ ἄλλον ἀφικέσθαι ἄν-
θρωπον καὶ ἀμφοῖν τὴν αὐτὴν γενέσθαι φωνήν, μένειν τε ἡσυχῇ καὶ ὁρᾶν τὰ
ἐκεῖ πάντα. καὶ δὴ καὶ ὁρᾶν ἄμφω ψυχῶν ἐκεῖ κολάσεις τε καὶ κρίσεις καὶ τὰς
ἀεὶ καθαιρομένας καὶ τὰς τούτων ἐπισκόπους Εὐμενίδας. ἔπειτα κελευσθῆναι
ἀποχωρεῖν, καὶ ἀποχωρήσαντας ἀλλήλους ἐπανερέσθαι τίνες εἶεν, καὶ εἰπεῖν
ἀλλήλοις τὰ ὀνόματα καὶ τὰς πατρίδας, τὸν μὲν Ἀθήνας καὶ Κλεώνυμον, τὸν δὲ
Συρακούσας καὶ Λυσίαν, καὶ ἀλλήλοις παρακελεύσασθαι ζητῆσαι πάντως ἑκάτε-
ρον, ἐὰν εἰς τὴν θατέρου πόλιν ἀφίκηται, τὸν ἀπ' ἐκείνης ὡρμημένον. καὶ μετὰ
χρόνον οὐ πολὺν ἐλθεῖν μὲν Ἀθήναζε τὸν Λυσίαν, πόρρωθεν δὲ αὐτὸν ἰδόντα
τὸν Κλεώνυμον ἀναβοῆσαι τοῦτον εἶναι τὸν Λυσίαν, καὶ τοῦτον ὡσαύτως ἐπι-
γνῶναί τε πρὶν προσέλθῃ καὶ τοῖς παροῦσιν εἰπεῖν τοῦτον εἶναι τὸν Κλεώνυμον.
9
Theodoret. Graec. affect. curatio V 18: Κλέαρχος δὲ τῶν τεττά-
ρων εἶναι στοιχείων τὴν ἁρμονίαν (sc. τὴν ψυχήν).
11
Schol. Platon. Leges 739 a: παρὰ παροιμίας φησὶ τῆς κινήσω
τὸν ἀφ' ἱερᾶς, ἣ τέτακται ἐπὶ τῶν τὴν ἐσχάτην βοήθειαν κινούντων. μετείληπται
δὲ ἀπὸ τῶν πεττευόντων, παρὰ τούτοις γὰρ κεῖταί τις ψῆφος οἷον ἱερὰ καὶ
ἀκίνητος, θεῶν νομιζομένη, ὥς φησιν Κλέαρχος ἐν Ἀρκεσίλᾳ.
12
Eustath. In Homer. α 107 p. 1397, 34: Κλέαρχος τοῖς πέντε
φησὶ πλάνησιν ἀναλογεῖν (sc. τοὺς πεσσούς).
13
Diogenes Laert. I 9: Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τῷ περὶ παιδείας
καὶ τοὺς Γυμνοσοφιστὰς ἀπογόνους εἶναι τῶν Μάγων φησίν.
14
Hesych. s. v. Μανέρως (cf. Pollux IV 54): τοῦτόν φασιν
Αἰγύπτιον ὁμολογῆσαι πρῶτον παρὰ Μουσῶν διδαχθέντα, καὶ διὰ τοῦτο πᾶσιν
ἀνὰ στόμα γενέσθαι, ὡς Κλέαρχος ἐν τοῖς περὶ παιδείας ἱστορεῖ.
15
Athenaeus XV 697 f: Κλέαρχος, ὦ λῷστε, ἐν δευτέρῳ περὶ
παιδείας οὑτωσί φησιν: λείπεται τίς ὁ συρβηνέων χορός, ὧν ἕκαστον τὸ δο-
κοῦν ἑαυτῷ κατᾷσαι δεῖ, προσέχοντα οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι
τὸν χορόν, ἀλλ' 〈οὗτος〉 αὐτὸς πολὺ τούτων ἀτακτότερός ἐστιν θεατής.
16
Athenaeus XIII 611 b: συνελόντι δὲ εἰπεῖν κατὰ τὸν Σολέα
Κλέαρχον οὐ καρτερικὸν βίον ἀσκεῖτε, κυνικὸν δὲ τῷ ὄντι ζῆτε, καίτοι τοῦ ζῴου
τούτου ἐν τέτταρσι τὴν φύσιν περιττὴν ἔχοντος, ὧνπερ ὑμεῖς τὰ χείρω μερισά-
μενοι τηρεῖτε. αἰσθήσει τε γὰρ τῇ κατ' ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ
ἀλλότριον θαυμαστόν, καὶ τῷ συνανθρωπίζον οἰκουρὸν εἶναι καὶ φυλακτικὸν
τοῦ τῶν εὖ δρώντων βίου πάντων περιττότατον. ὧν οὐδέτερον πρόσεστιν ὑμῖν
τοῖς τὸν κυνικὸν βίον μιμουμένοις. οὔτε γὰρ συνανθρωπίζετε οὔτε διαγινώσκετε
οὐδένα τῶν ὁμιλούντων, αἰσθήσει τε πολλῷ ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκ-
τως ζῆτε. λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος, ἔτι δὲ ταλαιπώρου
καὶ γυμνοῦ τὸν βίον, ἄμφω ταῦτα μελετᾶτε, κακολόγοι καὶ βοροὶ πρός τε τού-
τοις ἄνοικοι καὶ ἀνέστιοι βιοῦντες.
17
Athenaeus XII 533 e: Κλέαρχος δὲ ἐν πρώτῳ περὶ φιλίας τὸν
Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν 〈ἂν〉
ἔφησεν, εἰ τοῦτον φίλων πληρώσειεν.
18
Athenaeus VIII 349 f: Κλέαρχος δ' ἐν δευτέρῳ περὶ φιλίας
Στρατόνικος, φησίν, ὁ κιθαριστὴς ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα
προσφέρειν αὑτῷ πιεῖν. οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω.
