The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period, Åbo: Åbo Akademi, 1965: 108.
CTS identifier
urn:cts:greekLit:tlg1277.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

108

{<Περὶ ὁσιότητος καὶ εὐσεβείας>}

Stob. 3.1.75 p. 30 He. (Mullach 2 p. 24) 〈Κλεινίου〉 Πυθαγορείου

Ταραντίνου. Πᾶσα μὲν ὦν ἀρετὰ τελεοῦται, καθάπερ ἐν ἀρχᾷ διώρισται,

ἐκ λόγου καὶ προαιρέσεως καὶ δυνάμεως. τούτων δὲ καθ' ἑαυτὸ ἕκαστον

οὐκ ἀρετᾶς μέρος ἐντί, ἀλλ' αἴτιον ἀρετᾶς. ὅσοι μὲν οὖν ἔχοντι τὸ

νοατικὸν καὶ γνωστικὸν μέρος αὐτᾶς, δεινοί τε καὶ συνετοὶ ὀνυμαίνονται·

ὅσοι δὲ τὸ ἠθικόν τε καὶ προαιρετικόν, χρήσιμοί τε καὶ ἐπιεικέες.

Stob. 3.1.76 p. 31 He. (Mullach 2 p. 24) Κλεινίου Πυθαγορείου

Ταραντίνου ἐκ τοῦ Περὶ ὁσιότητος καὶ εὐσεβείας. Ὁπότας δὲ ἕξω τὰς

αἰτίας ἀναιρεῖν, δι' ἃς ἀδικεῖν πέφυκεν ἄνθρωπος; αὗται δὲ τρεῖς

τυγχάνοντι· φιλαδονία μὲν ἐν ταῖς ἀπολαύσεσι ταῖς διὰ σώματος,

πλεονεξία δὲ ἐν τῷ κερδαίνειν· φιλοδοξία δὲ ἐν τῷ καθυπερέχειν καὶ

〈ἄρχειν τῶν〉 ἴσων τε καὶ ὁμοίων. δεῖ τοιγαροῦν γνωρίζειν, ὅτι τούτοις

ἀντιτιθέμεν οἷόν τέ ἐστιν, ἃ μὲν φόβον ἐμπαρασκευάζοντι τοῖς ἀνθρώ-

ποις, ἃ δὲ αἰσχύναν, ἃ δὲ καὶ ἐπιθυμίαν· φόβον μὲν δὴ τῶν νόμων,

αἰσχύναν δὲ τῶν θεῶν, ἐπιθυμίαν δὲ τῶν λόγων. διδάσκειν ὦν δεῖ

τὼς νέως ἐξ ἀρχᾶς τάν τε τῶν θεῶν τιμὰν καὶ τὰν τῶν νόμων· ἐκ

τῶνδε γὰρ φανερὸν ἂν εἴη, ὅτι πᾶν ἔργον ἀνθρώπινον καὶ βίος 〈ὃς〉

ὁσιότατός τε καὶ εὐσεβείας μεθέξει, καὶ ὀρθοπλοιεῖ.

{On numbers:}

Ps.—Iambl. Theol. arithm. p. 21 De F. καὶ Κλεινίας δὲ ὁ Ταραντῖνος·

ταῦτα γὰρ (sc. the numbers 1—4) ἄρα μένοντα μέν, φησίν, ἀριθμητικὰν

καὶ γεωμετρίαν ἐγέννασεν, ἐκκινηθέντα δὲ ἁρμονίαν καὶ ἀστρονομίαν.

Syrian. CAG 6.1 p. 168 Kroll ἄξιον δὴ τούτοις ἢ τὰ Κλεινίου τοῦ

Πυθαγορείου παραβάλλειν, ὃς ἐξῃρῆσθαι βούλεται πανταχοῦ τὸ ἓν καὶ τὸ μέτρον

οὐ μόνον σωμάτων οὐδὲ τῶν ἐγκοσμίων πραγμάτων, ἀλλὰ καὶ αὐτῶν τῶν νοητῶν,

ἡνίκα ἂν αὐτὸ σεμνύνων ἀρχὰν εἶναι τῶν ὄντων λέγῃ καὶ νοατῶν μέτρον

καὶ ἀγένητον καὶ ἀίδιον καὶ μόνον καὶ κυριῶδες, αὐτὸ ἑαυτὸ δηλοῦν.

IAMBL. V. P. 127 καὶ ταῦτα πρὸς ἐκεῖνον [Aristoxenos] εἰπεῖν [d. jüngere Dionys] καὶ τὰ περὶ Φιντίαν καὶ Δάμωνα περί τε Πλάτωνος καὶ Ἀρ-χύτου, καὶ τὰ περὶ Κλεινίαν καὶ Πρῶρον. DIOG. IX 40 Ἀριστόξενος δ' ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασί [fr. 83FHG II 290] φησι Πλάτωνα θελῆσαι συμφλέξαι τὰ Δημοκρίτου συγγράμματα,ὁπόσα ἐδυνήθη συναγαγεῖν· Ἀμύκλαν δὲ καὶ Κλεινίαν τοὺς Πυθαγορικοὺς κωλῦσαιαὐτόν, ὡς οὐδὲν ὄφελος· παρὰ πολλοῖς γὰρ εἶναι ἤδη τὰ βιβλία. DIODOR. X 4, 1 ὅτι Κλεινίας, Ταραντῖνος τὸ γένος,εἷς δὲ τῶν ἐκ τοῦ προειρημένου συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖονδιά τινα πολιτικὴν περίστασιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελέως ἀπορούμενον,ἐξεδήμησεν ἐκ τῆς Ἰταλίας εἰς Κυρήνην μετὰ χρημάτων ἱκανῶν καὶ τὴν οὐσίανἀποκατέστησε τῶι προειρημένωι, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνονὅτι Πυθαγόρειος ἦν. ATHEN. XIV 624A Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸςἱστορεῖ, καὶ τῶι βίωι καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειναὐτὸν δι' ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν· πρὸς δὲ τοὺς ἐπιζητοῦνταςτὴν αἰτίαν ἔλεγεν ‘πραΰνομαι’. PLUT. Quaest. conviv. III 6, 3 p. 654B ἐμοὶ μέν, ἔφη, τὸ τοῦ Πυθαγο-ρικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶπροσιέναι· ‘ὅταν’ φάναι ‘μάλιστα τυγχάνηις βλαβῆναι βουλόμενος’.