Fragmenta
- Edition reference
- Fragmenta, FHG 3: 26.
- CTS identifier
urn:cts:greekLit:tlg1324.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Clemens Alex. Strom. I, 21:
Κατὰ δὲ τὸ
ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον
ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι
τῷ πρώτῳ ἔτει, Θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα,
ὥς φησι Διονύσιος ὁ Ἀργεῖος.
2
Schol. Pind. Nem. II, 4: [Ὅθεν περ καὶ Ὁμηρίδαι]
Οἱ δὲ (φασὶν) ὅτι κατὰ μέρη πρότερον τῆς ποιήσεως
διαδιδομένης, τῶν ἀγωνιστῶν ἕκαστος ὅ τι βούλοιτο
μέρος ᾖδε· τοῦ δὲ ἄθλου τοῖς νικῶσιν ἀρνὸς ἀποδεδει-
γμένου, προσαγορευθῆναι τότε μὲν ἀρνῳδοὺς, αὖθις δὲ
ἑκατέρας τῆς ποιήσεως εἰσενεχθείσης, τοὺς ἀγωνιστὰς
οἷον ἀκουμένους πρὸς ἄλληλα τὰ μέρη καὶ τὴν σύμπα-
σαν ποίησιν ἐπιόντας ῥαψῳδοὺς προσαγορευθῆναι.
Ταῦτά φησι Διονύσιος ὁ Ἀργεῖος.