19
Athenaeus VI 255 c: Κλέαρχος δ' ὁ Σολεὺς ἐν τῷ ἐπιγραφο-
μένῳ Γεργιθίῳ καὶ πόθεν ἡ ἀρχὴ τοῦ ὀνόματος τῶν κολάκων παρῆλθεν διη-
γεῖται [καὶ] αὐτὸν τὸν Γεργίθιον ὑποτιθέμενος, ἀφ' οὗ τὸ βιβλίον ἔχει τὴν ἐπι-
γραφήν, ἕνα γεγονότα τῶν Ἀλεξάνδρου κολάκων. διηγεῖται δὲ οὕτως, τὴν
κολακείαν ταπεινὰ ποιεῖν τὰ ἤθη τῶν κολάκων καταφρονητικῶν ὄντων τῶν περὶ
αὐτούς. σημεῖον δὲ τὸ πᾶν ὑπομένειν εἰδότας οἷα τολμῶσι. τὰ δὲ τῶν κολακευο-
μένων ἐμφυσωμένων τῇ κολακείᾳ χαῦνα καὶ κενὰ ποιοῦσαν 〈αὐτήν〉, πάντα ἐν
ὑπεροχῇ παρ' αὐτοῖς ὑπολαμβάνεσθαι κατασκευάζεσθαι. ἑξῆς τε διηγούμενος
περί τινος μειρακίου Παφίου μὲν τὸ γένος, βασιλέως δὲ τὴν τύχην, τοῦτο, φησί,
τὸ μειράκιον (οὐ λέγων αὐτοῦ τοὔνομα) κατέκειτο δι' ὑπερβάλλουσαν τρυφὴν
ἐπὶ ἀργυρόποδος κλίνης ὑπεστρωμένης Σαρδιανῇ ψιλοτάπιδι τῶν πάνυ πολυτε-
λῶν. ἐπεβέβλητο δ' αὐτῷ πορφυροῦν ἀμφίταπον Ἀμοργίνῳ καλύμματι περιει-
λημμένον. προσκεφάλαια δ' εἶχε τρία μὲν ὑπὸ τῇ κεφαλῇ βύσσινα παραλουργῆ,
δι' ὧν ἠμύνετο τὸ καῦμα, δύο δ' ὑπὸ τοῖς ποσὶ ὑσγινοβαφῆ τῶν Δωρικῶν κα-
λουμένων. ἐφ' ὧν κατέκειτο 〈ἐν〉 λευκῇ χλανίδι.
παραδεδεγμένοι δ' εἰσὶ πάντες οἱ κατὰ τὴν Κύπρον μόναρχοι τὸ τῶν εὐγε-
νῶν κολάκων γένος ὡς χρήσιμον· πάνυ γὰρ τὸ κτῆμα τυραννικόν ἐστι. καὶ
τούτων οἷον Ἀρεοπαγιτῶν τινων οὔτε τὸ πλῆθος οὔτε τὰς ὄψεις ἔξω τῶν ἐπι-
φανεστάτων οἶδεν οὐδείς. διῃρημένων δὲ διχῇ κατὰ συγγένειαν τῶν ἐν τῇ
Σαλαμῖνι κολάκων, ἀφ' ὧν εἰσιν οἱ κατὰ τὴν ἄλλην Κύπρον κόλακες, τοὺς μὲν
Γεργίνους, τοὺς δὲ Προμάλαγγας προσαγορεύουσιν. ὧν οἱ μὲν Γεργίνοι συνα-
ναμιγνύμενοι τοῖς κατὰ τὴν πόλιν ἔν τε τοῖς ἐργαστηρίοις καὶ ταῖς ἀγοραῖς
ὠτακουστοῦσι κατασκόπων ἔχοντες τάξιν, ὅτι δ' ἂν ἀκούσωσιν ἀναφέρουσιν
ἑκάστης ἡμέρας πρὸς τοὺς καλουμένους ἄνακτας. οἱ δὲ Προμάλαγγες ζητοῦσιν
ἄν τι τῶν ὑπὸ τῶν Γεργίνων προσαγγελθέντων οὐκ ἀνάξιον εἶναι ζητήσεως
δόξῃ, ὄντες τινὲς ἐρευνηταί. καὶ τούτων οὕτως ἔντεχνος καὶ πιθανὴ πρὸς ἅπαν-
τας ἡ ἔντευξις, ὥστ' ἔμοιγε δοκεῖ, καθάπερ καὶ αὐτοί φασι, παρ' ἐκείνων εἰς
τοὺς ἔξω τόπους διαδεδόσθαι τὸ σπέρμα τῶν ἐλλογίμων κολάκων. καὶ γὰρ οὐχ
οἷον μετρίως ἐπὶ τῷ πράγματι σεμνύνονται διὰ τὸ τετιμῆσθαι παρὰ τοῖς βασι-
λεῦσιν, ἀλλὰ καὶ λέγουσιν ὅτι τῶν Γεργίνων τις ἀπόγονος ὢν τῶν Τρώων
ἐκείνων, οὓς Τεῦκρος ἀπὸ τῶν αἰχμαλώτων κατακτησάμενος εἰς Κύπρον ἔχων
ἀπῴκησεν, οὗτος διὰ τῆς παραλίας μετ' ὀλίγων στείλας ἐπὶ τῆς Αἰολίδος κατὰ
πύστιν ἅμα καὶ οἰκισμὸν τῆς τῶν προγόνων χώρας πόλιν οἰκίσειε περὶ τὴν
Τρωικὴν Ἴδην συμπαραλαβών τινας τῶν Μυσῶν, ἣ πάλαι μὲν ἀπὸ τοῦ γένους
Γέργινα, νῦν δὲ Γέργιθα κέκληται ..... τούτου γάρ, ὡς ἔοικε, τοῦ στόλου τινὲς
ἀποσπασθέντες ἐν τῇ Κυμαίᾳ κατέσχον ἐκ Κύπρου τὸ γένος ὄντες, ἀλλ' οὐκ ἐκ
τῆς Θετταλικῆς Τρίκκης, καθάπερ τινὲς εἰρήκασιν, ὧν ἰατρεῦσαι τὴν ἄγνοιαν
οὐδ' Ἀσκληπιάδαις τοῦτό γε νομίζω δεδόσθαι. γεγόνασι δὲ παρ' ἡμῖν καὶ ἐπὶ
Γλοῦ τοῦ Καρὸς καὶ γυναῖκες ὑπὸ τὰς ἀνάσσας αἱ προσαγορευθεῖσαι κολακίδες.
