Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς
- Authority group
- Corpus Hermeticum (catalogue association; authorship remains anonymous)
- Scientific editors
- Walter Scott
- Edition reference
- Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus. · Oxford · Oxford University Press · 1924
- CTS identifier
urn:cts:greekLit:tlg1286.tlg010.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Τὸν χθὲς λόγον, ὦ Ἀσκληπιέ, σοὶ ἀνέθηκα· τὸν δὲ σήμερον δίκαιόν ἐστι τῷ Τὰτ ἀναθεῖναι, ἐπεὶ καὶ τῶν ⟨γ⟩ενικῶν λόγων τῶν πρὸς αὐτὸν λελαλημένων ἐστὶν ἐπιτομή.
ὁ μὲν οὖν θεὸς καὶ πατήρ, καὶ τὸ ἀγαθόν, ὦ Τάτ, τὴν 10 αὐτὴν ἔχει φύσιν, μᾶλλον δὲ [καὶ] ἐνέργειαν. ἡ μὲν γὰρ φύσ⟨ις γενέσ⟩εως καὶ αὐξήσεώς ἐστι προσηγορία, ἅπερ ἐστὶ περὶ τὰ μεταβλητὰ καὶ κινητά· ⟨ἡ δὲ τοῦ θεοῦ ἐνέργεια περὶ τὰ ἀμετάβλητα⟩ καὶ ἀκίνητα, τουτέστι τὰ θεῖα [τε], ⟨⟨ὧν⟩⟩ καὶ ⟨τὰ⟩ ἀνθρώπεια [[ὧν]] αὐτὸς βούλεται εἶναι. ἀλλαχοῦ δὲ ⟨περὶ⟩ ἐνεργειῶν [[καθὼς καὶ ἐπὶ τῶν ἄλλων]] ἐδιδάξαμεν θείων τε καὶ ἀνθρωπίνων· ἃ δεῖ νοεῖν ἐπὶ τούτου ⟨⟨καθὼς καὶ ἐπὶ τῶν ἄλλων⟩⟩.
ἡ γὰρ τούτου ἐνέργεια ἡ θέλησίς ἐστι· καὶ ἡ οὐσία αὐτοῦ τὸ θέλειν πάντα εἶναι. τί γάρ ἐστι⟨ν ὁ⟩ θεὸς καὶ πατὴρ [καὶ τὸ ἀγαθὸν] ἢ τὸ τῶν πάντων εἶναι οὐκέτι ὄντων; ἀλλὰ ὕπαρξις αὕτη τῶν ὄντων. τοῦτο ὁ θεός, τοῦτο ὁ πατήρ. τούτῳ ⟨δὲ πρόσεστι⟩ τὸ ἀγαθόν, ⟨τοιοῦτο ὂν⟩ ὃ μηδεν⟨ὶ⟩ πρόσεστι τῶν ἄλλων. ὁ μὲν γὰρ κόσμος [καὶ ὁ ἥλιος] τῶν κατὰ μετουσίαν ⟨ἀγαθῶν⟩ καὶ αὐτὸς πατήρ, οὐκέτι δὲ τοῦ ἀγαθοῦ τοῖς ζῴοις ἴσως αἴτιός ἐστιν· οὐδὲ ⟨γὰρ⟩ τοῦ ζῆν· εἰ δέ [τοῦτο οὕτως ἔχει], πάντως μέντοι ἀναγκαζόμενος ὑπὸ τοῦ [ἀγαθοῦ] θελήματος ⟨τοῦ θεοῦ⟩, οὗ χωρὶς οὔτε εἶναί ⟨τι⟩ οὔτε γενέσθαι δυνατόν.
αἴτιος δέ, ὡϲ πατὴρ τοῖϲ τέκνοιϲ, καὶ τῆς σπορᾶς καὶ τῆς τροφῆς, ⟨παρὰ τοῦ θεοῦ⟩ τὴν ⟨χ⟩ορΗΓίαν λαβὼν τοῦ ἀγαθοῦ [διὰ τοῦ ἡλίου]. τὸ γὰρ ἀγαθόν ἐστι τὸ ποιητικόντοῦτο δὲ οὐ δυνατὸν ἐγγενέσθαι ἄλλῳ τινὶ ἢ μόνῳ ἐκείνῳ, τῷ μηδὲν μὲν λαμβάνοντι, πάντα δὲ θέλοντι εἶναι. οὐ γὰρ ἐρῶ, ὦ Τάτ, ποιοῦντι· ὁ γὰρ ποιῶν ἐλλιπής ἐστι πολλῷ χρόνῳ, ⎡ἐν ᾧ⎤ ὅτε μὲν ποιεῖ, ὅτε δὲ οὐ ποιεῖ. καὶ ποιότητας καὶ ποσότητας ⟨ποιεῖ⟩· ποτὲ μὲν γὰρ ποσὰ καὶ ποιὰ ⟨ποιεῖ⟩, ὅτε δὲ τὰ ἐναντία. ὁ δὲ θεὸς [καὶ πατὴρ καὶ τὸ ἀγαθὸν] τῷ ⟨θέλειν⟩ εἶναι τὰ πάντα ⟨πάντων πατήρ⟩.
