Fragmentum
- Edition reference
- Fragmentum, FHG 4: 371–372.
- CTS identifier
urn:cts:greekLit:tlg1291.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1
{ΕΦΕΣΙΩΝ ΩΡΟΙ.}
1
Athenaeus VII: Κρεόφυλος δ' ἐν τοῖς
Ἐφεσίων Ὥροις «Οἱ τὴν Ἔφεσον (φησὶ) κτίζοντες,
πολλὰ ταλαιπωρηθέντες ἀπορίᾳ τόπου, τὸ τελευταῖον
πέμψαντες εἰς θεοῦ, ἠρώτων, ὅπου τὸ πόλισμα θῶνται.
Ὁ δ' αὐτοῖς ἔχρησεν, ἐνταῦθα οἰκίζειν πόλιν, ᾗ ἂν ἰχθὺς
δείξῃ, καὶ ὗς ἄγριος ὑφηγήσηται. Λέγεται οὖν, ὅπου
νῦν ἡ κρήνη ἐστὶν Ὑπέλαιος καλουμένη, καὶ ὁ ἱερὸς
λιμὴν, ἁλιέας ἀριστοποιεῖσθαι, καὶ τῶν ἰχθύων τινὰ
ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτὸν, καὶ
ἁφθῆναι ὑπ' αὐτοῦ λόχμην, ἐν ᾗ ἔτυχεν ὗς ἄγριος ὤν·
ὃς, ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς, ἐπέδραμε τοῦ ὄρους ἐπὶ
πολὺ, ὃ δὴ καλεῖται Τρηχεῖα, καὶ πίπτει ἀκοντισθεὶς,
ὅπου καὶ νῦν ἐστιν ὁ τῆς Ἀθηνᾶς ναός. Καὶ διαβάντες
οἱ Ἐφέσιοι ἐκ τῆς νήσου, ἔτεα εἴκοσιν ἓν οἰκήσαντες,
τῷ εἰκοστῷ δευτέρῳ κτίζουσι Τρηχεῖαν καὶ τὰ ἐπὶ Κό-
ρησσον, καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ τῇ ἀγορᾷ ἱδρύσαντο,
Ἀπόλλωνός τε τοῦ Πυθίου ἐπὶ τῷ λιμένι.»