ἀφ' ὧν ὑπολιπεῖς τινες εἰς τὸ πέραν ἀφικόμεναι μετάπεμπτοι πρός τε τὰς Ἀρτα-
βάζου καὶ τὰς Μέντορος γυναῖκας Κλιμακίδες μετωνομάσθησαν ἀπὸ τοιαύτης
πράξεως· ταῖς μεταπεμψαμέναις ἀρεσκευόμεναι κλίμακα κατεσκεύαζον ἐξ ἑαυ-
τῶν οὕτως ὥστ' ἐπὶ τοῖς νώτοις αὐτῶν τὴν ἀνάβασιν γίγνεσθαι καὶ τὴν κατά-
βασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. εἰς τοῦτο τρυφῆς, ἵνα μὴ ἀθλιότητος
εἴπω, προηγάγοντο τεχνώμεναι τὰς ἀφρονεστάτας. τοιγαροῦν αὗται μὲν ἐκ τῶν
λίαν μαλακῶν ὑπὸ τῆς τύχης μεταβιβασθεῖσαι σκληρῶς ἐβίωσαν ἐπὶ γήρως, αἱ
δέ, τῶν παρ' ἡμῖν ταῦτα διαδεξαμένων, ἐκπεσοῦσαι τῆς ἐξουσίας κατῆραν εἰς
Μακεδονίαν, καὶ τὰς τῶν ἐκεῖ κυρίας τε καὶ βασιλίδας ὃν τρόπον ταῖς ὁμιλίαις
διέθεσαν οὐδὲ λέγειν καλόν, πλὴν ὅτι μαγευόμεναι καὶ μαγεύουσαι ταυροπόλοι
καὶ τριοδίτιδες αὗται πρὸς ἀλήθειαν ἐγένοντο, πλήρεις πάντων ἀποκαθαρμάτων.
τοσούτων ἔοικε καὶ τοιούτων ἡ κολακεία κακῶν αἰτία γενέσθαι τοῖς διὰ τὸ
κολακεύεσθαι προσδεξαμένοις αὐτήν.
προελθὼν δὲ πάλιν ὁ Κλέαρχος καὶ τάδε φησίν: ἀλλ' ἤδη τῇ τούτων χρείᾳ
μέμψαιτ' ἄν τις τὸ μειράκιον, ὥσπερ εἶπον. οἱ μὲν γὰρ παῖδες μικρὸν ἄπωθεν
τῆς κλίνης ἐν χιτωνίσκοις ἕστασαν. τριῶν δ' ὄντων ἀνδρῶν, δι' οὓς δὴ νῦν ὁ
πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρ' ἡμῖν, ὁ μὲν εἷς ἐπὶ τῆς
κλίνης πρὸς ποδῶν καθῆστο τοὺς τοῦ μειρακίου πόδας ἐπὶ τοῖς αὑτοῦ γόνασι
λεπτῷ λῃδίῳ συνημφιακώς. ὃ δὲ ἐποίει δήπου καὶ μὴ λέγοντος οὐκ ἄδηλον.
καλεῖται δ' οὗτος ὑπὸ τῶν ἐγχωρίων Παράβυστος διὰ τὸ καὶ τῶν μὴ παραδεχο-
μένων ὅμως τεχνικώτατα κολακεύων παρεμπίπτειν ἐς τὰς ὁμιλίας. ἅτερος δ' ἦν
ἐπί τινος δίφρου κειμένου παρ' αὐτὴν τὴν κλίνην καὶ τοῦ νεανίσκου τὴν χεῖρα
παρεικότος ἐκκρεμάμενος ταύτης καὶ προσπεπτωκὼς κατέψηχέ τε καὶ τῶν δακ-
τύλων ἕκαστον ἐν μέρει διαλαμβάνων εἷλκέ τε καὶ ἐξέτεινεν. ὥστε τὸν πρῶτον
αὐτὸν ἐπονομάσαντα Σικύαν εὐστόχως εἰρηκέναι δοκεῖν. ὁ δὲ τρίτος ὁ Θὴρ ὁ
γενναιότατος, ὅσπερ ἦν τῆς ὑπηρεσίας πρωταγωνιστής, προσεστηκὼς αὐτῷ κατὰ
κεφαλὴν μετεῖχε τῶν βυσσίνων προσκεφαλαίων ἀποκεκλιμένος εἰς αὐτὰ πάνυ
φιλικῶς. καὶ τῇ μὲν ἀριστερᾷ τὸ τοῦ μειρακίου τριχωμάτιον ἐπικοσμῶν, τῇ δεξιᾷ
δὲ Φωκαικὸν ψῆγμά τι διακινῶν καὶ αἰωρῶν ἡδὺς ἦν, ἀλλ' † οὐκ † ἀποσοβῶν. διὸ
ἐμοὶ δοκεῖν αὐτῷ δαίμων τις ἐλευθέριος νεμεσήσας ἐφίησι [τῷ μειρακίῳ] μυῖαν,
οὐκ ἄλλην ἢ κείνην ἧς καὶ τὴν Ἀθηνᾶν φησιν Ὅμηρος ἐνεῖναι τῷ Μενελάῳ τὸ
θάρσος, οὕτως ἦν ἐρρωμένη καὶ ἄφοβος τὴν ψυχήν. δηχθέντος δὲ τοῦ μειρακίου
τηλικοῦτον ἀνέκραγεν ἅνθρωπος ὑπὲρ ἐκείνου καὶ οὕτως ἠγανάκτησεν ὥστε διὰ
τὴν πρὸς μίαν ἔχθραν ἁπάσας ἐκ τῆς οἰκίας ἤλαυνεν. ὅθεν καὶ φανερὸς ἐγένετο
πρὸς τούτῳ τεταχὼς αὑτόν.
20
Athenaeus VI 258 a: εἴη οὖν ἂν ὁ τοῦ προειρημένου μειρακίου
κόλαξ μαλακοκόλαξ, ὥς φησιν ὁ Κλέαρχος. πρὸς γὰρ τῷ οὕτω κολακεύειν καὶ τὸ
σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαρ-
γανῶν ἑαυτὸν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἱ μὲν παραγκωνιστήν, οἱ δὲ σχη-
ματοθήκην καλοῦσι. κατ' ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός.
γίγνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λό-
γους, οὕτω ποικιλόφωνός τις ἐστίν.
21
Athenaeus VI 255 b: Κλέαρχος δ' ὁ Σολεὺς ἐν τῷ πρώτῳ τῶν
ἐρωτικῶν κόλαξ μὲν οὐδείς, φησί, διαρκεῖ πρὸς φιλίαν. καταναλίσκει γὰρ ὁ χρόνος
τὸ τοῦ προσποιήματος αὐτῶν ψεῦδος. ὁ δ' ἐραστὴς κόλαξ ἐστὶ φιλίας δι' ὥραν
ἢ κάλλος.
22
Athenaeus XIII 564 a: καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ
ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. πρὸς ἀλή-
θειαν γάρ, καθάπερ φησὶ Κλέαρχος ἐν τῷ πρώτῳ τῶν ἐρωτικῶν, Λυκοφρονίδην
εἰρηκέναι φησίν
οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων
τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων
καλὸν τὸ πρόσωπον, ἐὰν μὴ κόσμιον πεφύκῃ.
ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει (fr. 1 D).
23
Athenaeus XIII 605 d: τότε γὰρ καὶ οἱ παῖδές εἰσιν καλοί, ὡς
Γλυκέρα ἔφασκεν ἡ ἑταίρα, ὅσον ἐοίκασι γυναιξὶ χρόνον, καθάπερ ἱστορεῖ Κλέ-
αρχος.
24
Athenaeus XV 669 f: φὴς οὖν: διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν
λύηται ὁ στέφανος, ἐρᾶν λέγονται; πότερον ὅτι ὁ ἔρως τοῦ τῶν ἐρώντων ἤθους
περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκ-
τόν τινα, φησὶ Κλέαρχος ἐν πρώτῳ ἐρωτικῶν, καὶ σημεῖον νομίζουσιν τοῦ καὶ
τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους; ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς
ἄλλα πολλὰ καὶ τοῦτο σημειοῦνταί τινες; ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν
ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ. τοιοῦτος
δ' ἐστὶν ὁ ἔρως· οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ ἐρᾶν ὄντων καλλωπίζονται. εἰ
μὴ ἄρα ἡ φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον
οἴεται δεῖν τοὺς ἐρῶντας μὴ στεφανοῦσθαι πρὶν κρατήσωσιν τοῦ ἔρωτος. τοῦτο
δ' ἔστιν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσιν τῆς ἐπιθυμίας. τὴν
ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιού-
μεθα. ἢ ὁ Ἔρως αὐτὸς οὐκ ἐῶν καθ' αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι
τῶν μὲν τὸν στέφανον περιαιρεῖ, τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων
ὅτι ἡττῶνται ὑπὸ αὐτοῦ· διὸ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. ἢ ὅτι λύεται
μὲν πᾶν τὸ δεδεμένον, ὁ δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν, οὐθένες
γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσιν πλὴν οἱ ἐρῶντες,
τὴν τοῦ στεφάνου δὴ λύσιν σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν
φασιν τοὺς τοιούτους; ἢ διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, ὡς
ἔοικεν, στεφανουμένους περιαιρεῖν αὑτῶν τὸν στέφανον ἀντιστρέφομεν τῇ ὑπο-
νοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου περιρρέοντος εἰ μὴ ἤρων; ἢ ὅτι
ἀναλύσεις περὶ μόνους μάλιστα τοὺς ἐρῶντας καὶ καταδεδεμένους γίνονται, τὴν
δὲ τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι
τοὺς τοιούτους; καταδέδενται γὰρ οἱ ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ
ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται. χαλεπὸν γὰρ ἐπὶ
μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. στεφανοῦσιν δὲ τὰς
τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν καθαπερεί τινος θεοῦ τὰ πρόθυρα [στε-
φανοῦσιν αὐτῶν], ἢ οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στε-
φάνων ἀνάθεσιν τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον ἄγαλμα, τούτου δὲ ναὸν ὄντα
τὴν οἴκησιν στεφανοῦσιν [τὰ τῶν ἐρωμένων πρόθυρα]· διὰ ταῦτα δὲ καὶ θύου-
σιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις. ἢ μᾶλλον ὑφ' ὧν οἴονταί τε καὶ πρὸς
ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ἐσκύλευνται, [καὶ] τούτοις καὶ τὸν τοῦ σώματος
κόσμον ὑπὸ τοῦ πάθους ἐξαγόμενοι [καὶ] σκυλεύοντες ἑαυτοὺς ἀνατιθέασιν. πᾶς
δ' ὁ ἐρῶν τοῦτο δρᾷ μὲν 〈παρόντος〉, μὴ παρόντος δὲ τοῦ ἐρωμένου τοῦ ἐμ-
ποδὼν ποιεῖται τὴν ἀνάθεσιν. ὅθεν Λυκοφρονίδης τὸν ἐρῶντα ἐκεῖνον αἰπόλον
ἐποίησε λέγοντα·
τόδ' ἀνατίθημί σοι ῥόδον,
καλὸν ἄνθημα καὶ πέδιλα καὶ κυνέαν
καὶ τὰν θηροφόνον λογχίδ', ἐπεί μοι νόος ἄλλᾳ κέχυται
ἐπὶ τὰν Χάρισι〈ν〉 φίλαν παῖδα καὶ καλάν (2 D).
25
Athenaeus XII 553 e: Κλέαρχος δ' ὁ Σολεὺς ἐν τοῖς ἐρωτικοῖς
διὰ τί, φησί, μετὰ χεῖρας ἄνθη καὶ μῆλα καὶ τὰ τοιαῦτα φέρομεν; πότερον ὅτι
καὶ διὰ τῆς τούτων ἀγαπήσεως ἡ φύσις μηνύει τοὺς τῆς ὥρας ἔχοντας τὴν ἐπι-
θυμίαν; διὰ τοῦτ' οὖν οἱονεὶ δεῖγμα τῆς ὄψεως τὰ ὡραῖα μετὰ χεῖρας ἔχουσιν καὶ
χαίρουσιν αὐτοῖς; ἢ δυοῖν χάριν ταῦτα περιφέρουσιν; ἀρχή τε γὰρ ἐντυχίας καὶ
παράδειγμα τῆς βουλήσεως αὐτοῖς γίνεται διὰ τούτων, αἰτηθεῖσι μὲν τὸ προσαγο-
ρευθῆναι, δοῦσι δὲ 〈τὸ〉 προυπογράφειν ὅτι δεῖ καὶ αὐτοὺς μεταδιδόναι τῆς ὥρας.
ἡ γὰρ τῶν ὡραίων ἀνθῶν καὶ καρπῶν αἴτησις ...... εἰς ἀντίδοσιν τῆς τοῦ σώ-
ματος ὥρας προκαλεῖται τοὺς λαβόντας. ἢ τὴν τούτων ὥραν παραψυχὴν καὶ παρα-
μυθίαν τῆς ἐπὶ τῶν ἐρωμένων ὥρας ταῖς ἐπιθυμίαις ἔχοντες χαίρουσιν αὐτοῖς.
