The Greek Library Author

Diogenes Sinopensis Epistulae

Epistulae

Scientific editors
Rudolf Hercher
Edition reference
Epistolographi Graeci · Paris · A. F. Didot · 1873
CTS identifier
urn:cts:greekLit:tlg1325.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

α′. Σινωπεῦσιν.

Ὑμεῖς μὲν ἐμοῦ φυγὴν κατεψηφίσασθε, ἐγὼ δὲ ὑμῶν μονήν. οἰκήσετε οὖν διὰ τοῦτο ὑμεῖς μὲν Σινώπην, ἐγὼ δὲ Ἀθήνας, τοῦτ’ ἔστιν ὑμεῖς μὲν μετὰ τῶν ἐμπόρων, ἐγὼ δὲ μετὰ Σόλωνος καὶ τῶν τὴν Ἑλλάδα ἠλευθερωκότων ἀπὸ τῶν Μηδικῶν, καὶ ὑμεῖς μὲν Ἡνιόχοις καὶ Ἀχαιοῖς χρώμενοι, ἀνθρώποις ἐκ τοῦ ἐχθροῦ γένους Πανέλλησιν, ἐγὼ δὲ Δελφοῖς καὶ Ἠλείοις, μεθ’ ὧν καὶ θεοὶ πολιτεύονται.

(2) ἀλλ’ ὤφελε τοῦτο μὴ νῦν ὑμῖν δόξαι, ἀλλ’ ἔτι πάλαι καὶ ἐπὶ τοῦ πατρὸς Ἱκέτου. νυνὶ δὲ ἓν τοῦτο δέδοικα, μὴ διὰ τὴν πατρίδα ἀπιστηθῶ μέτριος εἶναι. τὸ μὲν οὖν πρὸς ὑμῶν με φυγαδευθῆναι συνηγορεῖ, καὶ πιστεύω αὐτῷ μᾶλλον τοῦ ἑτέρου· κρεῖττον γὰρ παρὰ πολὺ διαβάλλεσθαι πρὸς ὑμῶν ἢ ἐπαινεῖσθαι. ὅμως μέντοι δέδοικα τοῦτο, μή με ὁ κοινὸς περὶ τῆς πατρίδος λόγος βλάψῃ. ἄλλου δέ τινος οὐδεὶς λόγος· κρεῖττον γὰρ ὁπουδήποτε οἰκεῖν ἢ σὺν ὑμῖν οὕτως ἡμῖν προσενεχθεῖσιν.

β′. Ἀντισθένει.

Ανέβαινον εἰς ἄστυ ἐκ Πειραιῶς, καὶ περιτυγχάνει μοι μειράκια ἄττα θρυπτόμενα ἀπὸ συμποσίου τινὸς ἐγηγερμένα, καὶ ἐν σφίσιν αὐτοῖς ἐπεὶ ἀγχοῦ ἐγενόμην, ἀνάγωμεν ἔλεγον ἀπὸ τοῦ κυνός. κἀγὼ ἐπεὶ τοῦτο ἤκουσα θαρρεῖτε ἔφην, οὗτος ὁ κύων τεῦτλα οὐ δάκνει. οἴ δ’, ὡς τοῦτο ἔλεξα, ἐπαύοντο ἀλύοντες καὶ τοὺς στεφάνους οὓς εἶχον περὶ τῇ κεφαλῇ καὶ τῷ τραχήλῳ διαρρήξαντες ἐξέβαλον καὶ τὰς χλανίδας εὐκόσμως περιεβάλοντο καὶ ἥσυχοι εὖ μάλα ἕως εἰς ἄστυ ἠκολούθουν, ἐπακροώμενοι τῶν λόγων οὓς πρὸς ἐμαυτὸν διεξῄειν.

γ′. Ἱππαρχίᾳ.

Ἄγαμαί σε τῆς ἐπιθυμίας, ὅτι τε φιλοσοφίας ὠρέχθης γυνὴ οὖσα, καὶ ὅτι τῆς ἡμετέρας αἱρέσεως ἐγενήθης, ἣν διὰ τὸ αὐστηρὸν καὶ οἱ ἄνδρες κατεπλάγησαν. ἀλλ’ ὅπως καὶ τέλος ἐπιθῇς τῇ ἀρχῇ σπούδασον. ἐπιθήσεις δὲ εὖ οἶδα, εἰ Κράτητός τε τοῦ συνευνέτου μὴ ἀπολείποιο, ἡμῖν τε τοῖς εὐεργέταις τῆς φιλοσοφίας θαμινῶς ἐπιστέλλοις· δύνανται γὰρ αἱ ἐπιστολαὶ πολλὰ καὶ οὐχ ἥττονα τῆς πρὸς παρόντας διαλέξεως.

δ′. Ἀντιπάτρῳ.

Μὴ μέμφου με, ὅτι σοι μεταπεμπομένῳ ἡμᾶς ἐπὶ Μακεδονίαν οὐκ ἐπείσθημεν, μηδ’ ὅτι τοὺς Ἀθήνησιν ἅλας προυκρίναμεν τῆς παρὰ σοῦ τραπέζης· οὐ γὰρ δι’ ὑπεροψίαν τοῦτ’ ἐπράξαμεν, ἀλλ’ οὐδὲ διὰ φιλοδοξίαν, δι’ ἣν τάχ’ ἴσως ἕτεροι ἂν ἐποίησαν, ἵνα τινὲς τοῖς πολλοῖς μεγάλοι δόξωσι, βασιλεῦσι δυνάμενοι ἀντιλέγειν, ἀλλ’ ὅτι ἡμῖν παρὰ τὰς ἐν Μακεδονίᾳ τραπέζας οἱ Ἀθήνησιν ἅλες εἰσὶ σύμφυλοι. φυλακῇ οὖν τῆς οὐσίας μᾶλλον ἀντείπομεν καὶ οὐχ ὑπεροψίᾳ. συγγίγνωσκε οὖν· καὶ γὰρ εἰ πρόβατα ἦμεν, συνέγνως ἂν μὴ πεισθεῖσιν, ὅτι οὐκ ἔστι προβάτου τε τροφὴ καὶ βασιλέως ἡ αὐτή. ἔα οὖν ἕκαστον ὅπου ἂν δύνηται ζῆν, ὦ μακάριε· βασιλικὸν γὰρ τοῦτο καὶ οὐ τὸ ἕτερον.

ε′. Περδίκκᾳ.

Εἰ μὲν ταῖς δόξαις ἤδη πολεμεῖς, λέγω δὲ τοῖς ἰσχυροτέροις ἐχθροῖς καὶ πλείονα καταβλάπτουσί σε Θρᾳκῶν τε καὶ Παιόνων, καταστρεψόμενος τὰ τῶν ἀνθρώπων πάθη μεταπέμπου με· δύναμαι γὰρ εἰς τὸν πρὸς ταῦτα πόλεμον καὶ στρατηγεῖν. εἰ δ’ ἔτι σοι τὰ πρὸς ἀνθρώπους ἔργα λείπεται καὶ τούτου τοῦ πολέμου σχεδὸν αἰσθάνῃ, ἔα μὲν ἡμᾶς Ἀθήνησι καθέζεσθαι, μεταπέμπου δὲ τοὺς Ἀλεξάνδρου στρατιώτας, οἷς κἀκεῖνος ἐπικούροις χρώμενος Ἰλλυριοὺς καὶ Σκύθας ὑπέταξεν,

ς′. Κράτητι.

