The Greek Library Author

Anonymous

Testimonia

Authority group
Democritus (catalogue association; authorship remains anonymous)
Edition reference
Testimonia, ed. H. Diels and W. Kranz, Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn., Berlin: Weidmann, 1952: 81–129.
CTS identifier
urn:cts:greekLit:tlg1304.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

DIOG. IX 34ff. Δημόκριτος Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου, τινὲς

Δαμασίππου Ἀβδηρίτης ἤ, ὡς ἔνιοι, Μιλήσιος. οὗτος

μάγων τινῶν διήκουσε καὶ Χαλδαίων, Ξέρξου τοῦ βασιλέως τῶι πατρὶ αὐτοῦ

ἐπιστάτας καταλιπόντος, ἡνίκα ἐξενίσθη παρ' αὐτῶι, καθά φησι καὶ Ἡρόδοτος·

παρ' ὧν τά τε περὶ θεολογίας καὶ ἀστρολογίας ἔμαθεν ἔτι παῖς ὤν. ὕστερον δὲ

Λευκίππωι παρέβαλε καὶ Ἀναξαγόραι κατά τινας, ἔτεσιν ὢν αὐτοῦ νεώτερος

τετταράκοντα [F GrHist. 244 F 36b II 1030]. Φαβωρῖνος δέ φησιν ἐν Παντοδα-

πῆι ἱστορίαι [fr. 33 FHG III 582] λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ

εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλ' ἀρχαῖαι, τὸν δὲ ὑφηιρῆσθαι·

(35) διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα

πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν. πῶς οὖν κατά τινας ἀκήκοεν αὐτοῦ;

φησὶ δὲ Δημήτριος ἐν Ὁμωνύμοις καὶ Ἀντισθένης ἐν Διαδοχαῖς [FHG III

183 n.] ἀποδημῆσαι αὐτὸν καὶ εἰς Αἴγυπτον πρὸς τοὺς ἱερέας γεωμετρίαν μαθησό-

μενον καὶ πρὸς Χαλδαίους εἰς τὴν Περσίδα καὶ εἰς τὴν Ἐρυθρὰν θάλασσαν γενέσθαι.

τοῖς τε Γυμνοσοφισταῖς φασί τινες συμμῖξαι αὐτὸν ἐν Ἰνδίαι καὶ εἰς Αἰθιοπίαν

ἐλθεῖν. τρίτον τε ὄντα ἀδελφὸν νείμασθαι τὴν οὐσίαν· καὶ οἱ μὲν πλείους φασὶ

τὴν ἐλάττω μοῖραν ἑλέσθαι τὴν ἐν ἀργυρίωι, χρείαν ἔχοντα ἀποδημῆσαι, τοῦτο

κἀκείνων δολίως ὑποπτευσάντων· (36) ὁ δὲ Δημήτριος ὑπὲρ ἑκατὸν τάλαντά

φησιν εἶναι αὐτῶι τὸ μέρος, ἃ πάντα καταναλῶσαι. λέγει δὲ ὅτι τοσοῦτον ἦν

φιλόπονος, ὥστε τοῦ περικήπου δωμάτιόν τι ἀποτεμόμενος κατάκλειστος ἦν·

καί ποτε τοῦ πατρὸς αὐτοῦ πρὸς θυσίαν βοῦν ἀγαγόντος καὶ αὐτόθι προσδήσαντος,

ἱκανὸν χρόνον μὴ γνῶναι, ἕως αὐτὸν ἐκεῖνος διαναστήσας προφάσει τῆς θυσίας

καὶ τὰ περὶ τὸν βοῦν διηγήσατο. ‘δοκεῖ δέ, φησί, καὶ

Ἀθήναζε ἐλθεῖν καὶ μὴ σπουδάσαι γνωσθῆναι δόξης καταφρονῶν. καὶ εἰδέναι μὲν

Σωκράτη, ἀγνοεῖσθαι δὲ ὑπ' αὐτοῦ· <“ἦλθον γάρ>, φησίν, <εἰς Ἀθήνας καὶ

οὔτις με ἔγνωκεν> [B 116]”.’

(37) (‘εἴπερ οἱ Ἀντερασταὶ Πλάτωνός εἰσι, φησὶ Θρασύλος, οὗτος ἂν εἴη ὁ

παραγενόμενος ἀνώνυμος, τῶν περὶ Οἰνοπίδην καὶ Ἀναξαγόραν ἕτερος, ἐν τῆι

πρὸς Σωκράτην ὁμιλίαι διαλεγόμενος περὶ φιλοσοφίας, ὧι φησίν, ὡς πεντάθλωι

ἔοικεν ὁ φιλόσοφος [Anterast. p. 136A]. καὶ ἦν ὡς ἀληθῶς ἐν

φιλοσοφίαι πένταθλος· τὰ γὰρ φυσικὰ καὶ τὰ ἠθικὰ 〈ἤσκητο〉, ἀλλὰ καὶ τὰ μαθη-

ματικὰ καὶ τοὺς ἐγκυκλίους λόγους, καὶ περὶ τεχνῶν πᾶσαν εἶχεν ἐμπειρίαν’

τούτου ἐστὶ καὶ τὸ <‘λόγος ἔργου σκιή’> [B 145]. Δημήτριος δὲ ὁ Φαληρεὺς

ἐν τῆι Σωκράτους ἀπολογίαι [F GrHist. 228 F 41 II 970] μηδὲ ἐλθεῖν φησιν αὐτὸν

εἰς Ἀθήνας. τοῦτο δὲ καὶ μεῖζον, εἴγε τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ

τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τόπωι δόξαν περιθεῖναι προελόμενος.

(38) (δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν. δοκεῖ δέ, φησὶν ὁ Θρασύλος,

ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυ-

μάζων αὐτὸν ἐν τῶι ὁμωνύμωι συγγράμματι. πάντα

δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ' ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρόνων

ἐμάχετο. πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκος

ὁ Ῥηγῖνος, κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῶι γεγονώς. φησὶ δὲ καὶ Ἀπολλόδωρος

ὁ Κυζικηνὸς Φιλολάωι αὐτὸν συγγεγονέναι).

ἤσκει δέ, φησὶν ὁ Ἀντισθένης [FHG III 173 n.], καὶ ποικίλως δοκιμάζειν τὰς

φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρίβων. (39) ἐλθόντα δή φησιν

αὐτὸν ἐκ τῆς ἀποδημίας ταπεινότατα διάγειν, ἅτε πᾶσαν τὴν οὐσίαν καταναλω-

κότα· τρέφεσθαί τε διὰ τὴν ἀπορίαν ἀπὸ τἀδελφοῦ Δαμάσου. ὡς δὲ προειπών

τινα τῶν μελλόντων εὐδοκίμησε, λοιπὸν ἐνθέου δόξης παρὰ τοῖς πλείστοις ἠξιώθη.

νόμου δὲ ὄντος τὸν ἀναλώσαντα τὴν πατρώιαν οὐσίαν μὴ ἀξιοῦσθαι ταφῆς ἐν

τῆι πατρίδι, φησὶν ὁ Ἀντισθένης, συνέντα, μὴ ὑπεύθυνος γενηθείη πρός τινων

φθονούντων καὶ συκοφαντούντων, ἀναγνῶναι αὐτοῖς τὸν Μέγαν διάκοσμον, ὃς

ἁπάντων αὐτοῦ τῶν συγγραμμάτων προέχει· καὶ πεντακοσίοις ταλάντοις τιμη-

θῆναι· μὴ μόνον δέ, ἀλλὰ καὶ χαλκαῖς εἰκόσι· καὶ τελευτήσαντα δημοσίαι ταφῆναι.

βιώσαντα ὑπὲρ τὰ ἑκατὸν ἔτη. (40) ὁ δὲ Δημήτριος τοὺς συγγενέας αὐτοῦ φησιν

ἀναγνῶναι τὸν Μέγαν διάκοσμον, ὃν μόνον ἑκατὸν ταλάντων τιμηθῆναι. ταὐτά

δὲ καὶ Ἱππόβοτός φησιν.

