Fragmenta
- Edition reference
- Fragmenta, ed. J. U. Powell, Collectanea Alexandrina, Oxford: Clarendon Press, 1925 (repr. 1970): 25–27.
- CTS identifier
urn:cts:greekLit:tlg1308.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
Ἔστι δέ τις προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη
Ἡραία τρήχουσα πολυσπιλάς· ἔνδοθι δ' αὐτῆς
λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω
κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδίνεα πάντῃ
ἔμμεναι· εἱαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης,
ἔνθα θοὰς νέας ἦγον, ὀϊόμενοι σκέπας εἶναι
αὐτοφυοῦς ὅρμοιο, κακῷ δ' ἐνέκυρσαν ἑτοίμῳ.
6
Νάσσατο δ' Ἀρτακίοισιν ἐφέστιος αἰγιαλοῖσιν.
7
Δαίδαλα Μαυσώλων
14
〈Ἣν〉 Δρεπάνην κλείουσιν ἀπὸ Κρονίοιο σιδήρου.
{ΒΙΘΥΝΙΑΚΑ.}{E LIBRO SECUNDO.} Steph. Byz. v. Τάρας: Ἔστι καὶ Τάραντος ἀρσε-νικῶς λεγομένη πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταραν-ταῖος Ζεὺς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν.Εὕρηται καὶ διὰ τοῦ δʹ Δάρανδος. Idem v. Ταρσός: Ἔστι καὶ Ταρσὸς ἄλλη τῆς Βι-θυνίας. Τὸ ἐθνικὸν ταύτης Τάρσιος καὶ Ταρσία. Δη-μοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν Ταρσείαν διὰ τῆς ειδιφθόγγου τὴν πόλιν οἶδε. Τὸ ἐθνικὸν Τάρσειος· ἔστικαὶ χωρίον Βιθυνίας Τάρσος λεγόμενον.{E LIBRO TERTIO.} Idem: Τευμησσὸς, ὄρος Βοιωτίας. Ὅμηρος ἐν τῷεἰς Ἀπόλλωνα ὕμνῳ (v. 224) (ἄστυ, ὡς Δημοσθένηςἐν τρίτῳ Βιθυνιακῶν)· εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.{E LIBRO QUARTO.} Idem: Ἀλεξάνδρεια, πόλεις ὀκτωκαίδεκα ... Δευτέραἐστι πόλις Τροίας, ἐν ᾗ ἐγένετο Ἡγήμων ἐποποιὸς, ὃςἔγραψε τὸν Λευκτρικὸν πόλεμον τῶν Θηβαίων καὶ Λα-κεδαιμονίων· περὶ ἧς Δημοσθένης ἐν τετάρτῳ Βιθυ-νιακῶν. Idem: Ἡραία, ἄκρα οὕτω λεγομένη καταντικρὺΧαλκηδόνος. Ταύτην δ' ἐν τῇ συνηθείᾳ Ἡέρειάν φασιτινες, κακῶς, ἄλλοι δὲ Ἥριον, μυθοποιοῦντες ὡς ἐκεῖσεὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. Πειστέον δὲμᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ·
4
Ἔστι δέ τις προπάροιθε κλυτῆς Χαλκηδόνος ἄκρη
Ἡραία τρηχοῦσα, πολυσπιλάς· ἔνδοθι δ' αὐτῆς
λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω
κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδίνεα πάντῃ
ἔμμεναι. Εἰαμενὴ δὲ καὶ οὐ βύθος ἐστὶ θαλάσσης,
ἔνθα τε νῆας ἀνῆγον, ὀϊόμενοι σκέπας εἶναι
αὐτοφυοῦς ὅρμοιο, κακῷ δ' ἐνέκυρσαν ἑτοίμῳ.
{E LIBRO NONO.} Idem: Ἀρτάκη, πόλις Φρυγίας, ἄποικος Μιλη-σίων ... Τὸ ἐθνικὸν Ἀρτακηνός. Σοφοκλῆς δὲ Ἀρτακεὺςεἶπε ... καὶ Ἀρτάκιος εἶπε Δημοσθένης ἐν ἐννάτῳ Βι-θυνιακῶν· Νάσσατο δ' Ἀρτακίοισιν ἐφέστιος αἰγιαλοῖσι.Οὕτω γὰρ αὐτόθι ἡ Ἀφροδίτη καλεῖται.{E LIBRO DECIMO.} Idem: Κοσσὸς, ὄρος Βιθυνίας, ὡς Δημοσθένης Βι-θυνιακῶν δεκάτῳ. Οἱ οἰκοῦντες Κοσσαῖοι. Idem: Μαυσωλοὶ, οἱ Κᾶρες, ἀπὸ Μαυσωλοῦ. Δη-μοσθένης δεκάτῳ Βιθυνιακῶν· «Δαίδαλα Μαυσωλῶν.»{E LIBRIS INCERTIS.} Idem: Ἄμαστρις, πόλις Παφλαγονίας, ... ἀπὸ γυ-ναικὸς Περσίδος Ἀμαστρίδος, θυγατρὸς Ὀξυάθρου τοῦἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείαςτυράννῳ. Δημοσθένης δ' ἐξ Ἀμαζόνος οὕτω λεγομένης. Idem: Ἀπολλωνία, πρώτη πόλις Ἰλλυρίας ... κβʹ,τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. Idem: Δορυλάειον, πόλις Φρυγίας, ὃ καὶ ΔορύλαιονΔημοσθένης φησί. Idem: Κρῆσσα, πόλις Παφλαγονίας, ἣν Μηριόνηςμετὰ Τροίαν ἔκτισε, Ζηίλας δὲ εἷλεν ὁ Νικομήδους υἱός.Δημοσθένης γράφει τὸ ἐθνικὸν Κρησσαῖος.{ΚΤΙΣΕΙΣ.} Steph.: Ὀλιζὼν, πόλις Θεσσαλίας ... Ὠνομάσθη δὲἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γὰρ, ὡς ἱστορεῖ Δη-μοσθένης ἐν Κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. Τὸἐθνικὸν Ὀλιζώνιος. Idem: Λάμψακος, πόλις κατὰ τὴν Προποντίδα, ἀπὸΛαμψάκης, ἐπιχωρίας τινὸς κόρης. Ἔστι δὲ Φωκαέωνκτίσμα, πάλαι Πιτυοῦσα λεγομένη, ὡς Δηΐοχος ὁ Κυ-ζικηνός ... ἔστι δὲ εὔοινος ... Δημοσθένης δὲ διὰ τὸ εὔοι-νον καὶ Πριάπου κτίσμα ταύτην φησὶ, τοῦ υἱοῦ Ἀφρο-δίτης καὶ Διονύσου. Idem: Χαλκεῖα, πόλις Λιβύης· ὁ Πολυΐστωρ ἐνΛιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πο-λύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει· «Ἀγνοεῖ δὲ μεγάλωςκαὶ τὰ περὶ τῶν Χαλκείων· οὔτε γὰρ πόλις ἐστὶν, ἀλλὰχαλκουργεῖα.»