The Greek Library Author

Anonymous

Recognitiones

Authority group
Clemens Romanus Theol. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Recognitiones (ex Eusebio) [Sp.], ed. Rehm and Paschke, op. cit., 270, 272, 274, 276, 278, 280, 282, 284, 286, 288, 290, 292, 294, 296, 298, 300, 302, 304, 306, 308, 310, 312, 314, 316.
CTS identifier
urn:cts:greekLit:tlg1271.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

πάντα τὰ ἐργατικὰ πράσσειν καὶ κοινωνεῖν οἷς ἂν βούλωνται καὶ μὴ ἐγκα-λεῖσθαι ὑπὸ τῶν ἀνδρῶν μήτε καλεῖσθαί τινα μοιχαλίδα, τῷ πάσας ἐργατικὰςεἶναι καὶ πᾶσι κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις. καὶ οὔτε μυρίζονταιΓήλισσαι γυναῖκες, οὐχ ἱμάτια βαπτὰ φοροῦσιν, ἀνυπόδετοι δέ εἰσι πᾶσαι,καίτοι τῶν Γήλων ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλακοῖς καὶ ἐνδιαφόροις χρώμασι καὶ χρυσοφορούντων καὶ μυριζομένων καὶ οὐ κατά τιναἄλλην μαλακίαν, εἰσὶ γὰρ ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετικώτατοι.καὶ οὐ πᾶσαι αἱ τῶν Γήλων γυναῖκες ἔλαχον ἐν Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳκακοδαιμονοῦσαν τὴν Κύπριν οὔθ' οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷσὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλοὺς οἱ Χαλδαΐζοντεςλέγουσι. Παρὰ Βάκτροις αἱ γυναῖκες παντὶ κόσμῳ διαφέροντι καὶ παντὶ μύρῳχρῶνται, ὑπηρετούμεναι ὑπὸ παιδίσκων καὶ νεανίσκων μᾶλλον ἢ οἱ ἄνδρες,προερχόμεναι μετὰ πολλῆς φαντασίας ἔφιπποι, κοσμοῦσαι χρυσῷ πολλῷκαὶ λίθοις βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν, ἀλλ' ἀδιαφόρωςκοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις, ἄδειαν ἔχουσαι τοιαύτην, καὶ ὑπὸτῶν ἀνδρῶν μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν. καὶ οὐ πάντως ἐνπάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐνΔιὸς ὅροις ἡ φιλόγελως Ἀφροδίτη. (Ἐν τῇ Ἀραβίᾳ δὲ καὶ ἐν τῇ Ὀσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύον-ται, ἀλλὰ καὶ αἱ ὑποπτευόμεναι οὐκ ἀφίενται ἀτιμώρητοι. Παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται ποτὲ μὲν ὑπὸ τῶνδικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ' αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃγυναῖκα αὐτοῦ ἢ ἀδελφὸν ἄτεκνον ἢ ἀδελφὴν ἄγαμον ἢ υἱὸν ἢ θυγατέρα,οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις·παρ' Ἕλλησι δὲ καὶ Ῥωμαίοις μείζονι τιμωρίᾳ ὑποβάλλονται οἱ τῶν οἰκείωνκαὶ συγγενῶν φονευταί. Ἐν