Ἀριστόξενος δ' ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασί [fr. 83 FHG II 290] φησι Πλά-

τωνα θελῆσαι συμφλέξαι τὰ Δημοκρίτου συγγράμματα, ὁπόσα ἐδυνήθη συναγαγεῖν.

Ἀμύκλαν δὲ καὶ Κλεινίαν τοὺς Πυθαγορικοὺς [c. 54, 2] κωλῦσαι αὐτόν, ὡς οὐδὲν

ὄφελος· παρὰ πολλοῖς γὰρ εἶναι ἤδη τὰ βιβλία. καὶ δῆλον δέ· πάντων γὰρ σχεδὸν

τῶν ἀρχαίων μεμνημένος ὁ Πλάτων οὐδαμοῦ Δημοκρίτου διαμνημονεύει, ἀλλ' οὐδ' ἔνθα

ἀντειπεῖν τι αὐτῶι δέοι, δῆλον 〈ὅτι〉 εἰδὼς ὡς πρὸς τὸν ἄριστον αὐτῶι τῶν φιλοσό-

φων 〈ὁ ἀγὼν〉 ἔσοιτο· ὅν γε καὶ Τίμων τοῦτον ἐπαινέσας τὸν τρόπον ἔχει [fr. 46 D.]·

οἷον Δημόκριτόν τε περίφρονα, ποιμένα μύθων,

ἀμφίνοον λεσχῆνα μετὰ πρώτοισιν ἀνέγνων.

(41) γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῶι Μικρῶι διακόσμωι [68

B 5], νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα.

συντετάχθαι δέ φησι τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως

τριάκοντα καὶ ἑπτακοσίοις. γεγόνοι δ' ἄν, ὡς μὲν Ἀπολλόδωρος ἐν Χρονικοῖς

[F GrHist. 244 F 36 II 1030]. κατὰ τὴν ὀγδοηκοστὴν ὀλυμπιάδα [460—457], ὡς δὲ

Θρασύλος ἐν τῶι ἐπιγραφομένωι Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Δημοκρίτου βιβλίων,

κατὰ τὸ τρίτον ἔτος τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος [470/69], ἐνιαυτῶι,

φησί, πρεσβύτερος ὢν Σωκράτους. εἴη ἂν οὖν κατ' Ἀρχέλαον τὸν Ἀναξαγόρου

μαθητὴν καὶ τοὺς περὶ Οἰνοπίδην· καὶ γὰρ τούτου μέμνηται [c. 41, 3]. (42) μέ-

μνηται δὲ καὶ περὶ τῆς τοῦ ἑνὸς δόξης τῶν περὶ Παρμενίδην καὶ Ζήνωνα ὡς κατ'

αὐτὸν μάλιστα διαβεβοημένων, καὶ Πρωταγόρου τοῦ Ἀβδηρίτου, ὃς ὁμολογεῖται

κατὰ Σωκράτην γεγονέναι.

φησὶ δ' Ἀθηνόδωρος [Zeller IIIa 6302] ἐν η̅ Περιπάτων, ἐλθόντος Ἱπποκρά-

τους πρὸς αὐτόν, κελεῦσαι κομισθῆναι γάλα· καὶ θεασάμενον τὸ γάλα εἰπεῖν εἶναι

αἰγὸς πρωτοτόκου καὶ μελαίνης· ὅθεν τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱππο-

κράτην. ἀλλὰ καὶ κόρης ἀκολουθούσης τῶι Ἱπποκράτει τῆι μὲν πρώτηι ἡμέραι

ἀσπάσασθαι οὕτω ‘χαῖρε κόρη’, τῆι δ' ἐχομένηι ‘χαῖρε γύναι’. καὶ ἦν ἡ κόρη τῆς

νυκτὸς διεφθαρμένη.

(43) τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἕρμιππος [fr. 29 FHG III 43]

τοῦτον τὸν τρόπον. ἤδη ὑπέργηρων ὄντα πρὸς τῶι καταστρέφειν

εἶναι. τὴν οὖν ἀδελφὴν λυπεῖσθαι ὅτι ἐν τῆι τῶν θεσμοφόρων ἑορτῆι μέλλοι τεθνή-

ξεσθαι καὶ τῆι θεῶι τὸ καθῆκον αὐτὴ οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι

αὑτῶι προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι. τούτους δὴ ταῖς ῥισὶ προσφέρων

διεκράτησεν αὑτὸν τὴν ἑορτήν· ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι (τρεῖς δ' ἦσαν).

ἀλυπότατα τὸν βίον προήκατο, ὥς φησιν ὁ Ἵππαρχος, ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη

βιούς. ἡμεῖς τε εἰς αὐτὸν ἐν τῆι Παμμέτρωι τοῦτον ἐποιήσαμεν τὸν τρόπον·

καὶ τίς ἔφυ σοφὸς ὧδε, τίς ἔργον ἔρεξε τοσοῦτον.

ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος;

ὃς Θάνατον παρεόντα τρί' ἤματα δώμασιν ἔσχεν

καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.

τοιοῦτος μὲν ὁ βίος τἀνδρός.

(44) δοκεῖ δὲ αὐτῶι τάδε· ἀρχὰς εἶναι τῶν ὅλων ἀτόμους καὶ κενόν, τὰ δ' ἄλλα

πάντα νενομίσθαι. ἀπείρους τε εἶναι κόσμους καὶ γενητοὺς καὶ φθαρτούς. μηδέν

τε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπεί-

ρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δ' ἐν τῶι ὅλωι δινουμένας, καὶ οὕτω

πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν· εἶναι γὰρ καὶ ταῦτα ἐξ

ἀτόμων τινῶν συστήματα· ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωτα διὰ τὴν στερρό-

τητα. τόν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων λείων καὶ περιφερῶν ὄγκων

συγκεκρίσθαι, καὶ τὴν ψυχὴν ὁμοίως· ἣν καὶ νοῦν ταὐτὸν εἶναι. ὁρᾶν δ' ἡμᾶς

κατ' εἰδώλων ἐμπτώσεις. (45) πάντα τε κατ' ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας

οὔσης τῆς γενέσεως πάντων, ἣν <ἀνάγκην> λέγει. τέλος δ' εἶναι τὴν <εὐθυμίαν>,

οὐ τὴν αὐτὴν οὖσαν τῆι ἡδονῆι, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθ'

ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς ταραττομένη φόβου ἢ δεισι-

δαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δ' αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις

ὀνόμασι [B 3]. ποιότητας δὲ νόμωι εἶναι, φύσει δ' ἄτομα καὶ κενόν [B 125].

καὶ ταῦτα μὲν αὐτῶι ἐδόκει. τὰ δὲ βιβλία αὐτοῦ κτλ.

(49) γεγόνασι δὲ Δημόκριτοι ἕξ· πρῶτος αὐτὸς οὗτος, δεύτερος Χῖος μουσικὸς

κατὰ τὸν αὐτὸν χρόνον, τρίτος ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος [S. 10

Wilamowitz], τέταρτος περὶ τοῦ ἱεροῦ τοῦ ἐν Ἐφέσωι γεγραφὼς καὶ τῆς πόλεως

καὶ Σαμοθράικης, πέμπτος ποιητὴς ἐπιγραμμάτων σαφὴς καὶ ἀνθηρός, ἕκτος Περ-

γαμηνὸς ἀπὸ ῥητορικῶν λόγων 〈εὐδοκιμήσας〉.

2

SUIDAS Δημόκριτος Ἡγησιστράτου (οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμασίππου)

γεγονὼς ὅτε καὶ Σωκράτης ὁ φιλόσοφος κατὰ τὴν ο̅ζ̅ ὀλυμπιάδα [472—469] (οἱ

δὲ κατὰ τὴν π̅ [460—457] φασίν)· Ἀβδηρίτης ἐκ Θράικης, φιλόσοφος, μαθητὴς

κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες, καὶ μάγων καὶ Χαλδαίων

Περσῶν· ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰγυπτίους καὶ τὰ παρ' ἑκάστοις

ἐπαιδεύθη σοφά. εἶτα ἐπανῆλθε καὶ τοῖς ἀδελφοῖς συνῆν Ἡροδότωι καὶ Δαμάστηι.

