The Greek Library Author

Anonymous

Fragmenta varia

Authority group
Corpus Hermeticum (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta varia (verba Graeca solum), ed. Nock and Festugière, op. cit., vol. 4, 105, 106, 110, 111, 113, 114, 126, 128, 129–135, 137– 143.
CTS identifier
urn:cts:greekLit:tlg1286.tlg021.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

19

φύσεων ἐκάλει ἄνοας, τῆς εἱμαρμένης μόνους ὄντας

πομπάς, μηδὲν τῶν ἀσωμάτων φανταζομένους, μήτε αὐτὴν

τὴν εἱμαρμένην τὴν αὐτοὺς ἄγουσαν δικαίως, ἀλλὰ [τοὺς]

δυσφημοῦντας αὐτῆς τὰ σωματικὰ παιδευτήρια, καὶ τῶν

εὐδαιμόνων αὐτῆς ἐκτὸς 〈μηδὲν〉 ἄλλο φανταζομένους.

20

ὁ δὲ Ἑρμῆς καὶ ὁ Ζωροάστρης τὸ φιλοσόφων γένος

ἀνώτερον τῆς εἱμαρμένης εἶπον, τῷ μήτε τῇ εὐδαιμονίᾳ

αὐτῆς χαίρειν, ἡδονῶν γὰρ κρατοῦσι, μήτε τοῖς κακοῖς

αὐτῆς βάλλεσθαι, πάντοτε ἐν ἀϋλίᾳ ἄγοντας, μήτε τὰ καλὰ

δῶρα παρ' αὐτῆς καταδέχεσθαι, ἐπείπερ εἰς πέρας κακῶν

βλέπουσιν, .......................

Ζωροάστρης δὲ εἰδήσει τῶν ἄνω πάντων καὶ μαγείᾳ

αὐχῶν τῆς ἐνσώμου φράσεως φάσκει ἀποστρέφεσθαι πάντα

τῆς εἱμαρμένης τὰ κακὰ καὶ μερικὰ καὶ καθολικά.

21

ὁ μέντοι Ἑρμῆς ἐν τῷ Περὶ ἀϋλίας διαβάλλει καὶ τὴν

μαγείαν, λέγων ὅτι οὐ δεῖ τὸν πνευματικὸν ἄνθρωπον τὸν

ἐπιγνόντα ἑαυτόν, οὔτε διὰ μαγείας κατορθοῦν τι, ἐὰν καὶ

καλὸν νομίζηται, μηδὲ βιάζεσθαι τὴν ἀνάγκην, ἀλλ' ἐᾶν ὡς

ἔχει φύσεως καὶ κρίσεως, πορεύεσθαι δὲ διὰ μόνου τοῦ

ζητεῖν ἑαυτὸν καὶ θεὸν ἐπιγνόντα κρατεῖν τὴν ἀκατονό-

μαστον τριάδα, καὶ ἐᾶν τὴν εἱμαρμένην ὃ θέλει ποιεῖν τῷ

ἑαυτῆς πηλῷ, τουτέστιν τῷ σώματι. καὶ οὕτως, φησί,

νοήσας καὶ πολιτευσάμενος θεάσῃ τὸν θεοῦ υἱὸν πάντα

γινόμενον τῶν ὁσίων ψυχῶν ἕνεκεν, ἵνα αὐτὴν ἐκσπάσῃ ἐκ

τοῦ χώρου τῆς εἱμαρμένης ἑπὶ τὸν ἀσώματον. ὅρα αὐτὸν

γινόμενον πάντα, θεόν, ἄγγελον, ἄνθρωπον παθητόν· πάντα

γὰρ δυνάμενος πάντα ὅσα θέλει γίνεται, καὶ πατρὶ ὑπακούει

διὰ παντὸς σώματος διήκων· φωτίζων τὸν ἑκάστου νοῦν,

εἰς τὸν εὐδαίμονα χῶρον ἀνώρμησεν, ὅπουπερ ἧν καὶ πρὸ

τοῦ σωματικὸν γενέσθαι, αὐτῷ ἀκολουθοῦντα καὶ ὑπ' αὐτοῦ

ὀρεγόμενον καὶ ὁδηγούμενον εἰς ἐκεῖνο τὸ φῶς.

καὶ βλέψαι τὸν πίνακα ὃν καὶ Βίτος γράψας, καὶ ὁ

τρίσμεγας Πλάτων, καὶ μυριόμεγας Ἑρμῆς, ὅτι Θώυθος

ἑρμηνεύεται τῇ ἱερατικῇ πρώτῃ φωνῇ ὁ πρῶτος ἄνθρωπος,

ἑρμηνεὺς πάντων τῶν ὄντων, καὶ ὀνοματοποιὸς πάντων

τῶν σωματικῶν.

23

«Οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυστήρια

παρέχεσθαι· ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον ἦν φῶς νοερὸν

πρὸ φωτὸς νοεροῦ καὶ ἔστιν ἀεί, νοῦς νοὸς φωτεινός· καὶ

οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης· ἀεὶ ἐν ἑαυτῷ ὤν, ἀεὶ

τῷ ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει.»

«Ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ

οὐσία τις ἄλλη· πάντων γάρ ἐστι κύριος καὶ πατὴρ καὶ θεὸς

καὶ πηγὴ καὶ ζωὴ καὶ δύναμις καὶ φῶς καὶ νοῦς καὶ

πνεῦμα· καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ' αὐτόν ἐστι.»

24

«Εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων κυρίου ὥστε με τὸν

λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς νῦν ἔρως τοιοῦτος

κατεῖχεν ἵνα περὶ τούτου ζητήσητε· νῦν δὲ τὰ λοιπὰ τοῦ

λόγου ἀκούετε. τούτου τοῦ πνεύματος οὗ πολλάκις προεῖ-

πον πάντα χρῄζει. τὰ πάντα γὰρ βαστάζον κατ' ἀξίαν τὰ

πάντα ζωοποιεῖ καὶ τρέφει, καὶ ἀπὸ τῆς ἁγίας πηγῆς

ἐξήρτηται, ἐπίκουρον πνεύμασι καὶ ζωῆς ἅπασιν ἀεὶ

ὑπάρχον γόνιμον, ἓν ὄν.»

25

«Θεὸν νοῆσαι ... ἀθανάτου.

Εἴ τις οὖν ἀσώματος ὀφθαλμός, ἐξερχέσθω τοῦ σώματος

ἐπὶ τὴν θέαν τοῦ καλοῦ καὶ ἀναπτήτω καὶ θεωρείτω, μὴ

σχῆμα, μὴ σῶμα, μὴ ἰδέας ζητῶν θεάσασθαι, ἀλλ' ἐκεῖνο

μᾶλλον τὸ τούτων ποιητικόν, τὸ ἥσυχον, τὸ γαληνόν, τὸ

ἑδραῖον, τὸ ἄτρεπτον, τὸ αὐτὸ πάντα καὶ μόνον, τὸ ἕν,

τὸ αὐτὸ ἐξ ἑαυτοῦ, τὸ αὐτὸ ἐν ἑαυτῷ, τὸ ἑαυτῷ ὅμοιον,

ὃ μήτε ἄλλῳ ὅμοιόν ἐστι μήτε ἑαυτῷ ἀνόμοιον.»

26

«Μηδὲν οὖν περὶ ἐκείνου πώποτε τοῦ ἑνὸς καὶ μόνου

ἀγαθοῦ ἐννοούμενος ἀδύνατον εἴπῃς· ἡ πᾶσα γὰρ δύναμις

αὐτός ἐστι. μηδὲ ἔν τινι αὐτὸν διανοηθῇς εἶναι, μηδὲ

πάλιν κατεκτός τινος· αὐτὸς γὰρ ἀπέραντος ὢν πάντων

ἐστὶ πέρας, καὶ ὑπὸ μηδενὸς ἐμπεριεχόμενος πάντα ἐμπε-

ριέχει. ἐπεὶ τίς διαφορά ἐστι τῶν σωμάτων πρὸς τὸ

ἀσώματον καὶ τῶν γεννητῶν πρὸς τὸ ἀγέννητον καὶ τῶν

ἀνάγκῃ ὑποκειμένων πρὸς τὸ αὐτεξούσιον ἢ τῶν ἐπιγείων

πρὸς τὰ ἐπουράνια καὶ τῶν φθαρτῶν πρὸς τὰ ἀΐδια; οὐχ

ὅτι τὸ μὲν αὐτεξούσιόν ἐστι, τὸ δὲ ἀνάγκῃ ὑποκείμενον;

..... τὰ δὲ κάτω, ἀτελῆ ὄντα, φθαρτά ἐστιν.»

27

«Ὁ γὰρ λόγος αὐτοῦ προελθών, παντέλειος ὢν καὶ

γόνιμος καὶ δημιουργὸς ἐν γονίμῃ φύσει, πεσὼν ἐπὶ γονίμῳ

ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε.»

28

«† Ἡ οὗν πυραμίς, φησίν, ὑποκειμένη † τῇ φύσει

καὶ τῷ νοερῷ κόσμῳ· ἔχει γὰρ ἄρχοντα ἐπικείμενον τὸν

δημιουργὸν λόγον τοῦ πάντων δεσπότου, ὃς μετ' ἐκεῖνον

πρώτη δύναμις, ἀγέννητος, ἀπέραντος, ἐξ ἐκείνου προ-

κύψασα καὶ ἐπίκειται καὶ ἄρχει τῶν δι' αὐτοῦ δημιουργη-

θέντων. ἔστι δὲ τοῦ παντελείου πρόγονος καὶ τέλειος καὶ

γόνιμος γνήσιος υἱός.»

29

«Διὰ τί δέ, ὦ μέγιστε Ἀγαθὸς Δαίμων, τούτῳ τῷ ὀνό-

ματι ἐκλήθη ἀπὸ τοῦ πάντων κυρίου;», φησί.

«Καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, σὺ δὲ οὐ συνῆκας. 〈ἡ〉

φύσις τοῦ νοεροῦ αὐτοῦ λόγου φύσις ἐστὶ γεννητικὴ καὶ

δημιουργητική· τοῦτο ὥσπερ αὐτοῦ ἡ γέννησις ἢ φύσις ἢ

ἔθος, ἢ ὃ θέλεις αὐτὸ καλεῖν, κάλει, τοῦτο μόνον νοῶν,

ὅτι τέλειός ἐστιν ἐν τελείῳ καὶ ἀπὸ τελείου τέλεια ἀγαθὰ

ἐργάζεται καὶ δημιουργεῖ καὶ ζωοποιεῖ. ἐπειδὴ οὖν τοιαύ-

της ἔχεται φύσεως, καλῶς τοῦτο προσηγόρευται.»

30

«Ὁ τοῦ δημιουργοῦ λόγος, ὦ τέκνον, ἀΐδιος, αὐτοκίνη-

τος, ἀναυξής, ἀμείωτος, ἀμετάβλητος, ἄφθαρτος, μόνος,

ἀεὶ ἑαυτῷ ὅμοιός ἐστιν, ἴσος δὲ καὶ ὁμαλός, εὐσταθής,

εὔτακτος, εἷς ὢν ὁ μετὰ τὸν προεγνωσμένον θεόν.»

31

«καὶ εἶπε, φησίν, ὁ Ὄσιρις, Εἶτα, ὦ μέγιστε Ἀγαθὸς

Δαίμων, πῶς ὅλη ἡ γῆ ἐφάνη; —καὶ εἶπεν ὁ μέγας

Ἀγαθὸς Δαίμων, Κατὰ τάξιν καὶ ἀναξήρανσιν, ὡς εἶπον·

καὶ τῶν πολλῶν ὑδάτων κελευσθέντων ἀπὸ τοῦ εἰς ἑαυτὰ

ἀναχωρῆσαι, ἐφάνη ὅλη ἡ γῆ ἔμπηλος καὶ τρέμουσα.

ἡλίου λοιπὸν ἀναλάμψαντος καὶ ἀδιαλείπτως διακαίοντος

καὶ ξηραίνοντος ἡ γῆ ἐστηρίζετο ἐν τοῖς ὕδασιν, ἐμπεριε-

χομένη ὑπὸ τοῦ ὕδατος.»

32A

«Ὁ πάντων δημιουργὸς καὶ κύριος ἐφώνησεν οὕτως,

Ἔστω γῆ καὶ φανήτω στερέωμα· καὶ εὐθέως ἀρχὴ τῆς

δημιουργίας γῆ ἐγένετο.»

32B

«Καὶ εἶπεν ὁ Ὄσιρις, Ὦ τρισμέγιστε Ἀγαθὸς Δαίμων,

πόθεν ἀνεφάνη ὁ μέγας οὗτος ἥλιος; καὶ εἶπεν ὁ μέγας

Ἀγαθὸς Δαίμων, Ὄσιρι, ἡλίου γένναν βούλει ἡμᾶς κατα-

λέξαι πόθεν ἐφάνη; ἐφάνη προνοίᾳ τοῦ πάντων δεσπό-

του.»

33

«Ὁ δὲ πάντων κύριος εὐθέως ἐφώνησε τῷ ἑαυτοῦ ἁγίῳ

καὶ νοητῷ καὶ δημιουργικῷ λόγῳ, Ἔστω ἥλιος, καὶ ἅμα τῷ

φάναι τὸ πῦρ τὸ φύσεως ἀνωφεροῦς ἐχόμενον (λέγω δὴ τὸ

ἄκρατον καὶ φωτεινότατον καὶ δραστικώτατον καὶ γονιμώ-

τατον) ἐπεσπάσατο ἡ Φύσις τῷ ἑαυτῆς πνεύματι καὶ

ἤγειρεν εἰς ὕψος ἀπὸ ὕδατος ...».

34

«Ἀνάγκην δὲ ὑμῖν τοῖς ὑπ' ἐμὲ περιθήσω ταύτην τὴν

διὰ τοῦ λόγου μου ὑμῖν ἐντολὴν δεδομένην· τοῦτον γὰρ

νόμον ἔχετε ...»

35

«Καὶ γὰρ ὡς τέλειος καὶ σοφὸς τάξιν † καὶ ἀταξίαν †

ἐπέθηκε, ἵνα τὰ μὲν νοερὰ ὡς πρεσβύτερα καὶ κρείττονα

προεστήκῃ καὶ τὸν πρῶτον τόπον ἔχῃ, τὰ δὲ αἰσθητὰ ὡς

δεύτερα [ἵνα] τούτοις ὑποστήκῃ. τὸ οὖν κατωφερέστερον

τοῦ νοεροῦ καὶ βρῖθον λόγον ἐν ἑαυτῷ σοφὸν ἔχει

δημιουργικόν, ὁ δὲ λόγος αὐτοῦ οὗτος δημιουργικῆς ἔχεται

φύσεως, γόνιμος ὑπάρχων καὶ ζωοποιός.»

36

«Εἰσόμεθα τὸν προεννοούμενον θεόν ... ὃς τὰ πάντα μὲν

ἐκείνου ὅμοια βουληθέντος ἔχει, δυσὶ δὲ λείπεται τῷ εἶναι

ἐν σώματι καὶ ὁρατὸν ὑπάρχειν.»

37

Ἔνθεν Ἑρμῆς ἐν τῇ Κοσμοποιΐᾳ τὰ μὲν ὑπὲρ ὀσφὺν

ἄρρενα τῆς Ἀφροδίτης, τὰ δὲ μετ' αὐτὴν θήλεα παραδί-

δωσιν.

ἀκοιμήτου πυρὸς ὄμματι ἐγρήγορε, δρόμον αἰθέρος ζωο-γονῶν, ἡλίου θέρμην κρατύνων, λαίλαπι μεθιστῶν νέφη,τοὔνομα μὴ χωρῶν ἐν κόσμῳ· ἄφθιτον ἀέναον πανεπί-σκοπον ἐπίφοβον ὄμμα, πατέρα τῶν ὅλων, θεὸν ὄντα μόνον,ἀπ' οὐδενὸς ἔχοντα ἀρχήν, ἔγνωκα. —ἕνα μετὰ σὲ ὄνταμόνον ἐκ σοῦ γεραίρω υἱόν, ὃν ῥώμῃ ἀπορρήτῳ καὶ ὀξυτέρᾳφωνῇ ἴδιον εὐθὺς ἀφθόνως καὶ ἀπαθῶς ἀγένητον (Erbse·ἀγενοῦς in one source, ἀγεννήτως in another) λόγον ἐγέν-νησας, θεὸν ὄντα τὴν οὐσίαν ἐκ τῆς οὐσίας, ὃς σοῦ τοῦπατρὸς τὴν εἰκόνα τὴν ἄφθαρτον καὶ πᾶν ὁμοίαν (πανομοίανPitra, which I prefer) φέρει, ὥστε εἶναι ἐκεῖνον ἐν σοί, σὲδὲ ἐν ἐκείνῳ, κάλλους ἔσοπτρον, ἀλληλεύφραντον πρό-σωπον.