Ἄτροις ὁ κλέπτων τι ἄξιον ὀβολοῦ λιθάζεται· παρὰ Βάκτροις ὁὀλίγα κλέπτων ἐμπτύεται, παρὰ Ῥωμαίοις πληγαῖς παιδεύεται· τοιοῦτοιγὰρ οἱ νόμοι. ἀπὸ Εὐφράτου ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ ὡς ἐπὶ ἀνα-τολὰς ὁ λοιδορούμενος ὡς φονεὺς ἢ ὡς κλέπτης οὐ πάνυ ἀγανακτεῖ· ὁ δὲὡς ἀρσενοκοίτης λοιδορούμενος ἑαυτὸν ἐκδικεῖ μέχρι καὶ φόνου. Παρ' Ἕλλησι καὶ οἱ σοφοὶ ἐρωμένους ἔχοντες οὐ ψέγονται.) ἐν τῇ αὐτῇἀνατολῇ ὑβριζόμενοι ἐὰν γνωσθῶσιν, ὑπὸ ἀδελφῶν ἢ πατέρων καὶ συγγενῶνφονεύονται καὶ ταφῆς προδήλου οὐκ ἀξιοῦνται. Παρὰ δὲ Γάλλοις οἱ νέοι γαμοῦνται μετὰ παρρησίας, οὐ ψόγον τοῦτοἡγούμενοι διὰ τὸν παρ' αὐτοῖς νόμον. καὶ οὐ δυνατόν ἐστι πάντας τοὺς ἐνΓαλλίᾳ οὕτως ἀθέως ὑβριζομένους λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον μεθ'Ἑρμοῦ ἐν οἴκοις Κρόνου καὶ ὁρίοις Ἄρεος δύνοντα. Ἐν Βρεττανίᾳ πολλοὶ ἄνδρες μίαν γυναῖκα ἔχουσιν, ἐν δὲ τῇ Παρθίᾳ πολλαὶ γυναῖκες ἕνα ἄνδρα, καὶ πᾶσαι σωφρονοῦσιπειθόμεναι αὐτῷ κατὰ τὸν νόμον. Αἱ δὲ Ἀμαζόνες πᾶσαι ἄνδρας οὐκ ἔχουσιν, ἀλλ' ὡς τὰ ἄλογα ζῷαἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερβαίνουσαι τοὺς ἰδίους ὅρουςκοινωνοῦσι τοῖς πλησιοχώροις, ἑορτήν τινα ταύτην ἡγουμένοις· ἐξ ὧνσυλλαμβάνουσαι ὑποστρέφουσι καὶ ἀναγκαίως ἐν ἑνὶ καιρῷ κυΐσκουσι κατὰτὸν τῆς φύσεως νόμον καὶ τοὺς μὲν γεννωμένους ἄρρενας ῥίπτουσι, τὰς δὲθηλείας ἀνατρέφουσι· πολεμικαί τέ εἰσι καὶ γυμνασίων προνοούμεναι. Ἑρμῆς μετὰ Ἀφροδίτης ἐν οἴκοις Ἑρμοῦ ποιεῖ πλάστας καὶ ζωγράφουςκαὶ τραπεζίτας, ἐν οἴκοις δὲ Ἀφροδίτης μυρεψοὺς ἢ φωνάσκους καὶ ὑποκρι-τὰς ποιημάτων.καὶ παρὰ Ταιηνοῖς καὶ Σαρακηνοῖς καὶ ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ καὶ παρὰΜαύροις καὶ παρὰ τοῖς περὶ τὸ στόμα τοῦ Ὠκεανοῦ Νομάσι καὶ ἐν τῇ ἐξω-τέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ καὶ ἐν τῇ Σκυθίᾳ καὶ ἐν πᾶσιτοῖς ἐξ ἀρκτικῶν μερῶν τοῦ Πόντου ἔθνεσι καὶ ὅλῃ τῇ Ἀλανίᾳ καὶ Ἀλβανίᾳκαὶ Ὠτηνῇ καὶ ἐν Σαυνίᾳ καὶ ἐν Χρυσῇ οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην,οὐ πλάστην, οὐ ζωγράφον, οὐκ ἀρχιτέκτονα, οὐ γεωμέτρην, οὐ φώνασκον,οὐχ ὑποκριτὴν ποιημάτων, ἀλλ' ἐστέρηται ὁ τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφρο-δίτης ἐνεργείας τρόπος ἐν ὅλῳ τῷ κύκλῳ τούτῳ τῆς οἰκουμένης. Οἱ Μῆδοι πάντες τοῖς μετὰ σπουδῆς τρεφομένοις κυσὶ τοὺς νεκροὺςἔτι ἐμπνέοντας παραβάλλουσι, καὶ οὐ πάντες σὺν τῇ Μήνῃ τὸν Ἄρεα ἐφ'ἡμερινῆς γενέσεως ἐν Καρκίνῳ ὑπὸ γῆν ἔχουσιν. Ἰνδοὶ τοὺς νεκροὺς καίουσι, μεθ' ὧν συγκαίουσιν ἑκούσας τὰς γυναῖκας,καὶ οὐ δήπου πᾶσαι αἱ καιόμεναι ζῶσαι Ἰνδῶν γυναῖκες ἔχουσιν ὑπὸ γῆνἐπὶ νυκτερινῆς γενέσεως σὺν Ἄρει τὸν Ἥλιον ἐν Λέοντι ὁρίοις Ἄρεος. Γερμανῶν οἱ πλεῖστοι ἀγχονιμαίῳ μόρῳ ἀποθνήσκουσι, καὶ οὐ πάντωςτὸ πλῆθος τῶν Γερμανῶν τὴν Σελήνην καὶ τὴν ὥραν μεσολαβουμένας ὑπὸΚρόνου καὶ Ἄρεος ἔχει. παντὶ ἔθνει καὶ πάσῃ ἡμέρᾳ καὶ παντὶ τ〈ρ〉όπῳτῆς γενέσεως γεννῶνται ἄνθρωποι· κρατεῖ δὲ ἐν ἑκάστῃ μοίρᾳ τῶν ἀνθρώπωννόμος καὶ ἔθος διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. καὶ οὐκ ἀναγκάζει ἡγένεσις τοὺς Σῆρας μὴ θέλοντας φονεύειν ἢ τοὺς Βραχμᾶνας κρεοφαγεῖνἢ τοὺς Πέρσας ἀθεμίτως μὴ γαμεῖν ἢ τοὺς Ἰνδοὺς μὴ καίεσθαι ἢ τοὺς Μήδουςμὴ ἐσθίεσθαι ὑπὸ κυνῶν ἢ τοὺς Πάρθους μὴ πολυγαμεῖν ἢ τὰς ἐντῇ Μεσοποταμίᾳ γυναῖκας μὴ σωφρονεῖν ἢ τοὺς Ἕλληνας μὴ γυμνάζεσθαιγυμνοῖς τοῖς σώμασιν ἢ τοὺς Ῥωμαίους μὴ κρατεῖν ἢ τοὺς Γάλλους μὴγαμεῖσθαι ἢ τὰ ἄλλα βάρβαρα ἔθνη ταῖς ὑπὸ τῶν Ἑλλήνων λεγομέναιςΜούσαις κοινωνεῖν· ἀλλ', ὡς προεῖπον, ἕκαστον ἔθνος καὶ ἕκαστος τῶνἀνθρώπων χρῆται τῇ ἑαυτοῦ ἐλευθερίᾳ ὡς βούλεται καὶ ὅτε βούλεται, καὶδουλεύει τῇ γενέσει καὶ τῇ φύσει δι' ἣν περίκειται σάρκα, πῆ μὲν ὡς βούλεται,πῆ δὲ ὡς μὴ βούλεται. πανταχῆ γὰρ καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶπένητες καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦντες, ἕκαστοςκατὰ τοὺς τῆς γενέσεως αὐτοῦ κλήρους. Φημὶ αὐτῷ· Ἡμᾶς ταῦτα, ὦ Βαρδησάνη, ἄκρως πέπεικεν. οἱ δὲ ἀστρο-νόμοι φασὶ τὴν γῆν ταύτην μερίζεσθαι εἰς ἑπτὰ κλίματα καὶ ἄρχειν ἑκάστουκλίματος ἕνα τῶν ἑπτὰ ἀστέρων· καὶ τοὺς διαφόρους νόμους μὴ τοὺς ἀνθρώ-πους τεθεικέναι ἑαυτοῖς, ἀλλ' ἑκάστου ἄρχοντος πλεονάζειν τὸ θέλημα ἐν τῇἰδίᾳ χώρᾳ, ὃν νόμον νενομίκασιν οἱ κρατούμενοι. Ἀπεκρίνατο· Οὐκ ἀληθὴς ἡ διάκρισις αὕτη, ὦ Φίλιππε. εἰ γὰρ καὶδιῄρηται ἡ οἰκουμένη εἰς μέρη ἑπτά, ἀλλ' οὖν γε ἐν μιᾷ μερίδι εὑρίσκομεν πολλὰςδιαφορὰς νόμων. οὐδὲ γὰρ ἑπτὰ νόμοι εἰσὶ κατὰ τοὺς ἑπτὰ ἀστέρας οὐδὲδώδεκα κατὰ τὰ ζῴδια οὐδὲ τριάκοντα ἓξ κατὰ τοὺς δεκανούς, ἀλλὰ μυρίοι.μνημονεύειν τε ὀφείλετε ὧν προεῖπον, ὅτι καὶ ἐν ἑνὶ κλίματι καὶ ἐν μιᾷ χώρᾳτῶν Ἰνδῶν εἰσιν ἀνθρωποφάγοι Ἰνδοὶ καί εἰσιν οἱ ἐμψύχων ἀπεχόμενοι·καὶ ὅτι οἱ Μαγουσαῖοι οὐκ ἐν Περσίδι μόνῃ τὰς θυγατέρας γαμοῦσιν, ἀλλὰκαὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰκήσωσι, τοὺς τῶν προγόνων φυλάσσοντεςνόμους καὶ τῶν μυστηρίων αὐτῶν τὰς τελετάς. ἀλλὰ καὶ πολλὰ βάρβαραἔθνη κατελέξαμεν, τά γε ὄντα ἐν μεσημβρίᾳ καὶ δύσει καὶ ἀνατολῇ καὶἄρκτῳ, τουτέστιν ἐν διαφόροις κλίμασι, μὴ μετέχοντα Ἑρμαϊκῆς ἐπιστήμης. Πόσοι, νομίζετε, σοφοὶ ἄνδρες παρήγαγον τοὺς κακῶς κειμένουςνόμους; πόσοι δὲ νόμοι ὑπὸ τῆς ἀπορίας κατελύθησαν; πόσοι βασιλεῖςκρατήσαντες ἐθνῶν παρήγαγον τοὺς πρὸ αὐτῶν νόμους καὶ ἔθεντο τοὺςἰδίους; καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα. χθὲς οἱ Ῥωμαῖοιτῆς Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους ἤλλαξαν· ἕπεται γὰρτὸ αὐτεξούσιον τῷ αὐτεξουσίῳ.τὸ δὲ δυνάμενον πεῖσαι καὶ τοὺς ἀπίστους ἐκθήσομαι ὑμῖν. Ἰουδαῖοι πάντεςοἱ διὰ Μωσέως δεξάμενοι νόμον τοὺς γεννωμένους ἄρρενας παῖδας ἐν τῇὀγδόῃ ἡμέρᾳ αἱμάσσουσι περιτέμνοντες, οὐκ ἀστέρος παρουσίαν ἀναμένοντες,οὐ κλίματος ἐξουσίαν ἐντρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγό-μενοι, ἀλλ' εἴτε ἐν Συρίᾳ τυγχάνουσιν εἴτε ἐν Γαλατίᾳ εἴτε ἐν Ἰταλίᾳ εἴτεἐν Ἑλλάδι ἢ ἐν Παρθίᾳ ἢ ὅπου ἂν ὦσι,τοῦτο ποιοῦσιν. ὅπερ οὐκ ἔστι κατὰ γένεσιν· οὐ γὰρ δύνανται πάντες οἱἸουδαῖοι μίαν γένεσιν ἔχειν. ἀλλὰ καὶ δι' ἡμερῶν ἑπτὰ πάντες ὅπου ἂν ὦσινἀργοῦσιν ἐκ παντὸς ἔργου καὶ οὔτε ὁδεύουσιν οὔτε πυρὶ χρῶνται οὔτεἀναγκάζει ἡ γένεσις Ἰουδαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι, οὐκ ἐργάσα-σθαι, οὐ πωλῆσαι, οὐκ ἀγοράσαι ταῖς ἡμέραις τοῦ σαββάτου, καίτοι ἐν τῇαὐτῇ ἡμέρᾳ γεννώντων Ἰουδαίων καὶ γεννωμένων καὶ νοσούντων καὶ ἀπο-θνησκόντων. ταῦτα γὰρ οὐκέτι ἐστὶ τοῦ αὐτεξουσίου. (Ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ τῇ Ῥέᾳ, καὶ ἐντούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰαἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο ἐν τῇὈσροηνῇ.) Τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέσεως, ἧς ἡμεῖς οἱ δοξασταὶπολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι,οἵτινες πολλοὶ ὄντες ἑνὶ ὀνόματι κεκλήμεθα; καὶ οὔτε οἱ ἐν Παρθίᾳ Χριστια-νοὶ πολυγαμοῦσι, Πάρθοι τυγχάνοντες,οὔθ' οἱ ἐν Μηδίᾳ κυσὶ παραβάλλουσι τοὺς νεκρούς, οὐχ οἱ ἐν Περσίδι γαμοῦσιτὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, οὐ παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσιτοὺς γάμους, οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἆπιν ἢ τὸν κύνα ἢ τὸντράγον ἢ αἴλουρον, ἀλλ' ὅπου εἰσίν, οὔτε ὑπὸ τῶν κακῶς κειμένων νόμωνκαὶ ἐθῶν νικῶνται οὔθ' ἡ ὑπὸ τῶν ἀρχῶν πρυτανευομένη γένεσις αὐτοὺςἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι.(νόσῳ δὲ καὶ πενίᾳ καὶ πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται.ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται κἂνἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγκάζουσιν, οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶνδοῦλος ἄνθρωπος τῆς ὑποταγῆς ἐκφεύγεινῥᾳδίως δύναται. εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥστ' εἰμηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν. θεοῦδ' ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα· τῇ γὰρ ἐκείνου βουλήσειοὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀνθίστασθαι αὐτοῦ χρηστοῦὄντος καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιοντοῦ θελήματος ἀνθίσταται.) ... οἱ τῶν ἀρχόντων νόμοι ...... ἐγγράφως ἢ ἀγράφως ὑπάρ-χοντες παρ' ἡμῖν τε καὶ ἔθνεσιν, ἐν τοῖς μὲν τὸ γράμμα, ἐν τοῖς δὲ ἡ συνή-θεια· νόμος γὰρ ἀνόμοις τὰ πάτρια δοκεῖ. Ὧν πρῶτοι Σῆρες οἱ τὸ ἄκρον τῆς χέρσου οἰκοῦντες, νόμον ἔχοντες τὸπατρῷον ἔθος μὴ ἑταιρίζεσθαι μηδὲ συλᾶν, μὴ μοιχᾶσθαι, μὴ ξοάνοιςπροσκυνεῖν ἢ ποτνιᾶσθαι δαίμοσι, μηδ' ὅλως ἐν αὐτοῖς ὑπάρχειν εἴδωλον ἢἑταίραν ἢ μοιχαλίδα, οὐ συλήτην, οὐ φονέα, οὐ λωποδύτην·καὶ ὅμως οὐδενὸς τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ κατὰ σὲ πυριλαμποῦςἌρεος ἀστήρ, οὐδὲ ἐβιάσατό τινα αὐτῶν φασγάνῳ τὸν πέλας ἀναιρεῖν ἢλίθῳ πατάξαι. οὐκ Ἀφροδίτη σὺν Ἄρει ἔπεισεν αὐτοὺς ἐπιλυττῆσαι τῇγυναικὶ τοῦ γείτονος, πανημέριον μεσουρανοῦντος τοῦ Ἄρεος, καὶ ὅμωςἰσχυρότερος τῆς ἀνάγκης τῶν ἄστρων παρὰ Σηρσὶν ὁ πάτριος νόμος. Νόμος δὲ καὶ παρὰ Βακτριανοῖς ἤτοι Βραγμανοῖς ἡ ἐκ προγόνων παιδεία,μὴ μεθύειν μηδὲ ἐμψύχων ἀπογεύεσθαι, οὐκ οἴνου ἁπλοῦ ἢ νόθου μετέχειν,θεὸν τὸν ἐμὸν δεδοικότας, καίτοι τῶν παρακειμένων αὐτοῖς Ἰνδῶν μιαιφο-νούντων καὶ οἰνοφλυγούντων καὶ μονιῶν ἀγρίων ἢ συῶν δίκην θηλυμανούν-των καὶ τῷ πάθει κραδαινομένων. ἐν δὲ τοῖς ἑσπερίοις κλίμασιν ἐνδοτέρω τῶνἐκεῖσε Ἰνδῶν ξενοβόροι τινὲς ὑπάρχοντες τοὺς ἐπήλυδας ἀναιροῦντεςἐσθίουσι, καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἀστέρων τῆς μιαιφονίας αὐτοὺςἀποστῆσαι ἴσχυσε μέχρι τήμερον. Ἕτερος νόμος Χαλδαίοις τε καὶ Βαβυλωνίοις μητρογαμεῖν καὶ ἀδελ-φοφθορεῖν καὶ ταῖς σφῶν παισὶν ἐπιμαίνεσθαι καὶ μιαιγαμεῖν, εἰ καὶ πόρρωτῆς ἐνεγκαμένης γένωνται, καὶ τοῖς σφῶν κεχρῆσθαι νόμοις, φανερῶς καὶλεληθότως διακελευόμενος· ἐξ ὧν τινες αὐτῶν μέχρι καὶ νῦν ὑπάρχουσιν,ἐν Μήδοις καὶ Πάρθοις καὶ Ἐλαμίταις