Recognitiones
- Authority group
- Clemens Romanus Theol. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- Recognitiones (e Pseudo-Caesario) [Sp.], ed. Rehm and Paschke, op. cit., 271, 273, 275, 277, 279, 281, 283, 287, 289, 291, 293, 295, 297, 299, 301, 303, 307, 309.
- CTS identifier
urn:cts:greekLit:tlg1271.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
παρὰ δὲ Ἠλείοις καὶ Σαρακηνοῖς καὶ τοῖς ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ καὶΜαύροις, τοῖς κατὰ τὰς ἠιόνας καὶ ὄχθας τοῦ Ὠκεανοῦ ποταμοῦ οἰκοῦσι, καὶἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ καὶ ἐν Σκυθίᾳ καὶἐν πᾶσι τοῖς ἐξωτικοῖς μέρεσι τοῦ Πόντου ἔθνεσιν οὐχ οἷόν τε εὑρεῖνκολλυβιστὴν ἢ πλάστην ἢ ζωγράφον, οὐκ ἀρχιτέκτονα, οὐ φώνασκον, οὐχὑποκριτὴν ποιημάτων, ὡς παρ' ἡμῖν· διὰ τί Ἑρμῆς καὶ Ἀφροδίτη οὐπαρέσχον κατ' ἐνιαυτὸν ἐπιτυχεῖν γεννωμένῳ τοῖς ἐκλείπουσι παρ' αὐτοῖςἐπιτηδεύμασιν; Μῆδοι δὲ πάντες μετὰ σπουδῆς ἔτι ἐμπνέοντας τοὺς κάμνοντας κυσὶ βορὰνπροτιθέασιν ἀναλγήτως· καὶ οὐ πάντως σὺν τῇ Μήνῃ, ὥς φατε, τὸν Ἄρεαἐπὶ ἡμερινῆς γενέσεως ἐν Καρκίνῳ Μῆδοι ἔλαχον; Ἰνδοὶ τοὺς νεκροὺς ἑαυτῶν τεφροποιοῦσι πυρί, μεθ' ὧν καταφλέγουσίτινων τὰς συμβίους. καὶ οὐ δήπου πᾶσαι αἱ πυριάλωτοι Ἰνδῶν γυναῖκες [ἢ]αἱ ζῶσαι ἔλαχον ὑπὸ τῆς νυκτερινῆς συνελεύσεως τῶν γονέων σὺν Ἄρειτὸν Ἥλιον, ἐν νυκτὶ μὴ φαίνοντα ἐν μοίραις Ἄρεος. Γερμανῶν οἱ πλείους ἀγχόνῃ τοῦ ζῆν ἀμείβονται· καὶ οὐ πάντως τὸπλῆθος Γερμανῶν τὴν Σελήνην καὶ τὴν ὥραν μεσολαμβανομένας ὑπὸ Κρόνουκαὶ Ἄρεος ἔχουσιν. ἀλλ' ἐν παντὶ ἔθνει 〈καὶ〉 ἡμέρᾳ βροτοὶ γεννῶνται,οὐ κρείττονες ἢ χείρονες κατὰ ἄστρων συμπλοκήν, ὡς ὑμεῖς φατε, ἀλλ' ἐνἑκάστῃ χώρᾳ νόμοι τινὲς καὶ πάτρια ἔθη κρατεῖ, ἐξ ὧν τὸ αὐτεξούσιον καὶτὸ ἐφ' ἡμῖν τὰ πρακτέα ὑπάρχειν