ἐκκρούεται γὰρ ὑπὸ τῆς τούτων παρουσίας ὁ τῶν ἐρωμένων πόθος. εἰ μὴ ἄρα
τοῦ περὶ αὑτοὺς κόσμου χάριν καθάπερ ἄλλο τι τῶν πρὸς καλλωπισμὸν συντει-
νόντων ἔχουσί τε ταῦτα καὶ χαίρουσιν αὐτοῖς. οὐ γὰρ μόνον στεφανουμένων τοῖς
ὡραίοις ἄνθεσιν, ἀλλὰ καὶ μετὰ χεῖρας ἐχόντων τὸ πᾶν εἶδος ἐπικοσμεῖται· τάχα
δ' ἴσως διὰ τὸ φιλοκάλους εἶναι. δηλοῖ δὲ τὸ τῶν καλῶν ἐρᾶν καὶ πρὸς τὰ ὡραῖα
φιλικῶς ἔχειν. καλὸν γὰρ τὸ τῆς ὀπώρας καὶ τὸ τῆς ὥρας ὄντως πρόσωπον ἔν
τε καρποῖσι καὶ ἄνθεσι θεωρούμενον. ἢ πάντες οἱ ἐρῶντες οἷον ἐκτρυφῶντες
ὑπὸ τοῦ πάθους καὶ ὡριαινόμενοι τοῖς ὡραίοις ἁβρύνονται. φυσικὸν γὰρ δή τι
τὸ τοὺς οἰομένους εἶναι καλοὺς καὶ ὡραίους ἀνθολογεῖν. ὅθεν αἵ τε περὶ τὴν Περ-
σεφόνην ἀνθολογεῖν λέγονται καὶ Σαπφώ φησιν ἰδεῖν ἄνθε' ἀμέργουσαν παῖδ'
ἄγαν ἁπαλάν (fr. 111 D).
26
Athenaeus XIII 605 e: ὑμεῖς δέ, ὦ φιλόσοφοι, κἂν ἐρασθέντες
ποτὲ γυναικῶν ἐν ἐννοίᾳ λάβητε ὡς ἀδύνατόν ἐστι τὸ τυχεῖν, μάθετε 〈ὅτι ἀδυ-
νατοῦσι〉 παύονται οἱ ἔρωτες, ὥς φησι Κλέαρχος. τῇ τε γὰρ περὶ τὴν Πειρήνην
χαλκῇ βοὶ βοῦς ἐπανέβη, καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾷ καὶ χηνὶ τῇ μὲν κύων,
τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν. φανέντων δὲ πᾶσι τού-
τοις ἀδυνάτων ἀπέστησαν, καθάπερ Κλείσοφος ὁ Σηλυμβριανός. οὗτος γὰρ τοῦ
ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλη-
σιάσαι δυνησόμενος. καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸ ἀντίτυπον τοῦ
λίθου, τηνικαῦτα τῆς ἐπιθυμίας ἀπέστη καὶ † προβαλλόμενος τὸ σαρκίον † ἐπλη-
σίασεν. τῆς πράξεως ταύτης μνημονεύει καὶ Ἄλεξις ὁ ποιητὴς ἐν τῷ ἐπιγραφο-
μένῳ δράματι Γραφῇ λέγων ὧδε:
γεγένηται δ', ὡς λέγουσιν, κἀν Σάμῳ
τοιοῦθ' ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
ἄνθρωπος ἐγκατέκλεισέ[ν] θ' αὑτὸν τῷ νεῷ.
(fr. 40 K)
καὶ Φιλήμων τοῦ αὐτοῦ μνημονεύων φησίν:
ἀλλ' ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ
ἄνθρωπος ἠράσθη τις. εἶτ' εἰς τὸν νεὼν
κατέκλεισεν αὑτόν. (fr. 139 K)
27
Athenaeus XIII 606 c: ἐν Αἰγίῳ δὲ παιδὸς ἠράσθη χήν, ὡς Κλέ-
αρχος ἱστορεῖ ἐν πρώτῳ ἐρωτικῶν.
28
Athenaeus XIII 606 c: ἐν δὲ Λευκαδίᾳ φησὶν Κλέαρχος οὕτως
ἐρασθῆναι ταὼν παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν.
29
Athenaeus XIII 573 a: Κλέαρχος δ' ἐν πρώτῳ ἐρωτικῶν Γύγης,
φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέ-
γονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης
συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε μὲν [Λυδίας] τὸ νῦν ἔτι
καλούμενον τῆς ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας ..... ὥστε περιοδεύοντος αὐτοῦ
τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ
πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι.
30
Athenaeus XIII 589 d: Περικλῆς δὲ ὁ Ὀλύμπιος, ὥς φησι Κλέ-
αρχος ἐν πρώτῳ ἐρωτικῶν, οὐχ ἕνεκεν Ἀσπασίας—οὐ τῆς νεωτέρας ἀλλὰ τῆς
Σωκράτει τῷ σοφῷ συγγενομένης—καίπερ τηλικοῦτον ἀξίωμα συνέσεως καὶ
πολιτικῆς δυνάμεως κτησάμενος, οὐ συνετάραξε πᾶσαν τὴν Ἑλλάδα;
31
Athenaeus XIII 590 b: ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ
νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν [περὶ] τῶν καλῶν γυναικῶν κατάλογον. Κλέαρ-
χος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως: Ἐπαμινώνδας δ' ὁ Θηβαῖος σεμνότε-
ρον μὲν τούτων, οὐκ εὐσχημόνως δὲ περὶ τὰς ὁμιλίας ἐσφάλλετο τὴν γνώμην,
εἴ τις θεωροίη τὰ πραχθέντα αὐτῷ περὶ τὴν Λάκωνος γυναῖκα.
32
Athenaeus XIV 619 c: Κλέαρχος δ' ἐν πρώτῳ ἐρωτικῶν νόμιον
καλεῖσθαί τινά φησιν ᾠδὴν ἀπ' Ἠριφανίδος, γράφων οὕτως: Ἠριφανὶς ἡ μελο-
ποιὸς Μενάλκου κυνηγετοῦντος ἐρασθεῖσα ἐθήρευεν μεταθέουσα ταῖς ἐπιθυμίαις.
φοιτῶσα γὰρ καὶ πλανωμένη πάντας τοὺς ὀρείους ἐπεξῄει δρυμούς, ὡς μῦθον
εἶναι τοὺς λεγομένους Ἰοῦς δρόμους. ὥστε μὴ μόνον τῶν ἀνθρώπων τοὺς ἀστορ-
γίᾳ διαφέροντας, ἀλλὰ καὶ τῶν θηρῶν τοὺς ἀνημερωτάτους συνδακρῦσαι τῷ
πάθει, λαβόντας αἴσθησιν ἐρωτικῆς ἐλπίδος. ὅθεν ἐποίησέ τε καὶ ποιήσασα πε-
ριῄει κατὰ τὴν ἐρημίαν, ὥς φασιν, ἀναβοῶσα καὶ ᾄδουσα τὸ καλούμενον νόμιον,
ἐν ᾧ ἐστιν: μακραὶ δρύες, ὦ Μενάλκα.