Χωρισθέντος σου εἰς θήβας ἀνέβαινον ἐκ Πειραιῶς ὑπὸ μέσην ἡμέραν, καὶ διὰ τοῦτο λαμβάνει με δίψος καρτερόν. ὥρμησα οὖν ἐπὶ τὴν Πάνοπος κρήνην. καὶ ἕως ἐγὼ τὸ ποτήριον ἐκ τῆς πήρας ἐξῄρουν, ἧκέ τις θέων θεράπων τῶν τὴν χώραν ἐργαζομένων καὶ συνάψας κοίλας τὰς χεῖρας ἠρύετο ἀπὸ τῆς κρήνης καὶ οὔτως ἔπινε, καὶ ἐγώ, δόξαν μοι ποτηρίου σοφώτερον εἶναι, οὐκ ᾐδέσθην διδασκάλῳ αὐτῷ τῶν καλῶν χρήσασθαι.

(2) ἀπορρίψας οὖν τὸ ποτήριον δ’ εἶχον, καὶ σοὶ εὑρών τινας ἐπὶ θηβῶν ἀνερχομένους τὸ σοφὸν τοῦτο ἐπέσταλκα, οὐδὲν βουλόμενος τῶν καλῶν δίχα σοῦ ἐπίστασθαι. ἀλλὰ καὶ σὺ διὰ τοῦτο πειρῶ εἰς τὴν ἀγορὰν ἐμβάλλειν, ἵνα πολλοὶ διατρίβουσιν ἄνθρωποι. ἔσται γὰρ ἡμῖν οὕτῳ καὶ ἄλλα σοφὰ παρὰ τῶν κατὰ μέρος εὑρεῖν· πολλὴ γὰρ ἡ φύσις, ἣν ἐκβαλλομένην ὑπὸ τῆς δόξης ἐκ τοῦ βίου ἐπὶ σωτηρίᾳ ἀνθρώπων κατάγομεν ἡμεῖς.

ζ′. Ἱκέτῃ.

Μὴ ἀνιῶ, ὦ πάτερ, ὅτι κύων λέγομαι καὶ ἀμπέχομαι τρίβωνα διπλοῦν καὶ πήραν φέρω κατ’ ὤμων καὶ ῥάβδον ἔχω διὰ χειρός· οὐ γὰρ ἄξιον ἐπὶ τοῖς τοιούτοις ἀνιᾶσθαι, μᾶλλον δὲ ἥδεσθαι, ὅτι ὀλίγοις ἀρκεῖται ὁ παῖς σου, ἐλεύθερος δέ ἐστι δόξης, ᾗ πάντες δουλεύουσιν Ἕλληνές τε καὶ βάρβαροι· τὸ γὰρ ὄνομα πρὸς τῷ μὴ συμπεφυκέναι τοῖς πράγμασι, σύμβολον δ’ εἶναι ἔνδοξόν πώς ἐστι. καλοῦμαι γὰρ κύων ὁ οὐρανοῦ οὐχ ὁ γῆς, ὅτι ἐκείνῳ εἰκάζω ἐμαυτόν, ζῶν οὐ κατὰ δόξαν, ἀλλὰ κατὰ φύσιν ἐλεύθερος ὑπὸ τὸν Δία, εἰς αὐτὸν ἀνατεθεικὼς τἀγαθὸν καὶ οὐκ εἰς τὸν πλησίον·

(2) τὴν δὲ στολὴν καὶ Ὅμηρος γράφει Ὀδυσσέα τὸν τῶν Ἑλλήνων σοφώτατον φορῆσαι, ἡνίκα οἴκαδε ἐπανῄει ἐξ Ἰλίου Ἀθηνᾶς ὑποθημοσύνῃσιν, καὶ οὕτω καλή ἐστιν, ὡς μὴ ἀνθρώπων εὕρημα εἶναι ὁμολογεῖσθαι, ἀλλὰ θεῶν. φᾶρος μέν οἱ πρῶτα χιτῶνά τε εἵματ’ ἔδωκε λευγαλέα, ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ’ ἐλάφοιο ψιλόν, δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ. θάρρει οὖν, ὦ πάτερ, ἐπὶ τῷ ὀνόματι, ὃ καλοῦσιν ἡμᾶς, καὶ ἐπὶ τῇ στολῇ, ἐπεὶ ὁ μὲν κύων ἐστὶ πρὸς θ̔εῶν, ἣ δὲ εὕρημα τοῦ θεοῦ.

η′. Εὐγνησίῳ.

Ἧκον εἰς Κόρινθον ἐκ Μεγάρων καὶ διαπορευόμενος τὴν ἀγορὰν παρίσταμαι διδασκαλείῳ τινὶ παίδων, καί μοι ἐπεὶ οὐκ εὖ ἐρραψῴδουν, ἔδοξε πυθέσθαι τίς ἦν ὁ διδάσκων αὐτούς. καὶ ἀπεκρίναντο Διονύσιος ὁ τῆς Σικελίας τύραννος. κἀγὼ δόξας αὐτοὺς ἐρεσχελεῖν πρός με καὶ τοῦτο οὐχ ἁπλῶς ἀποκεκρίσθαι, παρελθὼν ἐπί τι βάθρον ἐκάθισα, εὐκόσμως ἀναμένων αὐτόν· ἐλέγετο γὰρ πρὸς ἀγορὰν ὡρμηκέναι. καὶ δὴ οὐ διαγίνεται πολὺς χρόνος, καὶ ἐπιστρέφεται ὁ Διονύσιος κἀγὼ ἐξαναστὰς προσαγορεύω τε αὐτὸν καὶ ἐπιλέγω ὡς οὐκ εὖ, Διονύσιε διδάσκεις.

(2) ὃ δέ με δόξας συνάχθεσθαι αὐτῷ ἐπὶ τῇ πτώσει τῆς τυραννίδος καὶ τῷ παρόντι σχήματι τοῦ βίου, τοιαῦτα εἶπεν· ὦ Διόγενες, εὖ ποιεῖς συναλγῶν ἡμῖν. κἀγὼ προσέθηκα τῷ οὐκ εὖ τὸ ἀληθῶς. ἀλλ’ ἐγὼ μὲν οὐχ ὅτι τῆς τυραννίδος ἀφῄρησαι ἄχθομαι, ὦ Διονύσιε, ἀλλ’ ὅτι ἐλευθεριάζεις ἐν τῇ Ἑλλάδι τὰ νῦν, καὶ περισέσωσαι ἀπὸ τῶν ἐν Σικελίᾳ κακῶν, οἷς ἔδει σε ἐναποθανεῖν τοσαῦτα ἐργασάμενον φαῦλα γῆν καὶ θάλατταν.

Epistle 9

θ′. Κράτητι. Ἐπυθόμην σε τὴν οὐσίαν ἅπασαν κατενεγκεῖν εἰς τὴν ἐκκλησίαν καὶ παραχωρῆσαι τῇ πατρίδι καὶ στάντα ἐν μέσῳ κηρῦξαι Κράτης Κράτητος Κράτητα ἀφίησιν ἐλεύθερον. ἡσθῆναι οὖν ἐπὶ τῇ δωρεᾷ τοὺς πάντας ἀστοὺς καὶ ἀγασθῆναι ἡμᾶς τοὺς τῶν τοιούτων ἀνθρώπων ποιητάς, ἐθελῆσαι δὲ διὰ τοῦτο μεταπέμψασθαι ἡμᾶς Ἀθήνηθεν, σὲ δὲ ἐπιστάμενον τὴν ἡμετέραν κρίσιν κωλῦσαι. ἐνταῦθα μὲν οὖν ἐπαινῶ σε τοῦ νοῦ, ἐπὶ δὲ τῇ παραδόσει τῆς οὐσίας καὶ ἄγαμαι, ἐπεὶ θᾶττον ἢ προσεδόκησα κρείττων ἐγένου τῶν δοξῶν. ἀλλὰ διὰ ταχέων ἐπάνηκε· ἔτι γάρ σοι δεῖ πρὸς τἄλλα συνασκήσεως, καὶ χρονίζειν ἔνθα μὴ εἰσὶν ὅμοιοι οὐκ ἀσφαλές.

ι′. Μητροκλεῖ.

Μὴ μόνον ἐπὶ τῇ στολῇ καὶ τῷ ὀνόματι καὶ τῇ διαίτῃ θάρρει, Μητρόκλεις, ἀλλὰ καὶ ἐπὶ τῷ αἰτεῖν ἀνθρώπους τὰ σωτήρια· οὐ γὰρ αἰσχρόν. βασιλεῖς γέ τοι καὶ δυνάσται παρὰ τῶν ὑποτεταγμένων αἰτοῦσι χρήματα, στρατιώτας, ναῦς, σῖτον, καὶ οἱ κάμνοντες παρὰ τῶν ἰατρῶν φάρμακα καὶ οὐ μόνον πυρετοῦ, ἁλλὰ καὶ φρίκης καὶ λοιμοῦ, καὶ οἱ ἐρασταὶ παρὰ τῶν παιδικῶν φιλήματα καὶ ἐπαφήματα, τὸν δὲ Ἡρακλέα παρὰ τῶν ἀναισθήτων φασὶ καὶ ἰσχὺν λαμβάνειν. οὐ γὰρ προῖκα οὐδ’ ἐπὶ χείρονι ἀνταλλαγῇ, ἀλλ’ ἐπὶ τῇ σωτηρίᾳ πάντων ἔστιν αἰτεῖν, ἀνθρώπους τὰ πρὸς τὴν φύσιν, καὶ ἐπὶ τῷ ταὐτὰ ποιεῖν Ἡρακλεῖ τῷ Διὸς καὶ ἔχειν ἀμείβεσθαι πολὺ κρείττονα ὧν λαμβάνεις αὐτός.

(2) τίνα ταῦτα; μὴ πρὸς τὴν ἀλήθειαν εἶναί σοι τὴν μάχην τοῦτο πράσσοντι, ἀλλὰ πρὸς τὴν δόξαν. ᾗ πάντη μάχου, κἂν μηδέν σε ἐπείγῃ· καλὸν γάρ τι ἔθος καὶ ὁ πρὸς τὰ τοιαῦτα πόλεμος. Σωκράτης δὲ ἔλεγε μὴ αἰτεῖν τοὺς σπουδαίους, ἀλλὰ ἀπαιτεῖν· εἶναι γὰρ αὐτῶν τὰ πάντα ὡς καὶ τῶν θεῶν. καὶ τοῦτ’ ἐπειρᾶτο συνάγειν ἐκ τοῦ κυρίους μὲν ὑπάρχειν τῶν πάντων τοὺς θεούς, κοινὰ δ’ εἶναι τὰ τῶν φίλων, φίλον δ’ εἶναι τῷ θεῷ τὸν σπουδαῖον. αἰτήσεις τοίνυν τὰ ἴδια.

ια′. Κράτητι.

Καὶ τοὺς ἀνδριάντας τοὺς ἐν ἀγορᾷ προσιὼν αἴτει τὰ ἄλφιτα. καλὴ γάρ που καὶ ἡ τοιαύτη μελέτη· ἐντεύξῃ γὰρ ἀνθρώποις ἀπαθεστέροις ἀνδριάντων. καὶ ὅταν σου μᾶλλον γάλλοις καὶ κιναιδολόγοις μεταδιδῶσι, μὴ θαύμαζε· τιμᾷ γὰρ ἕκαστος τὸν πλησίον ἑαυτοῦ καὶ οὐ τὸν πόρρω· εἰσὶ δὲ οἱ τοῖς πολλοῖς ἀρέσκοντες γάλλοι μᾶλλον ἢ φιλόσοφοι.

ιβ′. Τῷ αὐτῷ.

Οἱ πολλοὶ ἐπὶ τὸν εὐδαιμονισμόν, ὅταν μὲν σύντομον ὁδὸν ἐπ’ εὐδαιμονίαν φέρουσαν ἀκούσωσιν, ἵενται καθάπερ ἡμεῖς ἐπὶ φιλοσοφίαν· ὅταν δ’ ἐπὶ τὴν ὁδὸν ἀφίκωνται καὶ αὐτῆς τὴν χαλεπότητα θεάσωνται, ὡς ἀσθενοῦντες ὀπίσω ἀναχωροῦσιν, εἶτα μέμφονταί που οὐχ αὑτῶν τὴν μαλακίαν, ἀλλὰ τὴν ἡμῶν ἀπάθειαν. ἔα οὖν τούτους μὲν ὅπως ἐσπούδασαν ταῖς ἡδοναῖς συγκαθεύδειν· καταλήψεται γὰρ αὐτοὺς ζῶντας οὐκ εἰς ὃν ἡμᾶς διαβάλλουσι πόνος, ἀλλ’ οἱ μείζονες δι’ οὓς πάσῃ περιστάσει δουλεύουσιν αἰσχρῶς. σὺ δὲ ἐπίμενε ἐν τῇ ἀσκήσει ὥσπερ ἤρξω, καὶ σπούδαζε κατ’ ἵσον ἡδονῇ ἀντιτάττεσθαι καὶ πόνῳ, ἐπεὶ καὶ κατ’ ἴσον ἀμφότερα πολεμεῖν ἡμῖν πέφυκε καὶ εἰς τὰ πρῶτα ἐμποδίζειν, ἣ μὲν διὰ τὸ ἐπὶ τὰ αἰσχρὰ τὰ πρῶτα ἐμποδίζειν, ἣ μὲν διὰ τὸ ἐπὶ τὰ αἰσχρὰ ἄγειν, ὃ δὲ διὰ τὸ ἀπὸ τῶν καλῶν ἀπάγειν τῷ φόβῳ.

ιγ′. Ἀπολήξιδι.

Ἀπεθέμην τὰ πολλὰ τῶν τὴν πήραν βαρυνόντων, πίνακα μὲν διδαχθεὶς ἐν ἄρτῳ τὸ κοῖλον εἶναι, ποτήριον δὲ τὰς χεῖρας. καὶ οὐκ ἔστιν αἰσχύνη τὸν ἐπιστάτην εἰπεῖν ὅτι παῖς ἦν ἔτι, οὐκ ἔδει δὲ τὴν εὕ́ρεσιν εὔχρηστον οὖσαν διὰ τὴν ἡλικίαν παρελθεῖν, ἀλλὰ προσδέξασθαι.

ιδ′. Ἀντιπάτρῳ.

Μέμφῃ μου τὸν βίον ὡς ἐπίπονον καὶ διὰ χαλεπότητα ὑπ’ οὐδενὸς ἐπιτηδευθησόμενον· ἐγὼ δὲ ἑκὼν αὐτὸν ἐπέτεινα, ἵνα γνῶσιν οἱ μιμούμενοί με μὴ τέλεον ἡδυπαθεῖς εἶναι.

ιε′. Ἀντιπάτρῳ.

Ἀκούων λέγειν σε μηδέν με ποιεῖν παράδοξον διπλοῦν τρίβωνα φοροῦντα καὶ πήραν ἐξημμένον, ἐγὼ δὲ θαυμαστὸν μὲν οὐδὲν εἶναί φημι τούτων, καλὸν δ’ ἑκάτερον αὐτῶν ἀπὸ διαθέσεως ἐπιτηδευόμενον· οὐ γὰρ μόνον τὸ σῶμα ταύτῃ δεῖ κεχρῆσθαι τῇ λιτότητι, ἀλλὰ καὶ τὴν ψυχὴν σὺν αὐτῷ, οὐδ’ ἐπαγγέλλεσθαι μὲν πολλά, πράττειν δὲ τὰ μηδὲν ἀρκοῦντα, ἀλλὰ τῷ βίῳ τὸν λόγον ἀκόλουθον ἐπιδείκνυσθαι. ἃ δὴ πειρῶμαι ποιεῖν καὶ μαρτυρεῖν μοι — ἴσως ὑπολήψῃ με λέγειν τὸν Ἀθηναίων δῆμον ἢ τὸν Κορινθίων, ἀδίκους μάρτυρας; τὴν ἐμαυτοῦ ψυχήν φημι, ἣν οὐκ ἔστι λαθεῖν ἁμαρτάνοντα.

ιϛ′. Ἀπολήξιδι.

Ἐνέτυχόν σοι περὶ οἰκήσεως, καὶ χάρις ὑποσχομένῳ, κοχλίαν δὲ θεασάμενος ηὗρον οἴκησιν ἀλεξάνεμον τὸν ἐν τῷ Μητρῴῳ πίθον. ἀπολέλυσο οὖν τῆς ὑπηρεσίας ταύτης καὶ σύγχαιρε ἡμῖν τὴν φύσιν ἀνευρίσκουσιν.

ιζ′. Ἀνταλκίδῃ.

Ἀκούω σε γράφειν περὶ ἀρετῆς πρὸς ἡμᾶς καὶ τοῖς γνωρίμοις ἐπαγγέλλεσθαι ὅτι διὰ τῆς γραφῆς πείσεις ἡμᾶς φρονεῖν περὶ σοῦ τι. ἐγὼ δὲ οὐδὲ τὴν τοῦ Τυνδάρεω θυγατέρα ἐπαινῶ τὴν εἰς τὸν οἶνον τὸ νηπενθὲς βαλοῦσαν φάρμακον (ἔδει γὰρ αὐτὸ προσενέγκασθαι χωρὶς οἴνου), οὐδὲ σέ, ὃς παρόντων μὲν ἡμῶν οὐδὲν ἐπεδείξω σπουδῆς ἄξιον, διὰ γραμμάτων δὲ ὑπολαμβάνεις ἡμᾶς πείσειν, ἃ μνήμας μὲν ἂν σώζοι τῶν οὐκ ὄντων, ἀρετῆς δὲ ζὼντων καὶ οὐ παρόντων οὐκ ἂν εἴη δηλωτικά. ταῦτά σοι γράφειν ἔσχον, ἵνα μὴ διὰ τῶν ἀψύχων ἡμῖν προσφωνῇς, ἀλλὰ παρὼν αὐτός.

ιη′. Ἀπολήξιδι.

Μηνόδωρον φιλόσοφον παρεκάλεσάν με συστῆσαί σοι Μεγαρικοὶ νεανίσκοι, γελοιοτάτην σύστασιν· ὅτι μὲν γὰρ ἄνθρωπός ἐστιν, ἐκ τῶν εἰκόνων εἴσῃ, εἰ δὲ καὶ φιλόσοφος, διὰ βίου καὶ λόγου. ὁ γὰρ καθ’ ἡμᾶς σπουδαῖος δι’ ἑαυτοῦ συνίσταται.

ιθ′. Ἀναξιλάῳ.

Πυθαγόρας ἑαυτὸν ἔλεγεν Εὔφορβον γεγενῆσθαι τὸν Πάνθου, ἐγὼ δὲ νέον ἐμαυτὸν ἐπέγνων Ἀγαμέμνονα· σκῆπτρόν τε γάρ ἐστί μου τὸ βάκτρον καὶ χλαμὺς ὁ διπλοῦς τρίβων, ἡ δὲ πήρα παρὰ δέρματος ἀλλαγὴν ἀσπίς. εἰ δὲ μὴ καρηκομόω, ** νέος ἦν ὁ Ἀγαμέμνων, γέρων δ’ ἂν γενόμενος ἐψιλοκόρρησε. τοιαῦτα γὰρ ἄξιον καὶ φρονεῖν καὶ λέγειν πρὸς τὸν αὐτὸς ἔφα λέγοντα.

Epistle 20

κ′. Μελησίππῳ. Ἤκουόν σε λελυπῆσθαι ὅτι τὰ Ἀθηναίων τέκνα πληγὰς ἡμῖν ἐνέτεινε μεθύοντα, καὶ δεινὰ πάσχειν, εἰ σοφία πεπαρῴνηται. εὖ δ’ ἴσθι ὅτι τὸ Διογένους μὲν ἐπλήγη σῶμα ὑπὸ τῶν μεθυόντων, ἀρετὴ δὲ οὐκ ᾐσχύνθη, ἐπεὶ μήτε κοσμεῖσθαι πέφυκεν ὑπὸ φαύλων μήτε αἰσχύνεσθαι. Διογένης μὲν δὴ οὐχ ὑβρίσθη, κακῶς δ’ ἔπαθεν ὁ Ἀθηναίων δῆμος, ἐν ᾧ τινὲς ἔδοξαν ἀρετῆς ὑπεριδεῖν. διὰ γοῦν τὴν ἑνὸς ἀφροσύνην κατὰ δήμους ἀφραίνοντες ἀπόλλυνται, βουλευόμενοι τὰ μὴ προσήκοντα καὶ στρατευόμενοι δέον ἠρεμεῖν. εἰ δὲ τὴν ἀρχὴν τὴν ἀπόνοιαν ἔστησαν, οὐκ ἂν ἐπὶ ταῦτα ἐχώρουν.

κα′. Ἀμυνάνδρῳ.

Γονεῦσι χάριτας οὐχ ἑκτέον οὔτε τοῦ γενέσθαι, ἐπεὶ φύσει γέγονε τὰ ὄντα, οὔτε τῆς ποιότητος· ἡ γὰρ τῶν στοιχείων σύγκρασις αἰτία ταύτης. καὶ μὴν καὶ τῶν κατὰ προαίρεσιν ἢ βούλησιν οὐδεμία χάρις· ἡ γὰρ γένεσις ἀφροδισίων ἐστὶ παρακολούθημα, ἅπερ ἡδονῆς ἕνεκεν, οὐ γενέσεως ἐπιτηδεύεται. ταύτας τὰς φωνὰς ὁ τῆς ἀπαθείας προφήτης ἐγὼ ἀποφθέγγομαι ἐναντίας τῷ τετυφωμένῳ βίῳ. εἰ δέ τισιν εἶναι φαίνονται σκληρότεραι, φύσις αὐτὰς σὺν ἀληθείᾳ βεβαιοῖ καὶ ὁ βίος ὁ τῶν μὴ κατὰ τῦφον, ἀλλὰ κατ’ ἀρετὴν βιούντων.

κβ′. Ἀγησιλάῳ.

Ἐμοὶ τὸ μὲν ζῆν οὕτως ἐστὶν ἀβέβαιον, ὡς μὴ πιστεύεσθαι παραμενεῖν ἕως τὴν ἐπιστολήν σοι γράψω· πήρα δὲ ἱκανὸν αὐτοῦ ταμιεῖον, τὰ δὲ τῶν νομιζομένων θεῶν μείζονα ἢ κατ’ ἀνθρώπους. ἓν δὲ μόνον ἐμαυτῷ βέβαιον σύνοιδα, τὴν μετὰ τὴν γένεσιν φθοράν. Ταῦτ’ ἐπιστάμενος αὐτός τε τὰς κενὰς ἐλπίδας ἱπταμένας περὶ τὸ σωμάτιον ἀποφυσῶ, καὶ σοὶ παραγγέλλω μὴ πλέον ἀνθρώπου φρονεῖν.

κγ′. Λακύδᾳ.

Εὐαγγελίζῃ μοι βασιλέα Μακεδόνων σπουδάζειν περὶ τὴν θέαν ἡμῶν, εὖ δὲ ἐποίησας προσθεὶς τῷ βασιλεῖ τοὺς Μακεδόνας· τὰ γὰρ ἡμέτερα ᾔδεις ἀβασίλευτα. ἰδεῖν δὲ τὸν ἐμὸν τύπον μηδεὶς ὡς ξένον βουλέσθω· εἰ δε μεταλαβεῖν Ἀλέξανδρος βίου καὶ λόγων βούλεται, λέγε αὐτῷ, ὅτι ὅσον ἐξ Ἀθηνῶν εἰς Μακεδονίαν, τοσοῦτον καὶ ἐκ Μακεδονίας εἰς Ἀθήνας.

