Recognitiones
- Authority group
- Clemens Romanus Theol. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- Recognitiones [Sp.], ed. B. Rehm and F. Paschke, Die Pseudoklementinen II. Rekognitionen [Die griechischen christlichen Schriftsteller 51. Berlin: Akademie-Verlag, 1965]: 64, 116, 152, 225–226, 234–237, 242–244, 267, 268, 330–334, 342–344.
- CTS identifier
urn:cts:greekLit:tlg1271.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
κέντρον, μὴ ἐπιθεωροῦντός τινοςἀγαθοποιοῦ, μοιχοὺς ἀποτελεῖ, ἀδελ-φαῖς καὶ μητράσι μιγνυμένους. Κύ-πρις σὺν Μήνῃ ἐν ὁρίοις καὶ οἴκοιςΚρόνου σὺν Κρόνῳ, ἐπιμαρτυροῦντοςτοῦ Ἄρεος, ἀποτελεῖ γυναῖκας γεωρ-γοὺς καὶ οἰκοδόμους καὶ πάντωνἀνδρείων ἔργων ἐπιστήμονας, καὶκοινοῦσθαι καὶ συγκαθεύδειν οἷςἂν βούλοιντο, καὶ μὴ κωλύεσθαιὑπὸ τῶν οἰκείων ἀνδρῶν. ἀνδρείαςοὖν ἀποτελεῖ γυναῖκας ἐν Αἰγοκέρῳ〈ἢ〉 Ὑδροχόῳ κακοδαιμονοῦσα Ἀφ-ροδίτη, ἐπ' ἀνδρῶν δὲ τοὐναντίονσὺν Ἄρει οὖσα ἐν Κριῷ. ὅθεν οὐχοἷόν τε φόβῳ ἤ τινος ἀπειλῇ ἢμηχανῇ ἐπισχεῖν τὰς ἐπιθυμίας διὰτὴν τῶν ἄστρων ἀποκλήρωσιν.καὶ ὁ πατήρ· Σύγγνωθί μοι, τέκνον·οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖςὄντες συνελογίσαντό με (B, μοι AC)συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησιςμικρά με ὥσπερ πυρετοῦ ἔλλειμμαπρὸς ἀπιστίαν βραχέα βασανίζει·σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεωςπάντα μοι ἀποτελεσθέντα.κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι,πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα,ἐξ ὧν ἐγώ σοι συμβουλεύω.μαθηματικῷ συμβαλὼν εἰπὲ πρῶτοναὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷχρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοιτῶν ἀστέρων γέγονε μαθεῖν ἤθελον. καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακο-ποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος,ἢ τούτων τις ἀποκαταστατικὸς (C,ἀποκαταστικὸς AB) ἐγένετο, ἢ τὸνἐνιαυτὸν τοῦτόν τις ἐπεθεώρησεν(AC, ἐθεώρησεν B) ἐκ τετραγώνουἢ διαμέτρου ἢ συνὼν ἢ κεκεντρω-μένος ἢ παρὰ αἵρεσιν. ὁμῶς καὶἄλλα μυρία εἰπεῖν ἔχει.πρὸς τούτοις δὲ ἢ ἀγαθοποιὸς κακῷἀσύνδετος (B, ἀσύνθετος AC) ἦν ἢἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρὰαἵρεσιν ἢ ἐν ἐκλείψει ἢ ἀνεπισύναφοςἢ ἐν ἀμαυροῖς ἄστροις. καὶ ὁμῶςπολλῶν προφάσεων οὐσῶν πρὸς ἃἤκουσε τὰς ἀποδείξεις παρασχεῖνἔχει.μετὰ τοῦτον οὖν τὸν μαθηματικὸνἑτέρῳ προσελθὼν τὰ ἐναντία εἰπέ,ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷχρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸναὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρατῆς γενέσεως τοῦτο γέγονε. καὶ ὁμῶς ὡς προεῖπον ἔχει, σοῦ κατα-ψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχη-μάτων ἕν τι εὑρεῖν σχῆμα καὶ δεύτερονκαὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸτὸ (B, 𐅻 AC) ἐνεργῆσαν ὅθεν τὰἀγαθὰ ἐρεῖ γεγενῆσθαι.ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώ-πων μὴ ἐν πάσῃ ὥρᾳ τῶν ἀστέρων τοὺςμὲν καλῶς κεῖσθαι, τοὺς δὲ κακῶς· κύκλος γάρ ἐστιν ἰσομερής, ποικίλος,ἀπείρους ἔχων τὰς προφάσεις· πρὸςἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει.ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶνὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάν-των δὲ οἰκειοτάτην προσφέρομεν ἐπί-λυσιν, οὕτως καὶ τὸ μάθημα πρὸ τοῦτι ἀποτελεσθῆναι οὐδὲν σαφὲς ἡμῖνμηνῦσαι δύναται, μετὰ δὲ τὴν τοῦγενομένου ἱστορίαν τότε πρόδηλοςἡ τῆς ἐκβάσεως αἰτία φαίνεται. πολλάκις μὲν οὖν οἱ προλέγοντεςπταίουσι, καὶ μετὰ τὴν ἔκβασινἑαυτοὺς μέμφονται λέγοντες ὅτιΤόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν(AC, ἤδειμεν B). τὸ μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμοναςπταίειν γίνεται διὰ τὸ μὴ εἰδέναι, ὡςχθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεωςαἴτια γίνεται, ποῖα (ποία ... αἰτία... ποία B) δὲ οὐ πάντως, καὶποῖα πάντως ποιῆσαι ἐπιθυμοῦμεν,οὐ πάντως δὲ ποιοῦμεν.ὅτι ἥδε (AC, δὲ B) ἡ αἰτία ἡμῖν τοῖςτὸ μυστήριον μεμαθηκόσι σαφήςἐστιν· ὅτι ἐλεύθερον ἔχοντες λογισμὸν〈ἐνίοτε συγχωρήσαντες τῇ ἐπιθυμίᾳἡττήμεθα,〉 (☩ Robinson) ἐνίοτεἐπέχειν ταύτην βουλευσάμενοι νενι-κήκαμεν.οἱ δὲ ἀστρολόγοι, τοῦτο αὐτὸ τὸ μυστή-ριον οὐκ εἰδότες, περὶ πάσης προαιρέ-σεως ἀποφηνάμενοι ἐξ ἀρχῆς, πταί-σαντες τοὺς κλιμακτῆρας ἐπενόησαν,εἰς ἀδηλότητα ποιούμενοι (AB, μετα-ποιούμενοι C) τὴν προαίρεσιν, ὡςχθὲς ἐπεδείξαμεν.σὺ δὲ τοῦ λοιποῦ πρὸς ταῦτα εἴ τι ἔχειςεἰπεῖν, λέγε. καὶ ὁ πατὴρ ὀμόσαςἀπεκρίνατο μηδὲν τούτων ἀληθέσ-τερον εἶναι ὧν εἶπες (B, εἶπας C,εἶπεν A).... Διὸς (Cotelier, διὰ ed.) τοῦπατραλοίου καὶ τῶν οἰκείων τέκ-νων τοὺς γάμους φθείραντος καὶἐν τάφῳ παρὰ Κρησὶ φθαρέντος.οὐ μὴν ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνουπαῖδας ἐξεθείασαν οἱ ἄθεοι καὶματαιόφρονες· ἐν μὲν τῇ Ἑρμου-πόλει [τὸν ἐπὶ τὸ χεῖρον ἀνερμήνευ-τον] Ἑρμῆν εἰς κόνιν διαλυθέντα·ἐν δὲ Κύπρῳ τὴν Κύπριν [κόπρον ἐντάφῳ κειμένην]· ἐν δὲ Θράκῃ Ἄρην[τὸν τῆς ἀρᾶς ἐπώνυμον] ... πρὸςδὲ τοῖς Καυκασίοις ὄρεσι Κρόνος ...ἐν Θήβαις Διόνυσος ... ἐν ΤύρῳἩρακλῆς [μᾶλλον δὲ ἠράκλης (?)]πυριάλωτος γενόμενος διὰ κακίανὑπὸ τῶν ἀθέων ἐκθειάζεται. ἐνἘπιδαύρῳ Ἀσκληπιὸς ... θεὸςπροσηγορεύθη.