παιδευόμεθα πάντες. οὐ γὰρ οἵα τε ἡ καθ'ὑμᾶς γένεσις ἀναγκάσαι Σῆρας ἀναιρεῖν ἢ Βραχμᾶνας κρεοβορεῖν καὶ σικερο-ποτεῖν ἢ Πέρσας μὴ μητρογαμεῖν καὶ ἀδελφοφθορεῖν ἢ Ἰνδοὺς μὴ πυρὶδιδόναι τοὺς νεκροὺς ἢ Μήδουςμὴ κυσὶ τοὺς θνησκομένους προτιθέναι ἢ Πάρθους μὴ πολυγαμεῖν ἢ τοὺςΜεσοποταμίτας μὴ ἄκρως σωφρονεῖν ἢ Ἕλληνας μὴ σωμασκεῖσθαι ἢ τὰβάρβαρα ἔθνη ταῖς ὑφ' Ἑλλήνων προσαγορευομέναις 〈Μούσαις〉 κοινωνεῖν·ἀλλ', ὡς προέφην, ἕκαστος βροτῶν χρῆται τῇ τοῦ νόμου ἐλευθερίᾳ, τὰἐκ τῶν ἄστρων μυθουργούμενα καθ' Ἕλληνας παραπεμπόμενος, τῷ ἐκ τῶννόμων δέει ἢ τῷ ἐξ ἔθνους ἔθει πατρίῳ τῶν φαύλων εἰργόμενος· αἱ μὲν γὰρτῶν ἀρετῶν ὑπάρχουσι προαιρετικαί, αἱ δὲ περιστατικαί, ἀνάγκῃ ἐπὶ τὸκρεῖττον χωροῦντος τοῦ ζητουμένου ὑπὸ τῶν νόμων. Ἀλλ' ἑπτὰ ὄντων 〈τῶν〉 τῇ γενέσει ἡμῶν ἀνακειμένων ἀστέρων, εἰςἑπτὰ λέγομεν κλίματα τὴν γῆν διαιρεῖσθαι, καὶ ἄρχεσθαι ἕκαστον κλίμαὑφ' ἑνὸς τῶν ἀστέρων, καὶ πρὸς τὰς ἐκείνων συμπλοκὰς ἄγεσθαι καὶ ἀποτε-λεῖσθαι τοὺς ἀρχομένους· ὅπερ νόμον τινὲς τὴν τοῦ ἄστρου ἐνέργειαν λέγουσιν. Καὶ πῶς, εἰ ἑπταχῶς διαιρεῖται ἡ οἰκουμένη, ἐν μιᾷ μερίδι πολ-λοὺς καὶ διαφόρους νόμους εὑρίσκομεν; καὶ οὔτε ἑπτὰ μόνον κατὰ τοὺςἀστέρας οὔτε δὶς ἓξ κατὰ τοὺς ζῳδιακούς, οὐδ' αὖ πάλιν τριάκοντα ἓξκατὰ τοὺς δεκανούς, ἀλλὰ μυρίοι μνημονεύονται νόμοι, πάλαι ἀμειφθέντεςκαὶ νῦν ὑπάρχοντες. πῶς δὲ ἐν ταὐτῷ τμήματι τοὺς ἀνθρωποβόρους Ἰνδοὺςκαὶ τοὺς ἐμψύχων καὶ θοίνης ἁπάσης ἀπεχομένους Βραχμανοὺς οἰκοῦνταςὁρῶμεν; πῶς δὲ οἱ ἐν Βαβυλῶνι, ὅποι δ' ἂν γίνωνται, τῇ μιαιγαμίᾳ τῶνὁμαίμων παροινοῦσιν; (Καὶ πολὺς ὁ λόγος περὶ Λογγοβάρδων καὶ Νόρων καὶ Γάλλων τῶν ἑσπε-ρίων τῶν Ἑρμαϊκῆς καὶ Κρονικῆς ἀμοιρούντων ἐπιστήμης τῶν ἄστρων.) πόσοιβασιλεῖς καὶ ἄρχοντες παρήγαγον τοὺς κακῶς κειμένους νόμους, αὐτοὶτὸ δοκοῦν νομοθετοῦντες, ἢ αὖ πάλιν τοὺς κρείττονας οἱ ἐναντίοι ἀπώσαντο,ὑπ' οὐδενὸς τῶν ἄστρων πρὸς τὰ αἱρεθέντα εἰργόμενοι;ἓν δὲ φάναι βούλομαι, ὃ καὶ τῶν ἀπίστων πάντως ἀπορράψει τὰ στόματα.