ἦρξε δὲ ἐν Ἀβδήροις διὰ τὴν ἑαυτοῦ σοφίαν τιμηθείς. μαθητὴς δὲ αὐτοῦ διαφανὴς

ἐγένετο Μητρόδωρος ὁ Χῖος, οὗ πάλιν ἀκροαταὶ Ἀνάξαρχος καὶ Ἱπποκράτης ὁ

ἰατρός. ἐπεκλήθη δὲ Σοφία ὁ Δημόκριτος καὶ Γελασῖνος δὲ διὰ τὸ γελᾶν πρὸς τὸ

κενόσπουδον τῶν ἀνθρώπων· γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε Μέγας διά-

κοσμος καὶ τὸ Περὶ φύσεως κόσμου. ἔγραψε δὲ καὶ Ἐπιστολάς.

3

AËT. I 3, 16 (D. 285.) Δ. Δαμασίππου Ἀβδηρί-

της κτλ.

4

EUSEB. Chron. a) Cyrill. c. Jul. I p. 13 Spanh. ἑβδομηκοστῆι ὀλυμπιάδι

[500—497] φασὶ γενέσθαι Δημόκριτον καὶ Ἀναξαγόραν φιλοσόφους φυσικοὺς ὁμοῦ

τε καὶ Ἡράκλειτον τὸν ἐπίκλην σκοτεινόν. b) Akme: Cyrill. ὀγδοηκοστῆι ἕκτηι

ὀλυμπιάδι [436—433] γενέσθαι φασὶ τὸν Ἀβδηρίτην Δημόκριτον, Ἐμπεδοκλέα

τε καὶ Ἱπποκράτην κτλ.,

CHRON. PASCH. 317, 5 Δ. τελευτᾶι ζήσας ἔτη ἑκατόν.

5

DIOD. XIV 11, 5 περὶ δὲ τὸν αὐτὸν χρόνον [Ol. 94, 1. 404] καὶ Δ. ὁ φιλό-

σοφος ἐτελεύτησε βιώσας ἔτη ἐνενήκοντα.

6

[LUC.] Macrob. 18 Δ. μὲν ὁ Ἀβδηρίτης ἐτῶν γεγονὼς τεσσάρων καὶ ἑκα-

τὸν ἀποσχόμενος τροφῆς ἐτελεύτα. CENSOR. 15, 3 Democritum quoque Ab-

deriten et Isocraten rhetorem ferunt prope ad id aetatis pervenisse quo Gor-

gian Leontinum, quem omnium veterum maxime senem fuisse et octo supra

centum annos habuisse constat.

7

ARISTOT. Meteor. Β 7 p. 365a. 17 Ἀναξαγόρας. τε γὰρ ὁ

Κλαζομένιος καὶ πρότερος Ἀναξιμένης ὁ Μιλήσιος ἀπεφήναντο καὶ τούτων ὕστερος

Δημόκριτος ὁ Ἀβδηρίτης.

8

SEXT. VII 389 ὅ τε Δ. καὶ ὁ Πλάτων ἀντιλέγοντες τῶι Πρωτα-

γόραι ἐδίδασκον

9

ATHEN. VIII p. 354c ἐν δὲ τῆι αὐτῆι ἐπιστολῆι [fr. 172 p. 153. 2 Us.] ὁ

Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου

πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα δ' ὑπ' ἐκείνου ἐπὶ ξύλων

τινὶ ἰδίαι συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπ' αὐτοῦ καὶ διδάσκειν ἐν

κώμηι τινὶ γράμματα, ἀφ' ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι. PHILOSTR. Vit.

sophist. 10 p. 13, 1 Kayser Πρωταγόρας δὲ ὁ Ἀβδηρίτης σοφιστὴς καὶ Δημο-

κρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο, ὡμίλησε δὲ καὶ τοῖς ἐκ Περσῶν μάγοις κατὰ

τὴν Ξέρξου ἐπὶ τὴν Ἑλλάδα ἔλασιν.

10

SUID. s. v. Ἱπποκράτης ... οὗτος μαθητὴς γέγονε τὸ μὲν πρῶτον τοῦ

πατρός, μετὰ δὲ ταῦτα Ἡροδίκου τοῦ Σηλυβριανοῦ καὶ Γοργίου τοῦ Λεοντίνου

ῥήτορος καὶ φιλοσόφου, ὡς δέ τινες, Δημοκρίτου τοῦ Ἀβδηρίτου· ἐπιβαλεῖν γὰρ

αὐτὸν νέωι πρεσβύτην· ὡς δέ τινες καὶ Προδίκου.

10a

SUID. s. v. Διαγόρας ... ὃν εὐφυᾶ θεασάμενος Δ. ὁ Ἀβδηρίτης ὠνήσατο

αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν ἐποιήσατο. ὁ δὲ καὶ τῆι λυρικῆι

ἐπέθετο τοῖς χρόνοις ὢν μετὰ Πίνδαρον καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρε-

σβύτερος· ἤκμαζε τοίνυν ο̅η̅ ὀλυμπιάδι [468—465].

11

VAL. MAX. VIII 7 ext. 4. Athenis autem conpluribus annis moratus

omnia temporum momenta ad percipiendam et exercendam doctrinam con-

ferens ignotus illi urbi vixit, quod ipse quodam volumine testatur [B 116].

12

STRAB. XV p. 703 ἐν δὲ τῆι ὀρεινῆι Σίλαν

ποταμὸν εἶναι, ὧι μηδὲν ἐπιπλεῖ. Δημόκριτον μὲν οὖν ἀπιστεῖν ἅτε πολλὴν τῆς

Ἀσίας πεπλανημένον. καὶ Ἀριστοτέλης δὲ ἀπιστεῖ.

13

CIC. de fin. V 19, 50 quid de Pythagora? quid de Platone aut de

Democrito loquar? a quibus propter discendi cupiditatem videmus ultimas

terras esse peragratas.

14

PHILO de prov. II 13 p. 52 Aucher. D. autem alter

opulentus et possessor multorum, eo quod ortus esset ex

illustri familia, desiderio sapientiae familiarissimae deditus caecam invi-

samque opulentiam quae pravis et vilibus tribui consuevit inhibuit; eam vero

quae haud caeca est ac constans eo quod cum bonis solis assuescat acquisivit.

propterea universas patriae leges dimovere visus est et quasi malus genius

reputatus, ita ut periclitatus fuerit ne sepulcro ipso privaretur ob legem

apud Abderitas vigentem quae insepultum proiciendum statuebat qui patrias

leges non observasset. id sane subeundum erat Democrito, nisi misericordiam

sortitus esset benignitate, quam ergo eum habuit Hippocrates Cous; aemula-

tores enim sapientiae inter se erant. porro ex suis operibus celebratis quod

appellatur Magnus diacosmus centum, ut nonnulli dicunt adhuc amplius

Atticis talentis ccc, aestimatum fuit.

15

—de vita contempl. p. 473 M. (VI 49 C.—W.) Ἀναξαγόραν καὶ Δ. Ἕλληνες

ἄιδουσιν ὅτι φιλοσοφίας ἱμέρωι πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας.

HORAT. Ep.

I 12, 12 miramur, si Democriti pecus edit agellos cultaque, dum peregre est

animus sine corpore velox.

16

AEL. V. H. IV 20 Δημόκριτον τὸν Ἀβδηρίτην λόγος ἔχει τά τε ἄλλα

γενέσθαι σοφὸν καὶ δὴ καὶ ἐπιθυμῆσαι λαθεῖν, καὶ ἐν ἔργωι θέσθαι σφόδρα πάνυ

τοῦτο. διὰ ταῦτά τοι καὶ πολλὴν ἐπήιει γῆν. ἧκεν οὖν πρὸς τοὺς Χαλδαίους καὶ

εἰς Βαβυλῶνα καὶ πρὸς τοὺς μάγους καὶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν.