καὶ Σύροι μὲν οἱ φερώνυμοι συρφετοὶτὸν τοῦ ᾅδου ἐπώνυμον Ἄδωνινἐξεθείασαν κακῶς· Αἰγύπτιοι δὲτὸν συρόμενον καὶ γεωπετῆ Ὄσιριν·Ἰλιεῖς ἐλεεινοὶ τὸν Ἕκτορα ... οἱ ἐνΛεύκῃ τῇ νήσῳ τὸν Ἴκαχον (ἀείκακονCotelier) Ἀχιλλέα· Πόντιοι τὸν πα-τραλοίαν Πάτροκλον ἀπεθέωσαν·Ῥόδιοι Ἀλέξανδρον τὸν εἰκήμαχονΜακεδόνα, καὶ ἕτεροι θατέρους ἐντάφοις κόνιν κειμένους σέβουσι, ... Νόμους ἔθεντο διαφόρους οἱ ἄνθρωποι ἐν ἑκάστῃ χώρᾳ, τινὰς γε-γραμμένους, τινὰς δὲ ἀγράφους· ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέ-μνημαι, ἀρξάμενος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς. Νόμος ἐστὶ παρὰ Σήραις μηδένα φονεύειν μήτε πορνεύειν μήτε κλέπτεινμήτε ξόανα προσκυνεῖν, καὶ ἐν ἐκείνῃ τῇ μεγίστῃ χώρᾳ οὐ ναὸν ἔστιν ἰδεῖν,οὐ γυναῖκα πορνικήν, οὐ μοιχαλίδα ὀνομαζομένην, οὐ κλέπτην ἑλκόμενονἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον.οὐδενὸς γὰρ τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ πυριλαμπέος Ἄρεος ἀστὴρμεσουρανῶν ἄνδρα σιδήρῳ ἀνελεῖν, οὐ Κύπρις σὺν Ἄρει τυχοῦσα ἀλλοτρίᾳγυναικὶ μιγῆναί τινα παρ' ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντοςτοῦ Ἄρεος καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν. Παρὰ Ἰνδοῖς καὶ Βάκτροις εἰσὶ χιλιάδες πολλαὶ τῶν λεγομένων Βραχ-μάνων, οἵτινες κατὰ παράδοσιν τῶν προγόνων καὶ νόμων οὔτε φονεύουσινοὔτε ξόανα σέβονται, οὐκ ἐμψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνουκαὶ σίκερος μὴ γευόμενοι,οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευ-όντων καὶ ἑταιρευόντων καὶ μεθυσκομένων καὶ σεβομένων ξόανα καὶπάντα σχεδὸν καθ' εἱμαρμένην φερομένων. ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματιτῆς Ἰνδίας φυλή τις Ἰνδῶν, οἵτινες τοὺς ἐμπίπτοντας ξένους ἀγρεύοντεςκαὶ θύοντες ἐσθίουσι· καὶ οὔτε οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων κεκωλύκασι τού-τους μὴ μιαιφονεῖν καὶ μὴ ἀθεμιτογαμεῖν οὔτε οἱ κακοποιοὶ ἠνάγκασαν τοὺςΒραχμᾶνας κακουργεῖν. Παρὰ Πέρσαις νόμος ἦν γαμεῖν τὰς θυγατέρας καὶ τὰς ἀδελφὰς καὶτὰς μητέρας, καὶ οὐ μόνον ἐν τῇ χώρᾳ ἐκείνῃ καὶ ἐν ἐκείνῳ τῷ κλίματιτούτους τοὺς ἀνοσίους γάμους οἱ Πέρσαι ἐποίησαν, ἀλλὰ καὶ ὅσοι αὐτῶντῆς Περσίδος ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν ἀθεμι-στίαν διαπράσσονται, παραδιδόντες τοὺς αὐτοὺς νόμους καὶ τὰ ἔθη τοῖςτέκνοις κατὰ διαδοχήν. ἐξ ὧν εἰσι μέχρι νῦν πολλοὶ ἐν Μηδίᾳ καὶ ἐν Αἰγύπτῳκαὶ ἐν Φρυγίᾳ καὶ ἐν Γαλατίᾳ.καὶ οὐ δήπου Κύπρις 〈σὺν Μήνῃ〉 ἐν ὁρίοις καὶ οἴκοις Κρόνου σὺν Κρόνῳἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων γενέσεσιν εὑρίσκετο. Παρὰ Γήλοις νόμος ἐστὶ τὰς γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