Ἰουδαῖοι πάντες, τὸν διὰ Μωσέως δεξάμενοι νόμον, πᾶν ἄρρεν λογικὸναὐτοῖς γινόμενον τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνοντες αἱμάττουσιν. ἀπὸ δὲ τοῦαἰῶνος οὐδεὶς Ἑλλήνων ἢ Χριστιανῶν περιτομὴν ἐδέξατο. πλείστωνἸουδαίων καὶ Ἑλλήνων καὶ Χριστιανῶν κατὰ τοὺς αὐτοὺς μῆνας καὶἑβδομάδας καὶ ἡμέρας καὶ ὥρας γεννωμένων, 〈ποῦ〉 οὖν Ἄρης ἢ Ἑρμῆς ἢΚύπρις ἢ ὁ λοιπὸς Ἑλλήνων μῦθος, ἑνὸς κύκλου ἐμπεριέχοντος τὰ πάντακαὶ μηδενὸς ὑπὸ ἀστέρων βιαζομένου; οὐ γὰρ πάντες Ἕλληνες ἢ Ἰουδαῖοιἢ Χριστιανοὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἢ ὥρᾳ ἐν τῇ μητρῴᾳ κατεβλήθησαν νηδύι,οὐδ' αὖ πάλιν πάντες ἅμα ἀπεκυήθησαν· πῶς οὖν οἱ πλεῖστοι αὐτῶν Χριστῷσυνέθεντο, τὴν πατρῴαν ἀρνησάμενοι πλάνην, μὴ ἰσχύσαντος τοῦ ἄρχοντοςἀστέρος τῆς χερσαίου μερίδος ἐμποδίσαι αὐτοὺς πρὸς θεοσέβειαν; Ὁ γὰρ ὄντως εὐνουχίσαςἑαυτὸν διὰ τὴν βασιλείαν τῶνοὐρανῶν ἢ παρθενεύσας διὰπάντων ὀφειλέτης ἐστὶν ἄξιονἑαυτὸν ἀναδεῖξαι τῆς βασιλείας.οὐ γὰρ ἐν λόγῳ ἢ σχήματι ἢὀνόματι ἢ γένει ἢ μορφῇ ἢ ἰσχύϊἢ χρόνῳ ἡ βασιλεία τῶν οὐρανῶνκαταλαμβάνεται, ἀλλ' ἐν δυνάμειπίστεως· ἐπιδεικνυμένην γὰρπίστιν ἀπαγγελεῖ δίκαιος ἐνεργῶς.ὁ δὲ ὄντως δίκαιος ἐκ πίστεωςπίστιν ἔχει ἐνεργῆ, πίστιν αὐξά-νουσαν, πίστιν πεπληροφορημένην,πίστιν φωτίζουσαν ἐν τοῖς καλοῖςἔργοις, ἵνα δοξασθῇ ὁ τῶν ὅλωνθεός. ὁ γὰρ ὄντως φιλόπτωχος ἀκούειτοῦ λέγοντος· Ἐλεημοσύναι καὶπίστις μὴ ἐκλειπέτωσάν σε·ἄφαψαι δὲ αὐτὰς ἐπὶ 〈τῷ〉 σῷτραχήλῳ, καὶ εὑρήσεις χάριν·καὶ προνοοῦ καλὰ ἐνώπιονκυρίου καὶ ἀνθρώπων. Ὁδοὶδικαίων ὁμοίως φωτὶ λάμπου-σιν, προπορεύονται καὶ φωτί-ζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα. χρὴ οὖν τὸν τοῦ θεοῦ ἄν-θρωπον ἐν παντὶ ἔργῳ ἀγαθῷκαὶ λόγῳ ἐξηρτύσθαι καὶ κο-σμεῖσθαι καὶ εὐσχημόνως καὶκατὰ τάξιν πάντα πράττειν πρὸςὑποτύπωσιν τῶν αὐτῷ πειθομένων. ὁ γὰρ ἡγούμενος ἐκ τοῦ ἐν τῷ ἔργῳπροηγεῖσθαι καλεῖται ἡγούμενος. ὄνομαγὰρ ψιλὸν οὐκ εἰσάγει εἰς τὴνβασιλείαν τῶν οὐρανῶν.ὁ νεανίσκος τοίνυν, τουτέστιν ὁ ἑαυτὸνεὐνουχίσας διὰ τὴν βασιλείαν, καὶ ἡ παρ-θένος, ἐὰν μὴ κατὰ πάντα τοιοῦτοι ὦσιν,ὥσπερ οἱ ἀληθινοὶ μιμηταὶ τοῦ Χριστοῦ,οὐ δύνανται σωθῆναι. τὸ γὰρλέγεσθαι παρθένον καὶ τὰς ἀρε-τὰς μὴ ἔχειν ἀναλόγους καὶ οἰ-κείους καὶ ἁρμοζούσας τῇ παρ-θένῳ, μωρὰν τὴν τοιαύτην παρ-θενίαν ἔφησεν ὁ κύριος· ἀφεγγὴςγὰρ οὖσα καὶ ἀνέλαιος ἔξω τῆςβασιλείας τῶν οὐρανῶν ἐκκλείεται.νυμφίου χαρᾶς στερηθεῖσα, καὶμετὰ τῶν μισούντων τὸν νυμφίονλογισθήσεται· δοκεῖ γὰρ εἶναί τιἡ ἄπρακτος μηδὲν οὖσα, καὶφρεναπατᾷ ἑαυτήν. τὸ δὲἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκα-στος καὶ ἑαυτὸν ἐπιγινωσκέτω,ὅτι θρησκεία ἐστὶν μάταιος·παρθενίαν καὶ ἐγκράτειαν ὁμο-λογοῦντες ἔχειν, τὴν δὲ δύναμιναὐτῆς ἠρνημένοι.καὶ ὁ τοιοῦτος τὴν ἁγνείαν ἐγ-κομβοῦται ἐν τῷ ἁγνῷ φόβῳ κυ-ρίου. καὶ ὁ ἀληθῶς ἀπὸ τοῦφόβου κυρίου τὰς σάρκας προσ-ηλώσας ἀπὸ τοῦ φόβου κυρίουπαρῃτήσατο τὸ αὐξάνεσθε καὶπληθύνεσθε, καὶ παρῃτήσατο τὸεἶναι ἄνθρωπος ἐν τῷ μέρει τού-τῳ, τάς τε τοῦ κόσμου μερίμναςκαὶ ἀπάτας καὶ ἡδονὰς καὶ κραι-πάλας καὶ μέθας καὶ συγχύσειςΒαβυλωνίας καὶ πάντα τὰ βιω-τικὰ ἠρνήσατο, καὶ ἀπετάξατοτῷ κόσμῳ καὶ τοῖς τοῦ κόσμουδικτύοις καὶ συμπλοκαῖς καὶ πα-γίσιν, καὶ ἐπὶ γῆς βαδίζων τὸπολίτευμα ἐν οὐρανοῖς ἠγάπησενἔχειν. Τῶν γὰρ κρειττόνων ὀρε-γόμενος τῷ κόσμῳ ἀπετάξατο, ἵναζήσῃ βίον θεῖον, οὐράνιον, ἀγγε-λικόν, ἐν θρησκείᾳ καθαρᾷ καὶἀμιάντῳ καὶ ἁγίᾳ ἐν πνεύματι