[[οὕτως ἄρα]] [ταῦτα] [[τῷ δυναμένῳ ἰδεῖν]] καὶ γὰρ ταῦτα θέλει εἶναι, καὶ ⟨⟨οὕτως ἄρα⟩⟩ ἔστι καὶ αὐτά. μάλιστα δὲ αὐτὸ ⟨⟨ἔστι τὸ ἀγαθόν, ὦ Τάτ⟩⟩· καὶ γὰρ τὰ ἄλλα πάντα διὰ τοῦτο ἔστιν.
⟨...⟩ ἴδιον γὰρ τοῦ ἀγαθοῦ τὸ γνωρίζεσθαι [[ἔστὶ τὸ ἀγαθὸν ὦ Τὰτ]] ⟨⟨τῷ δυναμένῳ ἰδεῖν⟩⟩.—Ἐπλήρωσας ἡμᾶς, ὦ πάτερ, τῆς ἀγαθῆς καὶ καλλίστης θέας· καὶ ὀλίγου δεῖν ⟨ἐπ⟩εσκιάσθη μου ὁ τοῦ νοῦ ὀφθαλμὸς ὑπὸ τῆς τοιαύτης ⎡θέας⎤.—Οὐ γὰρ ὥσπερ ἡ τοῦ ἡλίου ἀκτὶς πυρώδης οὖσα καταυγάζει καὶ μύειν ποιεῖ τοὺς ὀφθαλμούς, οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ θέα· τοὐναντίον δὲ ἐκλάμπει [καὶ] ἐπὶ τοσοῦτον, ἐφ᾽ ὅσον δύναται ὁ θεώμενος δέξασθαι τὴν ἐπεισροὴν τῆς νοητῆς λαμπηδόνος. ὀξυτέρα μὲν γάρ ἐστιν εἰς τὸ καθικνεῖσθαι, ἀβλαβὴς δέ, καὶ πάσης ἀθανασίας ἀνάπλεως.
⟨καὶ μ⟩ὴν οἱ δυνάμενοι πλέον τι ἀρύσασθαι τῆς θέας κατακοιμίζονται πολλάκις δῊ ὑπὸ τοῦ σώματος· ⟨ἀπολυθέντες δὲ τοῦ σώματος⟩ εἰς τὴν καλλίστην ὄψιν ⟨ἐνέτυχον⟩, ὥϲπερ Οὐρανὸς καὶ Κρόνος, οἱ ἡμέτεροι πρόγονοι, ἐντετυχήκασιν.—Εἴθε καὶ ἡμεῖς, ὦ πάτερ. —Εἴθε γάρ, ὦ τέκνον· νῦν δὲ ἔτι ἀτονοῦμεν πρὸς τὴν ὄψιν, καὶ οὕτως οὐκ ἰσχύομεν ἀναπετάσαι ἡμῶν τοὺς τοῦ νοῦ ὀφθαλμούς, καὶ θεάσασθαι τὸ κάλλος τοῦ ἀγαθοῦ, ἐκεῖνο[υ] τὸ ἄφθαρτον, τὸ ⟨ἀλ⟩άλη[π]τον. τότε γὰρ αὐτὸ ὄψει, ὅταν μηδὲν περὶ αὐτοῦ ἔχῃς εἰπεῖν· ἡ γὰρ γνῶσις αὐτοῦ Βαθεῖα σιωπή ἐστι, καὶ καταργία πασῶν τῶν αἰσθήσεων.
οὔτε γὰρ ἄλλο τι δύναται νοῆσαι ὁ τοῦτο νοήσας, οὔτε ἄλλο τι θεάσασθαι ὁ τοῦτο θεασάμενος, οὔτε περὶ ἄλλου τινὸς ἀκοῦσαι, οὔτε τὸ σύνολον τὸ σῶμα κινῆσαι· πασῶν γὰρ τῶν σωματικῶν αἰσθήσεών τε καὶ κινήσεων ἐπιλαθόμενος ἀτρεμεῖ· περιλάμψαν δὲ [πάντα] τὸν νοῦν, [καὶ] τὴν ὅλην ψυχὴν ἀναλαμΒ⟨άν⟩ει καὶ ἀνέλκει διὰ τοῦ σώματος, καὶ ὅλον αὐτὸν εἰς οὐσίαν μεταβάλλει. ἀδύνατον γάρ, ὦ τέκνον, ψυχὴν ἀποθεωθῆναι ἐν σώματι ἀνθρώπου ⟨μένουσαν· ἀλλὰ χρὴ μεταβληθῆναι αὐτήν, καὶ οὕτω δὴ⟩ θεασαμένην τοῦ ἀγαθοῦ ⟨τὸ⟩ κάλλος [τῷ] ἀποθεωθῆναι.—
Πῶς λέγεις, ὦ πάτερ;—Πάσης ψυχῆς, ὦ τέκνον, διαιρετῆς μεταβολαὶ⟨πολλαὶ⟩ δΉ.—Πῶς πάλιν διαιρετῆς;—Οὐκ ἤκουσας ἐν τοῖς γενικοῖς, ὅτι ἀπὸ μιᾶς ψυχῆς τῆς τοῦ παντὸς πᾶσαι αἱ ψυχαί εἰσιν αὗται ⟨⟨ὥσπερ ἀπονενεμημέναι⟩⟩, ⟨αἱ⟩ ἐν τῷ παντὶ κόσμῳ κυλινδούμεναι[[ὥσπερ ἀπονενεμημέναι]]; τούτων τοίνυν τῶν ψυχῶν πολλαὶ αἱ μεταβολαί, τῶν μὲν ἐπὶ τὸ εὐτυχέστερον, τῶν δὲ ἐπὶ τὸ ἐναντίον. αἱ μὲν γὰρ ἑρπετώδεις οὖσαι εἰς ἔνυδρα μεταβάλλουσιν, αἱ δὲ ἔνυδροι εἰς χερσαῖα, αἱ δὲ χερσαῖαι εἰς πετεινά, αἱ δὲ ἀέριαι εἰς ἀνθρώπους· αἱ δὲ ἀνθρώπειαι, ἀρχὴν ἀθανασίας [ι]σχοῦσαι, εἰς δαίμονας μεταβάλλουσιΝ, εἶθ’ οὕτως εἰς τὸν τῶν θεῶν χορὸν χωρ[ευ]οῦσι· [χοροὶ δὲ δύο θεῶν, ὁ μὲν τῶν πλανωμένων, ὁ δὲ τῶν ἀπλανῶν·] καὶ αὕτη ψυχῆς ἡ τελειοτάτη δόξα.
ψυχὴ δὲ εἰς ἀνθρώπου σῶμα εἰσελθοῦσα, ἐὰν κακὴ μείνῃ, οὐ[τε] γεύεται ἀθανασίας, [οὔτε τοῦ ἀγαθοῦ μεταλαμβάνει,] παλίσσυρτος δὲ τὴν ὁδὸν ὑποστρέφει τὴν ἐπὶ τὰ ἑρπετά· ⟨⟨καὶ ἡ κακοδαίμων, ἀγνοήσασα ἑαντήν, δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς.⟩⟩ καὶ αὕτη καταδίκη ψυχῆς κακῆς.
κακία δὲ ψυχῆς ἀγνωσία· ψυχὴ γὰρ μηδὲν γνοῦσα τῶν ὄντων, μηδὲ τὴν τούτων φύσιν, μηδὲ τὸ ἀγαθόν, τυφλώττουσα δέ, ἐντινάσσε⟨τα⟩ι τοῖς σωματικοῖς πάθεσι, [[καὶ ἡ κακοδαίμων ἀγνοήσασα ἑαυτὴν δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς,]] ὥσπερ φορτίον βαστάζουσα τὸ σῶμα, καὶ οὐκ ἄρχουσα, ἀλλ᾽ ἀρχομένη.
αὕτη κακία ψυχῆς. τοὐναντίον δὲ ἀρετὴ ψυχῆς γνῶσις· ὁ γὰρ γνοὺς καὶ ἀγαθὸς καὶ εὐσεβής, καὶ ἤδη θεῖος.—Τίς δέ ἐστιν οὗτος, ὦ πάτερ;—Ὁ μὴ πολλὰ λαλῶν, μηδὲ πολλὰ ἀκούων. ὁ γὰρ διαλόγοις σχολάζων καὶ ἀκοαῖς, ὦ τέκνον, σκιαμαχεῖ· ὁ γὰρ θεὸς καὶ πατὴρ [καὶ τὸ ἀγαθὸν] οὔτε λέγεται οὔτε ἀκούεται. [[τούτου δὲ οὕτως ἔχοντος ἐν πᾶσι τοῖς οὖσιν]] ⎡αἱ αἰσθήσεις εἰσὶ⎤ [[διὰ τὸ μὴ a δύνασθαι εἶναι χωρὶς αὐτοῦ]].
γνῶσις δὲ αἰσθήσεως πολὺ διαφέρει. αἴσθησις μὲν γὰρ γίνεται τοῦ ⟨ὑλικοῦ⟩ ἑππικρατοῦντος, ⟨ὀργάνῳ χρωμένη τῷ σώματι,⟩ ⟨⟨διὰ τὸ μὴ δύνασθαι εἶναι χωρὶς αὐτοῦ·⟩⟩ γνῶσις δὲ [ἐστιν ἐπιστήμης τὸ τέλος, ἐπιστήμη δὲ δῶρον τοῦ θεοῦ· πᾶσα γὰρ ἐπιστήμη] ἀσώματος, ὀργάνῳ χρωμένη αὐτῷ τῷ νοΐ· ὁ δὲ νοῦς τῷ σώματι ⟨ἐναντίος⟩. ἀμφότερα οὖν χωρεῖ εἰς σῶμα ⟨εἰσδῦσα ψυχή⟩, τά τε νοητὰ καὶ τὰ ὑλικά. ⟨⟨καὶ τοῦτο ἄλλως εἶναι ἀδύνατον·⟩⟩ ἐξ ἀντιθέσεως γὰρ καὶ ἐναντιότητος δεῖ τὰ πάντα συνεστάναι. [[καὶ τοῦτο ἄλλως εἶναι ἀδύνατον.]] ⟨⟨τούτου δὲ οὕτως ἔχοντος ἐν πᾶσι τοῖς οὖσιν,⟩⟩ ⟨...⟩—
Τί[ς] οὖν ὁ ὑλικὸς θεὸς ὁδί, ⟨ὁ κόσμος⟩;—Ο⟨ὐ⟩ κακὸς ⟨ὁ⟩ κόσμος, οὐκέ[σ]τι δὲ ἀγαθός· ὑλικὸς γάρ, καὶ [ευ]παθητός. καὶ πρῶτος μὲν πάντων παθητῶν, δεύτερος δὲ τῶν ὄντων, [καὶ αὐτοδεὴς] καὶ αὐτὸς [ποτὲ μὲν γενόμενος] ἀεὶ [δὲ] ὤν, ὢν δὲ ἐν γενέσει, καὶ γινόμενος ἀεὶ ⟨τῇ⟩ γενέσει τῶν ποιῶν καὶ τῶν ποσῶν. κινητὸς [γ]ἄρ⟨α⟩· πᾶσα γὰρ ⟨⟨γένεσις⟩⟩ ὑλικὴ κίνησίς [[γένεσις]] ἐστιν.
ἡ δὲ νοητὴ στάσις κινεῖ τὴν ὑλικὴν κίνησιν τὸν τρόπον τοῦτον. ἐπεὶ ὁ κόσμος σφαῖρά ἐστι, τουτέστι κεφαλή, [κεφαλῆς δὲ οὐδὲν ὑπεράνω ὑλικόν, ὥσπερ οὐδὲ ποδῶν οὐδὲν νοητὸν ὑποκάτω, πᾶν δὲ ὑλικόν,] [⎡νοῦς δὲ κεφαλὴ αὕτη⎤ σφαιρικῶς κινουμένη, τοῦτο ἔστι κεφαλικῶς,] ὅσα οὖν προσήνωται τῷ ὑμένι τῆς κεφαλῆς ταύτης, ⟨ἐν ᾧ...⟩ ἐστὶν ἡ ψυχή, ἀθάνατα πέφυκεν, [ὥσπερ] [[ἐν ψυχῇ δὲ σώματος πεποιημένου]] [καὶ] πλείω τοῦ σώματος τὴν ψυχὴν ἔχοντα· τὰ δὲ πόρρω τοῦ ὑμένος θνητά, πλέον ἔχοντα τῆς ψυχῆς τὸ σῶμα. [[πᾶν δὲ ζῷον]] ὥστε τὸ πᾶν ἔκ τε ὑλικοῦ καὶ νοητοῦ συνέστηκεν. ⟨⟨ἐΜψύχοΥ δὲ ⟨τοῦ⟩ σώματος πεποιημένου,⟩⟩ ⟨τὸ⟩ ⟨⟨πᾶν δῊ ζῷον.⟩⟩
καὶ ὁ μὲν κόσμος πρῶτοΝ ⟨⟨τῶν ἄλλων ζῴων⟩⟩· ὁ δὲ ἄνθρωπος δεύτερον ζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν [[τῶν [μὲν] ἄλλων ζῴων]] [τὸ ἔμψυχον ἔχει]. οὐκέτι δὲ [[μόνον]] οὐκ ἀγαθὸς ⟨⟨μόνον⟩⟩, ἀλλὰ καὶ κακός, ὡς θνητός. ὁ μὲν γὰρ κόσμος οὐκ ἀγαθός, ὡς κινητός, οὐ κακὸς δέ, ὡς ἀθάνατος· ὁ δὲ ἄνθρωπος καὶ ὡς κινητὸς ⟨οὐκ ἀγαθός⟩, καὶ ὡς θνητὸς κακός.
ψυχὴ δὲ ἀνθρώπου ὀχεῖται τὸν τρόπον τοῦτον, ὁ νοῦς [ἐν τῷ λόγῳ, ὁ λόγος] ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῷ πνεύματι· τὸ ⟨δὲ⟩ πνεῦμα, διῆκον διὰ ⟨τῶν⟩ [φλεβῶν καὶ] ἀρτηριῶν [καὶ] ⟨μετὰ τοῦ⟩ αἵματος, κινεῖ τὸ [ζῷον] ⟨σῶμα⟩ καὶ ὥσπερ φόρτον τινὰ βαστάζει. διὸ καί τινες τὴν ψυχὴν αἷμα ἐνόμισαν εἶναι, σφαλλόμενοι τῆc φύσεωϲ, οὐκ εἰδότες ὅτι πρῶτον δεῖ [[τοῦ πνεύματος ἀναχωρήσαντος εἰς]] ⟨ἐξελθεῖν⟩ τὴν ψυχήν, καὶ τότε, ⟨⟨τοῦ πνεύματος ἀναχωρήσαντος εἰς⟩⟩ ⟨τὸ περιέχον⟩, τὸ αἷμα παγῆναι κατὰ τὰς φλέβας, καὶ τὰς ἀρτηρίας κενωθείσας [τὸ ζῷον] καταλ[ε]ιπεῖν. καὶ τοῦτο ἔστιν ὁ θάνατος τοῦ σώματος.
ἐκ μιᾶς δὲ ἀρχῆς τὰ πάντα ἤρτηται, ἡ δὲ ἀρχὴ ἐκ τοῦ ἑνὸς καὶ μόνου. καὶ ἡ μὲν ἀρχὴ κινεῖται, ἵνα πάντων ἀρχὴ γένηται· τὸ δὲ ἓν μόνον ἕστηκεν, καὶ οὐ κινεῖται.
[καὶ] τρία τοίνυν ταῦτα, ὁ θεός [καὶ πατὴρ καὶ τὸ ἀγαθόν], καὶ ὁ κόσμος, καὶ ὁ ἄνθρωπος· καὶ τὸν μὲν κόσμον ὁ θεὸς ἔχει, τὸν δὲ ἄνθρωπον ὁ κόσμος. καὶ γίνεται ὁ μὲν κόσμος τοῦ θεοῦ υἱός, ὁ δὲ ἄνθρωπος τοῦ κόσμου ⟨υἱός, καὶ τοῦ θεοῦ⟩ ὥσπερ ἔΓγονος.
οὐκ ἄρ⟨α⟩ ἀγνοεῖ τὸν ἄνθρωπον ὁ θεός, ἀλλὰ καὶ πάνυ γνωρίζει, καὶ θέλει γνωρίζεσθαι. τοῦτο μόνον σωτήριον ἀνθρώπῳ ἐστίν, ἡ γνῶσις τοῦ θεοῦ· αὕτη εἰς τὸν Ὄλυμπον ἀνάβασις· τούτῳ μόνῳ ἀγαθὴ ⟨⟨γίνεται⟩⟩ ψυχή.
⟨...⟩ καὶ οὐδέποτε ἀγαθὴ ⟨μένει⟩, κακὴ δὲ [[γίνεται]] κατ᾽ ἀνάγκην γίνεται.—Πῶς τοῦτο λέγεις, ὦ τρισμέγιστε;υχὴν παιδὸς θέασαι, ὦ τέκνον, [ε]αὐτὴν διάλυσιν αὑτῆς μηδέπω ἐπιδεχομένην, τοῦ σώματος αὐτῆς ἔτι ὀλίγ⟨ου⟩ ὄν⟨τος⟩ καὶ μηδέπω τὸ πᾶν ὠγκωμένου, πῶς καλὴ[ν μέν] βλέπειν πανταχοῦ, μηδέπω[τε δὲ] τεθολωμένη[ν] ὑπὸ τῶν τοῦ σώματος παθῶν, ἔτι σχεδὸν ἠρτημένη τῆς τοῦ κόσμου ψυχῆς. ὅταν δὲ ὀγκωθῇ τὸ σῶμα, καὶ κατασπάσῃ αὐτὴν εἰς τοὺς [τοῦ σώματος] ὄγκους, ⟨⟨ἐγγεννᾷ λήθην·⟩⟩ διαλύσασα δὲ ἑαυτὴν [[ἐγγεννᾷ λήθην]] [καὶ] τοῦ καλοῦ καὶ ἀγαθοῦ, οὐ⟨κέτι τούτου⟩ μεταλαμβάνει, ⟨τ⟩ῇ δὲ λήθῃ κακῊ γίνεται.
τὸ δὲ [αὐτὸ] ⟨ἐναντίον⟩ συμβαίνει [καὶ] τοῖς τοῦ σώματος ἐξιοῦσιν. ἀναδραμοῦσα γὰρ ἡ ψυχὴ εἰς ⟨τὰ⟩ ἑαυτῆϲ ⟨τοῦ πνεύματος χωρίζεται, καὶ ὁ νοῦς τῆς ψυχῆς⟩· [[συστέλλεται τὸ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα]] ὁ δὲ νοῦς καθαρὸς γενόμενος τῶν ἐνδυμάτων, θεῖος ὢν φύσει, σώματος πυρίνου ⟨ἐπι⟩λαβόμενος περιπολεῖ πάντα τόπον, καταλιπὼν τὴν ψυχὴν κρίσει καὶ τῇ κατ᾽ ἀξίαν δίκῃ.—Πῶς τοῦτο λέγεις, ὦ πάτερ, ⟨ὅτι⟩ ὁ νοῦς τῆς ψυχῆς χωρίζεται [καὶ ἡ ψυχὴ τοῦ πνεύματος], [σοῦ εἰπόντος ἔνδυμα εἶναι τοῦ μὲν νοῦ τὴν ψυχήν, τῆς δὲ ψυχῆς τὸ πνεῦμα];—
Συννοεῖν δεῖ, ὦ τέκνον, τὸν ἀκούοντα τῷ λέγοντι [καὶ συμπνεῖν], καὶ ὀξυτέραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦ λέγοντος φωνῆς. ἡ σύνθεσις [τῶν ἐνδυμάτων] τούτων ἐν σώματι γηίνῳ γίνεται. ἀδύνατον γὰρ τὸν νοῦν ἐν γηίνῳ σώματι γυμνὸν αὐτὸν καθ᾽ ἑαυτὸν ἑδράσ⟨ασθ⟩αι· οὔτε γὰρ τὸ γήινον σῶμα δυνατόν ἐστι τηλικαύτην ἀθανασίαν ἐνεγκεῖν, οὔτε τὴν τοσαύτην ἀρετὴν ἀνέχεσθαι συγχρωτιζόμενον αὑτῇ παθητὸν σῶμα. ἔλαβεν οὖν ὥσπερ περιβολὴν τὴν ψυχήν· ἡ δὲ ψυχή. καὶ αὐτὴ θεία τις οὖσα, καθαπερεὶ περι⟨βολῇ⟩ τῷ πνεύματι χρῆται, τὸ δὲ πνεῦμα τὸ [ζῷον] ⟨σῶμα⟩ διοικεῖ· ⟨⟨συστέλλεται ⟨γὰρ⟩ τὸ ⟨μὲν⟩ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα.⟩⟩
ὅταν οὖν ὁ νοῦς ἀπαλλαγῇ τοῦ γηίνου σώματος, τὸν ἴδιον εὐθὺς ἐνεδύσατο χιτῶνα, τὸν πύρινον, ὃν οὐκ ἠδύνατο ἔχων εἰς τὸ γήινον σῶμα κατοικῆσαι. γῆ γὰρ πῦρ οὐ βαστάζει· πᾶσα γὰρ φλέγεται καὶ ὑπὸ ὀλίγου σπινθῆρος· καὶ διὰ τοῦτο καὶ τὸ ὕδωρ περικέχυται τῇ γῇ, ὥσπερ ἔρυμα καὶ τεῖχος ἀντέχον πρὸς τὴν τοῦ πυρὸς φλόγα. νοῦς δέ, ὀξύτατος ὢν πάντων τῶν [θείων] νοη[μα]τῶν, καὶ τὸ ὀξύτατον πάντων τῶν στοιχείων ἔχει σῶμα, τὸ πῦρ. δημιουργὸς γὰρ ὢν [πάντων] ὁ νοῦς ὀργάνῳ τῷ πυρὶ πρὸς τὴν δημιουργίαν χρῆται. καὶ ὁ μὲν τοῦ παντὸς τῶν πάντων ⟨δημιουργός⟩, ὁ δὲ τοῦ ἀνθρώπου τῶν ἐπιγείων μόνον· γυμνὸς γὰρ ὢν τοῦ πυρὸς ὁ ἐν ἀνθρώπῳ νοῦς ἀδυνατεῖ τὰ θεῖα δημιουργεῖν, ἀνθρώπινος ὢν τῇ οἰκήσει.
ψυχὴ δὲ ἀνθρωπίνη, οὐ πᾶσα μέν, ἡ δὲ εὐσεβής, δαιμονία τίς ἐστι καὶ θεία· καὶ ἡ τοιαύτη ψυχή, [[μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος]] τὸν τῆς εὐσεβείας ἀγῶνα ἀγωνισαμένη, —ἀγὼν δὲ εὐσεβείας τὸ γνῶναι τὸν θεὸν καὶ μηδένα ἀνθράώπαων ἀδικῆσαι,—ὅλη νοῦς γίνεται· ⟨καὶ⟩ ⟨⟨μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος,⟩⟩ ⟨⟨ὅταν δαίμων γένηται, πυρίνου τυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρεσίας.⟩⟩ ἡ δὲ ἀσεβὴς ψυχὴ μένει ἐπὶ τῆς ἰδίας οὐσίας, ὑφ᾽ ἑαυτῆς κολαρμένη, καὶ γήινον σῶμα ζητοῦσα εἰς ὃ εἰσέλθῃ.
ἀνθρώπινον δέ· ἄλλο γὰρ σῶμα οὐ χωρεῖ ἀνθρωπίνην ψυχήν. οὐδὲ θέμις ἐστὶν εἰς ἀλόγου ζῴου σῶμα ψυχὴν ἀνθρωπίνην καταπεσεῖν· θεοῦ γὰρ νόμος οὗτος, φυλάσσειν ψυχὴν ἀνθρωπίνην ἀπὸ τῆς τοιαύτης ὕβρεως.
—Πῶς οὖν κολάζεται, ὦ πάτερ, ἀνθρωπίνη ψυχή;—Καὶ τίς ἐστι μείζων κόλασις [ἀνθρωπίνης ψυχῆς], ὦ τέκνον, ἢ ἡ ἀσέβεια; ποῖον πῦρ τοσαύτην φλόγα ἔχει ὅσην ἡ ἀσέβεια; ποῖον δὲ δακετὸν θηρίον τοσοῦτον ἰσχύει⟩ [ὥστε] λυμᾶναι ⟨τὸ⟩ σῶμα, ὅσον αὐτὴν τὴν ψυχὴν ἡ ἀσέβεια; ἢ οὐχ ὁρᾷς ὅσα κακὰ πάσχει ψυχὴ ἡ ἀσεβής, βοώσης αὐτῆς καὶ κεκραγυίας καίομαι, φλέγομαι· τί εἴπω, τί ποιήσω οὐκ οἶδα· διεσθίομαι ἡ κακοδαίμων ὑπὸ τῶν κατεχόντων με κακῶν. [οὔτε βλέπω οὔτε ἀκούω.] αὗται αἱ φωναὶ οὐ κολαζομένης εἰσὶ ψυχῆς; ἢ ὡς οἱ πολλοὶ δοκοῦσι καὶ σὺ δοξάζεις, ὦ τέκνον, ὅτι ψυχὴ ἐξελθοῦσα τοῦ σώματος θηριάζεται; ὅπερ ἐστὶ πλάνη μεγίστη.
ψυχὴ γὰρ κολάζεται τοῦτον τὸν τρόπον. ὁ γὰρ νοῦς, [[ ὅταν δαίμων γένηται, πυρίνου τυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρεσίας,]] [καὶ] εἰσδὺς εἰς τὴν ἀσεβ῀Η ψυχήν, αἰκίζεται αὐτὴν ταῖς τῶν ἁμαρτΗΜάτων μάστιξιν, ὑφ᾽ ὦν μαστιζομένη [ἀσεβὴς ψυχὴ] ⟨κολάζεται⟩· τρέπεται ⟨γὰρ⟩ ἐπὶ ⟨⟨βλασφημίας, καὶ⟩⟩ φόνους καὶ ὕβρεις καὶ [[βλασφημίας καὶ]] βίας ποικίλας δι᾽ ὦν ἄνθρωποι ἀδικοῦνται. εἰς δὲ τὴν εὐσεβῆ ψυχὴν ὁ νοῦς ἐμβὰς ὁδηγεῖ αὐτὴν ἐπὶ τὸ τῆς γνώσεως φῶς· ἡ δὲ τοιαύτη ψυχὴ κόρον οὐδέποτε ἴσχει ⟨τὸν θεὸν⟩ ὑΜνοῦσα εὐφημοῦσά τε, ⟨καὶ⟩ πάντας ἀνθρώπους καὶ λόγοις καὶ ἔργοις πάντα ε῏Υ ποιοῦσα, μιμουμένη αὑτῆς τὸν πατέρα.
διό, ὦ τέκνον, εὐχαριστοῦντα τῷ θεῷ δεῖ εὔχεσθαι καλοῦ τοῦ νοῦ τυχεῖν.
εἰς μὲν οὖν τὸ κρεῖττον ψυχὴ μεταβαίνει· εἰς δὲ τὸ ἔλαττον ἀδύανατον.
κοινωνία δέ ἐστι ψυχῶν· καὶ κοινωνοῦσι⟨ν⟩ ⟨⟨αἱ⟩⟩ μὲν [[αἱ]] τῶν θεῶν ταῖς τῶν ἀνθρώπων, αἱ δὲ τῶν ἀνθρῶπων ταῖς τῶν ἀλόγων. ἐπιμελοῦνται δὲ οἱ κρείττονες τῶν ἐλαττόνων, θεοὶ μὲν ἀνθρώπων, ἄνθρωποι δὲ τῶν ἀλόγων [ζῴων], ὁ δὲ θεὸς πάντων· πάντων γὰρ οὗτος κρείττων [καὶ πάντα αὐτοῦ ἐλάττονα]. ὁ μὲν οὖν κόσμος ὑπόκειται τῷ θεῷ, ὁ δὲ ἄνθραωπος τῷ κόσμῳ, τὰ δὲ ἄλογα τῷ ἀνθρώπῳ· ὁ δὲ θεὸς ὑπὲρ πάντα καὶ περὶ πάντα. καὶ τοῦ μὲν θεοῦ καθάπερ ἀκτῖνες αἱ ἐνέργειαι· τοῦ δὲ κόσμου [ἀκτῖνες] αἱ φύσεις· τοῦ δὲ ἀνθράπον, αἱ τέχναι καὶ ἐπιστῆμαι. καὶ αἱ μὲν ἐνέργειαι, διὰ τοῦ κόσμου ἐνεργοῦσ⟨α⟩ι, καὶ ἐπὶ τὸν ἄνθρωπον ⟨διήκουσι⟩ διὰ τῶν τοῦ κόσμου φυσικῶν ἀκτίνων· αἱ δὲ φύσεις διὰ τῶν στοιχείων. [οἱ δὲ ἄνθρωποι διὰ τῶν τεχνῶν καὶ ἐπιστημῶν.]