τὴν παρὰ τοῦ Δαμασίππου τοῦ πατρὸς οὐσίαν ἐς τρία μέρη νεμηθεῖσαν τοῖς

ἀδελφοῖς τοῖς τρισίν, τἀργύριον μόνον λαβὼν ἐφόδιον τῆς ὁδοῦ τὰ λοιπὰ τοῖς

ἀδελφοῖς εἴασεν· διὰ ταῦτά τοι καὶ Θεόφραστος αὐτὸν

ἐπήινει, ὅτι περιήιει κρείττονα ἀγερμὸν ἀγείρων Μενέλεω καὶ Ὀδυσσέως [γ 301.

δ 80. 90]. ἐκεῖνοι μὲν γὰρ ἠλῶντο, αὐτόχρημα Φοινίκων ἐμπόρων μηδὲν δια-

φέροντες· χρήματα γὰρ ἤθροιζον καὶ τῆς περιόδου καὶ τοῦ περίπλου ταύτην

εἶχον τὴν πρόφασιν.

17

PLIN. N. H. XVIII 273 ferunt Democritum, qui primus intellexit

ostenditque caeli cum terris societatem, spernentibus hanc curam eius opu-

lentissimis civium praevisa olei caritate futura ex vergiliarum ortu (qua dixi-

mus ratione ostendemusque iam planius) magna tum vilitate propter spem

olivae coëmisse in toto tractu omne oleum, mirantibus qui paupertatem

quietemque doctrinarum ei sciebant in primis cordi esse. atque ut adparuit

causa et ingens divitiarum cursus, restituisse mercedem anxiae et avidae

dominorum poenitentiae, contentum ita probavisse opes sibi in facili, cum

vellet, fore.

17a

PLUT. Quaest. conv. I 10, 2 p. 628c ταὐτὸ πεισόμεθα Δημοκρίτωι τῶι

σοφῶι διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώ-

δης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φρα-

ζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ

τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται· ‘τὴν αἰτίαν’ ἔφη ‘δεῖ με τῆς γλυκύτητος

εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής.’ “κατάκεισο δή” τὸ γύναιον

εἶπε μειδιῶν, “ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον”.

ὁ δ' ὥσπερ ἀχθεσθείς ‘ἀπέκναισας’ εἶπε ‘καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῶι λόγωι

καὶ ζητήσω τὴν αἰτίαν’, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῶι σικύωι τῆς

γλυκύτητος.

18

CLEM. Strom. VI 32 [II 446, 28 St.] Δ. δὲ ἐκ τῆς τῶν μεταρσίων παρα-

τηρήσεως πολλὰ προλέγων Σοφία ἐπωνομάσθη· ὑποδεξαμένου γοῦν αὐτὸν φιλο-

φρόνως Δαμάσου τοῦ ἀδελφοῦ τεκμηράμενος ἔκ τινων ἀστέρων πολὺν ἐσόμενον

προεῖπεν ὄμβρον. οἱ μὲν οὖν πεισθέντες αὐτῶι συνεῖλον τοὺς καρποὺς (καὶ γὰρ ὥραι

θέρους ἐν ταῖς ἅλωσιν ἔτι ἧσαν), οἱ δὲ ἄλλοι πάντα ἀπώλεσαν ἀδοκήτου καὶ

πολλοῦ καταρρήξαντος ὄμβρου. PLIN. N. H. XVIII 341 tradunt eundem Demo-

critum metente fratre eius Damaso ardentissimo aestu orasse, ut reliquae

segeti parcerei raperetque desecta sub tectum, paucis mox horis saevo imbre

vaticinatione adprobata.

19

PHILOSTRAT. V. Apoll. VIII 7 p. 313, 17 Kayser τίς δ' ἂν σοφὸς ἐκλι-

πεῖν σοι δοκεῖ τὸν ὑπὲρ πόλεως τοιαύτης ἀγῶνα, ἐνθυμηθεὶς μὲν Δημόκριτον ἐλευ-

θερώσαντα λοιμοῦ ποτε Ἀβδηρίτας, ἐννοήσας δὲ Σοφοκλέα τὸν Ἀθηναῖον, ὃς λέ-

γεται καὶ ἀνέμους θέλξαι τῆς ὥρας πέρα πνεύσαντας κτλ.

20

IULIAN. Ep. 201 B.—C. φασὶ γὰρ Δημόκριτον τὸν Ἀβδηρίτην, ἐπειδὴ

Δαρείωι γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ εἶχεν ὅτι ἂν εἰπὼν εἰς παραμυθίαν

ἀρκέσειεν, ὑποσχέσθαι οἱ τὴν ἀπελθοῦσαν εἰς φῶς ἀνάξειν, ἢν ἐθελήσηι τῶν εἰς

τὴν χρείαν ἡκόντων ὑποστῆναι τὴν χορηγίαν. κελεύσαντος δ' ἐκείνου μὴ φείσα-

σθαι μηδενὸς ὅτι ἂν ἐξῆι λαβόντα τὴν ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα

χρόνον εἰπεῖν, ὅτι τὰ μὲν ἄλλα αὐτῶι πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορισθείη,

μόνου δὲ ἑνὸς προσδέοιτο ὃ δὴ αὐτὸν μὲν οὐκ ἔχειν ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς

βασιλέα τῆς ὅλης Ἀσίας οὐ χαλεπὸν ἂν ἴσως εὑρεῖν. ἐρομένου δ' ἐκείνου, τί ἂν

εἴη τοσοῦτον ὃ μόνωι βασιλεῖ γνωσθῆναι συγχωρεῖται, ὑπολαβόντα φῆσαι τὸν

Δημόκριτον, εἰ τριῶν ἀπενθήτων ὀνόματα τῶι τάφωι τῆς γυναικὸς ἐπιγράψειεν,

εὐθὺς αὐτὴν ἀναβιώσεσθαι τῶι τῆς τελετῆς νόμωι δυσωπουμένην. ἀπορήσαντος

δὲ ἐπὶ πολὺ τοῦ Δαρείου καὶ μηδένα ἄνδρα δυνηθέντος εὑρεῖν, ὅτωι μὴ καὶ πα-

θεῖν λυπηρόν τι συνηνέχθη, γελάσαντα συνήθως τὸν Δημόκριτον εἰπεῖν· ‘τί οὖν,

ὦ πάντων ἀτοπώτατε, θρηνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῶι τοσούτωι συμπλακεὶς

ὁ μηδὲ ἕνα τῶν πώποτε γεγονότων ἄμοιρον οἰκείου πάθους ἔχων εὑρεῖν;’.

21

CIC. de orat. II 58, 235 atque illud primum quid sit ipse risus, quo

pacto concitetur ... viderit Democritus. HORAT. Ep. II 1, 194 si foret in terris,

rideret D. SOTION Stob. Flor. (III) 20, 53

τοῖς δὲ σοφοῖς ἀντὶ ὀργῆς Ἡρακλείτωι μὲν δάκρυα, Δημοκρίτωι δὲ γέλως ἐπήιει.

IUVEN. 10, 33 perpetuo risu pulmonem agitare solebat D.;

47 tunc quoque materiam risus invenit ad omnis occursus hominum, cuius

prudentia monstrat summos posse viros et magna exempla daturos verve-

cum in patria crassoque sub aëre nasci. SCHOL. z. d. St. Abderita nam fuit

D., ubi stulti solent nasci.

22

CIC. Tusc. v 39, 114 D. luminibus amissis alba scilicet discernere

et atra non poterat: at vero bona mala, aequa iniqua, honesta turpia, utilia

inutilia, magna parva poterat, et sine varietate colorum licebat vivere beate,

sine notione rerum non licebat. atque hic vir impediri etiam animi aciem

aspectu oculorum arbitrabatur, et cum alii saepe quod ante pedes esset non

viderent, ille 〈in〉 infinitatem omnem peregrinabatur, ut nulla in extremitate

consisteret.

