Fragmenta
- Edition reference
- Fragmenta, ed. J. von Arnim, Stoicorum veterum fragmenta, vol. 3, Leipzig: Teubner, 1903 (repr. Stuttgart: Teubner, 1968): 268– 269.
- CTS identifier
urn:cts:greekLit:tlg1293.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Arrianus Epictet. dissert. III 2, 15. ἄπελθε νῦν καὶ ἀναγί-
γνωσκε Ἀρχέδημον· εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες·
τοιοῦτος γάρ σε μένει θάνατος, οἷος καὶ τὸν——τίνα ποτ' ἐκεῖνον;
—τὸν Κρῖνιν· καὶ ἐκεῖνος μέγα ἐφρόνει ὅτι ἐνόει Ἀρχέδημον.
2
Diog. Laërt. VII 62. <μερισμὸς> δέ ἐστι γένους εἰς τόπους
κατάταξις, ὡς ὁ Κρῖνις, οἷον „τῶν ἀγαθῶν τὰ μέν ἐστι περὶ ψυχήν,
τὰ δὲ περὶ σῶμα.“
3
Diog. Laërt. VII 68. Τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ
δ' οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον——καὶ Κρῖνιν.
4
Diocles Magnes apud Diog. Laërt. VII 71. <παρασυνημμένον>
δέ ἐστιν, ὡς ὁ <Κρίνις> φησὶν <ἐν τῇ διαλεκτικῇ τέχνῃ>, ἀξίωμα ὃ
ὑπὸ τοῦ ”ἐπεὶ” συνδέσμου παρασυνῆπται, ἀρχόμενον ἀπ' ἀξιώματος
καὶ λῆγον εἰς ἀξίωμα, οἷον „ἐπεὶ ἡμέρα ἐστί, φῶς ἐστίν“. ἐπαγγέλλε-
ται δὲ ὁ σύνδεσμος ἀκολουθεῖν τε τὸ δεύτερον τῷ πρώτῳ καὶ τὸ πρῶ-
τον ὑφεστάναι.
ibid. 74. <παρασυνημμένον δὲ ἀληθὲς> μέν ἐστιν ὃ ἀρχόμενον
ἀπὸ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οἷον ”ἐπεὶ ἡμέρα ἐστίν, ἥλιός ἐστιν
ὑπὲρ γῆς”. ψεῦδος δὲ 〈ὃ〉 ἣ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλου-
θον λήγει, οἷον „ἐπεὶ νύξ ἐστι, Δίων περιπατεῖ“ ἂν ἡμέρας οὔσης
λέγηται.
5
Diocles Magnes apud Diog. Laërt. VII 76. <λόγος> δέ ἐστι, ὡς
οἱ περὶ τὸν <Κρίνιν> φασί, τὸ συνεστηκὸς ἐκ λήμματος καὶ προσ-
λήψεως καὶ ἐπιφορᾶς, οἷον ὁ τοιοῦτος ”εἰ ἡμέρα ἐστί,
ἡμέρα δέ ἐστι· φῶς ἄρα ἐστι”. <λῆμμα> μὲν γάρ ἐστι τὸ „εἰ ἡμέρα
ἐστί, φῶς ἐστι“, <πρόσληψις> τὸ ”ἡμέρα δέ ἐστιν”, <ἐπιφορὰ> δὲ τὸ
„φῶς ἄρα ἐστί“. <τρόπος> δέ ἐστιν οἱονεὶ σχῆμα λόγου, οἷον ὁ τοι-
οῦτος ”εἰ τὸ πρῶτον, τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύ-
τερον”. <λογότροπος> δέ ἐστι τὸ ἐξ ἀμφοτέρων σύνθετον, οἷον „εἰ
ζῇ Πλάτων, ἀναπνεῖ Πλάτων· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον“
παρεισήχθη δὲ ὁ λογότροπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι
τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν
λέγειν, ἀλλὰ συντόμως ἐπενεγκεῖν ”τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον.”