καὶ αὕτη ἡ τοῦ παντός ἐστι διοίκησις, ἠρτημένωΝ ⟨πάντων⟩ ἐκ τῆς ἑνὸς ⟨τοῦ θεοῦ⟩ φύσεως, καὶ διοικουΜέΝωΝ δι᾽ ἑνὸς τοῦ νοῦ· ⟨οὗ⟩ οὐδέν ἐστι θειότερον καὶ ἐνεργέστερον, καὶ ἐναωτικάώτερον ἀνθρώπων μὲν πρὸς θεούς, θεῶν δὲ πρὸς ἀνθρώπους. οὗτός ἐστιν ὁ ἀγαθὸς δαίμων· μακαρία ψυχὴ ἡ τούτου πλήρΗϹ, κακοδαίμων δὲ [ψυχὴ] ἡ τούτου κενή. — Πῶς τοῦτο πάλιν λέγεις, ὦ πάτερ; — Οἴει οὖν ὦ τέκνον, ὅτι πᾶσα ψυχὴ νοῦν ἔχει; [τὸν ἀγαθόν· περὶ γὰρ τούτου νῦν ὁ λόγος, οὐ τοῦ ὑπηρετικοῦ περὶ οὗ ἔμπροσθεν εἰρήκαμεν, τοῦ καταπεμπομένου ὑπὸ τῆς δίκης.]
[[ψυχὴ γὰρ χωρὶς νοῦ οὔτε τι εἰπεῖν οὔτ᾽ ἔρξαι δύναται.]] πολλάκις γὰρ ἐξίσταται ὁ νοῦς τῆς ψυχῆς· καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ οὔτε βλέπει ἡ ψυχὴ οὔτε ἀκούει, ἀλλ᾽ ἀλόγῳ ζῴῳ ἔοικε· ⟨⟨ψνχὴ γὰρ χωρὶς νοῦ οὔτε τι εἰπεῖν οὔτ᾽ ἔρξαι δύναται.⟩⟩ τηλικαύτη δύναμίς ἐστι τοῦ νοῦ. ἀλλ᾽ οὐδὲ νωθρᾶς ψυχῆς ἀνέχεται, ἀλλὰ καταλείπει τὴν [ἐν] τῷ σώματι προσηρτημένην καὶ ὑπ᾽ αὐτοῦ ἀγχομένην κάτω. ἡ δὲ τοιαύτη ψυχή, ὦ τέκνον, νοῦν οὐχ ἔχει· ὅθεν οὐδ᾽ ἄνθρωπον ἡγεῖσθαι δεῖ τὸν τοιοῦτον.
ὁ γὰρ ἄνθρωπος ζῷόν ἐστι θεῖον, καὶ τοῖς ἄλλοις ζῴοις οὐ συγκρίνεται τοῖϲ ἐπιγείοιϲ, ἀλλὰ τοῖς ἐν οὐρανῷ [ἄνω λεγομένοις] θεοῖς· μᾶλλον δέ, εἰ χρὴ τολμήσαντας εἰπεῖν τὸ ἀληθές, καὶ ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντως γε ἰσοδυναμοῦσιν ἀλλήλοις.
οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων θεῶν ἐπὶ γῆΝ κατελεύσεται, οὐρανοῦ τὸν ὅρον καταλιπών· ὁ δὲ ἄνθρωπος καὶ εἰς τὸν οὐρανὸν ἀναβαίνει, καὶ μετρεῖ αὐτὸν [καὶ οἶδε ποῖα μέν ἐστιν αὐτοῦ ὕψηλα, ποῖα δὲ ταπεινά, καὶ τὰ ἄλλα πάντα ἀκριβῶς μανθάνει]· καὶ τὸ πάντων μεῖζον, οὐδὲ τὴν γῆν καταλιπὼν ἄνω γίνεται· τοσοῦτον τὸ μέγεθός ἐστιν αὐτῷ τῆς ἐκτάσεως. διὸ τολμητέον εἰπεῖν τὸν μὲν ⟨⟨ἐπίγειον⟩⟩ ἄνθρωπον [[ἐπίγειον]] εἶναι θνητὸν θεόν, τὸν δὲ οὐράνιον θεὸν ἀθάνατον ἄνθρωπον.
διόπερ διὰ τούτων τὰ πάντα διοικεῖται τῶν δύο, κόσμου καὶ ἀνθρώπου, ὑπὸ δὲ [[τοῦ]] ἑνὸς ⟨⟨τοῦ⟩⟩ ⟨θεοῦ⟩ τὰ πάντα.