κδ′. Ἀλεξάνδρῳ.

Εἰ θέλεις καλὸς κἀγαθὸς γενέσθαι, ἀπορρίψας ὃ ἔχεις ἐπὶ τῆς κεφαλῆς ῥάκος παραγενοῦ πρὸς ἡμᾶς. ἀλλʼ οὐ μὴ δυνηθῇς· κρατῇ γὰρ ὑπὸ τῶν Ἡφαιστίωνος μηρῶν.

κε′. Ἵππωνι.

Παρεκάλεις με ἐπιστεῖλαί σοι, ὅ τι ποτὲ ἔγνωκα περὶ θανάτου καὶ ταφῆς, ὡς οὐκ ἂν τέλειος φιλόσοφος γενόμενος, εἰ μὴ καὶ τὰ μετὰ τὸ ζῆν παρ’ ἡμῶν μάθοις. ἐγὼ δ’ ἱκανὸν ἡγοῦμαι τὸ κατʼ ἀρετὴν καὶ φύσιν ζῆσαι καὶ τοῦτ’ ἐφ’ ἡμῖν εἶναι. ὥσπερ δὲ τὰ πρὸ τῆς γενέσεως παρακεχώρηται τῇ φύσει, οὕτω καὶ τὰ μετὰ τὸ ζῆν ἐπιτρεπτέα ταύτῃ· αὐτὴ γὰρ ὡς ἐγέννησε, καὶ διαλύσει. μηδὲν δὲ εὐλαβηθῇς ὅπως ποτὲ ἀναίσθητος ὦ. ἐγὼ γοῦν ἔγνωκα ἀποπνεύσαντί μοι παρατεθῆναι τὸ βάκτρον, ἵνα τὰ δοκοῦντά με λυμαίνεσθαι ζῷα ἀπελαύνοιμι.

κς′. Τῷ αὐτῷ.

Μέμνησο ὅτι τῆς πενίας τὴν ἀρχὴν ἔδωκά σοι διὰ βίου, καὶ πειρῶ μήτε αὐτὸς ταύτην ἀποθέσθαι μήτε ὑπʼ ἄλλου ἀφαιρεθῆναι αὐτήν· εἰκὸς γὰρ τοὺς ἐν Θήβαις ἐκπεριελθεῖν σε πάλιν κακοδαιμονίζοντας. σὺ δὲ τὸν τρίβωνα λεοντῆν νόει, τὸ δὲ βάκτρον ῥόπαλον, τὴν δὲ πήραν γῆν καὶ θάλατταν, ἀφ’ ἧς τρέφῃ· οὕτω γὰρ ἂν Ἡράκλειον διανασταίη σοι φρόνημα καὶ πάσης τύχης κρεῖττον. ἢν δέ σοι τῶν θέρμων ἢ καὶ τῶν ἰσχάδων περιῇ, καὶ ἡμῖν πέμπε.

κζ′. Ἀννικέριδι.

Λακεδαιμόνιοι καθ’ ἡμῶν ἐψηφίσαντο ὡς μὴ τῆς Σπάρτης ἐπιβαίνοιμεν. ἀλλὰ σύ γε μηδὲν εὐλαβηθῇς· ὀνόματι γὰρ ἀποκέχρησαι κυνισμοῦ. ἀξιελέητοί γε μὴν οἱ μὴ νοοῦντες, ἃ δοκοῦσιν ἀσκεῖν, ὑπ’ ἐμοῦ μόνου κατορθοῦσθαι. βίου τε γὰρ λιτότητα οὐκ οἶδ’ εἴ τις ἐμοῦ μᾶλλον ἤσκησεν· ὑπομονήν τε τῶν δεινῶν τίς ἂν καυχήσαιτο Διογένους παρόντος; ἀκόλουθα γοῦν καὶ ταῦτα τούτοις· ἀτείχιστον δοκοῦντες δι’ ἀνδρείαν οἰκεῖν τὴν Σπάρτην ἀφύλακτον τὴν ψυχὴν τοῖς πάθεσι ἐκδεδώκασι, μηδένα κατ' αὐτῶν βοηθὸν ἐπιστήσαντες. φοβεροὶ οὖν τοῖς ὁμόροις φανέντες ὑπὸ τῶν ἐν αὐτοῖς νοσημάτων πολεμοῦνται. ἐξελαυνέτωσαν οὖν ἀρετήν, ὑφʼ ἧς μόνης δύναιντ’ ἂν ἐρρῶσθαι καὶ τῶν νοσημάτων ἀπηλλάχθαι.

κη′.

Διογένης ὁ κύων τοῖς καλουμένοις Ἕλλησιν οἰμῴζειν. Ὑπάρχει δὲ τοῦθ’ ὑμῖν, κἄν ἐγὼ μὴ λέγω· ὸντες γὰρ ταῖς μὲν ὄψεσιν ἄνθρωποι, ταῖς δὲ ψυχαῖς πίθηκοι, προσποιεῖσθε μὲν πάντα, γινώσκετε δὲ οὐδέν· τοιγάρτοι τιμωρεῖται ὑμᾶς ἡ φύσις· νόμους γὰρ ὑμῖν αὐτοῖς μηχανησάμενοι μέγιστον καὶ πλεῖστον τῦφον ἐξ αὐτῶν διεκληρώσασθε, μάρτυρας τῆς ἐμπεφυσιωμένης κακίας λαβόντες. καὶ οὐδέποτε ἐν εἰρήνῃ, ἀλλ’ ἐν πολέμῳ τὸν ὅλον βίον καταγηρᾶτε, κακοὶ κακῶν ἐπιτήδειοι ὄντες, καὶ ἀλλήλοις φθονοῦντες, ἐὰν μικρῷ μαλακώτερον ἱμάτιον ἄλλον ἴδητε ἔχοντα ἢ κερμάτιον μικρῷ πλέον ἢ ἐν λόγῳ δριμύτερον ἢ μᾶλλον πεπαιδευμένον.

(2) οὐδὲν γὰρ διακρίνετε ὑγιεῖ λόγῳ, ἀλλ’ εἰς εἰκότα καὶ πιθανὰ καὶ ἔνδοξα κατολισθάνοντες πάντα μὲν αἰτιᾶσθε, οὐδὲν δὲ οἴδατε, οὔθ’ οἱ πρόγονοι ὑμῶν οὔθ’ ὑμεῖς, ἀλλὰ ὑπὸ ἀγνοίας καὶ ἀφροσύνης καταμωκώμενοι στρεβλοῦσθε, καλῶς ποιοῦντες. μισεῖ δ’ ὑμᾶς οὐ μόνον ὁ κύων, ἀλλὰ καὶ ἡ φύσις αὐτή· μικρὰ μὲν γὰρ εὐφραίνεσθε, πολλὰ δὲ λυπεῖσθε καὶ πρὸ τοῦ γῆμαι καὶ γήμαντες, ὅτι γε ἐγήματε ὄντες ἐξώλεις καὶ δυσάρεστοι. ὅσους δὲ καὶ οἵους ἄνδρας ἀπεκτείνατε, τοὺς μὲν ἐν πολέμῳ πλεονέκται ὄντες, τοὺς δὲ ἐν τῇ καλουμένῃ εἰρήνῃ αἰτίαν ἐπενεγκόντες.

(3) οὔκουν πολλοὶ μὲν ἐπὶ τῶν σταυρῶν κρέμανται, πολλοὶ δὲ ὑπὸ τοῦ δημίου ἀπεσφαγμένοι, ἕτεροι δὲ φάρμακον πιόντες δημοσίᾳ, οἳ δ᾽ ἐπὶ τοῦ τροχοῦ, δηλονότι ἄδικοι δόξαντες εἶναι; πότερον οὖν ἐπιχειρητέον, ὦ κακαὶ κεφαλαί, παιδεῦσαι τούτους ἢ ἀποκτεῖναι; νεκρῶν μὲν γὰρ ἡμῖν οὐδεμία δήπου χρεία, εἰ μὴ ὥσπερ ἱερείων σάρκας ἐσθίειν μέλλομεν, ἀνδρῶν δὲ ἀγαθῶν πάντως ἐστὶ χρεία, ὦ κακαὶ κεφαλαί. ἀγραμμάτους μὲν καὶ ἀμούσους παιδεύετε γράμματα τὰ καλούμενα μουσικά, ἵνα ὑπάρχωσιν ὑμῖν, ὅταν ποτὲ χρεία ᾖ τούτων, ἄνδρας δὲ ἀδίκους διὰ τί οὐ παιδεύσαντες χρῆσθε τούτοις, ὁπόταν ᾖ χρεία δικαίων; ἐπεὶ καὶ ἀδίκων χρείαν ἔχετε, ὅταν βούλησθε ὑφελέσθαι πόλιν ἢ στρατόπεδον;

(4) καὶ οὔπω μέγα τοῦτο ὅταν μετὰ βίας πράττητε τὰ καλά, καὶ τὰ κρείσσονα λεηλατούμενα πάρεστιν ὁρᾶν, καὶ οἷς μὲν ἄν, ὦ κακαὶ κεφαλαί, ἐπιχειρήσητε, τούτους ἀδικεῖτε, καίτοι αὐτοὶ μείζονος τιμωρίας ἄξιοι ὄντες. ἔν τε τοῖς γυμνασίοις ὅταν ᾖ τὰ καλούμενα Ἕρμαια ἢ Παναθήναια, καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἐσθίετε καὶ πίνετε, μεθύετε, περαίνετε, γυναικοπαθεῖτε. εἶτ’ ἐνασεβεῖτε ὑμεῖς ἔτι καὶ κρύφα καὶ φανερῶς ποιεῖτε ταῦτα. οὐδὲν μὲν μέλει τῷ κυνί, ὑμῖν δὲ πάντα ταῦτα ἐπιμελῆ ἐστιν.

(5) καὶ ὅπου κύνας εἴργετε βίου φυσικοῦ καὶ ἀληθοῦς, πῶς εἰς αὐτοὺς οὐκ ἂν πλημμελήσαιτε; κἀγὼ μὲν ὁ κύων τῷ λόγῳ, ἡ δὲ φύσις τῷ ἔργῳ ὁμοίως πάντας ὑμᾶς τιμωρεῖται· ὁμοίως γὰρ πᾶσιν ὑμῖν θάνατος ἐπικρέμαται, ὃν ὑμεῖς φοβεῖσθε. καὶ πολλάκις εἶδον πτωχοὺς ὑγιαί δι’ ἔνδειαν, πλουσίους δὲ νοσοῦντας δι’ ἀκρασίαν τῆς δυστυχοῦς γαστρὸς καὶ πόσθης· χαρισάμενοι γὰρ τούτοις ὀλίγον ἐγαργαλίσθητε χρόνον ὑφ’ ἡδονῆς μεγάλας καὶ ἰσχυρὰς ἐναποδεικνυμένης ἀλγηδόνας.

(6) καὶ οὐδὲν ὠφελήσει ὑμᾶς οὔτε οἰκία οὔτε τὰ ἐν αὐτῇ κιονόκρανα, ἀλλ’ ἐν ταῖς χρυσαῖς καὶ ἀργυραῖς κλίναις κατακείμενοι στρεβλοῦσθε καλῶς ποιοῦντες, οὐδ’ ἰσχυροποιεῖσθαι δύνασθε, ἵνα τὰ τῶν ἀγαθῶν λείψανα μετὰ τῶν λαχάνων καταφάγητε κακοὶ κακῶν ἐπιτήδειοι ὄντες. ἀλλ’ εἰ νοῦν ἔχετε ὥσπερ οὐκ ἔχετε, ἐὰν μεθύητε, Σωκράτει τε τῷ σοφῷ πεισθέντες κἀμοὶ κοινῇ βουλῇ συνελθόντες ἡβηδὸν σύμπαντες ἢ σωφρονεῖν μάθετε ἢ ἀπάγξασθε· οὐ γὰρ δυνατὸν εἶναι ἄλλως ἐν τῷ ζῆν, εἰ μὴ θέλετε ὥσπερ ἐν συμποσίῳ, ἕως ἂν ὑπερπιόντες καὶ ὑπερμεθυσθέντες ὑπὸ ἰλίγγων καὶ στρόφων συνεχόμενοι ὑφ’ ἑτέρων ἄγησθε καὶ μὴ αὐτοὶ δύνησθε σωθῆναι.

(7) σπαταλῶσι δ’ ὑμῖν καὶ ἐνθυμουμένοις, ὅσα γε τὰ ἀγαθὰ ὧν δεσπόται λέγεσθε εἶναι, ἔρχονται οἱ κοινοὶ δήμιοι, οὓς ὑμεῖς καλεῖτε ἰατρούς, οἷς ἃ ἂν ἐπὶ τὴν γαστέρα ἐπέλθῃ, ταῦτα λέγουσι καὶ πράττουσιν. οὗτοι δὲ καλῶς ποιοῦντες τέμνουσι καὶ κάουσι καὶ δεσμεύουσι φάρμακά τε διδόασι καὶ ἔσω καὶ ἔξω τοῦ σώματος. κὰν ὑγιασθῆτε, οὐδὲ τοῖς καλουμένοις ἰατροῖς χάριν ἔχετε, ἀλλὰ τοῖς θεοῖς φατὲ δεῖν ἔχειν χάριν· ἐὰν δὲ μή, τοῖς ἰατροῖς ἐγκαλεῖτε. πλεῖον δ’ ἔμοιγε πάρεστι τὸ εὐφραίνεσθαι τοῦ λυπεῖσθαι καὶ τὸ εἰδέναι τοῦ ἀγνοεῖν·

(8) διετέλεσα γὰρ ἐντυγχάνων Ἀντισθένει τῷ σοφῷ, ὃς μόνοις τοῖς εἰδόσιν αὐτὸν διεῖλε καὶ τοῖς ἀλλοτρίοις τοῖς οὐκ εἰδόσι φύσιν, λόγον, ἀλήθειαν παρεξέβη, οὐδὲν φροντίσας κνωδάλων νηπίων μὴ ἐπισταμένων, ὡς εἴρηται ἐν ἐπιστολῇ, λόγους κυνός. βαρβάροις δὲ οὖσιν οἰμῴζειν λέγω, ἕως ἂν ἑλληνιστὶ μαθόντες Ἕλληνες ἀληθινοὶ γένησθε· νῦν μὲν γὰρ πολὺ χαριέστεροί εἰσιν οἱ καλούμενοι βάρβαροι καὶ τόπῳ ἐν ᾧ εἰσὶ καὶ τρόπῳ, καὶ οἱ μὲν καλούμενοι Ἕλληνες στρατεύουσιν ἐπὶ τοὺς βαρβάρους, οἱ δὲ βάρβαροι διαφυλάττειν οἴονται δεῖν τὴν ἑαυτῶν, πάντες ὄντες αὐτάρκεις. ὑμῖν δὲ ἱκανὸν οὐδέν· καὶ γὰρ φιλόδοξοι καὶ ἄλογοι καὶ ἀχρήστως τρεφόμενοί ἐστε.

κθ′. Διονυσίῳ.