33
Athenaeus XIV 639 a: Κλέαρχος δὲ ἐν δευτέρῳ ἐρωτικῶν τὰ ἐρω-
τικά φησιν ᾄσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέ-
οντος διαφέρειν.
34
Athenaeus XIII 596 f: ἐπὶ τούτοις ὁ Μυρτίλος μέλλων σιωπᾶν
ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμην ὑμῖν εἰπεῖν τήν τε Ἀντιμάχου Λυδήν,
προσέτι δὲ καὶ τὴν ὁμώνυμον ταύτης ἑταίραν Λυδὴν ἣν ἠγάπα Λαμύνθιος ὁ Μι-
λήσιος. ἑκάτερος γὰρ τούτων τῶν ποιητῶν, ὥς φησι Κλέαρχος ἐν τοῖς ἐρωτικοῖς,
τῆς βαρβάρου Λυδῆς εἰς ἐπιθυμίαν καταστὰς ἐποίησεν ὁ μὲν ἐν ἐλεγείοις, ὁ δ' ἐν
μέλει τὸ καλούμενον ποίημα Λυδήν.
35
Athenaeus II 57 e: ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ' ἡμῖν
καλούμενα ὑπερῷα ᾠά, φησὶ Κλέαρχος ἐν ἐρωτικοῖς, τὴν Ἑλένην φάσκων ἐν
τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ
εἴη γεγεννημένη.
36
Athenaeus IX 389 f: Κλέαρχος δ' ἐν τῷ περὶ τοῦ πανικοῦ οἱ
στρουθοί, φησί, χοἰ πέρδικες, ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προίενται τὴν
γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν.
τούτου δὲ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώ-
τατον δὲ γίνεται περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῆς κάτοπτρον.
προστρέχοντες γὰρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προίενται τὸ σπέρμα,
πλὴν τῶν ἀλεκτρυόνων. τούτους δ' ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προά-
γεται μόνον. ταῦτα μὲν ὁ Κλέαρχος.
37
Athenaeus VI 234 f: Κλέαρχος δ' ὁ Σολεύς, εἷς δ' οὗτος τῶν Ἀρι-
στοτέλους ἐστὶ μαθητῶν, ἐν τῷ πρώτῳ τῶν βίων τάδε γράφει: ἔτι δὲ παράσιτον
νῦν μὲν τὸν ἕτοιμον, τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. ἐν γοῦν τοῖς
παλαιοῖς νόμοις ..... αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις
ἀρχαῖς συγκαταλέγουσι παρασίτους.
38
Athenaeus IV 157 c: Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ὥς φησι
Κλέαρχος ὁ Περιπατητικὸς ἐν δευτέρῳ βίων, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ
τῷ τῇδε βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς
εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις, ἕως ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλέοσι καὶ μείζοσι ἐμπε-
σοῦνται τότε λύμαις. διὸ πάντας εὐλαβουμένους τὴν τῶν κυρίων ἀνάτασιν φο-
βεῖσθαι τοῦ ζῆν ἑκόντας ἐκβῆναι μόνον τε τὸν ἐν τῷ γήρᾳ θάνατον ἀσπασίως
προσίεσθαι, πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς μετὰ τῆς τῶν κυρίων γίγνεσ-
θαι γνώμης.
39
Athenaeus XV 681 c: Κλέαρχος δ' ἐν β' βίων ὅρα, φησίν, τοὺς
τὸ κοσμοσάνδαλον ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτι-
κῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν
ὁ κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ:
οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;
νῦν δ' ὁμηρεύους' ἔχοντες πορφυροῦς κεκρυφάλους (fr. 117 K).
40
Zenobius Cent. IV 87 Λευκηπατίας: Κλέαρχος 〈ἐν〉 τῷ περὶ βίων
φησὶ συμβαίνειν τι περὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ. εἰρῆσθαι οὖν ἐπὶ
τῶν τοιούτων τὴν παροιμίαν.
41
Athenaeus XV 687 a: νῦν δὲ τῶν ἀνθρώπων οὐχ αἱ ὀσμαὶ μόνον,
ὥς φησιν Κλέαρχος ἐν γ' περὶ βίων, ἀλλὰ καὶ αἱ χροιαὶ τρυφερὸν ἔχουσαί τι συν-
εκθηλύνουσι τοὺς μεταχειριζομένους. ὑμεῖς δὲ οἴεσθε τὴν ἁβρότητα χωρὶς ἀρετῆς
ἔχειν τι † τρυφερόν. † καίτοι Σαπφώ, γυνὴ μὲν πρὸς ἀλήθειαν οὖσα καὶ ποιήτρια,
ὅμως ᾐδέσθη τὸ καλὸν τῆς ἁβρότητος ἀφελεῖν λέγουσα ὧδε
ἐγὼ δὲ φίλημμ' ἁβροσύναν [–⏑⏑] τοῦτο καί μοι
τὸ λαμπρὸν ἔρος τὠελίω καὶ τὸ καλὸν λέλογχε (fr. 65 A 25/6 D),
φανερὸν ποιοῦσα πᾶσιν ὡς ἡ τοῦ ζῆν ἐπιθυμία τὸ λαμπρὸν καὶ τὸ καλὸν εἶχεν
αὐτῇ. ταῦτα δ' ἐστὶν οἰκεῖα τῆς ἀρετῆς. Παρράσιος δὲ ὁ ζωγράφος, καίπερ παρὰ
μέλος ὑπὲρ τὴν ἑαυτοῦ τέχνην τρυφήσας καὶ τὸ λεγόμενον ἐλευθέριον ἐκ ῥαβ-
δίων [ἔκ τινων ποτηρίων] ἑλκύσας, λόγῳ γοῦν ἀντελάβετο τῆς ἀρετῆς, ἐπιγραψά-
μενος τοῖς ἐν Λίνδῳ πᾶσιν αὑτοῦ ἔργοις
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ' ἔγραψεν
Παρράσιος. (fr. 1 D)
ᾧ κομψός τις, ὡς ἐμοὶ δοκεῖ, ὑπεραλγήσας ῥυπαίνοντι τὸ τῆς ἀρετῆς ἁβρὸν καὶ
καλόν, ἅτε φορτικῶς μετακαλεσαμένῳ εἰς τρυφὴν τὴν δοθεῖσαν ὑπὸ τῆς τύχης
χορηγίαν, παρέγραψε τὸ ῥαβδοδίαιτος ἀνήρ. ἀλλ' ὅμως διὰ τὸ τὴν ἀρετὴν φῆσαι
τιμᾶν ἀνεκτέον. ταῦτα μὲν ὁ Κλέαρχος.