23

GELL. X 17 Democritum philosophum in monumentis historiae

graecae scriptum est, virum praeter alios venerandum auctoritateque antiqua

praeditum, luminibus oculorum sua sponte se privasse, quia existimaret

cogitationes commentationesque animi sui in contemplandis naturae ratio-

nibus vegetiores et exactiores fore, si eas videndi inlecebris et oculorum im-

pedimentis liberasset. id factum eius modumque ipsum, quo caecitatem facile

sollertia subtilissima conscivit, Laberius poeta in mimo quem scripsit

RESTIONEM versibus quidem satis munde atque graphice factis descripsit,

sed causam voluntariae caecitatis finxit aliam vertitque in eam rem, quam

tum agebat, non inconcinniter. est enim persona, quae hoc apud Laberium

dicit, divitis avari et parci, sumptum plurimum asotiamque adulescentis

filii deplorantis. versus Laberiani sunt [CF3 72ff. p. 353Ribbeck]:

Democritus Abderites physicus philosophus

clipeum constituit contra exortum Hyperionis,

oculos effodere ut posset splendore aereo.

ita radiis solis aciem effodit luminis,

malis bene esse ne videret civibus.

sic ego fulgentis splendorem pecuniae

volo elucificare exitum aetati meae,

ne in re bona esse videam nequam filium.

24

LUCR. III 1039 [daraus Lact. Inst. III 18, 6]

denique Democritum postquam matura vetustas

admonuit memores motus languescere mentis,

sponte sua leto caput obvius optulit ipse.

25

HIMER. Ecl. 3, 18 ἑκὼν δὲ ἐνόσει σῶμα Δημόκριτος, ἵνα ὑγιαίνηι τὰ

κρείττονα.

26

TERT. Apolog. 46 D. excaecanndo semetipsum, quod muli

concupiscentia aspicere non posset et doleret, si non esset potitus, incontinen-

tiam emendatione profitetur.

27

PLUT. de curios. 12 p. 521 D ἐκεῖνο μὲν ψεῦδός ἐστι τὸ Δημόκριτον

ἑκουσίως σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρα πυρωθέντα καὶ τὴν ἀπ'

αὐτῶν ἀνάκλασιν δεξάμενον, ὅπως μὴ παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦ-

σαι πολλάκις, ἀλλ' ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς ὥσπερ

παρόδιοι θυρίδες ἐμφραγεῖσαι.

28

ANON. LONDIN. c. 37, 34ff. κἀνταῦθά φησιν [Asklepiades], ὡς λόγος

ἔχει Δημόκριτον ἀσιτήσαντα τέσσαρας ἡμέρας πρὸς τῶι ἀναιρεῖσθαι γίνεσθαι καὶ

αὐτὸν παρακληθέντα πρός τινων γυναικῶν ἐπιμεῖναι ἡμέρας τινὰς ἐν τῶι βίωι, καὶ

ἵνα μὴ γένωνται ταύταις δυστυχῶς τὰ κατὰ κείνους τοὺς χρόνους Θεσμοφόρια

λελυμένα, φασὶν αὑτὸν ἀπαλλάττειν κελεῦσαι, καθίζειν δὲ πρὸς τοὺς ἄρτους, καὶ

τούτους καταπνεῖν ἀτμὸν τὸν γινόμενον. καὶ ὁ Δ. ἀποσπασάμενος τὸν ἀπὸ τοῦ

ἰπνοῦ ἀτμὸν ῥώννυταί τε τὰς δυνάμεις καὶ ἐπιβιοῖ τὸ λοιπόν. CAELIUS AUREL.

Acut. morb. II 37 sit igitur polenta infusa atque panis assus aceto infusus

vel mala cydonia aut myrta et his similia. haec enim defectu extinctam

corporis fortitudinem retinent, sicut ratio probat atque Democriti dilatae

mortis exemplum fama vulgatum.

29

ATHEN. epit. II p. 46E Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ

γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ' ἑκάστην

ἡμέραν ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναι-

κῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα

μέλιτος ἀγγεῖον αὑτῶι πλησίον παρατεθῆναι καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα

τῆι ἀπὸ τοῦ μέλιτος ἀναφορᾶι μόνηι χρώμενον καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος

τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δ. ἀεὶ τῶι μέλιτι, καὶ πρὸς τὸν πυθόμενον,

πῶς ἂν ὑγιῶς τις διάγοι, ἔφη, εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ' ἐκτὸς ἐλαίωι.

30

MARC. Anton. III 3 Δημόκριτον δὲ οἱ φθεῖρες [ἀπέκτειναν.]

31

SUID. Δημόκριτος [A 2; II 85, 2]. γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο,

ὅ τε Μέγας διάκοσμος [67 B 1] καὶ τὸ Περὶ φύσεως κόσμου [68 B 5c]. ἔγραψε

δὲ καὶ Ἐπιστολάς [68 C 2—6].

32

SUID. Καλλίμαχος. Πίναξ τῶν Δημοκρίτου γλωσ-

σῶν καὶ συνταγμάτων. STEPH. BYZ. p. 640, 5 Mein. Ἡγησιάναξ

γραμματικὸς [Susemihl Al. L. II 31] γράψας Περὶ τῆς Δημοκρίτου λέξεως βιβλίον

ἓν καὶ Περὶ ποιητικῶν λέξεων. ἦν δὲ Τρωιαδεύς.

33

DIOG. IX 45—49

τὰ δὲ βιβλία αὐτοῦ καὶ Θρασύλος ἀναγέγραφε κατὰ τάξιν οὕτως ὡσπερεὶ καὶ

τὰ Πλάτωνος κατὰ τετραλογίαν.

{(46) Ἔστι δὲ <Ἠθικὰ> μὲν τάδε·}

I. 1. Πυθαγόρης 2. Περὶ τῆς τοῦ σοφοῦ διαθέσεως 3. Περὶ τῶν ἐν Ἅιδου

4. Τριτογένεια (τοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς ἃ πάντα ἀνθρώ-

πινα συνέχει).

II. 1. Περὶ ἀνδραγαθίας ἢ Περὶ ἀρετῆς 2. Ἀμαλθείης κέρας 3. Περὶ εὐθυμίης

4. Ὑπομνημάτων ἠθικῶν· ἡ γὰρ Εὐεστὼ οὐχ εὑρί-

σκεται. καὶ ταῦτα μὲν τὰ <Ἠθικά.

{Φυσικὰ> δὲ τάδε·}

III. 1. Μέγας διάκοσμος (ὃν οἱ περὶ Θεόφραστον Λευκίππου φασὶν εἶναι) 2. Μι-

κρὸς διάκοσμος 3. Κοσμογραφίη 4. Περὶ τῶν πλανήτων.

IV. 1. Περὶ φύσεως πρῶτον 2. Περὶ ἀνθρώπου φύσιος (ἢ Περὶ σαρκός) δεύ-

τερον 3. Περὶ νοῦ 4. Περὶ αἰσθησίων (ταῦτά τινες ὁμοῦ γράφοντες Περὶ

ψυχῆς ἐπιγράφουσι).

V. 1. Περὶ χυμῶν 2. Περὶ χροῶν (47) 3. Περὶ τῶν διαφερόντων ῥυσμῶν

4. Περὶ ἀμειψιρυσμιῶν.

VI. 1. Κρατυντήρια (ὅπερ ἔστιν ἐπικριτικὰ τῶν προειρημένων) 2. Περὶ εἰδώλων

ἢ Περὶ προνοίας 3. Περὶ λογικῶν κανὼν α̅β̅γ̅ 4. Ἀπορημάτων [Bücher-

zahl fehlt]. ταῦτα καὶ περὶ <Φύσεως>.

{Τὰ δὲ <Ἀσύντακτά> ἐστι τάδε·}

1. Αἰτίαι οὐράνιαι 2. Αἰτίαι ἀέριοι 3. Αἰτίαι ἐπίπεδοι 4. Αἰτίαι περὶ

πυρὸς καὶ τῶν ἐν πυρί 5. Αἰτίαι περὶ φωνῶν 6. Αἰτίαι περὶ σπερμάτων

καὶ φυτῶν καὶ καρπῶν 7. Αἰτίαι περὶ ζώιων α̅β̅γ̅ 8. Αἰτίαι σύμμικτοι

9. Περὶ τῆς λίθου. ταῦτα καὶ τὰ <Ἀσύντακτα.

{Μαθηματικὰ> δὲ τάδε·}

VII. 1. Περὶ διαφορῆς γνώμης ἢ Περὶ ψαύσιος κύκλου καὶ σφαίρης 2. Περὶ γεω-

μετρίης 3. Γεωμετρικῶν [Bücherzahl?] 4. Ἀριθμοί.

