The Greek Library Catalogue

Anonymous

DIONYSIUS

Edition reference
Ἀττικὰ ὀνόματα, ed. H. Erbse, Untersuchungen zu den attizistischen Lexika [Abhandlungen der deutschen Akademie der Wissenschaften zu Berlin, Philosoph.-hist. Kl. Berlin: Akademie-Verlag, 1950]: 95–151.
CTS identifier
urn:cts:greekLit:tlg1323.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

T

1

{Αἰλίου Διονυσίου Ἁλικαρνασσέως Ἀττικῶν ὀνομάτων λόγοι πέντε}

P

1

... Σκύμνῳ δὲ τὸ σύνταγμα προσφωνεῖ.

2

... Ἁλικαρνασσός, ἐξ ἧς ὥρμητο Αἴλιος Διονύσιος Ἁλικαρνασσεύς, καθὰ δηλοῖ

αὐτός, ἐν οἷς περὶ Ἀττικῶν ὀνομάτων διαλεγόμενος λέγει οὐ Κᾶρας εἶναι τοὺς Ἁλικαρνασ-

σεῖς, ἀλλὰ Ἕλληνας, Δωριεῖς τῶν ἀποικησάντων Δωριέων Καρίαν, ὃ καὶ Ἀθηναῖοι ποιήσαν-

τες καὶ εἰς Καρίαν κατάραντες—ἦρχε δὲ αὐτῶν Νειλεύς—πόλιν Ἑλληνίδα φησὶν ἐν αὐτῇ

Μίλητον κατεσκευάσαντο· ἐφ' οἷς τοὺς τοιούτους Δωριεῖς σεμνύνας καὶ μίαν τῆς ἐν Ἀσίᾳ ἑξα-

πόλεως καὶ τὴν Ἁλικαρνασσὸν εἰπὼν εἶναι ἐπάγει πρὸς τῷ τέλει, ὅτι οὐδὲν ἂν ἴσως κωλύοι

καὶ ἐν Καρίᾳ εἶναί τινα Ἀττικὴν φωνὴν καὶ ἐν ταῖς Ἀθήναις Καρικήν, φωνὴν Ἀττικὴν σεμνῶς

εἰπὼν τὴν ἑαυτοῦ.

alpha

1

ἆ· ψιλούμενον καὶ περισπώμενον ἀντὶ τοῦ αἴθε λαμβάνεται. 〈Καλλίμαχος (fr. 1, 33 Pf.)

‘ἆ πάντως ἵνα γῆρας’〉.

2

ἂ ἄ· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἐπιφώνημα. δασυνθὲν δὲ γέλωτα δηλοῖ.

3

<ἀβακήμων>· ἀσύνετος, ἄλαλος.

4

<ἀβέλτερος>· οὐ μὰ Δί' οὐχ ὁ πλεονέκτης καὶ ἀγνώμων, ἀλλ' ὁ ἀνόητος καὶ εὐή-

θης μετὰ χαυνότητος. Μένανδρος Περινθίᾳ (fr. 1, I p. 131 Kö.)·

‘ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα

καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ' ὅ τι

οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος

ἐπαβελτερώσας τὸν πάλαι 〈γ'〉 ἀβέλτερον.’

λέγουσι δὲ καὶ ἀβελτέρειον τὴν ἀβελτηρίαν. Ἀναξανδρίδης Ἑλένῃ (III 167 M. = fr. 12 K.)·

‘—ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγε.

—ὦ Ἡράκλεις ἀβελτερείου †τεμενικοῦ†.

—ἀλλ' οὐδ' ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις’.

5

<ἄβολος>· νέος οὐδέπω γνώμονα ἔχων. γνώμονα δὲ ἔλεγον τὸν βαλλόμενον ὀδόντα,

δι' οὗ τὰς ἡλικίας ἐξήταζον. τὸν δὲ τέλειον καὶ κατηρτυκότα ἔλεγον ἐκ μεταφορᾶς τῶν τετραπόδων.

καὶ λ[ε]ιπογνώμονας τοὺς ἀπογεγηρακότας, οἷς ἐλελοίπει τὸ γνῶμα.

6

<ἄβρα>· οὔτε ἁπλῶς ἡ θεράπαινα ἄβρα λέγεται οὔτε ἡ εὔμορφος, ἀλλ' ἡ οἰκότριψ

γυναικὸς κόρη καὶ ἔντιμος εἴτε οἰκογενὴς εἴτε μή. Μένανδρος Ψευδηρακλεῖ (fr. 453 Kö.)·

‘μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν

ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρός

αὐτὰς ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη’.

καὶ Σικυωνίῳ (fr. 371 Kö.)·

‘ἄβραν γὰρ ἀντωνούμενος

ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ' ἔχειν,

ἔτρεφε δὲ χωρίς, ὡς ἐλευθέρᾳ πρέπει’.

〈καὶ〉 Ἀπίστῳ (fr. 58 Kö.)·

‘ᾤμην, εἰ τὸ χρυσίον λάβοι

ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην

ἄβραν ἔσεσθαι’.

7

<ἀβρόταξις>· ἁμαρτία [διαμφόδησις], καὶ ἀβροτάξομεν (K 65)· διαμφοδήσομεν,

ἁμαρτήσομεν ἀλλήλων.

8

<ἀβυρτάκη>· ὑπότριμμά τι βαρβαρικόν, κατασκευαζόμενον διὰ πράσων καὶ καρδάμων

καὶ ῥόας κόκκων καὶ ἑτέρων τοιούτων. Θεόπομπος Θησεῖ (II 798 M. = fr. 17 K.)·

‘ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων

πλείστη ποεῖται καὶ πράσων ἀβυρτάκη’.

ἔστι καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου τοὔνομα (fr. 247 Kö.).

9

<ἀγαθίς>· δέσμη, ῥάμμα, στήμονες.

10

<〈ἀγαθός>· ἡ σύγκρισις ‘μᾶλλον ἀγαθός’ καὶ ἡ ὑπέρθεσις ‘μάλιστα ἀγαθός’〉. ἀγα-

θώτερος 〈δὲ〉 καὶ ἀγαθώτατος παρ' οὐδενὶ τῶν Ἑλλήνων κεῖται.

11

<ἀγαθοῦ δαίμονος>· οὕτω καλεῖται παρὰ τοῖς παλαιοῖς τὸ μετὰ τὴν ἄρσιν τῶν τρα-

πεζῶν προσφερόμενον ποτήριον.

12

<ἀγαθῶν ἀγαθίδες>· τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς (IV 662 M.

= fr. ad. 827 K.) ἐπὶ πολλῶν ἀγαθῶν.

13

<ἀγάλλεσθαι>· χαίρειν, μεγαλοφρονεῖν, καλλωπίζεσθαι. Πλάτων δὲ ἐν Νόμοις

(XII 956b) τὰς γραφὰς ἀγάλματα καλεῖ. Θουκυδίδης δέ φησιν (IV 95, 3)· ‘ἕκαστος [δὲ] πατρίδα

ἔχων 〈πρώτην〉 ἐν τοῖς Ἕλλησιν ἀγάλλεται’ ἀντὶ τοῦ αὐχεῖ, καὶ ἄλλοι πολλοί.

14

<ἀγάλματα Ἑκάτης>· αἱ κύνες· θύονται γὰρ αὐτῇ.

15

<ἀγανόν>· καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ (885 s.)·

‘ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ

πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν’.

Κρατῖνος Χείρωσι (II 145 M. = fr. 238 K.)·

‘〈ὡς〉 μακάριος ἦν ὁ πρὸ τοῦ βίοτος

βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες

ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ

†βροτῶν† περισσοκαλλεῖς’.

Σοφοκλῆς δὲ Ἐπὶ Ταινάρῳ (fr. 231 P., deest N.2) ‘ἄγανον’ ἔφη ‘ξύλον’ βαρυτόνως τὸ κατεαγὸς

ἢ τὸ ἀπελέκητον.

16

<ἄγγαροι>· οἱ ἐκ διαδοχῆς γραμματοφόροι, οἱ δ' αὐτοὶ καὶ ἀστάνδαι. ἡ δὲ λέξις Περ-

σική ** Αἰσχύλος Ἀγαμέμνονι (282 s.)·

‘φρυκτὸς δὲ φρυκτὸν δεῦρ' ἀπ' ἀγγάρου πυρός

ἔπεμπεν’ (—285 Ph., 284 πανόν).

τίθεται τὸ ὄνομα καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ὅλως τῶν ἀναισθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ <ἀγγα-

ροφορεῖν> τὸ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς. Μένανδρος Πωλουμένοις (fr. 353 Kö)·

‘ἀγγαροφόρει καὶ ταῦθ' ἃ νῦν πο[ι]εῖς, πο[ι]εῖ,

ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων

σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν

διάγειν’.

καὶ ἐν Προγαμοῦντι (fr. 349 Kö.)· ‘βάρβαρος

ἄγγαρος ὄντως κοὐδενὸς προορώμενος’.

καὶ ἐν Θαΐδι (fr. 186 Kö.) ὁ ἀκρατής·

‘ἄγγαρος ὄλεθρος. ἡδέως ἄν μοι δοκῶ

ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχει〈ν〉.

καὶ <ἀγγαρεύεσθαι> καλοῦσιν ὥσπερ ἡμεῖς νῦν τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν

ἄγεσθαι. Μένανδρος καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίστησι (fr. 373 Kö.)·

’ὁ πλέων κατήχθη· κρίνεθ' οὗτος πολέμιος·

ἐὰν δ' ἔχῃ τι μαλακόν, ἀγγαρεύεται‘.

17

<ἀγελαῖος>· ὁ ἐν ἀγέλῃ διάγων.

18

<ἄγημα>· τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἱππέων καὶ πεζῶν. οἱ δὲ τὸ

ἄριστον τῆς Μακεδονικῆς συντάξεως.

19

<ἀγήρατον> ἀρρενικῶς εἶπε Σοφοκλῆς (fr. 972 P., deest N.2), θηλυκῶς δὲ Ξενο-

φῶν (Cyr. VIII 7, 22). καὶ ἀγήρων Πλάτων μὲν (Politic. 273e) ἀρσενικῶς, Εὐριπίδης δὲ (Suppl.

1178) θηλυκῶς. καὶ οὐδετέρως Θουκυδίδης (II 44, 4) καὶ Πλάτων Τιμαίῳ (33a).

20

<ἄγμα>· σύντριμμα καὶ τὸ κατειργασμένον ἔριον.

21

<ἀγνοία καὶ ἀναιδεία> καὶ πάντα τὰ τοιαῦτα ἐκτείνοντες προφέρονται τὴν

τελευταίαν οἱ παλαιοὶ Ἀττικοὶ καὶ παροξύνοντες. ** Ἀριστοφάνης Δαιταλεῦσιν (II 1031 M. = fr.

226 K.)·

’ὦ παρανοία κἀναιδεία‘.

μεταβάλλουσι δ' οἱ Ἴωνες τὸ τελευταῖον α̅ 〈εἰς η̅〉·

’σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος‘ (Π 498)·

καὶ Ἀνακρέων (fr. 29a D.2)· ’νεότης τε καὶ ὑγιείη‘. καὶ ἀναρροίη δὲ καὶ εὐπλοίη καὶ τὰ ὅμοια

ἅπαντα παρὰ τοῖς Ἴωσιν ἐκ μακροῦ τοῦ α̅ μετείληπται εἰς τὸ η̅.

22

<ἄγνον> οὐχὶ λύγον καλοῦσιν 〈οἱ〉 Ἀττικοί. καὶ ἀρσενικῶς Χιωνίδης Ἥρωσι

(II 6 M. = fr. 2 K.)·

καὶ μὴν μὰ τὸν Δί' οὐθὲν ἔτι γέ μοι δοκῶ

ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότος’.

Πλάτων (Phaedr. 230b)· ‘ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ καὶ τοῦ ἄγνου τό

τε ὕψος καὶ τὸ σύσκιον πάγκαλον’.

23

<ἀγοράζειν>· τὸ ἐν ἀγορᾷ διατρίβειν.

24

<Ἄγραι>· χωρίον ἔξω τῆς πόλεως ἱερὸν Δήμητρος, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἄγεται.

ὀνομασθῆναι δὲ αὐτὸ οἱ μὲν (cf. Clidem. fr. 1) ἀπὸ τῆς Ἀρτέμιδος, πρότερον Ἑλικῶνα καλούμενον,

οἱ δὲ ἀπὸ τοῦ ἔνθηρον εἶναι καὶ πλῆρες ἀγρεύματος.

25

<ἄγριος ἔλαιος>· ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστι παρὰ Πινδάρῳ ἐν ὕμνοις

(fr. 46 S.).

26

<ἀγοράσματα>· αὐτὰ τὰ ἠγορασμένα.

27

<ἀγοράσω> λέγουσι, τὸ δὲ ἀγορῶ βάρβαρον. παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφ-

θω δὲ ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος (II 944 M. = fr. 2 K.)·

‘ἀλλ' ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω

ἁπαξάπανθ', ὅς' ἂν κελεύῃς, ὦ γύναι’.

28

<ἀγυιάτιδες θεράπαιναι>· παρ' Εὐριπίδῃ (Ion. 186) οἱ πρὸ τῶν θυρῶν βωμοί,

οἳ πρὸς χάριν Ἀγυιέως Ἀπόλλωνος ἵδρυντο τιμωμένου πρὸ πυλῶν ὡς ἀλεξικάκου.

29

<ἀγυρμός>· συναγωγή. Πλάτων ἐν Πολιτικῷ (272c) ‘συναγυρμὸν φρονήσεως’.

30

<ἀγύρτης>· ὁ ἀγείρων ὄχλον καὶ ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ περιαγείρειν

τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ σεμνυνόμενον· καὶ ὄνομα βόλου κυβευτικοῦ.

31*

<ἀγχιστεία>· συγγένεια, καὶ ἀγχιστεῖς οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ

πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατ'

ἐπιγαμίαν μ〈ε〉ιχθέντες τοῖς οἴκοις οἰκεῖοι λέγονται.

32

<ἀγῶνα>· καὶ Ὅμηρος (Ψ 273) τὸν τόπον αὐτόν, ἐν ᾧ ἀγωνίζονται, 〈καὶ〉 Θουκυ-

δίδης πέμπτῃ (50, 4)· ‘προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον.’

33

<ἀδαῖον>· τὸ εἰς κόρον ἄγον 〈ἢ τὸ ἀηδές· οὕτω〉 Σώφρων (fr. 137 Kaib.).

34

<ἄδδιξ>· μέτρον τετραχοίνικον. Ἀριστοφάνης (II 1203 M. = fr. 709 K.)· ‘ἀλφίτων

μελάνων ἄδδιχα’.

35

<ἄδην>· ἅλις [εἰς κόρον, ἱκανῶς, δαψιλῶς, ἀρκούντως]. Πλάτων πολλαχοῦ κέχρη-

ται 〈οἷον〉 ἐν Χαρμίδῃ (153d)· ‘ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν.’

36*

<ἀδηφάγοι ἵπποι>· οἱ τέλειοι πρὸς τὴν τῶν πώλων διάκρισιν. [ὡς] Ἀριστοφάνης

(II 1204 M. = fr. 736 K.) καὶ Φερεκράτης (II 351 M. = fr. 197 K.). ἔφη δὲ καὶ ‘ἀδηφαγοῦσα’

Σοφοκλῆς (fr. 889 N.2 = 976 P.) καὶ ‘ἀδηφαγεῖν’ Ἕρμιππος (II 417 M. = fr. 84 K.). ἀλλὰ

καὶ ‘ἀδηφάγον’ εἶπε Λυσίας (fr. 103, p. 343 Th.) τὴν τέλειον μισθὸν λαμβάνουσαν τριήρη. Ἀλκαῖος

δὲ ὁ κωμικὸς (II 830 M. = fr. 21 K.) καὶ τοὺς πότας λεγομένους λύχνους ‘ἀδηφάγους’ ἔφη

χαριεντισάμενος. καὶ δρομεῖς δέ τινες ἐν Νεμέᾳ ‘ἀδηφάγοι’ ἐλέγοντο καὶ οἱ γυμναστικοὶ παρὰ

Ἀργείοις οὕτως. λέγουσι δέ τινες καὶ τὸν ἱερὸν λόχον ἀδηφάγον.

37

<ἀδηφάγον ἅρμα>· τὸ τέλειον καὶ μέγα.

38

<ἀδράφαξυς>· εἶδος λαχάνου, ὅπερ οἱ πολλοὶ ἀτράφαξυν καλοῦσι. Φερεκράτης

Κοριαννοῖ (II 285 M. = fr. 75 K.)·

‘ἀδράφαξυν ἕψους', εἶτ' ὀκλὰξ καθημένη’.

39

<ἀδύνατα εἶναι> (Thuc. I 59, 2)· ἀντὶ τοῦ ἀδύνατον. πολλάκις γὰρ κέχρηται Θουκυ-

δίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως.

40*

<ἄειλα>· τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος (fr. 334 N.2).

41

<ἀέλιοι>· οἱ ἀδελφὰς γυναῖκας ἔχοντες, 〈οἱ〉 συγγάμβριοι.

42

<ἀήσυρον>· κοῦφον. Αἰσχύλος (Prom. 452s.)· ‘ἀήσυροι μύρμηκες’.

43

〈<Ἀθηναία>· ἡ θεός.〉 Ἀθηναίας ὁ Μεγακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας,

ἀλλ' Ἀττικὰς ἐν τοῖς Περὶ Ὁμήρου (FHG. IV 443) ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ

φησι τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον

〈θεὸν〉 αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσιν. ὅτε δὲ ἤρξαντο αἱ ἀσταὶ ἢ[τοι] Ἀττικαὶ

γυναῖκες Ἀθηναῖαι λέγεσθαι, ὡς 〈μαρτυρεῖ〉 Φερεκράτης ἐν Γραυσίν (II 267 M. = fr. 34 K.)·

‘Ἀθηνα(ί)αις αὐταῖς τε καὶ ταῖς συμμάχοις’,

καὶ Κάνθαρος Τηρεῖ (II 836 M. = fr. 5 K.)·

‘γυναῖκ' Ἀθηναίαν καλήν τε κἀγαθήν’,

καὶ Φιλήμων Πτέρυγι (IV 20 M. = fr. 66 K.)·

‘〈νυνὶ δ' ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν〉

τὰς Ἱππονίκας τάσδε καὶ Λυσιστράτας

καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω ...’,

τότε δὴ καὶ ἡ θεὸς οὐκέτι Ἀθηναία ἐκαλεῖτο, ἀλλὰ κατὰ συναίρεσιν Ἀθηνᾶ.

44

<ἀθήρ>· ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἀπὸ τοῦ ἀθέρος, ὅς ἐστι

τοῦ ἀστάχυος 〈τὸ ἄκρον καὶ λεπτότατον〉. λέγεται δὲ καὶ ἡ ἐπιδορατὶς ἀθήρ.

45

<ἀθρεῖν>· τὸ περισκοπεῖν καὶ μετ' ἐπιτάσεως ὁρᾶν. παραδειγμάτων δὲ πάντα μεστά.

46

<ἅθρους>· Ἀττικῶς δασύνεται οἷον ** (fr. com. ad.)·

‘ἅθρους ἐπελθὼν ὁ στρατηγός 〈– ⏑ –〉’

ἤγουν σὺν ὅλῳ τῷ στρατεύματι. καὶ Ἀριστοφάνης (II 1194 M. = fr. 633 K.)·

‘ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους’.

ὁ δὲ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν 〈αὐτὸ οὐκ〉 ἀτόπως, ἐπεὶ ἡ διαίρεσις ἐστιν ἁθρόος. ἡ δὲ χρῆσις [παροξύνει.

47

<ἅθυρμα>· δασέως Ἀττικοί, ψιλῶς Ἴωνες.

48

<αἰγίς>· τὸ ἐκ τῶν στεμμάτων δίκτυον.

49

<αἰγυπτιάζειν· τὸ> πανουργεῖν καὶ κακοτροπεύεσθαι. οὕτω Κρατῖνος (II 186 M. =

fr. 378 K.).

50

<αἰγυπτιῶσαι>· 〈μελᾶναι〉. ἐπικαῦσαι. ** (IV 628 M. = fr. ad. 9 K.; cf. fr.

ad. 161 N2)·

‘χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογί

αἰγυπτιώσει’.

51

<αἱμασιά>· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον, ἥν τινες ἄρπε〈ζαν ὠνόμα〉ζον

(cf. Nic. Ther. 393; 647), ὡς καὶ Ἴωνες. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ (180, 2). φαύλως

δὲ οἱ πολλοὶ τὸ χωρίον αὐτὸ τὸ ὑπὸ αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν.

52*

<αἱμασιαῖς>· τοῖς φραγμοῖς κυρίως τοῖς ἠκανθωμένοις.

53

<αἱματοπώτης>· οἱ Ἀττικοὶ μηκύνοντες τὸ ο̅ προφέρουσι τὴν λέξιν, ὥσπερ καὶ τὸ οἰνοπώτης

καὶ ὑδροπώτης, ἐπεὶ καὶ τὸ πόμα οἱ μὲν ἄλλοι διὰ βραχέος τοῦ ο̅ γράφουσιν, Ἀττικοὶ δὲ ἐπεκτείνοντες.

54

<αἱμούς>· τοὺς δρυμούς. Αἰσχύλος 〈Αἰτναίαις〉 (fr. 9 N.2)· ἴσως ἀπὸ τοῦ αὐτοῦ,

ἀφ' οὗ καὶ ἡ αἱμασιὰ κέκληται.

55

<αἵνειν>· τὸ ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φύροντα. Φερεκράτης (II 345

M. = fr. 183 K.)·

‘νῦν 〈δ'〉 ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίττειν, φρύγειν ἀναβράττειν,

αἵνειν ...’

διαφέρει δὲ τὸ πτίσσειν τοῦ αἵνειν. τὸ μὲν γὰρ πτίσσειν γίνεται, ἵνα τὸ πτισσόμενον ἀπολίποι τὸ

πιτυρῶδες ἄχυρον, τὸ δὲ αἵνειν ἐπὶ ξυρῶν ὥσπερ καρύων, ἵνα τὸ ἀχυρῶδες αὐτῶν περικαὲν ἀφαι-

ρεθείη.

56

<αἴσχιον>· ἀντὶ τοῦ αἰσχρόν· Θουκυδίδης (II 40, 1).

57

<ἀΐτης> (cf. Theocr. XII)· ὁ ἐρώμενος, ὁ εἰσπνέων τὸν ἔρωτα τῷ ἐραστῇ. εἰσπνεῖ-

ται γὰρ τῆς μορφῆς τι καὶ τῆς ὥρας 〈τῆς〉 τοῦ ἐρωμένου. ὅθεν καὶ εἰσπνῆλαι παρὰ Λάκωσιν οἱ

ἐρασταί.

58

<αἴτιον γενέσθαι>· ἀντὶ τοῦ ἐν αἰτίᾳ. Θουκυδίδης (VIII 56, 4).

59

<αἰώρα>· 〈ἀγχόνη〉· καὶ ἐώρα διὰ τοῦ ε̅ [ὅθεν καὶ μετέωρος]. Σοφοκλῆς (OR. 1264)·

‘πλεκταῖς ἐώραις ἐμπεπλεγμένην’.

60

<ἀκανθεών>· 〈ὄνομα〉 περιεκτικὸν ἐξ ἀκάνθης.

61

<ἄκασκα>· ἥσυχα, βραδέα. Κρατῖνος Νόμοις (II 88 M. = fr. 126 K.)·

‘ἦ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προβῶντες’.

62

<ἄκατος>· φιάλη διὰ τὸ ἐοικέναι στρογγύλῳ πλοίῳ. οὕτω Θεόπομπος. (II 793 M. =

fr. 3 K.).

63

<ἀκεανοί>· τὰ ἐν τοῖς φακοῖς στρογγύλα καὶ δυσκάτακτα ὄσπρια. Φερεκράτης (II

345 M. = fr. 188 K.)·

‘κυάμους, ἀφάκην, ζειάς, αἴρας, ἀκεάννους’.

64

<ἀκέσασθαι καὶ ἀκέσαι>· ἰάσασθαι, ῥάψαι. Μένανδρος (fr. 654 s. Kö.)·

‘〈×〉 ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον’

καὶ ‘ἱμάτιον 〈ἐξ〉ακούμεθα’.

τὸ δὲ ἠπήσασθαι παντελῶς βάρβαρον. ὅθεν καὶ ἀκέστριαν λέγουσιν, οὐκ ἠπήτριαν.

65*

<ἀκήρατος>· ἀπαθής, ἀκέραιος.

66

<ἀκήριος>· ἄψυχος, καὶ ἄνοσος, ὑγιής, ἀθάνατος.

67

<Ἀκράγαντα>· ἀρσενικῶς 〈Ἀττικοί, θηλυκῶς Ἴωνες〉.

68

<ἄκριες>· λόφοι ὀρῶν οἱ καὶ ἄμβωνες.

69*

<ἀκροθίνια>· κυρίως αἱ ἀπαρχαί, ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ τοῦ θινός,

τουτέστι τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ

πολλούς, τουτέστι βλάπτεσθαι· ἢ τὰ ἄκρα τῶν σωρῶν.

70*

<ἀκροκόμοι>· τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες.

71

<ἀλάβαστον>· οὕτω Μένανδρος ἄνευ τοῦ ρ̅ Ὀργῇ (fr. 307 Kö.)·

‘καὶ Λαμπρίας ὄπισθεν ἀλάβαστον φέρων’.

σημαίνει δὲ μυροθήκην. ἔνιοι δὲ (i. e. Diogen.) αὐτὴν προάγουσι σὺν τῷ ρ̅.

72

<ἀλαζών>· κυρίως ὁ ἀπὸ ἄλης ζῶν καὶ ἀγύρτης, μεταφορικῶς δὲ ὁ ψεύστης καὶ

κομπαστής. οὕτω Κρατῖνος (II 190 M. = fr. 380 K.).

73

<ἀλαωτύς>· ἡ τύφλωσις.

74

<ἀλικρᾶς>· ὁ θαλάσσῃ μεμ〈ε〉ιγμένος.

75

<ἀλιτήριοι>· ἁμαρτωλοί. οὗτοι δὲ λέγονται ἐκ τοῦδε· λιμός ποτε κατέλαβε τοὺς

Ἀθηναίους. τῶν δὲ 〈ἐχόντων πυρὸν εἰς μέσον οὐ φερόντων, ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαις〉

ἀλούντων ἐπιτηροῦντες οἱ περιϊόντες ἀλούμενα τὰ ἄλευρα διήρπαζον καὶ ἐντεῦθεν [οἱ τοῦτο δρῶν-

τες αὐτῶν] ἐκλήθησαν ἀλιτήριοι. παρέτεινε δὲ τὸ ὄνομα ὥστε καὶ ἐπὶ 〈πάντων〉 τῶν μετὰ βίας

τι ποιούντων λέγεσθαι. παράγεται δὲ καὶ ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐστιν ἁμαρτάνειν.

76

<ἀλλὰ ἄναξ 〈μάλα χαῖρε>〉 (cf. B 360)· ἀρχὴ ἐξοδίου κιθαρῳδικοῦ ὥσπερ κωμι-

κοῦ μὲν ἥδε (fr. ad. 48 Dem.)· ‘καλλιστέφανος ...’, ῥαψῳδοῦ δὲ αὕτη (deest Kinck., All., Bethe)·

‘νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε’,

τραγικοῦ δέ (e. g. Eur. Alc. 1159)·

‘πολλαὶ μορφαὶ τῶν δαιμονίων.’

77

<ἄλλῃ>· κατ' ἄλλο Θουκυδίδης (VI 96, 2).

78

<ἀλλήλων>· ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης (fr. 1124 N.2) καὶ Θουκυδίδης (II 70, 1)·

‘καὶ πού τινες 〈καὶ〉 ἀλλήλων ἐγεύσαντο’ ἀντὶ τοῦ ἑαυτῶν.

79

<ἄλλος οὗτος Ἡρακλῆς>· παροιμιῶδες ἐπὶ Θησεῖ λεχθὲν τὸ πρῶτον ἢ τῷ τῶν

Ἰδαίων Δακτύλων Ἡρακλεῖ ἢ τῷ Ἀλκμήνης διὰ τοὺς παλαιοτέρους.

80*

<ἀλύει> (Soph. Ph. 174; Ar. vesp. 111)· ἀδημονεῖ, δυσχεραίνει, ἀθυμεῖ, ἀπορεῖ.

81

<ἀλύειν>· ἔνιοι τὸ μὲν ἐπαίρεσθαι δασέως ἀξιοῦσι προφέρεσθαι οἷον (σ 333)·

‘ἦ ἁλύεις ὅτι Ἶρον ἐνίκησας;’

τὸ δὲ λυπεῖσθαι ψιλῶς (E 352)·

‘ὣς ἔφαθ', ἡ δ' ἀλύους' ἀπεβήσατο’.

Δίδυμος δὲ (p. 185, fr. 9 Schm.) ἀμφότερα ψιλῶς· τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησι, τὸ δὲ

ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασέως· καὶ γὰρ τὸ ἀλεαίνεσθαι δασύνουσιν οἱ Ἀττι-

κοὶ καὶ πάντα τὰ τοιαῦτα· ἁμίς, ἅμαξα ἁμνός, Ἁλαεῖς, ἁνύειν ἁμῶς.

82

<ἀλυκτεῖν>· δυσφορεῖν.

83

<ἄλυπος>· ὁ μὴ λυπούμενος. λέγεται δὲ καὶ ἀλύπητος. Θεόπομπος (II 821 M. =

fr. 81 K.).

84

<ἄλυς>· ἡ ἄλη καὶ ὁ ῥιπασμός. καὶ <ἀλύειν> τὸ μηδὲν πράττειν. Μένανδρος Ἐπιτρέ-

πουσιν (fr. 3 Kö)·

‘τί δ' οὐ πο[ι]εῖς ἄριστον, ὁ δ' ἀλύει πάλαι

κατακείμενος’.

85

<ἀλυσθαίνειν>· ἀδυνατεῖν.

86

<ἀλυσκάζειν>· περιΐστασθαι, ἐκκλίνειν.

87

<ἀλύσσειν>· τρέμειν, πάλλεσθαι, πηδᾶν, δυσφορεῖν, λύσιν μὴ εὑρίσκειν, μαίνεσθαι.

88

<ἀλφιτόχρωτος κεφαλῆς>· τῆς πολιᾶς. Ἀριστοφάνης Τελμησσεῦσιν (II 1161 M.

= fr. 533 K.).

89

<ἀλωπόχρους>· ὁ πολιός.

90

<ἁμαδρυάδες>· νύμφαι, αἳ ἅμα δρυσὶ γίνονται καὶ ἀπογίνονται.

91

<ἀμαλλεῖον>· νῦν δὲ οὐλόδετόν τινες· οἱ δὲ θρυόδεσμον, τὸν ἐκ τῆς καλάμης στρε-

φόμενον δεσμόν, ᾧ δεσμοῦσι τὰ δράγματα καὶ τὴν συγκειμένην ἐκ τούτων ἀμάλλαν· ἀμάλλαι γὰρ

αἱ ἐκ τῶν δραγμάτων ἀγκαλίδες. οἱ δὲ τὸν δεσμὸν τοῦ δράγματος· ἀμάλλας γὰρ τὰ δράγματα

ἐκάλουν. Καλλίας Πεδήταις (fr. 3 Dem.)·

‘ὅτ' ἀμαλλείῳ παῖς ὢν ἐδέθην’.

92

<ἁμαμηλίς>· ἀπίου γένος παρὰ Ἀττικοῖς.

93

<ἀμαχ〈ε〉ί>· Ξενοφῶν (an. I 7, 9)· ‘οὐκ ἀμαχ〈ε〉ὶ ταῦτα ἐγὼ λήψομαι’, καὶ

Θουκυδίδης πρώτῃ (143, 4).

94

<ἀμβλυσθονῆσαι>· τὸ ἀναβλύσαι. Εὔπολις Δήμοις (II 464 M. = fr. 105 K.)·

‘〈ἀμβλυσθονῆσαι κἀναχλοῆσαι τὴν πόλιν〉’.

πάντα τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παρῳδοῦντες.

95

<ἀμβλύτερος>· Θουκυδίδης (II 40, 4; cf. 65, 4).

96

<ἄμβωνες>· οἱ λόφοι τῶν ὀρῶν καὶ [ἡ] ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ ὑπεροχὴ καὶ τὰ

χείλη τῶν λοπάδων. Ἀριστοφάνης ὁ κωμικός (immo Eup. II 440 M. = fr. 52 K.)·

‘ἀλλ' ὦ πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας’.

97

<ἀμέλει>· δηλαδή, πάντως· ἐπίρρημα γάρ ἐστι συγκατάθεσιν δηλοῦν.

98

<ἁμίδα>· δασέως. Εὔπολις Αὐτολύκῳ (fr. 4 Dem.)·

‘τί δῆτ' ἄν, εἰ μὴ τὴν ἁμίδα καθεῦδ' ἔχων’,

καὶ ὁ Ἀριστοφάνης (fr. 41 Dem.)·

‘κατεσκέδασέ μου τὴν ἁμίδα κεχηνότος’.

λέγουσι δὲ καὶ ἅμαξαν δασέως καὶ καθημαξευμένα καὶ ὅλως τῇ δασείᾳ προσῳδίᾳ χαίρουσιν οἱ

Ἀττικοί. καὶ παρὰ Μενάνδρῳ [ὡς] λέγεται ἐν τῷ 〈Νομο〉θέτῃ (fr. 292 Kö.) διὰ τοῦ θ̅ ἡ συνα-

λοιφὴ αὕτη·

‘ἑκκαίδεκα

κεῖνθ' ἁμίδες.’

καὶ τὸ ἁμάξιον οὕτω λέγουσι θἀμάξιον, καὶ

‘〈οὐκ〉 ἀναβεβήκει πώποτε

ἐφ' ἅμαξαν, ἀλλ' ἐφ' ἵππον.’ Νικόστρατος ἐν Παρακολυμβώσῃ (fr. 1 Dem.).

99

<ἀμνός>· πρόβατον μέσον τὴν ἡλικίαν, καὶ ἀμνὴ τὸ θῆλυ. τρεῖς γὰρ ἡλικίαι· ἀρήν,

ἀμνός, ἀρνειός.

100*

<ἄμπωτις>· ξηρασία, Ἀττικῶς, ἢ ἀνάπωτις. ἰδίως δὲ τὰ περὶ τὰ παρὰ τῇ θαλάσσῃ

στενὰ συμβαίνοντα πάθη ἀμπώτιδες 〈καὶ πλημμύραι〉, οἷον αἱ τοῦ ῥοθίου ὑποχωρήρεις καὶ ἐπικλύσεις.

101

<ἀμύνεσθαι>· Θουκυδίδης μὲν (I 42, 1) ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ (fr. 229

Bgk.) ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ (O. C. 873; fr. 1004 P.) ἀντὶ τοῦ ἀπαλεξῆσαι.

102

<ἀμυστὶ πιεῖν>· οὕτω Φερεκράτης (II 358 M. = fr. 202 K.) ἐπιρρηματικῶς.

λέγεται δὲ ἐπὶ τῶν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πινόντων, οἱονεὶ μηδὲ μυσάντων. τοῦ αὐτοῦ

ἔχεται καὶ τὸ ἐξαμυστίσαι (cf. Plat. com. II 684 M. = fr. 189 K.). λέγεται δὲ καὶ ἀμυστίζειν

καὶ τὰ ἐξ αὐτοῦ.

103

<ἀμφηρικὸν ἀκάτιον>· μικρόν, ἐν ᾧ εἷς ἐλαύνει τὰς δύο κώπας. ἔστι δ' ἐν

τετάρτῃ (67, 3) Θουκυδίδου τὸ ὄνομα.

104

<ἀμφίβολοι>· πανταχόθεν βαλλόμενοι [ἢ ἀπορούμενοι, διαφόροις συνεχόμενοι λο-

γισμοῖς ἀγνοίᾳ τοῦ αἱρετοῦ καὶ εἴτε τοῦτο εἴτε ἐκεῖνο ποιήσουσιν].

105

<ἀμφίδουλος>· ὁ ἐξ ἑκατέρων τῶν γονέων δοῦλος. Εὔβουλος ἐν Πεντάθλῳ (fr. 2

Dem.)·

‘νόθος, ἀμφίδουλος, οὐδαμόθεν οὐδείς, κύων’.

106*

<ἀμφιετηρίς>· ἡ κατ' ἔτος γινομένη ἑορτή τε καὶ θυσία. Κρατῖνος Ἀρχιλόχοις (fr.

2 Dem.)·

‘〈– ⏑ ⏑〉 εἶτ' ἀμφιετηριζομέναις

ὥραις τε καὶ χρόνῳ μακρῷ’.

107

<ἀμφιθαλεῖς παῖδες>· οἷς ἄμφω περίεισιν οἱ γονεῖς· οὗτοι καὶ τὰς εἰρεσιώνας

διεκόσμουν.

108*

<ἀμφίκαυστις>· ἡ ὡρίμη κριθή, 〈ἣν ἡμεῖς εὔστραν καλοῦμεν〉. παρὰ δὲ τοῖς

τραγικοῖς (fr. ad. 586 N.2) καῦστις εἴρηται μεταφορικῶς ἡ μάχη. κωμικοὶ δὲ καὶ ἐπὶ γυναικείου

μορίου φασίν. Κρατῖνος (II 186 M. = fr. 381 K.). ** δὲ τὴν ὀσφὺν οὕτως ἔφη καὶ τὰ ἰσχία, ἔνιοι

δὲ τὸν ξηρὸν χόρτον.

109*

<ἀμφίσβαινα>· ὄφις ὁ καὶ ἐπὶ τῆς οὐρᾶς κεφαλὴν ἔχων. Ἀριστοφάνης Πελαρ-

γοῖς (fr. 18 Dem.).

110*

<ἀμφισβητεῖν>· μὴ συμφωνεῖν, ἀλλ' οἷον χωρὶς βαίνειν.

111

<ἀμφισβητήσιμον>· Πλάτων (e. g. Soph. 231 e) καὶ ὁ Θεόπομπος (deest K.—D, cf.

FG Hist 115, 313). ἀμφισβητήτου δὲ Θουκυδίδης (VI 6, 2).

112

<ἀμφιτάπητες>· οἱ μὴ ἑτερόμαλλοι, ἀλλ' ἐξ ἑκατέρων τῶν μερῶν δασεῖς.

113

<〈ἀ〉μφορῆ>· τὸ δυικὸν συναλείφοντες οἱ Ἀττικοὶ λέγουσιν ἀντὶ τοῦ ἀμφορέε καὶ

τὰ ἄλλα ὁμοίως. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (282)·

‘ἀλλ' ὦ περικαλλῆ Θεσμοφόρω δέξασθέ με’.

Πλάτων Μετοίκοις (fr. 6 Dem.)·

‘〈×〉 ὧδ' ἀναισχυντοῦντε τὼ μιλτηλιφῆ’.

〈καὶ〉 Διὶ Κακουμένῳ (fr. 4 Dem.)· ‘τὼ προσεμφερῆ

τὴν σοφίαν’.

οὕτω Τηλεκλείδης Ἡσιόδοις (fr. 2 Dem.) καὶ οἱ λοιποί.

114

<ἀμφότερα>· κατ' ἀμφότερα. Θουκυδίδης (I 13, 5).

115

<ἀναγκαῖοι>· οἱ προσήκοντες κατὰ γένος. Μένανδρος Θυρωρῷ (fr. 208 Kö.)·

‘οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα

οὐδ' ἑώρακε〈ν〉 τὸ σύνολον, θεῖον οὐδ' ἀκήκοεν.

εὐτύχημα δ' ἐστὶν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν’.

116

<ἀναζεύξας>· ἀναστάς, ἀναστήσας. Θουκυδίδης ὀγδόῃ (108, 3)· ‘ἀναζεύξας ἤλαυνεν

ἐπὶ τῆς Ἰωνίας’.

117

<Ἄναια>· οἱ ἄλλοι οὐδετέρως. Θουκυδίδης ὀγδόῃ (19, 1) τὴν Ἀναίαν.

118

<ἀνακούς>· τοὺς Διοσκούρους λέγουσιν 〈ὀξύνοντες〉 ὡς Αἰακοὺς καὶ κατεύχονται

οὕτως. καὶ (fr. com.?) ‘ἀνακοῖν Διοσκό[υ]ροιν’ περισπῶντες ὡς σοφοῖν.

119

<ἀνακτᾶσθαι>· καὶ ἀντὶ τοῦ θεραπεύειν [τίθεται δὲ ἡ λέξις] καὶ ἐπὶ τοῦ τὸ προ-

απολωλὸς αὖθις κτήσασθαι καὶ ἀπολαβεῖν. Θουκυδίδης (VI 92, 4).

120

<ἀνακῶς>· ἀντὶ τοῦ φροντιστικῶς, ἐπιμελῶς, πεφυλαγμένως. Ἡρόδοτος (VIII

109, 4)· ‘καί τις οἰκίην τε ἀναπλασάσθω καὶ σπορᾶς ἀνακῶς ἐχέτω’.

121

<ἀναλοῦντες>· ἀντὶ τοῦ ἀναιροῦντες. Θουκυδίδης (IV 48, 3) [καὶ ἀναλῶν] καὶ

ἀναλοῦν (II 24, 1) τὸ ἀναιρεῖν καὶ ἀνάλωμα (I 99, 3) ὁ αὐτός.

122

<ἀνανεοῦσθαι>· ὡς ἡμεῖς Θουκυδίδης πέμπτῃ (18, 9) καὶ Πλούτοις Κρατῖνος

(II 110 M. = fr. 167 K.).

123

<ἀναπίπτειν>· οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ

ἀποκνεῖν. Θουκυδίδης πρώτῃ (70, 5)· ‘καὶ νικώμενοι ἐπ' ἐλάχιστον ἀναπίπτουσιν’.

124*

<ἀναπόμπιμα δῶρα>· τὰ ἀποστρεφόμενα.

125

<ἀνασπᾶ〈ν〉>· [ἀντὶ τοῦ] καταλύει〈ν〉 ἢ ἀναιρεῖ〈ν〉. Θουκυδίδης (VI 100, 3). ἢ

[ἀνασπᾶν τὸ] ἀντλεῖν τὸ ὕδωρ. Φερεκράτης (II 358 M. = fr. 180 K.)· ‘κάδους ἀνασπῶν’.

126*

<ἀνδραγαθία>· 〈καλοκἀγαθία〉. Ὑπερείδης (2, 16)· ‘ἐστεφάνωμαι δὲ ὑπό τε τῶν

ἱππέων ἁπάντων ἀνδραγαθίας ἕνεκα’. λέγεται δὲ καὶ ἀνδραγαθίζεται (Thuc. II 63, 2) καὶ

ἀνδραγαθίζεσθαι (Thuc. III 40, 4).

127

<ἄνδραγχος>· δήμιος, ὁ τοὺς ἄνδρας ἄγχων.

128

<ἀνδρόπαις>· ὁ ἤδη ἀνδρούμενος παῖς.

129

<ἀνδροσάθων> (fr. ad. 932 K.)· ὁ μεγάλα ἔχων αἰδοῖα.

130

<ἀνείρειν>· ἀναπείρειν, ὅθεν καὶ ἡ ἄνερσις παρὰ Θουκυδίδῃ (I 6, 3)· ‘καὶ χρυσῶν

στεφάνων ἀνέρσει’.

131

<ἀνεκτοί>· Θουκυδίδης (II 35, 2)· ‘[καὶ] μέχρι 〈γὰρ〉 τοῦ〈δε〉 ἀνεκτοὶ 〈οἱ〉

ἔπαινοί εἰσιν’. ἀνεκτὰ δὲ Πλάτων Σοφισταῖς (fr. 11 Dem.) καὶ ἀνεκτῶς Ἰσοκράτης (5, 11).

132

<ἀνεξεύρετα>· ἐν τρίτῃ Θουκυδίδης (87, 3)· ‘ἀνεξεύρετος ἀριθμός’. οὕτω δὲ καὶ

Ἑλλάνικος (FG Hist 4, 194) κέχρηται.

133

<ἀνερμάτιστος ναῦς> (cf. Plat. Theaet. 144a)· κούφη σάβουρα οὐκ ἔχουσα ἕρμα.

134

<ἀνεφόρησαν>· ἀντὶ τοῦ ἀνήνεγκαν. Θουκυδίδης τετάρτῃ (115, 2).

135

<ἄνεχε>· ἀντὶ τοῦ πάρεχε. Θεόπομπος (II 821 M. = fr. 82 K.).

136

<ἀνέχειν>· τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὴν σελήνην. λέγεται δὲ ἀνέχειν καὶ τὸ ἐξέ-

χειν καὶ προέχειν, ὡς Θουκυδίδης ἐν τετάρτῃ (53, 3)· ‘πᾶσα γὰρ ἀνέχει ὡς τὸ 〈Σικελικὸν καὶ〉

Κρητικὸν πέλαγος’, καὶ τὸ κωλύειν, ὡς ὁ αὐτὸς ἐν ἕκτῃ (86, 4)· ‘τοὺς ταῦτα κωλύοντας καὶ ἀνέ-

χοντας’. καὶ Ἀριστοφάνης (II 1191 M. = fr. 621 K.)·

‘σὺ δ' οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν’.

καὶ τὸ διαβαστάζειν καὶ φέρειν, ὃ καὶ ἀνέχεσθαι καὶ ἐπανέχειν λέγεται.

137

<ἀνεχρήσαντο>· διέφθειραν. οὕτω Θουκυδίδης (I 126, 11). σημαίνει δὲ καὶ τὸ

εἰς χρείαν τινὰ παρειλήφασιν.

138*

<ἀνήκει>· Ἀντιφῶν μὲν (fr. 103 Bl.) ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ (II 713 M.

= fr. 31 K.) ἀνήκω ἀντὶ τοῦ ἀναβέβηκα ἔφη, Θουκυδίδης δὲ (III 45, 3) ἀνήκουσιν ἀντὶ τοῦ τελευ-

τῶσι, λήγουσι. καὶ Δημοσθένης (LX 6) ἀνήκοντα ἀντὶ τοῦ διαφέροντα.

139

<ἀνθρώπειον σῶμα>· Κάνθαρος (fr. 3 Dem.). καὶ <ἀνθρωπεία φύσις>· Θου-

κυδίδης (II 50, 1).

140*

<ἀνθρωπῆ>· τὸ τοῦ ἀνθρώπου δέρμα, ὡς λεοντῆ. 〈Ἰωνικῶς δὲ ἀνθρωπέη〉. <Ἡρό-

δοτος> εʹ (25, 1)· ‘σφάξας ἀπέδειρε πᾶσαν τὴν ἀνθρωπέην’.

141*

<ἀνιμᾶσθαι>· ἀρύεσθαι.

142

<ἀνοητίαν>· τὴν ἄνοιαν Ἀριστοφάνης (II 1205 M. = fr. 746 K.). <ἀνοηταίνειν>

δὲ Ἀμειψίας (fr. 1 Dem.).

143

<ἀνοίγει καὶ ἀνοίγνυσι>· διχῶς.

144

<ἀνοκωχήν> διὰ τοῦ ο̅ τὴν ἀνοχὴν λέγουσι· πολὺ δέ ἐστι παρὰ Θουκυδίδῃ (e. g. I

40, 4; IV 38, 1 cf. 117, 1; V 25, 3; VIII 87, 4). σημαίνει δὲ καὶ τὴν ἀναχώρησιν. καὶ <ἀνοκω-

χεύειν> τὸ ἀνέχειν.

145

<ἀνταίρεταί σοι ὅπλα>· Ξενοφῶν 〈Κύρου〉 Παιδείᾳ[ς] (V 4, 25) καὶ Θουκυδίδης

ἱστορίας τρίτῃ (32, 2)· ‘〈οὔτε χεῖρας ἀνταιρομένους〉’.

146

<ἀντιβολία>· ἱκετεία. Εὔπολις Κόλαξιν (II 555 M. = fr. 317 K.)·

‘κατ' ἀντιβολίαν δέκα τάλαντ' ἀπετ〈ε〉ισάμην’.

147

<ἄντικρυς>· τὸ φανερῶς καὶ διαρρήδην, σπάνιον δὲ τὸ ἐξ ἐναντίας· τὰ δὲ πολλὰ

τὸ ἐξ ἐναντίας ἀντικρὺ ἄνευ τοῦ σ̅.

148

<ἀντίπαις> (cf. fr. com. ad. 318 K.)· ὁ πρόσηβος καὶ ὑπὲρ τὴν τοῦ παιδὸς ἡλι-

κίαν. ὁ δὲ αὐτὸς καὶ ἀνδρόπαις παρ' Ἀριστοφάνει (Ar. Byz. p. 88 N.).

149

<ἀντίπαλον>· Θουκυδίδης ἀντὶ τοῦ ἶσον (e. g. VI 23, 1) καὶ ἀντικείμενον (e. g. I

3, 3; III 11, 1).

150

<ἀνύτειν>· οἱ Ἀττικοί, ὅπερ ἡμεῖς ἀνύειν. ἁνύειν δὲ τὸ σπεύδειν, δασείᾳ 〈τ〉ῇ

πρώτῃ. Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς (Δ 56)· ‘οὐκ ἀνύω φθονέουσα ...’

151

<ἀξιόχρεων>· ἐν τῷ ω̅ λέγουσι καὶ λιπόνεων καὶ τὰ οὐδέτερα. οἱ γὰρ παλαιοὶ ὁμοίως.

τὸ δὲ ἀξιόχρεον βάρβαρον.

152

<ἀξύμβλητον>· ὥστε μηδενὶ ἀπαντῆσαι. Σοφοκλῆς 〈Λημνίαις〉 (fr. 355 N.2 =

387 P.)·

‘ἄπλαστον, ἀξύμβλητον ἐξεθρεψάμην’.

153

<ἀπαιόλη>· ἀπάτη καὶ ἀποστέρησις. Αἰσχύλος 〈Περραιβίσιν〉 (fr. 186 N.2)·

‘τέθνηκεν οἰκτρῶς χρημάτων ἀπαιόλῃ’.

154

<ἀπαιόλημα>· ἀποπλάνημα, ἀποκάθαρμα. Σοφοκλῆς (fr. 915 N.2 = 1018 P.)·

155

<ἅπαν>· οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητὴς (Υ 156) ‘τῶν δ' ἅπαν ἐπλήσθη

πεδίον ...’ οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν καὶ τὸ ‘παράπαν’ ὁμοίως καὶ ἅπαντα τὰ τοιαῦτα.

156*

<ἀπέδρα>· καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν. Φερεκράτης Ἰπνῷ (II 279 M. = fr.

59 K.). ‘τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;’

Μένανδρος Θετταλῇ (fr. 195 Kö. c. t.) ‘... εἶτ' ἀπέδραν μόνος’.

157

<ἀπηλιώτης>· ἐν τῷ π̅ καὶ ἀντήλιος καὶ πάντα τὰ ὅμοια ψιλῶς, καὶ ἡ ἔπηλις ἔστι

παρὰ Ποσειδίππῳ (IV 527 M. = fr. 41 K.).

158*

<ἀποδιοπομπεῖσθαι>· ἀποπέμπεσθαι τὸν προστρόπαιον Δία καὶ προστρέπεσθαι

τὸν ἀποτρόπαιον καὶ οἱονεὶ καθαίρεσθαι ἢ ἱλάσκεσθαι.

159

<ἀπομαγδαλιὰ καὶ ἀπομαγδαλίς>· ψωμὸς εἰς ὃν ἐκματτόμενοι τὰς χεῖρας

μετὰ τὸ δεῖπνον ἐρρίπτουν τοῖς κυσίν.

160

<ἀπολλύειν>· ἀπολλύειν καὶ ἀπολλύναι, [καὶ] ἀποδεικνύειν καὶ ἀποδεικνύναι,

〈ὀμνύειν καὶ ὀμνύναι〉 διττῶς λέγουσιν.

161

<ἀποσιμῶσαι>· τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προτεῖναι γυμνήν· Φίλιππος (I 342

M. = II p. 215 K.). Θουκυδίδης δὲ (IV 25, 5) τὸ μετεωρίσαι τὰς ναῦς.

162

<ἀποσκολύψαι>· ἀφελεῖν τὸ δέρμα ἢ ἀπογυμνῶσαι. Σοφοκλῆς δὲ ἐν Μώμῳ

(fr. 390 N.2 = 423 P.) 〈ἀποσκόλυπτε〉 τὸ ἀποκόλουε· φασὶ 〈δὲ〉 καὶ τὸν περιτετμημένον τὸ

αἰδοῖον ἀπεσκολυμμένον.

163

<ἀπόστα>, οὐ μόνον ἀπόστηθι λέγουσιν, καὶ ‘παράστα’. Μένανδρος Παιδίῳ (fr.

317 Kö.)· ‘ἐνταῦθ' ἀπόστα μικρόν’,

Δὶς ἐξαπατῶντι (fr. 110 Kö.)·

‘ἐμοὶ πάραστα· τὴν θύραν κόψας ἐγώ

καλῶ τιν' αὐτῶν’.

164

<ἀποτρόπαιοι>· 〈οἱ〉 ἀποτρέποντες τὰ κακά.

165

<ἀποψύχειν>· τὸ ἀποθνῄσκειν ἐν πρώτῃ (134, 3) Θουκυδίδης.

166

<ἀπφά>· ἀδελφῆς καὶ ἀδελφοῦ ὑποκόρισμα.

167

<ἀπώμοτον>· ἀποίητον.

‘τί δ' ἔστ' Ἀθηναίοισι πρᾶγμ' ἀπώμοτον’;

Εὔπολις ἐν ταῖς Πόλεσιν (II 517 M. = fr. 217 K.).

168

<ἀρδάνιον>· τὸ ἀπὸ τοῦ πυθμένος ἕως τῆς γάστρας τοῦ κεραμίου, ἐν ᾧ ἄρδουσι

〈τὰ〉 θρέμματα.

169

<ἄρδην>· φοράδην. Εὐριπίδης Ἀλκήστιδι (607 s.)·

‘νέκυν .. ἤδη ... πρόσπολοι

φέρουσιν ἄρδην ἐς τάφον τε καὶ πυράν’.

170

<ἀρεστήρ>· εἶδος πέμματος ἱεροῦ 〈τοῖς θεοῖς〉 ἀρέσκοντος.

171

<Ἄρεως νεοττός> καὶ <Ἄρεως παιδίον>· κέχρηται τῷ μὲν πρώτῳ Πλάτων Πει-

σάνδρῳ (II 651 M. = fr. 104 K.), τῷ δὲ δευτέρῳ Ἀναξανδρίδης Πανδάρῳ (III 181 M. = fr. 38 K.).

172

<Ἀρκάδας μιμούμενος> (cf. Paus. s. v.)· ἄλλοις ταλαιπωρῶν. οἱ γὰρ Ἀρκά-

δες ὑπὲρ ἑτέρων ἠνδραγαθίζοντο.

173

<ἄρκτον>· οὐχὶ ἄρκον. 〈Κρατῖνος ἐν〉 Ὀδυσσεῦσ〈ιν〉 (II 94 M. = fr. 140 K.)·

‘ἐπ' ἀριστέρ' ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν, ἕως ἂν ἐφεύρῃς’.

τὸν μέντοι ἄνεμον ἄνευ τοῦ τ̅, ὡς ἡμεῖς, ἀπαρκίαν διὰ τὸ εὔφωνον, καὶ τὴν πνοὰν ἄρκιον.

〈Αἰσχύλος Μέμνονι (fr. 127 N.2)〉·

‘καὶ μὴν πελάζει καὶ καταψύχει πνοή

ἄρκιος ὣς ναύταισιν ἀσκεύοις μολών’.

174

<ἀρνευτήρ>· ὁ κυβιστητήρ. 〈Ὅμηρος (Π 742s.)〉·

‘ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικώς

κάππες' ἀπ' εὐεργέος δίφρου’.

175

<ἁρπαγή>· ὀξυτόνως ἡ διαρπαγή. ἡ δὲ ἁρπάγη βαρυτόνως τὸ σκεῦος, ᾧ τοὺς

κάδους ἀνάγουσιν ἐκ τῶν φρεάτων.

176

<ἀρρενικόν>· 〈Ἀττικῶς〉, οὐχὶ ἀρσενικόν. τὸ τῶν γραφέων φάρμακον.

177

<ἀρρενωπὸς> 〈καὶ ὁ παρὰ τῷ Κρατίνῳ (II 187 M. = fr. 389 K.) <ἀρρενωπάς>〉·

ὁ ἀνδρόγυνος καὶ ὁ ἀνδρεῖος, ὁ στερρός. λέγουσι δ' οὕτω τὰ μὲν ἄλλα γύννιδας, ἔχοντας δέ τι ἀνδρό-

μορφον. ἀρρεν〈νικὰ δὲ〉 καὶ [ἀρρενικῶς καὶ] ἡμίανδρος καὶ ἡμιγύναιξ καὶ διγενὴς καὶ θηλυδρίας

καὶ ἑρμαφρόδιτος καὶ ἴθρις, οὗ ἡ ἰσχὺς τεθέρισται. Ἱππῶναξ δὲ (fr. 114 Bgk.) ἡμίανδρον τὸν

οἷον ἡμιγύναικα. λέγεται δὲ καὶ ἀπόκοπος καὶ βάκηλος καὶ ἀνδρόγυνος καὶ γάλλος καὶ γύννις

καὶ Ἄττις καὶ εὐνουχώδης.

178

<ἄρριχοι>· κόφινοι οἰσύϊνοι, οὓς ἀρσενικῶς τοὺς ἀρσίχους οἱ Ἴωνες, θηλυκῶς

δὲ οἱ Ἀττικοὶ τὰς ἀρρίχους φασίν.

179

<ἄρρυ>· ἐπίφθεγμα κωπηλατῶν ὥσπερ τὸ ‘ῥυπ〈π〉απαί’ (Ar. ran. 1073) καὶ

ἕτερα τοιαῦτα.

180

<ἀρτάβη>· μέτρον ἐστὶ Περσικόν. οὕτως Ἡρόδοτος (I 192, 3).

181

<ἀρτίστομος>· ὁ σαφὴς καὶ ἡδὺ φθεγγόμενος.

182

<ἀρυστίχους>· τὰς οἰνοχόας καὶ κοτύλας.

183

<ἀρύτεσθαι>· σὺν τῷ τ̅, οὐκ ἀρύεσθαι. Ἀριστοφάνης Νεφέλαις (272)·

‘εἶτ' ἄρα Νείλου προχοὰς ὑδάτων χρυσέοις ἀρύτεσθε πρόχοισιν’.

καὶ Πλάτων Νόμοις (636d)· ‘ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δὴ καὶ ὁπόσον καὶ ὁπότε’.

184*

<ἀρχέτυπον> οὐδενὶ τῶν ἀρχαίων συγγραφέων οὐδὲ ῥητόρων οὐδὲ τῶν Μούσαις

κατόχων εἴρηται.

185

<ἀρχολίπαροι>· οἱ λιπαροῦντες, ἵνα ἄρξωσιν, ἢ οἱ ἐκ τοῦ ἄρχειν λιπαινόμενοι.

186

<ἄσβολος>· θηλυκῶς ἡ ἄσβολος, οὐκ ἀρσενικῶς ὁ ἄσβολος. Ἀριστοφάνης ἐν

Θεσμοφοριαζούσαις (244 s.)·

‘τὰ πλεῖστα γάρ ἀποπεπόνηκας. —φεῦ, ἰοῦ τῆς ἀσβόλου’.

187*

<ἀσκωλίζοντες>· ἐφ' ἑνὸς ποδὸς ἁλλόμενοι [χωλαίνοντες].

188*

<ἀστάνδης>· γραμματοφόρος. Περσικὴ ἡ λέξις.

189

<ἀστόξενοι>· οἱ γένει μὲν ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ γῆς ἀλλοδαπῆς γεγο-

νότες.

190

<ἀστραγάλους>· οἱ Ἀττικοί, τὸ γὰρ θηλυκὸν Ἰακόν· καὶ παρ' Ὁμήρῳ τινὲς

θηλυκῶς, οἷον (Ψ 88)·

‘νήπιος οὐκ ἐθέλων ἀμφ' 〈ἀστραγάλῃσιν ἐρίσσας’

ἀντὶ τοῦ ‘ἀμφ'〉 ἀστραγάλοισι χολωθείς’. Φερεκράτης Δουλοδιδασκάλοις (II 272 M. = fr. 43 K.)·

‘ἀντ' ἀστραγάλων 〈×〉 κονδύλοισι παίζετε’.

Πλάτων Λύσιδι (206e)· ‘ἠρτίαζον ἀστραγάλοις παμπόλλοις’. λέγουσι δὲ καὶ ἀστρίχους. Ἀντι-

φάνης Ἐπιδαυρίῳ (III 50 M. = fr. 92 K.)·

‘ἐπαίζομεν μὲν ἀρτίως τοῖς ἀστρίχοις’.

191*

<ἀσφόδελος> προπαροξυτόνως ἀναγνωστέον· ‘οὐδ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ

μέγ' ὄνειαρ’ (Hes. opp. 41)· τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον, ὡς καὶ παρ' Ὁμήρῳ (λ 539)·

‘κατ' ἀσφοδελὸν λειμῶνα’.

192

<ἀσχέδωρος>· ὁ σύαγρος παρ' Ἰταλιώταις. Αἰσχύλος 〈Φορκίσι (fr. 261 N2).

ἔστι δὲ〉 ὁ ἐκ τῆς ἰδίας ἀλκῆς ἄσχετα δωρούμενος οἷον βίαιος.

193

<ἄττα>· σημαίνει μὲν ἡ φωνὴ τὸ τινά, ὁπότε ψιλοῦται, ἢ καὶ τὸ ὀλίγα ἢ παραπλή-

σιον· ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσιν· σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν,

ὡς Δημοσθένης δηλοῖ ἐν τῷ 〈Περὶ〉 τῆς παραπρεσβείας (XIX 304)· ‘ὁ δὲ πρεσβεύων Αἰσχίνης

οὑτοσί· ἐλθὼν 〈δ'〉 [πῶς μὲν καὶ] ἅττα 〈μέν〉 ποτε διελέχθη 〈καὶ ἐδημηγόρησεν, αὐτὸς ἂν εἰ-

δείη〉’. ἐνίοτε δὲ καὶ ὡς παρέλκον ἐστί, ὡς ἐν Χείρωνι Φερεκράτης (II 339 M. = fr. 151 K.)·

‘τοῖς δέκα ταλάντοις προστιθείς’, ἔφη, ‘ἄλλ' ἄττα πεντήκοντα’.

Ἀριστοφάνης Νεφέλαις (630)·

‘ὅστις σκαλαθυρμάτι' ἄττα μικρὰ μανθάνων’.

παραλαμβάνει δὲ καὶ τὸ πότε ἢ τὸ ἰσοδυναμοῦν τούτῳ καὶ τὸ πηνίκα (cf. Eratosth. fr. 22 Str.).

〈Χιωνίδης (II 1181 et V 14 Mein. = fr. 8 K.)〉·

‘πυθοῦ χελιδὼν πηνίκ' ἄττα φαίνεται’

καὶ πάλιν (ib.)·

‘ὁπηνίκ' ἄτθ' ὑμεῖς κοπιᾶτ' ὀρχούμενοι’.

194

<αὐθέντης>· οὐχ ὁ δεσπότης, ἀλλ' ὁ αὐτοχειρίᾳ φονεύς. λέγεται δὲ ὁ αὐτὸς ἐντε-

λέστερον καὶ αὐτοέντης.

195

<αὐτερέται> (Thuc. I 10, 4)· οἱ αὐτοὶ καὶ ἐρέται καὶ ὁπλῖται.

196

<αὐτοβοεί>· τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις οἷον ταχέως καὶ

ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ. οὕτω Θουκυδίδης (II 81, 4; III 113, 6, saepius). παρὰ Θεοπόμπῳ

δὲ (deest M.—K.—Dem.) ἀντὶ τοῦ κατὰ κράτος.

197*

<ἀφαδία>· ἡ ἔχθρα. Εὔπολις ἐν Ἀνδρογύνοις (II 438 M. = fr. 34 K.)·

‘... δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν’.

198*

<ἀφάδιος>· ἐχθρός, παρὰ τὸ ἀφανδάνειν.

199

<ἄφενος>· ὁ ἀπὸ ἐνιαυσίων γεννημάτων πλοῦτος. καὶ Ὅμηρος μὲν οὐδετέρως

(Α 171), τινὲς δὲ ἀρσενικῶς.

200

<ἀφεψιασάμην>· ἀφωμίλησα. Σοφοκλῆς 〈Ἀντηνορίδαις〉 (fr. 134 N.2 = 138 P.).

201

<ἀφροδισία ἄγρα> (Soph. fr. 169 N2 = 166 P.)· οἱ πέρδικες διὰ τὸ τοὺς θη-

ρῶντας τῇ θηλείᾳ ἐπιβουλεύοντας αἱρεῖν αὐτούς.

202

<ἀχάναι>· Περσικὰ μέτρα. ἄλλοι δὲ (i. e. Phanod. FHG. I 369, fr. 25) κίστας

φασίν, εἰς ἃς ἀπετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίας στελλόμενοι.

203

<ἀχέτης>· 〈Ἀττικοὶ διὰ τοῦ α̅, ἠχέτης Ἴωνες〉· ὁ ἠχητικὸς τέττιξ.

204

<ἀχυρός>· ὁ ἀχυρών. ** (IV 629 M. = fr. ad. 783 K.)·

‘〈⏑ ⏑ –〉 Ἑκάβην ὀτοτύζουσαν

καὶ καόμενον τὸν ἀχυρόν’.

205

<ἀωρόλειος>· ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λεαινόμενος καὶ φαλακριῶν. τὸ

αὐτὸ καὶ ὠμογέρων, ὁ παρ' ἡλικίαν γηράσας.

206

<ἀωτεύειν>· ὑφαίνειν καὶ ὑπνοῦν.

207

<ἄωτοι>· οἱ κωφοί.

208*

<ἄωτον>· κόσμος, στέφανος.

beta

1

<βᾶ>· ἐπίρρημα, 〈ὃ〉 πρὸς τοὺς ‘καταρνῇ;’ ἀναφωνήσαντας εἰώθασιν οἱ ἀντιτιθέν-

τες ἀντεμβοᾶν, καὶ ἔστιν οἱονεὶ σκῶμμα. Ἕρμιππος Δημόταις (II 338 M. = fr. 19 K.).

2

<βαλβίδες>· αἱ ἐπὶ ἀφέσεως δρομέων γραμμαὶ καὶ ὅσαι ἐν φρέασι καὶ ἄλλοις τοιού-

τοις ἐγκοπαὶ καὶ ἐξοχαί, δι' ὧν κατίασιν εἰς αὐτά.

3

<βάλλειν>· τρία σημαίνει· τὸ προέσθαι, τὸ ῥῖψαι, τὸ τρῶσαι.

4

<βαμβαλύζειν>· τὸ τρέμειν ὑπὸ ψύχους. 〈οὕτως Ἱππῶναξ (fr. 24b, 2 D.2)〉.

5

<βασίλεια καὶ βασίλισσα>· Ἀττικῶς. 〈Ξενοφῶν Οἰκονομικῷ (9, 15)〉. Μέναν-

δρος δὲ (fr. 652a Kö.) βασίλινναν λέγει.

6*

<βασιλειᾶν>· 〈βασιλείαν περιβάλλεσθαι〉.

7

<βασίλειον>· εἶδός τι μύρου.

8

<βασίλειος στοά>· 〈Ἀθήνησι〉 πλησίον τῆς τοῦ Ἐλευθερίου Διὸς στοᾶς.

9

<βασιλίδες>· ὑποδήματά τινα.

10

<βασιλίνδα>· παιδιᾶς εἶδος, ᾗ βασιλέας καὶ ὑπηρέτας ἀπομιμούμενοι ἐχρῶντο.

11

<βαῦνος>· ἡ κάμινος, ἐξ οὗ καὶ βάναυσοι.

12

<βή>· τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ ‘βαί’ λέγουσιν Ἀττικοί.

Κρατῖνος Διονυσαλεξάνδρῳ (II 40 M. = fr. 43 K.)·

‘ὁ δ' ἠλίθιος ὥσπερ πρόβατον ’βὴ βή‘ λέγων βαδίζει’.

13

<βήρηκες>· φυράματα μαζῶν καὶ αἱ τολύπαι τῶν ἐρίων.

14

<βιβάζει>· συζυγεῖ, ὀχεύει.

15*

<βλακεύεσθαι>· μωραίνειν, καὶ βλακεύματα αἱ εὐήθειαι.

16*

<βλάξ>· μαλακός, χαῦνος, ἐκλελυμένος ἢ μωρός.

17

<βουνός>· 〈λόφος〉. Φιλήμων ἐπισκώπτει (IV 16 et 46 M. = fr. 49 et 142 K.)

τὸ ὄνομα ὡς βάρβαρον.

18

<βριμοῦται>· ἀπειλεῖ.

19

<βύβλινον> καὶ <βίβλινον>· διχῶς.

20

<βυσαύχην>· ὁ τοὺς ὤμους συνέλκων ἐπὶ τὸν τράχηλον.

21

<βῶλος>· θηλυκῶς 〈Ἀττικοί, ἀρσενικῶς Ἴωνες〉.

gamma

1

<γάλως>· ἡ τοῦ ἀνδρὸς ἀδελφή, ὁποία ἐστὶ τῇ Ἑλένῃ ἡ Κασσάνδρα. καὶ ἡ τοῦ

ἀδελφοῦ γυνὴ 〈ὁποία ἐστὶ τῇ Κασσάνδρᾳ ἡ Ἑλένη〉· πρὸς ἀλλήλας γὰρ λέγονται.

2

〈<γάμμα>〉· τὸ γάμμα στοιχεῖον γέμμα φασὶν Ἴωνες ὡς Δημόκριτος (Vors. 2 68 B 19).

3

<γάστρις>· ὁ περὶ γαστέρα ἀκρατής.

4

<γέλοιος>· ὁ καταγέλαστος προπαροξυτόνως· προπερισπωμένως δὲ γελοῖος ὁ

γελωτοποιός.

5

<γενειά〈δες>〉· αἱ τρίχες· γένειον δὲ ὁ τόπος.

6*

<γέντα>· Θρᾳκιστὶ τὰ κρέα.

7

<Γέραιραι>· παρὰ Ἀθηναίοις γυναῖκές τινες ἱεραί, ἃς ὁ βασιλεὺς καθίστησιν

ἰσαρίθμους τοῖς βωμοῖς τοῦ Διονύσου, 〈ὀνομαζόμεναι οὕτω〉 διὰ τὸ γεραίρειν τὸν θεόν.

8

<γέρην>· ἡ θηλεία γέρανος.

9

<γέρρα>· καὶ οἱ τόποι οἱ περιπεφραγμένοι καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων, αἱ οἰσύϊ-

ναι. οἱ δὲ κωμικοὶ καὶ τὸ γυναικεῖον αἰδοῖον οὕτω καλοῦσιν (cf. Epich. fr. 235 Kaib.).

10

<γεώλοφον> καλοῦσι τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον.

11

<γλυκὺς ἀγκών>· οὐ κατ' ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλομένου εἰπεῖν· ‘ὦ

γλυκέα ἤθη’. ἔστι δὲ [παροιμία] ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς ἐν τῷ

Φάωνι—γέρων δὲ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδος—(II 677 M. = fr. 178 K.)·

‘ὦ χρυσοῦν ἀνάδημα,

ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις 〈ἡρμοσμένον〉, ὦ γλυκὺς ἀγκών’,

ὡς εἴ τις λέγοι ‘ὦ γλυκὺς πῆχυς’.

12*

〈<Γραικούς>· Ἀττικοί,〉 Ῥαικοὺς οἱ βάρβαροι τοὺς Ἕλληνας. Σοφοκλῆς (fr. 983

N.2 = 1087 P.) τῇ λέξει κέχρηται.

13*

<γρῖφος>· τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύσκολος καὶ συμπεπλεγμένος λόγος.

14

<γρώνη>· τὸ κοῖλον τοῦ ἁρματείου δίφρου, εἰς ὃ τὰς μάστιγας οἱ ἡνίοχοι ἀπετίθεντο·

τὸ δ' αὐτὸ καὶ ληνόν τινες ἔλεγον.

delta

1

<Δαῖρα>· Ἀττικῶς μήτηρ Ἐλευσῖνος. οἱ 〈δὲ〉 περὶ τελετὰς καὶ μυστήρια τὴν ὑγρὰν

οὐσίαν Δαῖραν ὀνομάζουσιν.

2

<δάπητες>· ἐπιβόλαια ἢ στρώματα. οὕτως Ἀριστοφάνης (Plut. 528).

3

<δάπιδες>· στρώματα ἄττα. Φερεκράτης (II 290 M. = fr. 185 K.)·

‘ὁ χορὸς δ' αὐτοῖς εἶχεν δάπιδας ῥυπαρὰς καὶ στρωματόδεσμα[τα]’.

λέγουσι δὲ καὶ τάπιδας.

4*

<δείλη ὀψία>· ἡ περὶ δύσιν ἡλίου. <δείλη πρωία>· ἡ πρὸ ἀρίστου ὥρα ἢ μετὰ τὸ

ἄριστον.

5

<δελφίς>· ὄργανον μολυβδοῦν πρὸς ναυμαχίαν τοῦ δελφῖνος παρώνυμον· ὅθεν καὶ

Θουκυδίδης νῆας δελφινοφόρους (VII 41, 2)· 〈‘ἔπειτα αὐτοὺς αἱ κεραῖαι ὑπὲρ τῶν ἔσπλων, αἱ ἀπὸ

τῶν ὁλκάδων δελφινοφόροι, ἠρμέναι ἐκώλυον’〉.

6

<δένδρεον> καὶ <δένδρος>· τὸ δένδρον. δένδρον 〈δὲ〉 καὶ δένδρα μᾶλλον ἢ δένδρος

καὶ δένδρη καὶ αἱ πτώσεις δένδρου καὶ δένδρῳ…

The complete text is available when the reading interface loads.