42
Athenaeus XII 543 c: οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὸ τῆς τρυ-
φῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιον τὸν ζωγράφον πορφύραν
ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος
ἐν τοῖς βίοις. οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρε-
τῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ' αὐτοῦ ἐπιτελουμένοις ἔργοις
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ' ἔγραψεν.
καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν: ῥαβδοδίαιτος ἀνήρ.
43a
Athenaeus XII 515 e: Κλέαρχος δ' ἐν τῇ τετάρτῃ περὶ βίων
Λυδοί, φησί, διὰ τρυφὴν παραδείσους κατασκευασάμενοι καὶ κηπαίους αὐτοὺς
ποιήσαντες ἐσκιατροφοῦντο, τρυφερώτερον ἡγησάμενοι τὸ μηδ' ὅλως αὐτοῖς
ἐπιπίπτειν τὰς τοῦ ἡλίου αὐγάς. καὶ [τέλος] πόρρω προάγοντες ὕβρεως τὰς τῶν
ἄλλων γυναῖκας καὶ παρθένους εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν Ἁγνεῶνα κλη-
θέντα συνάγοντες ὕβριζον. καὶ τέλος τὰς ψυχὰς ἀποθηλυνθέντες ἠλλάξαντο τὸν
τῶν γυναικῶν βίον, διόπερ καὶ γυναῖκα τύραννον ὁ βίος εὕρετο αὐτοῖς μίαν τῶν
ὑβρισθεισῶν Ὀμφάλην. ἥτις πρώτη κατῆρξε μὲν τῆς εἰς Λυδοὺς πρεπούσης τι-
μωρίας. τὸ γὰρ ὑπὸ γυναικὸς ἄρχεσθαι ὑβριζομένους σημεῖόν ἐστι βίας. οὖσα οὖν
καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γενομένας αὐτῇ πρότερον ὕβρεις τοῖς ἐν
τῇ πόλει δούλοις τὰς τῶν δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκεί-
νων ὑβρίσθη. εἰς τοῦτον οὖν συναθροίσασα μετ' ἀνάγκης συγκατέκλινε τοῖς δού-
λοις τὰς δεσποίνας. ὅθεν οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι τὸν
τόπον καλοῦσιν [γυναικῶν ἀγῶνα] Γλυκὺν Ἀγκῶνα. οὐ μόνον δὲ Λυδῶν γυναῖκες
ἄφετοι οὖσαι τοῖς ἐντυχοῦσιν, ἀλλὰ καὶ Λοκρῶν τῶν Ἐπιζεφυρίων, ἔτι δὲ τῶν
περὶ Κύπρον καὶ πάντων ἁπλῶς τῶν ἑταιρισμῷ τὰς ἑαυτῶν κόρας ἀφοσιούντων,
παλαιᾶς τινος ὕβρεως ἔοικεν εἶναι πρὸς ἀλήθειαν ὑπόμνημα καὶ τιμωρίας. πρὸς
ἣν εἷς τῶν Λυδῶν εὐγενὴς ἀνὴρ ὁρμήσας καὶ τῇ παρ' αὐτοῖς Μίδου βασιλείᾳ
βαρυνθείς, τοῦ μὲν Μίδου ὑπ' ἀνανδρίας καὶ τρυφῆς ἐν πορφύρᾳ κειμένου καὶ
ταῖς γυναιξὶν ἐν τοῖς ἱστοῖς συνταλασιουργοῦντος, Ὀμφάλης δὲ πάντας τοὺς
συγκατακλιθέντας αὑτῇ ξενοκτονούσης, ἀμφοτέρους ἐκόλασε, τὸν μὲν ὑπὸ ἀπαι-
δευσίας κεκωφημένον τῶν ὤτων ἐξελκύσας, ὃς διὰ τὴν τοῦ φρονεῖν ἔνδειαν τοῦ
πάντων ἀναισθητοτάτου ζῴου τὴν ἐπωνυμίαν ἔσχε, τὴν δὲ desunt cetera.
43b
Hesych. s. v. γλυκὺς ἀγκών: Κλέαρχος δέ φησιν — — — — — — —
ἐξυβρίζειν εἰς τὰς τῶν καταδεεστέρων γυναῖκας καὶ παρθένους, καὶ τὸ χωρίον,
ἐν ᾧ ταῦτα ἔδρων, ὀνομάσαι γλυκὺν ἀγκῶνα.
44
Athenaeus XII 540 e: Κλέαρχος δέ φησιν ὡς Πολυκράτης ὁ τῆς
ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν ἀπώλετο, ζηλώσας τὰ
Λυδῶν μαλακά. ὅθεν τῷ τ' ἐν Σάρδεσιν Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν
παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν
ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα. τούτων δὲ ἡ μὲν Σαμίων λαύρα στε-
νωπή τις ἦν γυναικῶν δημιουργῶν, 〉ἣ〈 καὶ τῶν πρὸς ἀπόλαυσιν καὶ ἀκρασίαν
πάντων βρωμάτων ὄντως ἐνέπλησε τὴν Ἑλλάδα. τὰ δὲ Σαμίων ἄνθη γυναικῶν
καὶ ἀνδρῶν ..... κάλλη διάφορα. ἔτι δὲ τῆς συμπάσης πόλεως ἐν ἑορταῖς τε καὶ
μέθαις ...... καὶ ταῦτα μὲν ὁ Κλέαρχος.
45
Athenaeus XII 524 b: Κλέαρχος δὲ ἐν τετάρτῳ βίων ζηλώσαντάς
φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις,
ἔπειτ' ὀνειδιζομένους λέγειν ἑαυτοῖς: οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν τῷ
μέσῳ.