VIII. 1. Περὶ ἀλόγων γραμμῶν καὶ ναστῶν α̅β̅ 2. Ἐκπετάσματα (48) 3. Μέγας

ἐνιαυτὸς ἢ Ἀστρονομίη, παράπηγμα 4. ἄμιλλα κλεψύδραι [?].

IX. 1. Οὐρανογραφίη 2. Γεωγραφίη 3. Πολογραφίη 4. Ἀκτινογραφίη.

τοσαῦτα καὶ <Μαθηματικά.

{Μουσικὰ> δὲ τάδε·}

X. 1. Περὶ ῥυθμῶν καὶ ἁρμονίης 2. Περὶ ποιήσιος 3. Περὶ καλλοσύνης ἐπέων

4. Περὶ εὐφώνων καὶ δυσφώνων γραμμάτων.

XI. 1. Περὶ Ὁμήρου ἢ Ὀρθοεπείης καὶ γλωσσέων 2. Περὶ ἀοιδῆς 3. Περὶ

ῥημάτων 4. Ὀνομαστικῶν [Bücherzahl?]. τοσαῦτα καὶ τὰ <Μουσικά.

{Τεχνικὰ> δὲ τάδε·}

XII. 1. Πρόγνωσις 2. Περὶ διαίτης ἢ Διαιτητικόν 3. [ἢ] Ἰητρικὴ γνώμη

4. Αἰτίαι περὶ ἀκαιριῶν καὶ ἐπικαιριῶν.

XIII. 1. Περὶ γεωργίης ἢ Γεωμετρικόν 2. Περὶ ζωγραφίης 3. Τακτικὸν καὶ

4. Ὁπλομαχικόν. τοσαῦτα καὶ τάδε.

τάττουσι δέ τινες κατ' ἰδίαν ἐκ τῶν <Ὑπομνημάτων> καὶ ταῦτα

[68 B 298b—299h]·

(49) 1. Περὶ τῶν ἐν Βαβυλῶνι ἱερῶν γραμμάτων 2. Περὶ τῶν ἐν Μερόηι

3. Ὠκεανοῦ περίπλους 4. Περὶ ἱστορίης 5. Χαλδαϊκὸς λόγος 6. Φρύγιος

λόγος 7. Περὶ πυρετοῦ καὶ τῶν ἀπὸ νόσου βησσόντων 8. Νομικὰ αἴτια

9. Χερνικὰ [?] ἢ προβλήματα.

τὰ δ' ἄλλα, ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτόν, τὰ μὲν ἐκ τῶν αὐτοῦ

διεσκεύασται, τὰ δ' ὁμολογουμένως ἐστὶν ἀλλότρια. ταῦτα καὶ περὶ τῶν

βιβλίων αὐτοῦ καὶ τοσαῦτα.

34

CIC. de orat. I 11, 49 si ornate locutus est, sicut et fertur et mihi vi-

detur, physicus ille D., materies illa fuit physici de qua dixit, ornatus vero

ipse verborum oratoris putandus est. Orat. 20, 67 quicquid est enim, quod

sub aurium mensuram aliquam cadat, etiamsi abest a versu (nam id quidem

orationis est vitium), numerus vocatur, qui graece ῥυθμὸς dicitur. itaque

video visum esse non nullis Platonis et Democriti locutionem etsi absit a

versu, tamen quod incitatius feratur et clarissimis verborum luminibus utatur,

potius poëma putandum quam comicorum poëtarum. de divin. II 64, 133

valde Heraclitus obscurus, minime D. DIONYS. de comp. verb. 24

φιλοσόφων δὲ κατ' ἐμὴν δόξαν Δ. τε καὶ Πλάτων καὶ

Ἀριστοτέλης· τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς

λόγους.

SIMPL. de caelo 294, 33 ὀλίγα δὲ ἐκ τῶν Ἀριστοτέλους Περὶ Δημοκρίτου

[s. II 93, 20]. DIOG. V 26 Προβλήματα ἐκ

τῶν Δημοκρίτου β̅. V 49 Περὶ Δημο-

κρίτου α̅. Ebenda 43 Περὶ τῆς Δημοκρίτου ἀστρολογίας α̅. V 87

Περὶ ψυχῆς καὶ περὶ φύσεως καὶ περὶ εἰδώ-

λων πρὸς Δημόκριτον. Ebenda 88 Πρὸς τὸν Δημόκριτον ἐξηγήσεις α̅. PHILOD.

schol. Zenon. de lib. dic. VH1 V 2 fr. 20 [Usener Epic. p. 97, 10] ὡς ἔν τε τοῖς

Πρὸς Δημόκριτον ἵσταται διὰ τέλους ὁ Ἐπίκουρος. DIOG. X 24

Πρὸς Δημόκριτον.

DIOG. VII 174 Πρὸς Δημόκριτον. VII 178

Περὶ ἐλαχίστων, Πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα.

35

ARISTOT. de gen. et corr. Α 2. 315a 34 ὅλως δὲ παρὰ τὰ ἐπιπολῆς

περὶ οὐδενὸς οὐδεὶς ἐπέστησεν ἔξω Δημοκρίτου. οὗτος δ' ἔοικε μὲν περὶ ἁπάν-

των φροντίσαι, ἤδη δὲ ἐν τῶι πῶς διαφέρει.

35a

PLUT. de virt. mor. 7 p. 448 A αὐτός τε Ἀριστοτέλης Δημόκριτός

τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως

καὶ μεθ' ἡδονῆς ἀφεῖσαν.

36

ARISTOT. de partt. anim. Α 1. 642a 24 αἴτιον δὲ τοῦ μὴ ἐλθεῖν τοὺς προ-

γενεστέρους ἐπὶ τὸν τρόπον τοῦτον,

ὅτι τὸ τί ἦν εἶναι καὶ τὸ ὁρίσασθαι τὴν οὐσίαν οὐκ ἦν, ἀλλ' ἥψατο μὲν Δ. πρῶτος,

ὡς οὐκ ἀναγκαίου δὲ τῆι φυσικῆι θεωρίαι, ἀλλ' ἐκφερόμενος ὑπ' αὐτοῦ τοῦ πρά-

γματος· ἐπὶ Σωκράτους δὲ τοῦτο μὲν ηὐξήθη, τὸ δὲ ζητεῖν τὰ περὶ φύσεως ἔληξε.

πρὸς δὲ τὴν χρήσιμον ἀρετὴν καὶ τὴν πολιτικὴν ἀπέκλιναν οἱ φιλοσοφοῦντες.

Metaph. Μ 4. 1078b 19 τῶν μὲν γὰρ φυσικῶν ἐπὶ μικρὸν Δ. ἥψατο μόνον καὶ

ὡρίσατό πως τὸ θερμὸν καὶ τὸ ψυχρόν.

37

SIMPLIC. de caelo p. 294, 33 Heib. ὀλίγα δὲ ἐκ τῶν Ἀριστοτέλους

Περὶ Δημοκρίτου [fr. 208 Rose] παραγραφέντα δηλώσει τὴν τῶν ἀνδρῶν ἐκείνων

διάνοιαν. ‘Δ. ἡγεῖται τὴν τῶν ἀιδίων φύσιν εἶναι μικρὰς οὐσίας πλῆθος ἀπείρους·

ταύταις δὲ τόπον ἄλλον ὑποτίθησιν ἄπειρον τῶι μεγέθει. προσαγορεύει δὲ τὸν

μὲν τόπον τοῖσδε τοῖς ὀνόμασι τῶι τε <κενῶι> καὶ τῶι <οὐδενὶ> καὶ τῶι <ἀπεί-

ρωι>, τῶν δὲ οὐσιῶν ἑκάστην τῶι τε <δενὶ> καὶ τῶι <ναστῶι> καὶ τῶι <ὄντι>. νομί-

ζει δὲ εἶναι οὕτω μικρὰς τὰς οὐσίας, ὥστε ἐκφυγεῖν τὰς ἡμετέρας αἰσθήσεις. ὑπάρ-

χειν δὲ αὐταῖς παντοίας μορφὰς καὶ σχήματα παντοῖα καὶ κατὰ μέγεθος διαφοράς.

