Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Bergk, Poetae lyrici Graeci, vol. 3, 4th edn., Leipzig: Teubner, 1882: 201–202.
- CTS identifier
urn:cts:greekLit:tlg1274.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσιν
λόγων τε πλῆθος· ἀλλ' ὁ καιρὸς ἀρκέσει.
φρόνει τι κεδνόν· μὴ μάταιος ἄχαρις γενέσθαι.
2
Εἷς ὁ πατήρ, παῖδες δὲ δυώδεκα· τῶν δὲ ἑκάστῳ
παῖδες δὶς τριήκοντα διάνδιχα εἶδος ἔχουσαι·
αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ' αὖτε μέλαιναι·
ἀθάνατοι δέ τ' ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι.
{ΟΜΗΡΟΥ, οἱ δὲ ΚΛΕΟΒΟΥΛΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ}Χαλκῆ παρθένος εἰμί, Μίδα δ' ἐπὶ σήματι κεῖμαι.ἔστ' ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.{ΚΛΕΟΒΟΥΛΟΥ}
2
Εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳ
παῖδες 〈δὶς〉 τριάκοντα διάνδιχα εἶδος ἔχουσαι·
αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ' αὖτε μέλαιναι·
ἀθάνατοι δέ τ' ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι.