The Greek Library Author

Diogenes Babylonius

Testimonia et fragmenta

Scientific editors
Hans Friedrich August von Arnim
Edition reference
Stoicorum veterum fragmenta · Stuttgart · Teubner · 1903
CTS identifier
urn:cts:greekLit:tlg1320.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Galenus hist. philos. 3 (p. 600, 10 Dieis). τοῦ δὲ (scil. Chrysippi) Διογένης ὁ Βαβυλώνιος ἀκροατὴς γεγονὼς Ἀντιπάτρου καθηγητὴς γέγονε.

Strabo XVI p. 743. πάλαι μὲν οὖν ἡ Βαβυλὼν ἦν μητρόπολις τῆς Ἀσσυρίας, νῦν δὲ Σελεύκεια ἡ ἐπὶ τῷ Τίγρει λεγομένη. - - ὥσπερ δὲ Βαβυλωνίαν τὴν χώραν καλοῦμεν, οὕτω καὶ τοὺς ἄνδρας τοὺς ἐκεῖθεν Βαβυλωνίους καλοῦμεν, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ’ ἀπὸ τῆς χώρας, ἀπὸ δὲ Σελευκείας ἧττον, κἂν ἐκεῖθεν ὦσι, καθάπερ Διογένη τὸν Στωϊκὸν φιλόσοφον.

Diogenes Laërtius VI 81 (in homonymorum indice). τέταρτος (scil. γέγονε Διογένης) Στωϊκός, γένος Σελευκεύς, καλούμενος δὲ Βαβυλώνιος διὰ τὴν γειτονίαν. Cf. Plut. de exilio 14 p. 605b.

Index Stoic. Herc. col. XLVIII. (γ)νώρι(μοι) | δ’ α(ὐτο)ῦ γεγόνασιν Διο|γέν(ης) Ἀρτεμιδώρου | Σε(λευκε)ὺς (ἀπ)ὸ Τίγριος ὁ (παραλαβὼν Ζή)νωνος τὴν | (σχολήν).

Lucian. Macrob. 20. Διογένης δὲ ὁ Σελευκεὺς ἀπὸ Τίγριος, Στωϊκὸς φιλόσοφος, ὀκτὼ καὶ ὀγδοήκοντα (scil. ἔτη ἔζησεν).

Plutarchus de Stoic. repugn. cp. 2. τίς οὖν μᾶλλον ἐν τῷ σχολαστικῷ βίῳ τούτῳ κατεγήρασεν ἢ Χρύσιππος καὶ Κλεάνθης καὶ Διογένης καὶ Ζήνων καὶ Ἀντίπατρος; οἵ γε καὶ τὰς αὑτῶν κατέλιπον πατρίδας οὐδὲν ἐγκαλοῦντες, ἀλλ’ ὅπως καθ’ ἡσυχίαν καὶ ἐπὶ ζωστῆρος σχολάζοντες καὶ φιλολογοῦντες διάγωσιν.

Cicero Cato maior 23. num postea Zenonem, Cleanthem aut eum, quem vos etiam vidistis Romae, Diogenem Stoicum, coëgit in suis studiis obmutescere senectus? an in omnibus his studiorum agitatio vitae aequalis fuit?

Plutarchus de vita Catonis 22. ἤδη δὲ αὐτοῦ γέροντος γεγονότος πρέσβεις Ἀθήνηθεν ἦλθον εἰς Ῥώμην οἱ περὶ Καρνεάδην τὸν Ἀκαδημαϊκὸν καὶ Διογένη τὸν Στωϊκὸν φιλόσοφον, καταδίκην τινὰ παραιτησόμενοι τοῦ δήμου τῶν Ἀθηναίων, ἣν ἐρήμην ὦφλον Ὠρωπίων μὲν διωξάντων, Σικυωνίων δὲ καταψηφισαμένων, τίμημα ταλάντων πεντακοσίων ἔχουσαν. εὐθὺς οὖν οἱ φιλολογώτατοι τῶν νεανίσκων ἐπὶ τοὺς ἄνδρας ἵεντο καὶ συνῆσαν ἀκροώμενοι καὶ θαυμάζοντες αὐτούς.

Gellius Noct. Att. VI 14, 8. Animadversa eadem tripartita varietas est in tribus philosophis, quos Athenienses Romam ad senatum legaverant impetratum, uti multam remitteret, quam fecerat is propter Oropi vastationem. Ea multa fuerat talentum fere quingentum. Erant isti philosophi Carneades ex Academia, Diogenes Stoicus, Critolaus Peripateticus. Et in senatum quidem introducti interprete usi sunt C. Acilio senatore; sed ante ipsi seorsum quisque ostentandi gratia magno conventu hominum dissertaverunt. Tum admirationi fuisse aiunt Rutilius et Polybius philosophorum trium sui cuiusque generis facundiam. Violenta, inquiunt, et rapida Carneades dicebat, scita et teretia Critolaus, modesta Diogenes et sobria.

Cicero Acad. Pr. II 137. Legi apd Clitomachum, cum Carneades et Stoicus Diogenes ad senatum in Capitolio starent, A. Albinum, qui tum P. Scipione [et] M. Marcello coss. praetor esset, - doctum sane hominem - iocantem dixisse Carneadi: Ego tibi, Carneades, praetor esse non videor, quia sapiens non sum, nec haec urbs nec in ea civitas. Tum ille: Huic Stoico non videris.

Cicero Tusc. disp. IV 5. Quibus (scil. Laelio et Scipione) adulescentibus Stoicum Diogenem et Academicum Carneadem video ad senatum ab Atheniensibus missos esse legatos, qui cum rei publicae nullam umquam partem attigissent essetque eorum alter Cyrenaeus, alter Babylonius, numquam profecto scholis essent excitati neque ad illud munus electi, nisi in quibusdam principibus, temporibus illis, fuissent studia doctrinae.

Ind. Stoic. Herc. col. LI. -χου τῆς Τρῳάδος Ἀ|λεξανδρείας· Παναί|τιος Νικαγόρου Ῥόδιος· | Μνήσαρχος Ὀνησίμου | Ἀθηναῖος· Δάρδα(νος) | Ἀνδρομάχου Ἀ(θηναῖ)|ος· Ἀπολλόδω(ρος Σελευ)|κεὺ(ς) ἀπὸ Τίγριος· Βόη)|θος Σιδώ(νιος . . . . .

Diogenes Laërt. VII 29. Ζηνόδοτος ὁ Στωϊκός, Διογένους μαθητής (epigramma fecit in Zenonem Citiensem).

Ps. Scymnus v. 10 τῶν Ἀττικῶν τις γνησίων τε φιλολόγων, γεγονὼς ἀκουστὴς Διογένους τοῦ Στωϊκοῦ, συνεσχολακὼς δὲ πολὺν Ἀριστάρχῳ χρόνον συνετάξατ’ ἀπὸ τῆς Τρωϊκῆς ἁλώσεως χρονογραφίαν στοιχοῦσαν ἄχρι τοῦ νῦν χρόνου.

Ind. Stoic. Herc. col. LII. θυ|γατρὸς υἱός· ἐγένετο | δὲ (κ)αὶ Ἀρεοπαγίτης | οὗτος· Ἀπολλωνίδης | Σμυρναῖος· Χρύσερμ(ος) | Ἀλεξανδρεὺς τῆς πρὸς | Αἴγυπ(τον)· Διονύσιος | Κυρηναῖος. οὗτ(ος δὲ)| καὶ γεω(μέ)τρης (ἦν ἄ)|ριστος, ὁ καὶ ἀντ(ι)γ(ράψας) | Δημητρίῳ τῷ (ῥή)|τορι τῷ π(ρὸς τοὺς γεωμέτρας γράψαντι?)

Cicero Acad. Pr. II 98. Cum aliquid huius modi inciderat sic ludere Carneades solebat: si recte conclusi, teneo; sin vitiose, minam Diogenes reddet. Ab eo enim Stoico dialecticam didicerat; haec autem merces erat dialecticorum.

Cicero de fin. II 24. Nec ille qui Diogenem Stoicum adulescens, post autem Panaetium audierat Laelius.

Cicero de fin. I 6. Quid enim est a Chrysippo praetermissum in Stoicis? Legimus tamen Diogenem, Antipatrum.

Fragmenta.

Diog. Laërt. VII 39. Τριμερῆ φασιν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. οὕτω δὲ πρῶτος διεῖλε Ζήνων ὁ Κιτιεύς· - - καὶ Διογένης ὁ Βαβυλώνιος.

I. Logica.

Diocles Magnes apud Diog. Laërt. VII 55. ἔστι δὲ φωνὴ ἀὴρ πεπληγμένος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς, ὥς φησι Διογένης ὁ Βαβυλώνιος ἐν τῇ περὶ τῆς φωνῆς τέχνῃ. ⟨καὶ⟩ ζῴου μέν ἐστι φωνὴ ἀὴρ ὑπὸ ὁρμῆς πεπληγμένος, ἀνθρώπου δέ ἐστιν ἔναρθρος καὶ ἀπὸ διανοίας ἐκπεμπομένη, ὡς ὁ Διογένης φησίν, ἥτις ἀπὸ δεκατεσσάρων ἐτῶν τελειοῦται.

Diocles Magnes apud Diog. Laërt. VII 55. καὶ σῶμα δ’ ἐστὶν ἡ φωνὴ κατὰ τοὺς Στωϊκούς, ὥς φησιν Ἀρχέδημος - - καὶ Διογένης καὶ Ἀντίπατρος· πᾶν γὰρ τὸ ποιοῦν σῶμά ἐστι· ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκούουσιν ἀπὸ τῶν φωνούντων.

Simplicius in Aristot. Phys. p. 426, 1 Diels. καὶ οἱ ἀέρα δὲ πεπληγμένον τὴν φωνὴν ἀποδιδόντες, ὥσπερ Διογένης ὁ Βαβυλώνιος, ἁμαρτάνουσι. σῶμα γὰρ οὕτως ἔσται ἡ φωνή, εἴπερ ἐν γένει τῷ ἀέρι ἐστί, καὶ τὸ πεπονθός, τουτέστι τὸν πεπληγμένον ἀέρα, ἀντὶ τοῦ πάθους, ὅπερ ἐστὶν ἡ πληγή, ἀποδιδόασιν.

Diocles Magnes apud Diog. Laërt. VII 56. Λέξις δέ ἐστι κατὰ τοὺς Στωϊκούς, ὥς φησιν ὁ Διογένης, φωνὴ ἐγγράμματος, οἷον ἡμέρα.

λόγος δέ ἐστι φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη, ⟨οἷον ἡμέρα ἐστι⟩.

διάλεκτος δέ ἐστι λέξις κεχαραγμένη ἐθνικῶς τε καὶ Ἑλληνικῶς· ἢ λέξις ποταπή, τουτέστι ποιὰ κατὰ διάλεκτον, οἷον κατὰ μὲν τὴν Ἀτθίδα θάλαττα, κατὰ δὲ τὴν Ἰάδα ἡμέρη.

τῆς δὲ λέξεως στοιχεῖά ἐστι τὰ εἰκοσιτέσσαρα γράμματα. τριχῶς δὲ λέγεται τὸ γράμμα, ⟨τό τε στοιχεῖον⟩ ὅ τε χαρακτὴρ τοῦ στοιχείου καὶ τὸ ὄνομα, οἷον ἄλφα.

φωνήεντα δέ ἐστι τῶν στοιχείων ἑπτά· α, ε, η, ι, ο, υ, ω.

ἄφωνα δὲ ἕξ· β, γ, δ, π, κ, τ.

διαφέρει δὲ φωνὴ καὶ λέξις, ὅτι φωνὴ μὲν καὶ ὁ ἦχός ἐστι, λέξις δὲ τὸ ἔναρθρον μόνον.

λέξις δὲ λόγου διαφέρει, ὅτι λόγος ἀεὶ σημαντικός ἐστι, λέξις δὲ καὶ ἀσήμαντος, ὡς ἡ βλίτυρι, λόγος δὲ οὐδαμῶς.

διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει.

Diocles Magnes apud Diog. Laërt. VII 57. τοῦ δὲ λόγου ἐστὶ μέρη πέντε, ὥς φησι Διογένης τε ἐν τῷ περὶ φωνῆς καὶ Χρύσιππος· ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος, ἄρθρον.

Diocles Magnes apud Diog. Laërt. VII 58. ἔστι δὲ προσηγορία μέν, κατὰ τὸν Διογένην, μέρος λόγου σημαῖνον κοινὴν ποιότητα, οἷον ἄνθρωπος ἵππος.

ὄνομα δέ ἐστι μέρος λόγου δηλοῦν ἰδίαν ποιότητα, οἷον Διογένης, Σωκράτης.

ῥῆμα δέ ἐστι μέρος λόγου σημαῖνον ἀσύνθετον κατηγόρημα, ὡς ὁ Διογένης, ἤ, ὥς τινες, στοιχεῖον λόγου ἄπτωτον σημαῖνόν τι συντακτὸν περί τινος ἢ τινῶν, οἷον γράφω λέγω.

σύνδεσμος δέ ἐστι μέρος λόγου ἄπτωτον, συνδοῦν τὰ μέρη τοῦ λόγου.

ἄρθρον δέ ἐστι στοιχεῖον λόγου πτωτικόν, διορίζον τὰ γένη τῶν ὀνομάτων καὶ τοὺς ἀριθμούς· οἷον ὁ, ἡ, τό, οἱ, αἱ, τά.

Diocles Magnes apud Diog. Laërt. VII 62. ἀμφιβολία δέ ἐστι λέξις δύο ἢ καὶ πλείονα πράγματα σημαίνουσα λεκτικῶς καὶ κυρίως καὶ κατὰ τὸ αὐτὸ ἔθος, ὥσθ’ ἅμα τινὰ πλείονα ἐκδέξασθαι κατὰ τὴν αὐτὴν λέξιν, οἷον αὐλητρις πέπτωκε δηλοῦται γὰρ δι’ αὐτῆς τὸ μὲν τοιοῦτον οἰκία τρὶς πέπτωκε, τὸ δὲ τοιοῦτον αὐλήτρια πέπτωκε.

Diocles Magnes apud Diog. Laërt. VII 59. ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε. ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή.

ἑλληνισμὸς μὲν οὖν ἐστι φράσις ἀδιάπτωτος ἐν τῇ τεχνικῇ καὶ μὴ εἰκαίᾳ συνηθείᾳ.

σαφήνεια δέ ἐστι λέξις γνωρίμως παριστᾶσα τὸ νοούμενον.

συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος.

πρέπον δέ ἐστι λέξις οἰκεία τῷ πράγματι.

κατασκευὴ δέ ἐστι λέξις ἐκπεφευγυῖα τὸν ἰδιωτισμόν.

ὁ δὲ βαρβαρισμός, ἐκ τῶν κακιῶν, λέξις ἐστὶ παρὰ τὸ ἔθος τῶν εὐδοκιμούντων Ἑλλήνων.

σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος.

Diocles Magnes apud Diog. Laërt. VII 60. γένος δέ ἐστι πλειόνων καὶ ἀναφαιρέτων ἐννοημάτων σύλληψις, οἷον ζῷον· τοῦτο γὰρ περιείληφε τὰ κατὰ μέρος ζῷα.

ἐννόημα δέ ἐστι φάντασμα διανοίας, οὔτε τὶ ὂν οὔτε ποιόν, ὡσανεὶ δὲ τὶ ὂν καὶ ὡσανεὶ ποιόν· οἷον γίνεται ἀνατύπωμα ἵππου καὶ μὴ παρόντος.

εἶδος δέ ἐστι τὸ ὑπὸ γένους περιεχόμενον, ὡς ὑπὸ τοῦ ζῴου ὁ ἄνθρωπος περιέχεται.

γενικώτατον δέ ἐστιν ὃ γένος ὂν γένος οὐκ ἔχει, οἷον τὸ ὄν.

εἰδικώτατον δέ ἐστιν ὃ εἶδος ὂν εἶδος οὐκ ἔχει, ὥσπερ ὁ Σωκράτης.

διαίρεσις δέ ἐστι γένους ἡ εἰς τὰ προσεχῆ εἴδη τομή, οἷον τῶν ζῴων τὰ μέν ἐστι λογικά, τὰ δὲ ἄλογα.

ἀντιδιαίρεσις δέ ἐστι γένους εἰς εἶδος τομὴ κατὰ τοὐναντίον, ὡς ἂν κατὰ ἀπόφασιν, οἷον τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δ’ οὐκ ἀγαθά.

ὑποδιαίρεσις δέ ἐστι διαίρεσις ἐπὶ διαιρέσει, οἷον τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δ’ οὐκ ἀγαθά· καὶ τῶν οὐκ ἀγαθῶν τὰ μέν ἐστι κακά, τὰ δὲ ἀδιάφορα.

μερισμὸς δέ ἐστι γένους εἰς τόπους κατάταξις, ὡς ὁ Κρίνις· οἷον· τῶν ἀγαθῶν τὰ μέν ἐστι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα.

Diocles Magnes apud Diog. Laërt. VII 71. τῶν δ’ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ εἰ συναπτικοῦ συνδέσμου· ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι.

II. Physica.

Philo de incorrupt. mundi 15 p. 248 Bern. p. 25, 3 Cumont. (postquam de Boëtho et Panaetio Stoicis locutus est) λεγεται δὲ καὶ Διογένης ἡνίκα νέος ἦν συνεπιγραψάμενος τῷ δόγματι τῆς ἐκπυρώσεως ὀψὲ τῆς ἡλικίας ἐνδοιάσας ἐπισχεῖν.

Aëtius II 32, 4 (DG p. 364ᵃ 1) (τὸν μέγαν ἐνιαυτόν:) Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἐνιαυτῶν ἡλιακῶν. Διογένης ὁ Στωϊκὸς ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων, ὅσος ἦν ὁ καθ’ Ἡράκλειτον ἐνιαυτός.

Galenus de Hipp. et Plat. dogm. II 5 p. 201 Mü. καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν λόγος ὁ Ζήνωνος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος, - - εἴσῃ δ’ ἐναργέστερον, εἰ παραγράψαιμεν αὐτόν, ἔχει γὰρ ὧδε. Φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ ἀπὸ διανοίας χωρεῖ, ὥστ’ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια. τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλ’ ὧδε· Ὅθεν ἐκπέμπεται ἡ φωνή, καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος φωνὴ ἐκεῖθεν. τοῦτο δὲ ὁ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν ἐκπέμπεται, ὅθεν καὶ ἡ φωνή. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν μᾶλλον. ἐκφανὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα. καὶ ὁ λόγος ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν μᾶλλον. ἀλλὰ μὴν κἀκεῖνο ἀληθὲς τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτὸν φασὶν εἶναι φωνὴν σημαίνουσαν, ἀπὸ διανοίας ἐκπεμπομένην· καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν λόγον, καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανοεῖσθαι καὶ τὴν κατὰ τὸ λέγειν ἐνέργειαν. καὶ ἡ διάνοια ἄρα οὐκ ἔστιν ἐν τῇ κεφαλῇ, ἀλλ’ ἐν τοῖς κατωτέρω τόποις, μάλιστά πως περὶ τὴν καρδίαν. τοιοῦτος μέντοι καὶ ὁ τοῦ Διογένους λόγος, ἔμπαλιν ἢ κατὰ τὸν τοῦ Ζήνωνος εἰς μῆκος ῥήσεων ἐκτεταμένος, ὥστε ἐκείνῳ μὲν ἐλλείπειν τινὰ τῶν ἀναγκαίων ἀξιωμάτων, πλεονάζειν δὲ τούτῳ.

Galen de H. et Plat. dogm. II 8 (110) p. 246 Mü. οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδείς, οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ· ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικόν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία. - -

ibid. Κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. Τό, φησί, κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχικὴ τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι. ὅταν ταῦτα ὁ Διογένης γράφῃ, περὶ μὲν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’ οὖν ἐκ τροφῆς εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα etc.

paulo post: Καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχήν, ὡς Ἐμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει καὶ Χρυσίππῳ καὶ Ζήνωνι, τρέφεσθαι μὲν ἐξ αἵματος φήσασι τὴν ψυχήν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον καὶ τὸ κινοῦν, εἴπερ τρέφει μὲν τὸ αἷμα, κινεῖ δὲ τὸ πνεῦμα;

Aëtius I 7, 17 (DG p. 302ᵇ 15). Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν (scil. θεὸν ἀπεφήναντο).

Sextus adv. math. IX 133. Ζήνων δὲ καὶ τοιοῦτον ἠρώτα λόγον· τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη· τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως ⟨τιμῴη⟩· εἰσὶν ἄρα θεοί. ᾧ λόγῳ τινὲς παραβάλλοντες φασί· τοὺς σοφοὺς ἄν τις εὐλόγως τιμῴη· τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως τιμῴη· εἰσὶν ἄρα σοφοί. ὅπερ οὐκ ἤρεσκε τοῖς ἀπὸ τῆς Στοᾶς, μέχρι τοῦ νῦν ἀνευρέτου ὄντος τοῦ κατ’ αὐτοὺς σοφοῦ. ἀπαντῶν δὲ πρὸς τὴν παραβολὴν Διογένης ὁ Βαβυλώνιος τὸ δεύτερόν φησι λῆμμα τοῦ Ζήνωνος λόγου τοιοῦτον εἶναι τῇ δυνάμει τοὺς δὲ μὴ πεφυκότας εἶναι οὐκ ἄν τις εὐλόγως τιμῴη. τοιούτου γὰρ λαμβανομένου δῆλον ὡς πεφύκασιν εἷναι θεοί. εἰ δὲ τοῦτο, καὶ εἰσὶν ἤδη. εἰ γὰρ ἅπαξ ποτὲ ἦσαν, καὶ νῦν εἰσίν, ὥσπερ εἰ ἄτομοι ἦσαν, καὶ νῦν εἰσίν. ἄφθαρτα γὰρ καὶ ἀγένητα τὰ τοιαῦτά ἐστι κατὰ τὴν ἔννοιαν τῶν σωμάτων· διὸ καὶ κατὰ ἀκόλουθον ἐπιφορὰν συνάξει ὁ λόγος· οἱ δέ γε σοφοὶ οὐκ ἐπεὶ πεφύκασιν εἷναι, ἤδη καὶ εἰσίν.

Philodemus de pietate 15 (DG p. 548ᵇ 14). Δ(ι)ογένης δ’ ὁ Βαβυλώνιος ἐν τῷ περὶ τῆς Ἀθηνᾶς τ(ὸ)ν κ(όσ)μον γράφει τῷ Δ(ιὶ τ)ὸν αὐτὸν ὑπάρ(χει)ν ἢ περιέχε(ιν τὸ)ν Δία κ(αθ)άπε(ρ) ἄνθρωπ(ον ψ)υχή(ν)· καὶ τὸ(ν ἥλι)ον μ(ὲν) Ἀπόλλ(ω, τ)ὴν δ(ὲ σε)λήνη(ν Ἄρ)τ(ε)μι(ν· καὶ) π(αι)δ(αριῶ)δες εἶν(αι) θε(ο)ὺς ἀ(ν)θρωποε(ι)δεῖς λ(έγει)ν καὶ ἀδύνατον. (εἶ)ν(αί) τε τοῦ Διὸς τὸ μὲν εἰς τὴν θάλατταν διατετα(κ)ὸς Ποσειδῶνα, τὸ δ’ εἰς (τ)ὸν ἀέρα Ἥραν, καθάπερ κ(αὶ τὸν Πλά)τωνα λέγειν, ὥσ(τ’ ἐ)ὰν πολλάκις ἀήρ (λ)έγῃ τις ἐρεῖν Ἥ(ρα, τὸ) δ’ εἰς τὸ(ν) α⟨ἰθ⟩έρα Ἀθηνᾶν· τοῦτο γὰρ λέ(γε)σθαι τὸ ἐκ τῆς (κεφα)λῆς καὶ Ζεὺς ἄρρην Ζεὺς θῆλυς. τινὰς δὲ τῶν Στωϊκῶν φάσκειν, ὅτι τὸ ἡγεμονικὸν ἐν τῇ κ(ε)φαλῇ· φρόνησιν γὰ(ρ) εἶναι, διὸ καὶ Μῆτιν καλεῖσθαι· Χρύσιππον δ’ ἐν τῷ στή(θ)ει τὸ ἡγεμονικὸν (ε)ἶναι κἀκεῖ τὴ(ν Ἀθ)ηνᾶν γεγονένα(ι) φρόνησιν οὖσαν, τῷ (δ)ὲ τ(ὴ)ν φωνὴν ἐκ τῆς (κ)εφαλῆς ἐκκρίνεσθαι (λέ)γειν ἐκ τῆς (κ)εφα(λ)ῆς, ὑπὸ δὲ Ἡ(φ)αίσ(του δι)ότι τ(έ)χνη(ι γί)νεθ’ ἡ φρόνησις, καὶ Ἀθηνᾶν μὲν ο(ἷ)ον Ἀθ(ρη)νᾶν εἰρῆσθαι, (Τριτω)νίδα δὲ καὶ Τρ(ιτογέν)ειαν διὰ τὸ τὴν φρόνησιν ἐκ τριῶν συνεστηκέναι λόγων, τῶ(ν) φ(υσικῶ)ν καὶ τῶ(ν ἠ)θικῶ(ν κ)αὶ τῶν λογικῶν. καὶ τὰς ἄλλας δ’ αὐτ(ῆς προσ)ηγορ(ί)ας καὶ τὰ φορήματα μάλα καταχρύσως τῇ φρονήσει συνοικειοῖ.

Cicero de nat. deor. I 41. quem (scil. Chrysippum) Diogenes Babylonius consequens in eo libro qui inscribitur de Minerva, partum Iovis ortumque virginis ad physiologiam traducens diiungit a fabula.

Cicero de divin. I 6. Quem (scil. Chrysippum) subsequens unum librum Babylonius Diogenes edidit, eius auditor (scil. περὶ μαντικῆς).

Cicero de divin. II 90. Quibus (scil. Chaldaeis) etiam Diogenes Stoicus concedit aliquid, ut praedicere possint dumtaxat, qualis quisque natura et ad quam quisque maxume rem aptus futurus sit; cetera quae profiteantur, negat ullo modo posse sciri; etenim geminorum formas esse similis, vitam atque fortunam plerumque disparem. Procles et Eurysthenes, Lacedaemoniorum reges, gemini fratres fuerunt. At ii nec totidem annos vixerunt; anno enim Procli vita brevior fuit; multumque is fratri rerum gestarum gloria praestitit. 91. At ego id ipsum, quod vir optumus Diogenes Chaldaeis quasi quadam praevaricatione concedit, nego posse intellegi.

Cicero de divin. I 84. Hac ratione et Chrysippus et Diogenes et Antipater utitur (Chrys. fr. phys. n. 1192 Vol. II p. 342, 27).

III. Ethica.

Diog. Laërt. VII 84. τὸ δὲ ἠθικὸν μέρος τῆς φιλοσοφίας διαιροῦσιν (ipsam partitionem vide III p. 3, 1). καὶ οὕτω δ’ ὑποδιαιροῦσιν οἱ περὶ Χρύσιππον - - καὶ Διογένην etc.

Arrianus Epict. dissert. II 19, 13. τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δ’ ἀδιάφορα. ἀγαθὰ μὲν οὖν αἱ ἀρεταὶ καὶ τὰ μετέχοντα αὐτῶν, κακὰ δὲ κακίαι καὶ τὰ μετέχοντα κακίας, ἀδιάφορα δὲ τὰ μεταξὺ τούτων, πλοῦτος, ὑγίεια, ζωή, θάνατος, ἡδονή, πόνος. πόθεν οἶδας; Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς. τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι Διογένης ἐν τῇ ἠθικῇ ἢ Χρύσιππος ἢ Κλεάνθης. Cf. II 9, 15.

Cicero de finibus III 33. Bonum autem - etiam definitione explicatur. Sed eorum definitiones paulum oppido inter se differunt et tamen eodem spectant. Ego assentior Diogeni, qui bonum definierit id, quod esset natura absolutum. Id autem sequens illud etiam quod prodesset (ὠφέλημα enim sic appellemus) motum aut statum esse dixit e natura absoluto.

Cicero de finibus III 49. Divitias autem Diogenes censet non eam modo vim habere, ut quasi duces sint ad voluptatem et ad valetudinem bonam, sed etiam uti ea contineant; non idem facere eas in virtute neque in ceteris artibus, ad quas esse dux pecunia potest, continere autem non potest; itaque si voluptas aut si bona valetudo sit in bonis, divitias quoque in bonis esse ponendas, at si sapientia bonum sit, non sequi ut etiam divitias bonum esse dicamus. Neque ab ulla re, quae non sit in bonis, id quod sit in bonis contineri potest, ob eamque causam, quia cognitiones comprehensionesque rerum, e quibus efficiuntur artes, appetitionem movent, cum divitiae non sint in bonis, nulla ars divitiis contineri potest. 50. Quod si de artibus concedamus, virtutis tamen non sit eadem ratio, propterea quod haec plurimae commentationis et exercitationis indigeat, quod idem in artibus non sit, et quod virtus stabilitatem, firmitatem, constantiam totius vitae complectatur, nec haec eadem in artibus esse videamus.

Cicero de finibus III 57. De bona autem fama (quam enim appellant εὐδοξίαν, aptius est bonam famam hoc loco appellare quam gloriam) Chrysippus quidem et Diogenes detracta utilitate ne digitum quidem eius causa porrigendum esse dicebant.

Epiphanius adv. haeres. III 40 (DG p. 593, 5). Διογένης ὁ Βαβυλώνιος ἔλεγε τὰ σύμπαντα συνίστασθαι ἐξ ἡδονῆς.

Stobaeus ecl. II 75, 11 W. τὸ δὲ τέλος ὁ μὲν Ζήνων οὕτως ἀπέδωκε τὸ ὁμολογουμένως ζῆν - - οἱ δὲ μετὰ τοῦτον προσδιαρθροῦντες οὕτως ἐξέφερον - - Διογένης δὲ εὐλογιστεῖν ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ καὶ ἀπεκλογῇ.

Diog. Laërt. VII 88 (antecessit Zenonis, Cleanthis, Chrysippi de fine bonorum explicatio). ὁ μὲν οὖν Διογένης τέλος φησὶ ῥητῶς τὸ εὐλογιστεῖν ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ.

Clemens Alex. Stromat. II 21 p. 179 Sylb., I p. 497 Pott. ⟨Διογένης δὲ ὁ Βαβυλώνιος τὸ τέλος⟩ ἐν τῷ εὐλογιστεῖν [ὃ] ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ κεῖσθαι ὑπελάμβανεν.

Stobaeus ecl. II 84, 4 W. Τὴν δὲ δόσιν φησὶν ὁ Διογένης κρίσιν εἶναι, ἐφ’ ὅσον κατὰ φύσιν ἐστὶν ἢ ἐφ’ ὅσον χρείαν τῇ φύσει παρέχεται. Τὸ δὲ δοκιμαστοῦ, οὐχ ὡς λέγεται τὰ πράγματα δοκιμαστὰ παραλαμβάνεσθαι, ἀλλ’ ὡς δοκιμαστήν φαμεν εἶναι τὸν τὰ πράγματα δοκιμάζοντα· τῆς οὖν ἀμοιβῆς τὸν τοιοῦτόν φησι δοκιμαστὴν εἶναι. Καὶ ταύτας μὲν τὰς δύο ἀξίας καθ’ ἃς λέγομέν τινα τῇ ἀξίᾳ προῆχθαι, τρίτην δέ φησιν εἶναι, καθ’ ἥν φαμεν ἀξίωμά τινα ἔχειν καὶ ἀξίαν, ἥπερ περὶ ἀδιάφορα οὐ γίνεται, ἀλλὰ περὶ μόνα τὰ σπουδαῖα. Χρῆσθαι δ’ ἡμᾶς φησιν ἐνίοτε τῷ ὀνόματι τῆς ἀξίας ἀντὶ τοῦ ἐπιβάλλοντος· ὡς ἐν τῷ τῆς δικαιοσύνης ὅρῳ παρείληπται, ὅταν λέγηται εἶναι ἕξις ἀπονεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ. ἔστι γὰρ οἷον τοῦ ἐπιβάλλοντος ἑκάστῳ.

Stobaeus ecl. II 64, 13 W. Διττῶς δέ φησιν ὁ Διογένης λέγεσθαι τὰ δι’ αὑτὰ αἱρετά, ⟨τὰ⟩ καὶ τελικῶς αἱρετά, ὡς ἔχει τὰ ἐν τῇ προειρημένῃ διαιρέσει κατατεταγμένα, τὰ δὲ ὅσα ἐν αὑτοῖς ἔχει τὴν αἰτίαν τοῦ αἱρετὰ εἶναι, ὅπερ παντὶ ἀγαθῷ ὑπάρχει.

Cicero de officiis III 50. Sed incidunt, ut supra dixi, saepe causae, cum repugnare utilitas honestati videatur, ut animadvertendum sit, repugnetne plane an possit cum honestate coniungi. - 51. In huius modi causis aliud Diogeni Babylonio videri solet, magno et gravi Stoico, aliud Antipatro - Antipatro omnia patefacienda, ut ne quid omnino, quod venditor norit, emptor ignoret, Diogeni venditorem, quatenus iure civili constitutum sit, dicere vitia oportere, cetera sine insidiis agere et, quoniam vendat, velle quam optume vendere. Advexi, exposui, vendo meum non pluris quam ceteri, fortasse etiam minoris, cum maior est copia. Cui fit iniuria? - 52. Exoritur Antipatri ratio ex altera parte (cf. Antip. fr.). Respondebit Diogenes fortasse sic: Aliud est celare, aliud tacere; neque ego nunc te celo, si tibi non dico, quae natura deorum sit, qui sit finis bonorum, quae tibi plus prodessent cognita quam tritici vilitas; sed non, quicquid tibi audire utile est, idem mihi dicere necesse est. Immo vero, inquiet ille, necesse est, siquidem meministi esse inter homines natura coniunctam societatem. Memini, inquiet ille, sed num illa societas talis est, ut nihil suum cuiusque sit? Quod si ita est, ne vendundum quidem quicquam est, sed donandum. - - 55. Diogenes contra: Num te emere coëgit, qui ne hortatus quidem est? Ille, quod non placebat, proscripsit, tu, quod placebat, emisti. Quodsi, qui proscribunt villam bonam beneque aedificatam, non existimantur fefellisse, etiamsi illa nec bona est nec aedificata ratione, multo minus, qui domum non laudarunt. Ubi enim iudicium emptoris est, ibi fraus venditoris quae potest esse? Sin autem dictum non omne praestandum est, quod dictum non est, id praestandum putas? Quid vero est stultius, quam venditorem eius rei, quam vendat, vitia narrare? quid autem tam absurdum, quam si domini iussu ita praeco praedicet: Domum pestilentem vendo.

Seneca de ira III 38, 1. Contumeliam tibi fecit aliquis: numquid maiorem quam Diogeni philosopho Stoico, cui de ira cum maxime disserenti adulescens protervus inspuit? Tulit hoc ille leniter et sapienter: non quidem, inquit, irascor, sed dubito tamen, an oporteat irasci.

Quintilianus Instit. orat. I 1, 8. de paedagogis hoc amplius, ut aut sint eruditi plene - - aut se non esse eruditos sciant. - - nec minus error eorum nocet moribus; si quidem Leonides, Alexandri paedagogus, ut a Babylonio Diogene traditur, quibusdam eum vitiis imbuit, quae robustum quoque et iam maximum regem ab illa institutione puerili sunt persecuta.

Athenaeus IV 168e. Διογένης δ’ ὁ Βαβυλώνιος ἐν τοῖς περὶ Εὐγενείας τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων. καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ὦ καταισχύνας τὸ γένος. πάντα γὰρ ἀνάλωσε τὰ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνιχίας· ἐφ’ ᾧ πάλιν ὑπὸ πάντων ἐπεῤῥαπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ἐπιδίδωμι κἀγώ, καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν εἰς ἀκολασίαν. ἦν δ’ ὁ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις Παναθήναια ὡς ὁ πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ δεῖπνον λαμπρὰ μὲν ἦν ἡ παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου δι’ ἀρωμάτων. οὓς ἰδὼν ὁ πατὴρ καλέσας τὸν Φῶκον οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην;

Athenaeus XII 526c. Θεόπομπος δ’ ἐν πεντεκαιδεκάτῃ Ἱστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν (scil. τῶν Κολοφωνίων) ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν· ὃ δὴ καὶ βασιλεῦσιν σπάνιον τότ’ ἦν καὶ περισπούδαστον. ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη. τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν. ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης ὁ Βαβυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων.

Libri περὶ μουσικῆς reliquiae.

Philodemus de musica p. 5 Kemke. καὶ ἐν ὀλίγοις (μ)ὲν κυρίων γίνεσθαι τὰς μελέτας τῶν (κα)τὰ τὰς ἀρετάς. ἀναγκαῖ(ον γ)ὰρ ἐν τοῖς ἐλάττοσιν καὶ τοῖς ὁμοίοις ὥσ(πε)ρ στοιχει(οῦσθαι· καὶ τοῦτο συ)μβαίνειν (διὰ τῆς μουσικῆς.

Philodemus de musica p. 6 Kemke. (πάντων τὰ μέλη αὐτῆς τὰ μὲν καλὰ καὶ σώφρονα καὶ ἀ)ν(δ)ρεῖα, τ(ὰ) δ(ὲ δειλὰ) κα(ὶ) ἀκόλαστα καὶ ὅλ(ως) α(ἰ)σχρὰ προσαγορευόντων, ὡς συνεπιφερούσης τὰς τοιαύτας διαθέσεις. οὐ γὰρ ἂν ἴσως οὐδ’ ἐφαίνοντο μὴ οὖσαί γε κα(τ’) ἀλήθειαν. οὐδ’ ἰατρικώτερον γοῦν φαίνεσθαι μὴ (ὄν)των ἰατρικῶν, οὐδ’ ἱππικώτερον μὴ (ὄν)των ἱππικῶν.

Philodemus de musica p. 7 ed. Kemke. αὐτὴν δὲ καθ’ ἑαυτὴν (τὴν σύ)νεσιν τοῦ τε (ἁ)ρ(μονικοῦ) καὶ τοῦ ῥυθμ(ικοῦ ὁμ)ολογῶν εἶναι (πρὸς τὴν παι)δείαν χρήσιμον.

ibidem paulo post: καὶ τὴν ἕξ(ι)ν ποι(ήσειν ἁρμ)ονικωτάτην καὶ (ῥυθμικω)τάτην· ἐπιζητή(σαντος) δέ τινος, πότερον οἴσ(εταί τιν)ας ἀρετὰς ἢ τίνας ἡ (μουσική), προάγει Δάμων . . . . . . . . τὸν μουσικὸν (τὰ ὅμοια) σχεδὸν οἴεσθαι. λέ(γοντα γὰ)ρ αὐτόν, προσήκειν (ᾄδοντ)α καὶ κιθαρίζον(τα τὸν π)αῖδα μὴ μόνον etc.

Philodemus de musica p. 8 ed. Kemke. (τὸ) δὲ κα(λῶς καὶ) χρησίμως κινεῖσθαί τε καὶ ἠρεμεῖν τῷ σώματι τῆς (γυ)μναστικῆς, καὶ τὰς ἐπὶ τούτων τεταγμένας αἰσθήσεις κριτικὰς ποιεῖν· ὑπὸ δὲ τῆς γραφικῆς τὴν ὄψιν διδάσκεσθαι καλῶς κρίνειν πολλὰ τῶν ὁρατῶν· τῆς δὲ μουσικῆς τὸ μὲν ἀναγκαῖον ἦ(ττον) τούτων ἔχειν (δοκούσης) etc.

Philodemus de musica p. 8 Kemke (refert Diogenis Babylonii de musica opiniones). τὰ κατὰ τὰς ὀ(ργὰς) καὶ τὰ μ(ε)θ’ (ἡδονῆς καὶ (λύ)πης ἐντυγ(χάνοντα κοινῶς, ἐ)πειδὴ τῶν οἰκείων δ(ιαθέσ)εων οὐκ ἔξωθεν ἀλλ’ ἐ(ν ἡ)μῖν ἔχομεν τὰς αἰτίας· (τῶν) δὲ κοινῶν εἶναί τι καὶ (τὴν) μουσικήν· πάντας γὰρ Ἕλληνάς τε καὶ βαρβάρου(ς αὐ)τῇ χρῆσθαι καὶ κατὰ (πᾶ)σαν, ὡς εἰπεῖν, ἡλικίαν· (ἤδη) γὰρ πρὸ τοῦ λογισμὸν ἔ(χειν) καὶ σύνεσιν ἅπτεσθα(ι τὴν) μουσικὴν δύναμιν (παιδικῆς) ἧστινος (οὖν ψυχῆς) etc.

Philodemus de musica p. 9 Kemke. νόμον θε⟨ῖ〉σιν, πά(ντας) αὐτῇ χρῆσ(θα)ι καὶ μη(δέν)α (καιν)οτομεῖν, τὴν δὲ ν(ῦν ἐπιπ)ολ(ά)ζουσαν διάθεσιν ἀπ’ (αὐτῆς) ἀφεστηκέναι. κ(αὶ τοὺς) δειθυραμβικοὺς δὲ τρόπ(ο)υς εἴ τις συγκρίναι, τόν τε κατὰ Πίνδαρον καὶ τὸν κατὰ Φιλόξενον, μεγάλην εὑρεθήσεσθαι τὴν διαφορὰν τῶν ἐπιφαινομένων ἠθῶν, τὸν δ’ αὐτὸν εἶναι λόγον καὶ περὶ τῶν ἄλλων τρόπων (ὁποί)ων δή τινων. v. 20 χρῶμα.

Philodemus de musica p. 10 Kemke. -χρόνον, καταρξαμέ(νων) τῶν Μαντινέων τε καὶ Λα(κε)δαιμονίων (καὶ Πελ)λα(νέ)ων· παρὰ τούτοις γὰρ κα(ὶ πρ)ώτοις καὶ μάλιστα τὴν ἀκριβεστάτην ἐπιμέ(λειαν) γενέσθαι τῶν τοι(ούτων) ἐπιτηδευμάτων (καὶ τῆς) ἄλλης μουσικῆς.

ibidem. τοιαύτης δ’ οὖν (γενομ)ένης ἀγωγῆς καὶ (συνα)θροιζομένης πολ(λῆς κ)αὶ γενναίας σ̣που(δῆς οὕτ)ως ὥστε καὶ οἰκει(ωθῆνα)ί τε καὶ ἅψασθαι . . . . εως τὴν τοιαύτην (ἀγωγή)ν, οὐκέτι καταλείπει χώραν τοῖς ἐναντιωθε⟨ῖ⟩σιν, οὐχ ὑπάρξειν τὸ παραδεξόμενον (ἕνε)κα τῶν ἐθῶν τε (καὶ θε)μάτων etc.

Philodemus de musica p. 11 Kemke. συ(νωμολογ)ηκέναι δ’ αὐτῷ, τὰ μὲ(ν αὐτο)φυοῦς αἰσθήσεως δε(ῖσ)θαι, τὰ δ’ ἐπιστημονικῆς, τὰ (θ)ερμὰ μὲν καὶ τὰ (ψ)υχρὰ τ(ῆς αὐ)τοφυοῦς, τὸ δ’ ἡρμοσμέν(ον) καὶ ἀνάρμοστον τῆς ἐπ(ιστη)μονικῆς· (ἑ)τέραν δὲ τῇ (τοι)αύτῃ συ(νε)ζευγμένη(ν κα)ὶ παρακολουθοῦσαν ὡς (ἐπὶ τ)ὸ πολύ, δι’ ἧς δεχόμεθα (τὴν π)αρεπομένην [ἡδον(ὴν] ἑκ)άστῳ τῶν αἰσθητῶν (ἡδον)ήν τε (καὶ λύ)πην, οὖσαν (οὐ πᾶσι) τὴν αὐτήν. οὗ γὰρ ἂν (ἀνα)μειχθῶσιν δύο αἰσθήσεις, (περὶ) μὲν τὸ ὑπο(κ)εί(μ)ενον συμ(φ)ωνεῖ(ν), οἷον ὅτι . . ηγον ἢ α(ὐστ)ηρόν, περὶ δὲ τὴν (π)αρεπ(ομέν)ην ἡδονήν (τ)ε καὶ λ(ύπην) διαφωνεῖν (ἐν)α(ργῶς).

Contra haec disputat Philodemus lib. IV p. 62 sq. Kemke: κᾆτα ποῖ(ον) τὸ ὑ(πὸ ἄλ)λ(η)ς δυνάμεως περὶ τὴν αἴσθησιν καταλαμβάνεσθ(α)ι τὰς ποιότητας ὧν ἀντιλαμβάνονται, καὶ τὰς ἡδ(ονὰ)ς καὶ ὀχλήσεις τὰς (ἀ)π’ αὐτῶν, τῆς μὲν αὐτοφυοῦς, τῆς δ’ ἐπιστημονι(κῆ)ς· ὑπ(ὸ γ)ὰρ αὐτοφυοῦς καὶ (ἀλ)όγου κρείνετα(ι δυνάμεως ἡ ποι)ότης αὐτὴ κ(αθ’ αὑτήν· ὑπὸ δ’ ἐπ)ιστημονι(κῆς τὸ πρὸς ἡμᾶς ἀπ’ ἐκεί)νου μᾶλλον; ο(ὐ μαχόμενον τ)οῖς ἐναργέσιν (καὶ διεψευσμέν)ον προ(χ)ειρότα(τα; κα)τὰ λόγον δ(ὲ) καὶ τὸ (ἐπὶ τούτῳ ὅμοι)ον, ὅ φησιν ἐναρ(γ)ὲς εἶνα(ι, εἴλη)πται· ⟨αἱ⟩ παραπ(λή)σιοι γὰ(ρ) αἰσθ(ήσεις) κατὰ τ(ὴ)ν διάθε(σ)ιν οὐ(χ) ὅτι μὲν (αὐσ)τηρὸν τὸ ὑ(ποκε)ίμενον ὁμολογοῦσ(ιν, εἰ δ’) ὀχληρῶς ἢ ἐπιτερπῶς (ἔχ)ει διαφωνοῦσιν, ἀλλὰ τὴν αὐτὴν ποιοῦνται κρίσιν. καὶ ἐπὶ μέν γε τούτω(ν) παρά τινας προδιαθέσεις ἐνδέχεται παραλλαττούσας συμβαίνειν ἐπαισθήσεις, ἐπὶ δὲ τῶν ἀκοῶν οὐδ’ ἔστιν ὅλως διαφορά τις, ἀλλὰ πᾶσαι τὰς ὁμοίας τῶν ὁμ(οί)ων μελῶν ἀντι(λήψ)εις ποιοῦνται καὶ τὰς ἡδονὰς παραπλησίους ἀπολαμβάνουσιν, ὥστε καὶ τῆς ἐνα(ρ)μονίου καὶ τῆς χρωματικῆς διαφέρονται (ο)ὐ κατὰ τὴν ἄλογον ἐπα(ίσ)θησιν ἀλλὰ κατὰ τὰς δό(ξας), οἱ μέν, ὥσπερ οἱ τούτῳ (π)αραπλήσ(ιοι), τὴν μ(ὲν) φά(σκο)ντες εἶναι σεμνὴν κα(ὶ γεν)ναίαν καὶ (ἁπ)λῆν καὶ (καθ)αράν, τὴν (δ’ ἄ)νανδρον (καὶ φο)ρτικὴν κα(ὶ) ἀνελεύθερον. οἱ δὲ - οἱ δὲ -· τὰ δ’ ἀνά(λ)ο(γ)α καὶ ἐπὶ τῶν ῥυθμῶν (κ)α(ὶ) μελοποϊῶν· καὶ (π)ρό(δηλόν) ἐστιν ὡς ἡ μουσική, κἂν (ἡ) πολυε(ι)δεστάτη κα(θ’ ἅπαν διαφορὰ ἁλ)ῶι προσοῦσα (αὐ)τῆι, τῶν (ἠ)θῶν ἐ(μ)φ(ά)σεις οὐδέποτε (πο)ιήσε(ι οὐδ’ ἄλλων | ἄλλως κατὰ τὴν διάθεσιν τὰς | ἀκοὰς κινήσει) ἅτε ἀπαρα(λ)λάκτου(ς κ)αθεστώσας. καὶ διὰ τοῦ(το) ζητῶν μουσικὸς τὴν τοιαύτην σύνεσιν, ᾗ δυνήσεται διαγινώσκειν, αἱ ποῖαι τῶν αἰσθήσεων πῶς διατεθήσονται, τῶν ἀνυπάρκτων ἐπιστήμην ζητεῖ καὶ τ(ὰ) πρὸς τοῦτο κενῶς παραδίδωσιν.

Philodemus de musica p. 12 Kemke. (δύνασθαι γὰρ τὴν μουσικὴν ἀκείνητον ψυχὴν καὶ ἡσυχάζουσαν ἐγείρειν καὶ ἄγ)ειν εἰς τοιαύτην διάθ(εσιν οἵ)αν αὐτῇ κινηθῆναι (κατὰ φύ)σιν ἐστὶν ὑπὸ τῆς προ(σηκού)σης μελωδίας· ἐπεὶ ο(ὐ πάν)τες ὁμοίως κινηθήσ(ονται) πρὸς τῆς αὐτῆς· ἢ τοὐ(ναντί)ον ἐξ ἀττούσης τε καὶ (φερο)μένης πρὸς (ὅ, τ)ι δὴ (πρα)ΰνειν τε καὶ εἰς ἠρεμ(ίαν) κα)θ(ισ)τάνειν ἢ μετακε(ινεῖν) καὶ ἀποστρέφειν πρὸ(ς ἄλ)λην ὁρμὴν ἀπ’ ἄλλη(ς ἢ τὴν) ὑπάρχουσαν ἄγειν δ(ιάθεσιν) εἰς αὔξησιν ἢ ἐλάττ(ωσιν).

idem lib. IV p. 65 Kemke. ἐπειδήπερ οὐδὲν μέλος καθὸ μέλος, ἄλογον ὑπάρχον, ψυχὴν οὔτ’ ἐξ ἀκεινήτου καὶ ἡσυχαζούσ(ης) ἐ(γ)είρει καὶ ἄγει πρὸς τὴν κατ(ὰ φ)ύσιν ἐν ἤ(θ)ει διάθεσιν, οὔτ’ ἐξ ἀ(τ)τούσης καὶ φερομένης π(ρὸς ὅτ)ι δήποτε πρα(ΰ)νει καὶ εἰς ἠρεμίαν καθίστησιν, οὐδ’ ἀπ’ ἄλλης ὁρμῆς ἐπ’ ἄλλην ἀποστρέφ(ειν) οἷόν (τ’ ἐστὶ)ν οὐδὲ τὴν ὑπάρχου(σα)ν διάθεσιν εἰς αὔξησιν ἄγειν καὶ ἐλάττωσιν.

Philodemus de musica p. 12 Kemke. καθόλου μὲν . . . . . . . . . . πᾶσαν μουσικὴ . . . . . . . . ( post duos versus) δε εἰ μιμητι(κὸν . . . etc.

idem lib. IV p. 65. οὐδὲ γὰρ μιμητικὸν ἡ μουσική, καθάπερ τινὲς ὀνειρ(ώττ)ουσιν, οὐδ’, (ὡς ο)ὗτος, ὁμ(οι)ό(τ)η(τα)ς ἠθῶν οὐ μιμητικὰς μὲ(ν ἔχ)ει, πάντως δὲ πάσα(ς τῶν ἠ)θῶν ποιότητας ἐπ(ιφα)ίνε(ι) τοιαύτας ἐναρ(γῶς), τ(ὸ) μεγα(λ)οπρεπὲς καὶ ταπεινὸν καὶ ἀνδρῶδες καὶ ἄνανδρον καὶ κ(όσ)μιον καὶ θρασύ, μ(ᾶ)λλον ἤπερ ἡ μαγειρική. (δι)όπερ οὐδὲ καθ’ αὑτὰς ἔ(χουσι) διαφόρως οὐδὲ κατὰ τὴν (ἀ)λλήλαις μεῖξιν· οὐδὲ τὰς ἐναντίας ἀλλήλαις διαθέσεις, ὅσον ἐπὶ τοῖ(ς) πρὸς ἀκοὴν ἐπαισθήμασιν (δι’ ἁρ)μ(ο)ν⟨ι⟩ῶν ἔστιν δημιο(υ)ργ(εῖν). ἃ δὲ λέγει πρὸς | . . . . . . . . . ασθαι κίνησιν || (ἐν) ἄλλῳ τόπῳ κατοψ(όμεθα.

Philodemus de musica p. 12 Kemke. ἐν δὲ τῷ τρίτῳ μακρότερα μὲν εἴρηκε καὶ μάλιστα περ(ὶ τ)ῆς πρὸς τὸ δαιμόνιον μουσικῆς, οὐκ ἀποδεικτικῶς ἀλλ’ ἱστορικῶς καὶ ἐξηγητικῶς, ἀρκέσει δὲ τὴν συγκεφαλαίωσιν ἐπιτεμεῖν. κ)αὶ τ(ὴ)ν ἔννομόν τε καὶ σ(π)ου(δαζομ)ένην μουσικὴν πρῶ(τα) μέν φησιν ἕνεκα τῆς πρὸς τὸ θεῖον συνταχθῆναι τειμῆς, ἔπειτα τῆς τῶν ἐλευθέρων παιδείας· ὅτι δὲ πρὸς τ(ὸ) θε(ῖον), καὶ αὐτὰ σημαίνειν τὰ ὀνόματα, τό τε θεωρεῖν (καὶ τὸ)ν θεατὴν (καὶ τ)ὸ θέατρον.

Idem lib. IV p. 66. περὶ τοίνυν τῆς διὰ τ(ῶν μου)σικῶν (τ)οῦ θείου τει(μῆς εἴρη)ται μὲν αὐταρκῶς καὶ πρότερον - - - διόπερ οὐδ(ὲ) συνάγετα(ι) τὸ τοῖς κατὰ μέρος αὐτὴν χρησιμεύειν, ἀλλ’ εἴπερ ἄρα (τ)ῶ(ι) δημοσίῳ· καὶ τούτῳ δ’ οὔτε πᾶν εἶδος αὐτῆς οὔτε ὅσον ποτὲ παρ(αλαμ)βάνεται διαπεποι(κιλμέν)ο(ν), ἀ(λ)λὰ (ὁ)πό(σον) λιτ(ότερον)· καὶ οὐχ ὑπὸ πάντω(ν ἀλλ’) ὑπὸ τινῶν Ἑλλήν(ων κα)ὶ κατὰ ἐνίους καιροὺς καὶ (τό γε) νῦν διὰ μισθωτῶ(ν ἀνθρ)ώπω(ν. - - - ἀλλὰ δὴ καὶ πάλαι τῶν γ’ Ὀλυμ(πίων) ἡ πλείστη δ(ό)σις οὐ(χὶ) τῶ(ν) μελῶν κα(ὶ) τ(ῶ)ν κ(ρ)ούσεων (ἦν, οὐδὲ) τοῦ θεωρε(ῖ)ν (καὶ τ)οῦ θ(εατοῦ) κα(ὶ το)ῦ θ(εάτ)ρο(υ)· καί(τοι) ὠνομάσθαι (φ)ήσει(εν) ἄν τις καὶ ἀπὸ τοῦ θεῖν τὸ θεωρεῖν καὶ τὸν θεατὴν (κ)αὶ τὸ θέατρο(ν)· οὐ γὰρ ἐπικοινωνεῖ τὸ θεῖον αὐτοῖς μᾶλλον ἢ τὸ θεῖν· καὶ τὰ θεάματα συνάγεσθαι τῆς τιμῆς ἕνεκα πα(ρειλῆ)φθαι τῶν θεῶν, ἀλλ’ οὐ τὴν μουσικήν, ἀκουστήν γ’ ὑπάρχουσαν· μᾶλλον δ’ ἀπὸ τοῦ ταῖς ὄψεσ(ιν) ὁρᾶν καὶ τῇ διανοίᾳ προσηγορεῦσθαι ταῦτα.

Philodemus de musica p. 67 Kemke. ἐπεὶ δὲ ἀποχρώντως καὶ περὶ τοῦ διὰ μουσικῆς παιδεύεσθαι λέλεκται, περὶ τῶν ἐ(γ)κωμίων αὐτὰ ταῦτ’ εἴπωμεν, ὅτι καὶ ὑπὸ τῶν ποιημάτων ἐγίνετο, ἀλλ’ οὐχ ὑπὸ τῶν κατὰ μουσικὴν τὴν νῦν ἐξεταζομένην. - - - εἰς δὲ τοὺς γάμους καὶ μάγειροι καὶ δημιο(υρ)γοὶ παραλαμβάνονται, καὶ τὰ ποιήματ’ ἐστίν, οὐχ ἡ μουσική, τὰ τὴν εἰρημένην ὑπ’ αὐτοῦ παρεχόμενα χρείαν ἐν τοῖς ὑμεναί(οι)ς· καὶ βραχεῖά τις ἀπαρχὴ τοῦ γένους ἐγίνετο καὶ παρὰ τισίν, ἀλλ’ οὐχ ἅπασιν, καὶ τοῖς γαμοῦσιν, οὐ(χ)ὶ καὶ τοῖς ἄλ(λ)οις, εἰ δὴ καὶ γάμος ἁπλῶς ἀγαθὸν ἂν λέγοιτο. - - καὶ μὴν (τό) γε ἐρωτικὸν πάθο(ς οὔθ’) ὅσιον ἀλλ(ὰ - - - εἴ)ρη(τ)αι δὲ καὶ ὑπὸ τούτου ταρα(χ)ῶδες ὑπάρ(χ)ειν· οὔθ’ ἃ γίνε(σ)θαί φησι, διὰ μουσικῆς συν(τ)ελεῖτ’ ἀλλ’ ὑπὸ τῶν ποιημά(τ)ων, οὔτε βοηθεῖται διὰ (μ)ουσικῆς καὶ ποιητικῆς ἔρως (ἀ)λλ’ ὑπὸ τῶν πλείστων κα(ὶ) (τ)οῖς πλείστοις ἐκκάεται. κα(ὶ τ)ὰ γίνεσθαι δ’ ἐν τοῖς ἐρωτι(κ)οῖς ὑπὸ τούτου λεγόμενα παρίστησιν ἑκάτερον, ἐφιστα(μ)ένου δὲ λ(όγ)ο(υ) καὶ παντάπασι. καὶ τοὺς θ(ρή)νους μέντοι ποι(ή)ματ’ εἶναι συμβέ(β)ηκε καὶ τοῖς ὅλοις οὐ(δ)ὲν ἰατρεύειν τῆς λύπης, ἀλλ’ ἐνίοτε καὶ ἐπίσχει(ν), τὰ πολλὰ δὲ ἐπιτείνειν, καὶ δὴ (π)ρὸς τοῦτο τῶν (γ)ραφόν(τ)ων ἁμ(ιλ)λωμένων, εὐ(πάθει)αν δὲ καὶ εὐσχημοσύνην ἐκ (τ)ού(των) μὴ πα(ρ)α(κ)ολουθ(ε)ῖν, ἀ(λλ)ὰ τ(οὐ)ναντίον, εἰς ὑπερ(βολὴ)ν ἐκκαλουμένων, (μο)υσικῆς (ἦθο)ς οὐδ’ ἐπιδεχομένης.

Philodemus de musica p. 14 Kemke. νόμο)υς, τόν τε περὶ τὰς πο(λεμικὰς) ἐνεργείας καὶ τὸν (περὶ τὰς) γυμναστικὰς καὶ ἀ(θλητικ)ὰς τὸ μὲν παλαιὸ(ν ἐπὶ π)λεῖον, νῦν δ’ ἐκ’ ἔλαττο(ν. κοι)νῇ μὲν γὰρ πρὸς τὰς πο(λεμι)κὰς τοῖς ἐν τῇ σάλπι(γγι) καὶ νῦν τὸ πολὺ πλῆθος (τῶν Ἑ)λλήνων χρῆσθαι, τι(νὰς) δὲ καὶ τ(ῶ)ι διὰ τῶν αὐ(λ)ῶν· πρὸς δὲ τὰς ἀθλήσεις (καὶ) τῇ σάλπιγγι σημαί(νειν τ)ὸν πολεμικὸν νόμ(ον, ὅντι)ν’ (ἂν) ἔχωσιν, ἐπὶ τὸ (πολύ· ἐν) τοῖς δὲ πεντάθλοις (ἐς τ)ὴν ἅλσιν καὶ τὸν δί(αυλο)ν αὐλῷ πεποιῆσθαι || (καὶ πρ)ὸς τὴ(ν) χειρονομίαν (δὲ αὐλεῖσθαι) τὸ ὁμώνυμον (μέλος. Ἀργείο)υς δὲ καὶ πρὸς (τὴν π)άλην (προσ)άγειν τὸν αὐ(λόν).

Idem lib. IV p. 69. ἀλ(λ)ὰ μὴν ἱκανὰ (καὶ π)ερὶ τῆ(ς π)ρὸς το(ὺς) πολέ(μους σ)υνερ(γ)ίας π(ρ)ο(γέ)γραπτα(ι· - - τὸ (δ)ὲ τῶν ἀθλημά(τ)ων γέ(ν)ος οὔθ’ ὑπὸ πά(ντ)ων ἐπα(σκεῖ)ται, κοιν(ὴ)ν (δ’) ἡμεῖς (ἐπι)ζητοῦμεν εὐχρηστίαν (κα)ὶ καθ’ ἕκαστον (ex sequentibus nihil de Diogenis sententiis colligi potest).

Philodemus de musica p. 14 Kemke. προσῆχθ(αι) δὲ τὴν μουσικὴν καὶ πρ(ὸς τ)ὰς χορικὰς (ὀρχή)σεις τῶν τε γυμνοπαι(δικ)ῶν καὶ τῶν…

Idem…

The complete text is available when the reading interface loads.