ἐκ τούτων οὖν ἤδη καθάπερ ἐκ στοιχείων γεννᾶι καὶ συγκρίνει τοὺς ὀφθαλμο-

φανεῖς καὶ τοὺς αἰσθητοὺς ὄγκους. στασιάζειν δὲ καὶ φέρεσθαι ἐν τῶι κενῶι διά

τε τὴν ἀνομοιότητα καὶ τὰς ἄλλας εἰρημένας διαφοράς, φερομένας δὲ ἐμπίπτειν

καὶ περιπλέκεσθαι περιπλοκὴν τοιαύτην, ἣ συμψαύειν μὲν αὐτὰ καὶ πλησίον ἀλλή-

λων εἶναι ποιεῖ, φύσιν μέντοι μίαν ἐξ ἐκείνων κατ' ἀλήθειαν οὐδ' ἡντιναοῦν γεννᾶι·

κομιδῆι γὰρ εὔηθες εἶναι τὸ δύο ἢ τὰ πλείονα γενέσθαι ἄν ποτε ἕν. τοῦ δὲ <συμ-

μένειν> τὰς οὐσίας μετ' ἀλλήλων μέχρι τινὸς αἰτιᾶται τὰς ἐπαλλαγὰς καὶ τὰς

ἀντιλήψεις τῶν σωμάτων· τὰ μὲν γὰρ αὐτῶν εἶναι σκαληνά, τὰ δὲ ἀγκιστρώδη,

τὰ δὲ κοῖλα, τὰ δὲ κυρτά, τὰ δὲ ἄλλας ἀναρίθμους ἔχοντα διαφοράς· ἐπὶ τοσοῦτον

οὖν χρόνον σφῶν αὐτῶν ἀντέχεσθαι νομίζει καὶ <συμμένειν>, ἕως ἰσχυροτέρα τις

ἐκ τοῦ περιέχοντος ἀνάγκη παραγενομένη διασείσηι καὶ χωρὶς αὐτὰς διασπείρηι’.

λέγει δὲ τὴν γένεσιν καὶ τὴν ἐναντίαν αὐτῆι διάκρισιν οὐ μόνον περὶ ζώιων, ἀλλὰ

καὶ περὶ φυτῶν καὶ περὶ κόσμων καὶ συλλήβδην περὶ τῶν αἰσθητῶν σωμάτων

ἁπάντων. εἰ τοίνυν ἡ μὲν γένεσις σύγκρισις τῶν ἀτόμων ἐστίν, ἡ δὲ φθορὰ διάκρισις,

καὶ κατὰ Δημόκριτον ἀλλοίωσις ἂν εἴη ἡ γένεσις.

38

SIMPL. Phys. 28, 15 nach 67 A 8

παραπλησίως δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δ. ὁ

Ἀβδηρίτης ἀρχὰς ἔθετο τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν ἐκάλει·

ὡς 〈γὰρ〉 ὕλην τοῖς οὖσι τὰς ἀτόμους ὑποτιθέντες τὰ λοιπὰ γεννῶσι ταῖς δια-

φοραῖς αὐτῶν. τρεῖς δέ εἰσιν αὗται, <ῥυσμὸς τροπὴ διαθιγή>, ταὐτὸν δὲ εἰπεῖν

σχῆμα καὶ θέσις καὶ τάξις. πεφυκέναι γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου κινεῖσθαι καὶ

φέρεσθαι τὰ συγγενῆ πρὸς ἄλληλα καὶ τῶν σχημάτων ἕκαστον εἰς ἑτέραν ἐγκοσμού-

μενον σύγκρισιν ἄλλην ποιεῖν διάθεσιν· ὥστε εὐλόγως ἀπείρων οὐσῶν τῶν ἀρχῶν

πάντα τὰ πάθη καὶ τὰς οὐσίας ἀποδώσειν ἐπηγγέλλοντο, ὑφ' οὗ τέ τι γίνεται

καὶ πῶς· διὸ καί φασι μόνοις τοῖς ἄπειρα ποιοῦσι τὰ στοιχεῖα πάντα συμβαίνειν

κατὰ λόγον. καὶ τῶν ἐν ταῖς ἀτόμοις σχημάτων ἄπειρον τὸ πλῆθός φασι <διὰ τὸ

μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶναι>. ταύτην γὰρ αὐτοὶ τῆς ἀπειρίας

αἰτίαν ἀποδιδόασι. ARISTOT. de gen. et corr. Α 9. 327a 16 ὁρῶμεν δὲ τὸ αὐτὸ

σῶμα συνεχὲς ὂν ὁτὲ μὲν ὑγρὸν ὁτὲ δὲ πεπηγός, οὐ διαιρέσει καὶ συνθέσει τοῦτο

παθὸν οὐδὲ <τροπῆι> καὶ <διαθιγῆι>, καθάπερ λέγει Δ.· οὔτε γὰρ μετατεθὲν οὔτε

μεταβαλὸν τὴν φύσιν πεπηγὸς ἐξ ὑγροῦ γέγονεν.

39

[PLUTARCH.] Strom. 7 (D. 581) Δ. ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ πᾶν

ἄπειρον διὰ τὸ μηδαμῶς ὑπό τινος αὐτὸ δεδημιουργῆσθαι. ἔτι δὲ καὶ ἀμετάβλητον

αὐτὸ λέγει καὶ καθόλου οἷον πᾶν ἐστιν ῥητῶς ἐκτίθεται· μηδεμίαν ἀρχὴν ἔχειν τὰς

αἰτίας τῶν νῦν γιγνομένων, ἄνωθεν δ' ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι

τῆι ἀνάγκηι πάνθ' ἁπλῶς <τὰ γεγονότα καὶ ἐόντα καὶ ἐσόμενα>. ἡλίου δὲ

καὶ σελήνης γένεσίν φησι. κατ' ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τὸ παράπαν ἔχοντα

θερμὴν φύσιν, μηδὲ μὴν καθόλου λαμπροτάτην, τοὐναντίον δὲ ἐξωμοιωμένην τῆι

περὶ τὴν γῆν φύσει· γεγονέναι γὰρ ἑκάτερον τούτων πρότερον ἔτι κατ' ἰδίαν

ὑποβολήν τινα κόσμου, ὕστερον δὲ μεγεθοποιουμένου τοῦ περὶ τὸν ἥλιον κύκλου

ἐναποληφθῆναι ἐν αὐτῶι τὸ πῦρ.

40

HIPPOLYT. Refut. I 13 (D. 565, W. 16) (1) Δ. δὲ Λευκίππου γίνεται

γνώριμος. Δ. Δαμασίππου Ἀβδηρίτης πολλοῖς συμβαλὼν γυμνοσοφισταῖς ἐν

Ἰνδοῖς καὶ ἱερεῦσιν ἐν Αἰγύπτωι καὶ ἀστρολόγοις καὶ ἐν Βαβυλῶνι μάγοις.

(2) λέγει δὲ ὁμοίως Λευκίππωι περὶ στοιχείων, πλήρους καὶ κενοῦ, τὸ μὲν

πλῆρες λέγων ὄν, τὸ δὲ κενὸν οὐκ ὄν· ἔλεγε δὲ ὡς ἀεὶ κινουμένων τῶν ὄντων ἐν

τῶι κενῶι· ἀπείρους δὲ εἶναι κόσμους καὶ μεγέθει διαφέροντας. ἐν τισὶ δὲ μὴ εἶναι

ἥλιον μηδὲ σελήνην, ἐν τισὶ δὲ μείζω τῶν παρ' ἡμῖν καὶ ἐν τισὶ πλείω. (3) εἶναι

δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα καὶ τῆι μὲν πλείους, τῆι δὲ ἐλάττους καὶ

τοὺς μὲν αὔξεσθαι, τοὺς δὲ ἀκμάζειν, τοὺς δὲ φθίνειν, καὶ τῆι μὲν γίνεσθαι, τῆι

δ' ἐκλείπειν. φθείρεσθαι δὲ αὐτοὺς ὑπ' ἀλλήλων προσπίπτοντας. εἶναι δὲ ἐνίους

κόσμους ἐρήμους ζώιων καὶ φυτῶν καὶ παντὸς ὑγροῦ. (4) τοῦ δὲ παρ' ἡμῖν κόσμου

πρότερον τὴν γῆν τῶν ἄστρων γενέσθαι, εἶναι δὲ τὴν μὲν σελήνην κάτω, ἔπειτα

τὸν ἥλιον, εἶτα τοὺς ἀπλανεῖς ἀστέρας. τοὺς δὲ πλανήτας οὐδ' αὐτοὺς ἔχειν ἴσον

ὕψος. ἀκμάζειν δὲ κόσμον, ἕως ἂν μηκέτι δύνηται ἔξωθέν τι προσλαμβάνειν.