Ἐπειδὴ δέδοκταί σοι ἐπιμέλειάν ποιήσασθαι σεαυτοῦ, πέμψω σοι ἄνθρωπον οὐδὲν μὰ Δία Ἀριστίππῳ καὶ Πλάτωνι ὅμοιον, ἀλλ’ ἕνα τῶν Ἀθήνησι παιδαγωγῶν ἐξͅ ὧν ἔχω, δριμύτατα μὲν βλέποντα, ὀξύτατα δὲ βαδίζοντα, σκῦτος δὲ ἀλγεινότατον φέροντα, ὅς σε μὰ Δία ἐπιτρέψει τὸ μὴ καθ’ ὥραν ἀναπαύεσθαι καὶ πρωὶ ἐγείρεσθαι, παύσας φόβων καὶ δειμάτων, ἐν οἷς ὢν οἴει τι μᾶλλον διὰ τοὺς δορυφόρους ἢ τῆς ἀκροπόλεως τὴν εὐερκίαν ἀποστήσεσθαι αὐτῶν, δι’ ὧν μόνων ἀεὶ πάρεστι. καὶ σοὶ δὲ ὅσῳ μᾶλλον καὶ πλείω καὶ μείζω ποιαῦτα κατασκευάζῃ, πλείους καὶ μείζους ἀπορίαι καὶ δείματα τῆς ψυχῆς ἀποβαίνουσι.

(2) πάντα οὖν ταῦτα περιαιρήσεται καὶ θάρσος ἐμποιήσας ἀποστήσει τῆς μαλακίας· τί γὰρ ὄφελος ἀνδρὸς μὴ ἐλευθέρου; ἔστι δέ τοι αὐτὸ τοῦτο ἡ δουλεία, οἷς μετὰ δέους ὁ βίος παρεσκεύασται. ἕως μὲν οὖν ταύτας σὺ τὰς συνουσίας ἔχῃς, οὐκ ἀνήσει σε τούτων τι τῶν κακῶν· ἐὰν δὲ τὸν ἐξωμέα λάβῃς, ὅς σου τὰς πλευρὰς ἀποκαθαρεῖ καὶ παύσει δείπνων μαγειρικῶν, ἐν ὁποίοις δὲ καὶ αὐτὸς διαιτᾶται τρόποις καταστήσει σε, σωθήσῃ, ὦ δείλαιε.

(3) νυνὶ δὲ τοιούτους ηὕρηκας ἀνθρώπους, οἳ ἂν μάλιστά σε διαλυμαίνοιντο καὶ διαφθείροιεν· οὐ γὰρ ὅπως ἀγαθόν τι παρασκευάσωσί σοι, ἀλλ’ ὅπως δειπνήσωσί τι σκοποῦσι καὶ ὅ τι κερδανοῦσι ζητοῦσιν, οὐδὲν ἀφαιρούμενοί σου τῶν ὑπαρχόντων κακῶν, ἀλλὰ τῶν ὄντων ἀφαιρούμενοι καὶ προσκαταλύοντες τῶν οἰκείων ἐθῶν. καὶ οὕτως ἀναίσθητος εἶ, ὃς οὐδὲ ἐκεῖνο ἀκούεις οὕτως ἐν μέσῳ καὶ πανταχοῦ τῆς Ἑλλάδος λεγόμενον, ἐσθλῶν μὲν γὰρ ἄπ ἐσθλὰ μαθήσεαι, ἢν δὲ κακοῖσι συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.

(4) ὧν σοι οὐδὲν βαρύτερόν ἐστιν, ὦ δείλαιε, τῶν πατρῴων καὶ τυραννικῶν τρόπων, οὐδέ ἐστιν ὅ τι σε ἀεὶ ἄλλο μᾶλλον ἀπόλλυσιν. ἀλλ’ οὐδὲ ἄνθρωπον δύνῃ ἐξευρεῖν ἐπὶ τοῦτο, ὅστις σε ἀποστήσει ὥσπερ τῆς ἱερᾶς νόσου καλουμένης τῆς τυραννίδος· ἅπαντα γὰρ ποιεῖς, ὅσα ἄνθρωπος μαινόμενος ποιεῖ, μόνου δὲ ἀποστὰς τούτου σωθείης ἄν. ἀλλ’ οὔτε οἱ συνόντες ὁρῶσιν ὅσον τὸ κακὸν ἔχεις, οὔτε αὐτὸς αἰσθάνῃ, οὕτως ἐκ πολλοῦ τέ σου καὶ σφόδρα ἧπται ἡ νόσος. σκύτους οὖν δεῖ σοι καὶ δεσπότου, οὐχ ὅς σε θαυμάσει καὶ κολακεύσει· ὡς ὑπό γε τοιούτου ἀνθρώπου πῶς ἄν τίς ποτε ὠφεληθείη, ἢ πῶς ὁ τοιοῦτος ὠφελήσειέ τινα; εἰ μὴ ὥσπερ ἵππον ἢ βοῦν κολάζοι τε ἅμα καὶ σωφρονίζοι, φροντίζοι τε τῶν δεόντων.

(5) ἀλλὰ σύ γε πόρρω ἥκεις διαφθορᾶς. οὐκοῦν ἀναγκαῖον τομάς τε καὶ καύσεις καὶ φαρμακείας ποιεῖσθαι. σὺ δὲ ὥσπερ τὰ παιδία πάππους τινὰς καὶ τίτθας εἰσηγάγου, καί σοί φασι δέξαι, τέκνον, ἔγχεαι, εἴ τί με φιλεῖς, μικρὸν ἔτι μόνον τουτὶ πρόσφαγε. εἰ οὖν σοι ἅπαντες καὶ πᾶσαι συνελθόντες κατηρῶντο, οὐκ ἂν συμφορώτερα τῇ νόσῳ ἐποίεις. ἀλλὰ τί; οὐ γὰρ μήποτε σὺ ἐθελήσεις τὰ θρῖα τῶν σύκων ἐπιτρώγειν, ἀλλ’ ὥσπερ πρόβατον οὐκ ἂν ἀποσταίης τῶν ὡρίμων. οὐκ ἔστιν οὖν σοι οὔτε χαίρειν οὔτε ἐρρῶσθαι, ὦ φίλτατε.

λ′. Ἱκέτῃ.

Ἧκον, ὦ πάτερ, Ἀθήναζε, καὶ πυθόμενος τὸν Σωκράτους ἑταῖρον εὐδαιμονίαν διδάσκειν, εἰσῆλθον παρ’ αὐτόν. ὃ δὲ ἐτύγχανε τότε σχολάζων περὶ ταῖν ὁδοῖν ταῖν φερούσαιν **, ἔλεγε δὲ αὐτὰς εἶναι δύο καὶ οὐ πολλάς, καὶ τὴν μὲν σύντομον, τὴν δὲ πολλήν· ἐξεῖναι οὖν ἑκάστῳ ὁποτέραν βούλοιτο βαδίζειν. κἀγὼ ταῦτα ἀκούσας τότε μὲν κατεσίγησα, τῇ δὲ ἑξῆς, ἐπειδὴ πάλιν εἰσιόντων ἡμῶν παρ’ αὐτὸν περὶ ταῖν ὁδοῖν παρεκάλεσα αὐτὸν ἐπιδεῖξαι ἡμῖν, καὶ ὃς μάλ’ ἑτοίμως ἀπαναστὰς τῶν θάκων ἦγεν ἡμᾶς εἰς ἄστυ καὶ δι’ αὐτοῦ εὐθὺς εἰς τὴν ἀκρόπολιν.

(2) καὶ ἐπεὶ ἀγχοῦ ἐγενόμεθα, ἐπιδείκνυσιν ἡμῖν δύο τινὲ ὁδὼ ἀναφερούσα, τὴν μὲν ὀλίγην προσάντη τε καὶ δύσκολον, τὴν δὲ πολλὴν λείαν τε κα ῥᾳδίαν καθιστάς. ἅμα γάρ αἱ μὲν εἰς τὴν ἀκρόπολιν εἶπε φέρουσαι ὁδοί εἰσιν αὗται, αἱ δὲ ἐπὶ τὴν εὐδαιμονίαν τοιαῦται· αἱρεῖσθε δὲ ἕκαστος ἣν ἐθέλετε, ξεναγήσω δ’ ἐγώ. τότε οἱ μὲν ἄλλοι τῆς ὁδοῦ τὸ δύσκολον καὶ πρόσαντες καταπλαγέντες ὑποκατεκλίνησαν καὶ τὴν μακρὰν καὶ λείαν παρεκάλουν αὐτὸν διάγειν, ἐγὼ δὲ κρείττων γενόμενος τῶν χαλεπῶν τὴν προσάντη καὶ δύσκολον· ἐπὶ γὰρ εὐδαιμονίαν ἐπειγομένῳ κἂν διὰ πυρὸς ἢ ξιφῶν βαδιστέον εἶναι.

