The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. H. J. Mette, "Die 'Kleinen' griechischen Historiker heute," Lustrum 21 (1978) 26.
CTS identifier
urn:cts:greekLit:tlg1314.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3bis

HERODIANOS Καθολικὴ προσωιδία, Cod. Vindob. Hist. Gr. 10

fol. 25r., 3 ed. H. Hunger, Jahrb. Österr. Byz. Gesellsch. 16, 1967, 11.

28f.: τὰ εἰς ‘—νος’ λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα ..., εἰ μὴ παρα-

σχηματίζοιτο εἰς θηλυκὸν γένος, προπαροξύνεσθαι θέλει ... (Z. 8) ‘Ἄγανος’,

φημὶ τὸ κύριον. υἱὸν δὲ Ἀλεξάνδρου καὶ Ἑλένης γεγενῆσθαί φησι Λυσίμαχος

ἐν ι̅α̅ 〈τῶν〉 ἐπιγραφομένων {τῶν} Νόστων (382 F 12b). τὸ δὲ αὐτό φησι καὶ

<Δεινίας ὁ Ἀργολικὸς ἐν β̅ τῆς ἐπιγραφομένης Ὀρεστείας>.

{ΑΡΓΟΛΙΚΑ.ΠΡΩΤΗ ΣΥΝΤΑΞΙΣ.}{E LIBRO PRIMO.} Schol. Apoll. Rhod. II, 789: Ὅτι δὲ τοὺς Πα-φλαγόνας ὑπέταξεν Ἡρακλῆς τοῖς περὶ Λύκον (Marian-dynorum regem), ἱστορεῖ Δεινίας ἐν πρώτῳ Ἀργολι-κῶν καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν δεκάτῳ Βιθυνια-κῶν.{E LIBRO SEPTIMO.} Schol. Sophocl. Electr. 281, ad verba poetae,[Εὑροῦς' (Clytaemnestra) ἐκείνην ἡμέραν, ἐν ᾗ τότεΠατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, Ταύτῃ χοροὺςἵστησι καὶ μηλοσφαγεῖ Θεοῖσιν ἔμμην' ἱερὰ τοῖς σωτη-ρίοις]: Οἱ Ἀργολικοὶ συγγραφεῖς ιγʹ εἶναί φασι μηνὸςΓαμηλιῶνος, ὡς Δεινίας ἐν ζʹ Ἀργολικῶν.{E LIBRO NONO.} Schol. Eur. Orest. 861: [<Ἄκραν]> τόπος οὕτω κα-λούμενος· λέγει δὲ τὸν Πρῶνα ... ὅπου φασὶ πρῶτοντὸν Δαναὸν μετὰ θάνατον υἱῶν Αἰγύπτου δοῦναι δίκας,Αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τῷφόνῳ. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀρ-γείους, ἀλλὰ Λυγκεὺς πείθει λόγοις λῦσαι τὴν ἔχθραν.Καὶ καθιστῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείωντοὺς ἀρίστους. Ὁ δὲ τόπος ἔνθα ἡ δίκη συνήχθη, περὶτὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἁλίσας τὸν λαὸν,συνεβούλευσεν οἰκίζειν τὸ πεδίον. Ὁ δὲ τόπος ἐξ ἐκείνουἉλιαία καλεῖται ἡ νῦν Ἡλιαία λεγομένη. <Ἄλλως.>Ἡ πολλὴ δόξα κατέχει μὴ ἐλθεῖν τὸν Αἴγυπτον εἰς Ἄρ-γος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων οὕτως·«Ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος.»[Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυ-πτον ἥκειν εἰς Ἄργος.] Λέγεται δέ τις ἐν Ἄργει Πρών,ὅπου δικάζουσιν Ἀργεῖοι. Ἱστορεῖ δὲ περὶ τοῦ χωρίουΔεινίας [ἐν θʹ τῆς πρώτης συντάξεως, ἐκδόσεως δὲ δευ-τέρας,] γράφων οὕτως· «Ταχέως δὲ κυριεύσαντες τὸνΜέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες λίθοις ἀπέ-κτειναν. Καὶ τὸν τάφον αὐτοῦ δεικνύουσιν ἔτι καὶ νῦνὑπεράνω τοῦ καλουμένου Πρῶνος, χῶμα παντελῶς, οὗσυμβαίνει τοὺς Ἀργείους δικάζειν.»{E LIBRIS INCERTIS.} Agatharchides De mari Rubr. ap. Phot. cod. 250.:Οἱ δὲ περὶ Κλεινίαν (Δεινίανem. Reines.) ἱστορικοί φασιν, ἀπὸ τῆς ποιητικῆς ἐξου-σίας καὶ αὐτοὶ ἄδειαν λαβόντες, ἐξ Ἄργους εἰς Αἰθιο-πίαν (ἐκαλεῖτο δὲ τότε Κηφηνία) παραγεγονότα ἐπὶλύσει τῆς Κηφέως θυγατρὸς τὸν Περσέα, ἐκεῖθεν δὲεἰς Πέρσας μεταστάντα, Πέρσαις μὲν ἀπό τινος τῶνἐγγόνων τῆς κλήσεως μεταδοῦναι, Ἐρύθραν δὲ γεννῆσαιυἱὸν, καὶ ἐξ ἐκείνου τῇ θαλάσσῃ τὴν κλῆσιν παρασχεῖν.Τοιοῦτος μὲν καὶ ὁ Ἀργολικὸς περὶ τῆς Ἐρυθρᾶς θαλάσ-σης σχεδιασμός. Schol. Pind. Nem. III, 104: Δεινίας δὲ ὁ Ἀργεῖος(Herculis e Megara filios esse dicit) Θηρίμαχον,Κρεοντιάδην, Δηϊκόωντα, Δηΐονα. Idem Olymp. VII, 49: Τὸν Ἀλκμήνης νόθον ἀδελ-φὸν Λικύμνιον ῥοπάλῳ ἐλαίας τύπτων ἀπέκτεινε ἐν τῇΤίρυνθι παραγενόμενον ἐκ τῆς οἰκίας τῆς ἑαυτοῦ μητρὸςΜιδέας ὁ Τληπόλεμος ὁ παλαιὸς οἰκιστὴς τῆς χώρας ...Αἰτία δὲ τῆς ἀναιρέσεως ἐγένετο περί τινων τιμῶν. Οἱδὲ περὶ Δεινίαν καὶ Δερκύλλον φασὶν ἀκούσιον τὸν φό-νον γενέσθαι. Schol. Theocrit. XIV, 48: Ἱστορεῖ γὰρ Δεινίας,ὅτι οἱ Μεγαρεῖς φρονηματισθέντες ποτὲ, ὅτι κράτιστοιτῶν Ἑλλήνων εἰσὶν, ἐπύθοντο τοῦ θεοῦ, τίνες κρείττονεςτυγχάνοιεν. Ὁ δὲ ἔφη· Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες δ' οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. Ἀλλ' ἔτι καὶ τῶνδ' εἰσὶν ἀμείνονες, οἵτε μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο. Ὑμεῖς δ', ὧ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι, οὔτε δυωδέκατοι, οὔτ' ἐν λόγῳ, οὔτ' ἐν ἀριθμῷ. Herodian. Περὶ μον. λεξ.: <Μοῖρα.>Οὐδὲν εἰς <ρα> λῆγον συνεσταλμένον θηλυκὸν δισύλλαβοντῇ οι διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ <μοῖρα>ἀπηνέγκατο τήνδε παράληξιν. Τὸ γὰρ χοίρα ἐκτείνε-ται κατὰ τὸ ἐπώνυμον, ὥσπερ καὶ παρὰ Δεινίᾳ· «Λέγεται δὲ τοὺς Λακεδαιμονίους, καθ' ὃν ἐν Τεγέᾳχρόνον ἦσαν αἰχμάλωτοι, δεδεμένους ἐργάζεσθαι διὰτοῦ πεδίου τὸν Λαχᾶν ποταμὸν, Περιμήδας ἐν Τεγέᾳδυναστευούσης, ἣν οἱ πλεῖστοι καλοῦσι Χοίραν.» Plutarch. Arat. c. 29:Γενομένης δὲ τῆςδιώξεως ἄχρι Μυκηνῶν, ὁ μὲν τύραννος ὑπὸ Κρητόςτινος, ὡς Δεινίας ἱστορεῖ, τοὔνομα Τραγίσκου, κατα-ληφθεὶς ἀποσφάττεται, τῶν δὲ ἄλλων ἔπεσον ὑπὲρ χι-λίους πεντακοσίους.