οὗτος ἐγέλα πάντα, ὡς γέλωτος ἀξίων πάντων τῶν ἐν ἀνθρώποις.

41

ARISTOT. Phys. Γ 4. 203a 33 Δ. δ' οὐδὲν ἕτερον ἐξ ἑτέρου γίγνεσθαι

τῶν πρώτων φησίν. ἀλλ' ὅμως γε αὐτῶν τὸ κοινὸν σῶμα πάντων ἐστὶν ἀρχή,

μεγέθει κατὰ μόρια καὶ σχήματι διαφέρον.

42

—Metaphys. Ζ 13. 1039a 9 ἀδύνατον γὰρ εἶναί φησιν ἐκ

δύο ἓν ἢ ἐξ ἑνὸς δύο γενέσθαι· τὰ γὰρ μεγέθη, τὰ ἄτομα, τὰς οὐσίας ποιεῖ. Vgl.

de gen. et corr. A 3. 318b 6 Παρμενίδης λέγει δύο τὸ ὂν καὶ τὸ μὴ ὂν εἶναι,

φάσκων πῦρ καὶ γῆν.

43

DIONYS. bei Eus. P. E. XIV 23, 2. 3 οἱ μὲν γὰρ ἀτόμους προσειπόντες

ἄφθαρτά τινα καὶ σμικρότατα σώματα πλῆθος ἀνάριθμα, καί τι χωρίον κενὸν μέγε-

θος ἀπεριόριστον προβαλόμενοι, ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυχεν ἐν τῶι

κενῶι φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον καὶ συμ-

πλεκομένας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν

τε κόσμον καὶ τὰ ἐν αὐτῶι, μᾶλλον δὲ κόσμους ἀπείρους ἀποτελεῖν. ταύτης δὲ

τῆς δόξης Ἐπίκουρος γεγόνασι καὶ Δ.· τοσοῦτον δὲ διεφώνησαν ὅσον ὁ μὲν ἐλα-

χίστας πάσας καὶ διὰ τοῦτο ἀνεπαισθήτους, ὁ δὲ καὶ μεγίστας εἶναί τινας ἀτόμους

ὁ Δ. ὑπέλαβεν. ἀτόμους δὲ εἶναί φασιν ἀμφότεροι καὶ λέγεσθαι διὰ τὴν ἄλυτον

στερρότητα. Vgl. EPICUR. Ep. I 55 [p. 15, 12 Us.] ἀλλὰ μὴν οὐδὲ δεῖ νομίζειν

πᾶν μέγεθος ἐν ταῖς ἀτόμοις ὑπάρχειν, ἵνα μὴ τὰ φαινόμενα ἀντιμαρτυρῆι, παραλλα-

γὰς δέ τινας μεγεθῶν νομιστέον εἶναι.

44

HERM. Irris. 13 (D. 654) Δ. ... ἀρχὰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ τὸ μὲν

ὂν πλῆρες τὸ δὲ μὴ ὂν κενόν. τὸ δὲ πλῆρες ἐν τῶι κενῶι τροπῆι καὶ ῥυθμῶι ποιεῖ

τὰ πάντα.

45

ARISTOT. Phys. Α 5. 188a 22 Δ. τὸ στερεὸν [πλῆρες Simpl. 44, 16] καὶ

κενόν, ὧν τὸ μὲν ὡς ὄν, τὸ δ' ὡς οὐκ ὂν εἶναί φησιν· ἔτι θέσει, σχήματι, τάξει. ταῦτα

δὲ γένη ἐναντίων· θέσεως ἄνω κάτω, πρόσθεν ὄπισθεν, σχήματος γωνία εὐθὺ

περιφερές.

46

AËT. I 3, 16 (D. 285) Δ. τὰ <ναστὰ> καὶ <κενά> [ἀρχὰς εἶναι].

GALEN. VIII 931 K. τί δηλοῖ τὸ ‘ναστοτέραν’ (bei Archigenes) οὐ πάνυ σαφῶς

οἶδα διὰ τὸ μηδὲ σύνηθες εἶναι τοῖς Ἕλλησιν ὄνομα κατὰ τοῦ τοιούτου πράγματος

λέγεσθαι ἄρτον μὲν γάρ τινα ναστὸν ἐκάλουν, οὐ μὴν ἄλλο γέ τι σῶμα πρὸς

αὐτῶν οὕτως ὠνομασμένον ἐπίσταμαι. αὐτὸς δὲ ὁ Ἀρχιγένης ... δοκεῖ μοι τὸ

ναστὸν ἀντὶ τοῦ πλήρους ὀνομάζειν.

46a

ARISTOT. de caelo Γ 7. 305b 1 οἱ μὲν οὖν περὶ Ἐμπεδοκλέα καὶ Δ. λαν-

θάνουσιν αὐτοὶ αὑτοὺς οὐ γένεσιν ἐξ ἀλλήλων ποιοῦντες ἀλλὰ φαινομένην γένεσιν

... (12) τὸ δὲ λεπτομερέστερον ἐν πλείονι τόπωι γίγνεται. φανερὸν δὲ τοῦτό γε

καὶ ἐν τῆι μεταβάσει· διατμιζομένου γὰρ καὶ πνευματουμένου τοῦ ὑγροῦ ῥήγνυται

τὰ περιέχοντα τοὺς ὄγκους ἀγγεῖα διὰ τὴν στενοχωρίαν. ὥστ' εἰ μὲν ὅλως μὴ

ἔστι κενὸν μηδ' ἐπεκτείνεται τὰ σώματα, καθάπερ φασὶν οἱ ταῦτα λέγοντες,

φανερὸν τὸ ἀδύνατον· εἰ δ' ἔστι κενὸν καὶ ἐπέκτασις,

ἄλογον τὸ ἐξ ἀνάγκης ἀεὶ πλείω τόπον ἐπιλαμβάνειν τὸ χωριζόμενον.

47

AËT. I 3, 18 (D. 285) Δ. μὲν γὰρ ἔλεγε δύο, μέγεθός τε καὶ σχῆμα, ὁ δὲ

Ἐπίκουρος τούτοις καὶ τρίτον βάρος προσέθηκεν· ἀνάγκη γάρ, φησί, κινεῖσθαι τὰ

σώματα τῆι τοῦ βάρους πληγῆι. 12, 6 (D. 311) Δ. τὰ πρῶτά φησι σώματα (ταῦτα

δ' ἦν τὰ <ναστά>) βάρος μὲν οὐκ ἔχειν, κινεῖσθαι 〈δὲ〉 κατ' ἀλληλοτυπίαν ἐν τῶι

ἀπείρωι. δυνατὸν 〈δ'〉 εἶναι κοσμιαίαν ὑπάρχειν ἄτομον. CIC. de fato 20, 46

declinat, inquit, atomus. primum cur? aliam enim quandam vim motus

habebant a Democrito impulsionis quam plagam ille appellat, a te Epicure

gravitatis et ponderis [vgl. Usener Epicur. p. 378]. SIMPL. Phys. 42, 10

Δ. φύσει ἀκίνητα λέγων τὰ ἄτομα <πληγῆι> κινεῖσθαί φησιν. AËT. I 23, 3

(D. 319) Δ. ἓν γένος κινήσεως τὸ κατὰ <παλμὸν> ἀπεφαίνετο.

48

AËT.…

The complete text is available when the reading interface loads.