46
Athenaeus XII 524 c: καὶ περὶ Σκυθῶν δ' ἑξῆς ὁ Κλέαρχος τάδε
ἱστορεῖ: μόνον δὲ νόμοις κοινοῖς 〈καὶ〉 πρῶτον ἔθνος ἐχρήσατο τὸ Σκυθῶν. εἶτα
πάλιν ἐγένοντο πάντων ἀθλιώτατοι βροτῶν (cf. Eurip. Antig. fr. 158 N2) διὰ
τὴν ὕβριν. ἐτρύφησαν μὲν γὰρ ὡς οὐδένες ἕτεροι, τῶν πάντων εὐροίας καὶ πλού-
του καὶ τῆς λοιπῆς αὐτοὺς χορηγίας κατασχούσης. τοῦτο δὲ δῆλον ἐκ τῆς ἔτι καὶ
νῦν ὑπολειπούσης περὶ τοὺς ἡγεμόνας αὐτῶν ἐσθῆτός τε καὶ διαίτης. τρυφή-
σαντες δὲ καὶ μάλιστα δὴ καὶ πρῶτοι πάντων τῶν ἀνθρώπων ἐπὶ τὸ τρυφᾶν
ὁρμήσαντες εἰς τοῦτο προῆλθον ὕβρεως ὥστε πάντων τῶν ἀνθρώπων εἰς οὓς
ἀφίκοιντο ἠκρωτηρίαζον τὰς ῥῖνας. [ἀφ'] ὧν οἱ ἀπόγονοι μεταστάντες ἔτι καὶ
νῦν ἀπὸ τοῦ πάθους ἔχουσι τὴν ἐπωνυμίαν. αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν
τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον [τῶν] περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα,
περόναις γραφὴν ἐνεῖσαι. ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳ-
κῶν γυναῖκες ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσκαταγραψάμεναι τὰ λοιπὰ
τοῦ χρωτός, ἵν' ὁ τῆς ὕβρεως καὶ τῆς αἰσχύνης ἐπ' αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν
καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ. πάντων δὲ οὕτως ὑπερ-
ηφάνως προέστησαν ὥστε οὐδένων ἄδακρυς ἡ τῆς δουλείας ὑπουργία γιγνομένη
διήγγειλεν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθῶν ῥῆσιν οἵα τις ἦν. διὰ τὸ πλῆ-
θος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ πένθος ἅμα τόν τε
τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν
ἐφ' ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν.
47
Athenaeus XII 541 c: καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν βίων
γράφει οὕτως: Διονύσιος δ' ὁ Διονυσίου ἁπάσης γενόμενος Σικελίας ἀλάστωρ
εἰς τὴν Λοκρῶν πόλιν παρελθὼν οὖσαν αὐτῷ μητρόπολιν (Δωρὶς γὰρ ἡ μήτηρ
αὐτοῦ τὸ γένος ἦν Λοκρίς) στρώσας οἶκον τῶν ἐν τῇ πόλει τὸν μέγιστον ἑρπύλ-
λοις καὶ ῥόδοις μετεπέμπετο μὲν ἐν μέρει τὰς Λοκρῶν παρθένους. καὶ γυμνὸς
μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. τοι-
γαροῦν μετ' οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες
ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ' ὕβρεως ἐνηκολάσταινον αὐτοῖς. καὶ ἐπεὶ
τῆς ὕβρεως πλήρεις ἐγένοντο, κεντοῦντες ὑπὸ τοὺς τῶν χειρῶν ὄνυχας βελόναις
ἀνεῖλον αὐτούς. καὶ τελευτησάντων τὰ μὲν ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, τὰ δὲ λοιπὰ
κρεανομησάμενοι ἐπηράσαντο [πάντες] τοῖς μὴ γευσαμένοις αὐτῶν. [ὅθεν πρὸς
τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵν' ἡ τροφὴ σιτοποιουμένων
κατεδεσθῇ] τὰ δὲ λείψανα κατεπόντωσαν. αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρ-
τῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν. εὐλαβητέον οὖν τὴν
καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε † ὀλέθριον ἡγεῖσ-
θαι † τὴν ὕβριν.
48
Athenaeus XII 522 d: Ταραντίνους δέ φησι Κλέαρχος ἐν τετάρ-
τῳ βίων ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτο τρυφῆς προελθεῖν ὥστε
τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς κατάρξαι.
ἐφόρουν δέ, φησίν, καὶ παρυφίδα διαφανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν
ἁβρύνεται βίος. ὕστερον δ' ὑπὸ τῆς τρυφῆς εἰς ὕβριν ποδηγηθέντες ἀνάστατον
μίαν πόλιν Ἰαπύγων ἐποίησαν Κάρβιναν, ἐξ ἧς παῖδας καὶ παρθένους καὶ τὰς ἐν
ἀκμῇ γυναῖκας ἀθροίσαντες εἰς τὰ τῶν Καρβινατῶν ἱερὰ σκηνοποιησάμενοι γυμνὰ
πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεωρεῖν. καὶ ὁ βουλόμενος καθάπερ εἰς
ἀτυχῆ παραπηδῶν ἀγέλην ἐθοινᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἀθροισθέντων ὥραν,
πάντων μὲν ὁρώντων, μάλιστα δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. οὕτω
δὲ τὸ δαιμόνιον ἠγανάκτησεν ὥστε Ταραντίνων τοὺς ἐν Καρβίνῃ παρανομήσαν-
τας ἐκεραύνωσεν πάντας. καὶ μέχρι καὶ νῦν ἐν Τάραντι ἑκάστη τῶν οἰκιῶν οὓς οὐχ
ὑπεδέξατο τῶν εἰς Ἰαπυγίαν ἐκπεμφθέντων τοσαύτας ἔχει στήλας πρὸ τῶν θυ-
ρῶν. ἐφ' αἷς καθ' ὃν ἀπώλοντο χρόνον οὔτ' οἰκτίζονται τοὺς ἀποιχομένους οὔτε
τὰς νομίμους χέονται χοάς, ἀλλὰ θύουσι Διὶ Καταιβάτῃ.
49
Athenaeus XII 514 d: Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τετάρτῳ βίων
προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν
περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ
μόνον ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον
ἦλθον ἀνανδρίας ὑπόμνημα. δύναται γάρ, ὡς ἔοικεν, ἡ παράκαιρος ἅμα καὶ μά-
ταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρ-
τας ἀποφαίνειν.
50
Athenaeus XII 539 b: Κλέαρχος δ' ἐν τοῖς περὶ βίων περὶ Δαρείου
λέγων τοῦ καθαιρεθέντος ὑπὸ τοῦ Ἀλεξάνδρου φησίν: ὁ Περσῶν βασιλεὺς ἀθ-
λοθετῶν…
ἀ…
The complete text is available when the reading interface loads.