καὶ Αἰγυπτίοις, ἐν Φρυξὶ καὶ Γαλά-ταις, ἔν τισι κώμαις μιαιβιοῦντες·καὶ οὐ δήπου Κύπρις σὺν Μήνῃ ἐν ὁρίοις καὶ οἴκοις Κρόνου 〈σὺν Κρόνῳ〉,ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς πάντων αὐτῶν γενέσεσιν εὑρίσκεσθαιοἵα τε. Θάτερος δὲ παρὰ Γήλαις νόμος γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶτὰ ἀνδρῶν πράττειν, ἀλλὰ καὶ κοινωνεῖν οἷς ἂν βούλωνται τῶν ἐπηλύδων,οὐκ ἐπιτιμώμεναι ὑπὸ τῶν προεχόντων ἀνδρῶν οὐδὲ ζηλούμεναι. οὐ μυρί-ζονται δὲ οὐδὲ φυκίοις τὴν ὄψιν νοθεύονται, τὰς σφῶν παρειὰς ἐπιχρωννῦσαι,καθὼς αἱ παρ' ἡμῖν ἀλλότριον ὑποδύνουσαι προσωπεῖον· οἱ δὲ ἄνδρες στιβά-ζονται ἐσθῆτι μαλακῇ καὶ ἀνθοβάφῳ περιβολῇ· ὑπάρχουσι δ' ἐν αὐταῖς καὶπολεμικώταται καὶ θηρῶσαι τὰ μὴ λίαν ἰσχυρὰ τῶν θηρίων. πῶς οὖν πᾶσαιαἱ Γηλῶν γυναῖκες [οὐκ] ἔλαχον 〈ἐν〉 Αἰγοκέρῳ ἢ Ὑδροχόῳ κακοδαιμονοῦσαντὴν Κύπριν; οὔτ' αὖ πάλιν οἱ ἄνδρες αὐτῶν ἔλαχον ἐν Κριῷ σὺν Ἄρει τὴνἈφροδίτην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλούς φασιν οἱ τῇ γνώμῃ Χαλδαῖοι. Ἐν δὲ Σούσοις τῆς Βαβυλῶνος αἱ γυναῖκες παντὶ μύρῳ διαφέροντικαὶ κόσμῳ χρῶνται, ὑπηρετούμεναι καὶ φαιδρῶς προϊοῦσαι σὺν βλοσυρίᾳκαὶ διαχύσει πολλῇ· πᾶσι δὲ νεήλυσιν ἀδεῶς τε καὶ ἀναιδῶς συγκαθεύδουσιν,ἄρχουσαι μᾶλλον τῶν οἰκείων ἀνδρῶν. καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶνΣουσίδων γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν Διὸς ὅροις ἡ Ἀφροδίτη. Ἐν δὲ τῇ Ἑῴᾳ οἱ ἀρρενοφθοροῦντες οἱ παρὰ Χριστιανοῖς ἐὰν γνωσθῶσινὑπὸ τῶν ὁμαίμων ἀφειδῶς τιμωροῦνται. Ἐν Βρετταννίᾳ πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικί· ὡσαύτωςκαὶ πολλαὶ γυναῖκες ἑνὶ ἑταιρίζονται ἀνδρί. Καὶ πᾶσι τοῖς πατρίοις τὰ ἔθνη ὥσπερ νόμῳ στοιχοῦσιν ἀδάκνως καὶἀπόνως. Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ' ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερόριοι γίνονται, μισγόμεναι τοῖς γειτ-νιῶσιν ἀνδράσιν, οἷον πανήγυρίν τινα καὶ ἑορτὴν τὸν καιρὸν τῆς ἑταιρείαςἡγούμεναι. ἐξ ὧν κατὰ γαστρὸς φέρουσαι παλινδρομοῦσιν οἴκαδε ἅμα πᾶσαι.τῷ δὲ καιρῷ τῆς ἀποκυήσεως τὸν μὲν ἄρρενα φθείρουσι, τὸ δὲ θῆλυ ζῳογο-νοῦσι καὶ τιθηνοῦσιν ἐπιμελῶς. ἄτοπον δὲ πιστεῦσαι ἐπὶ μὲν τῇ τῶν ἀρρένωνσπορᾷ Ἄρεα μετὰ Κρόνου ἐπὶ τῆς ὥρας ἰσομοίρως τυχεῖν, ἐπὶ δὲ τοῦ θή-λεος οὐδέποτε. Εἰ δὲ καὶ Ἑρμῆς, ὥς φατε, μετὰ Ἀφροδίτης ἐν οἴκοις ἰδίοις ἐπιτελεῖπλάστας, ζωγράφους, κερματιστάς, ἐν οἴκοις δὲ Ἀφροδίτης μυρεψούς,φωνάσκους, ὑποκριτάς, ποιητάς,