(3) ἐπεὶ δὲ ταύτην εἱλόμην τὴν ὁδόν, ἀφαιρεῖταί μου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα καὶ περιβάλλει μοι τρίβωνα διπλοῦν καὶ ἀποκρήμνησί μου τοῦ ὤμου πήραν, ἐμβαλὼν εἰς αὐτὴν ἄρτον καὶ τρίμμα καὶ ποτήριον καὶ τρυβλίον, ἔξωθεν δὲ αὐτῇ παρήρτησε λήκυθον καὶ στλεγγίδα, δίδωσι δέ μοι καὶ βακτηρίαν. καὶ ἐγὼ τούτοις ἐκοσμήθην, ἠρόμην δὲ αὐτόν, διὰ τί με τρίβωνα περιέβαλε διπλοῦν. ὃ δὲ ἔφη ἵνα σε πρὸς ἄμφω συνασκήσω, καὶ καῦμα τὸ ἀπὸ θερείας καὶ ψῦχος τὸ ἀπὸ χειμῶνος. τί γάρ ἔφην, ὁ ἁπλοῦς τοῦτο οὐκ ἐποίει;

(4) οὐ μὲν οὖν εἶπεν, ἀλλὰ θέρους μὲν ῥᾳστώνην, χειμῶνος δὲ πλείονα ἢ κατ’ ἄνθρωπον ταλαιπωρίαν. τὴν δὲ πήραν διὰ τί μοι περιτέθεικας; ἵνα πάντῃ τὴν οἰκίαν εἶπε περιφέρῃς. τὸ δὲ ποτήριον καὶ τὸ τρυβλίον διὰ τί ἐνέβαλες; ὅτι δεῖ σε εἶπε καὶ πίνειν καὶ ὄψῳ χρῆσθαι, ὄψῳ ἑτέρῳ ἔφη, κάρδαμον μὴ ἔχοντα. τὴν δὲ λήκυθον καὶ τὴν στλεγγίδα πρὸς τί ἀπήρτησας; τὴν μὲν ἀρωγόν ἔφη πόνων, τὴν δὲ γλοίου. ἡ δὲ βακτηρία πρὸς τί; ἔφην. πρὸς τὴν ἀσφάλειαν εἶπε. ποίαν τήνδε; πρὸς ἣν οἱ θεοὶ αὐτῇ ἐχρήσαντο, πρὸς τοὺς ποιητάς.

λα′. Φαινύλῳ.

Ἀνέβαινον Ὀλυμπίαζε μετὰ τὸν ἀγῶνα, τῇ δ’ ὑστεραίᾳ κατὰ τὴν ὁδὸν ὑπήντησέ μοι Κίκερμος ὁ παγκρατιαστής, κατεστεμμένος τῷ Ὀλυμπιακῷ στεφάνῳ, καὶ σὺν αὐτῷ τῶν οἰκείων πολὺς ὅμιλος πορευόμενος οἴκαδε. κἀγώ, ὡς πλησίον ἐγένετό μου, λαβόμενος αὐτὸν τῆς χειρός ἔκστηθι εἶπον, ὦ ἄθλιε, τῆς ταλαιπωρίας καὶ λῆξον τοῦ τύφου, ὅς σε Ὀλυμπίαζε ἀναβάντα ἀνεπίγνωστον τοῖς γονεῦσιν ἀπάγει. καὶ φράσον ἐπὶ τίνι δὴ μέγα φρονῶν κατέστεψαι μέν ἔφην τῷδε τῷ στεφάνῳ τὴν κεφαλήν, φοίνικα δὲ διὰ τῶν χειρῶν φέρεις, ὄχλον δὲ τοσοῦτον ἐπισύρῃ.

(2) καὶ ὃς ἀπεκρίνατο ἐπὶ τῷ νενικηκέναι παγκράτιον τοὺς ἐν Ὀλυμπίᾳ πάντας. ὦ τοῦ θαύματος ἔφην, καὶ τὸν Δία καὶ τὸν ἀδελφόν; οὐ μὲν οὖν ἔφη. ἀλλὰ τοὺς καθ’ ἕνα προκαλούμενος;· οὐ γάρ εἶπεν. ἄλλους ἄρα δήπουθεν καὶ ἄλλους κληρωσάμενος ἐπαγκρατίασας; πάνυ γε. εἶτα πῶς τοὺς ὑπ’ ἄλλων ἐκβληθέντας ἐτόλμησας λέγειν αὐτὸς νενικηκέναι; τί δαί; ἄνδρες ἦσαν μόνον οἱ παγκρατιάζοντες Ὀλυμπίασι; καὶ παῖδες εἶπεν. καὶ τούτους ἐνίκησας ἀνδρισάμενος; οὐκ ἔφη· οὐ γὰρ ἦσαν ἐκ τοῦ ἐμοῦ κλήρου. τί γάρ, σὺ τοὺς ἐκ τοῦ ἰδίου κλήρου πάντας ἐνίκησας; πάνυ γε. λέγε μοι ἔφην, οὐχ ὁ σὸς κλῆρος ὁ τῶν τελείων ἦν; τῶν τελείων εἶπεν. Κίκερμος δὲ ποῖον κλῆρον ἠγωνίζετο; ἐμὲ λέγεις; τῶν τελείων εἶπεν. ἆρ’ οὖν Κίκερμον ἐνίκησας; οὐ μὲν οὖν εἶπεν.

(3) εἶτα σὺ μήτε τοὺς παῖδας νενικηκὼς μήτε τοὺς τελείους πάντας τολμᾷς λέγειν νενικηκέναι; τίνας δ’ εἶχες ἔφην τοὺς ἀντιπάλους; ἄνδρας εἶπεν ἐπιφανεῖς τῶν ἐκ τῆς Ἑλλάδος καὶ Ἀσίας. ἆρα κρείττονας σαυτοῦ ἢ ἴσους ἢ χείρονας; κρείττονας. κρείττονας λέγεις τοὺς ἡττηθέντας ὑπὸ σοῦ; ἴσους εἶπε. καὶ πῶς τοὺς ἴσους ἠδυνήθης ἡττῆσαι σεαυτοῦ μὴ χείρονας γενομένους; ἥττους εἶπεν. εἶτα οὐ παύσῃ ἐπὶ τῷ τοὺς ἥττονας κατηγωνίσθαι μέγα φρονῶν; ἢ σὺ μὲν τοῦτο δύνασαι μόνος ποιῆσαι, ὁ τυχὼν δ’ οὐκ ἂν δύναιτο; τί δ’; οὐκ ἔστιν ὅστις οὐ τοὺς χείρονας ἑαυτοῦ δυνάμει ἐπικρατεῖ.

(4) ἔα γοῦν ταῦτα, ὦ Κίκερμε, τὰ πολλὰ χαίρειν καὶ ἀγωνίζου μὴ παγκράτιον, μηδὲ πρὸς ἀνθρώπους, ὧν χείρων ἔσῃ μετ’ οὐ πολὺ εἰς γῆρας ἀφικόμενος, ἧκε δὲ ἐπὶ τὰ ὄντως καλὰ καὶ μάθε μὴ ὑπὸ ἀνθρωπίων τυπτόμενος καρτερεῖν, ἀλλ’ ὑπὸ τῆς ψυχῆς, μηδ’ ἱμᾶσι μηδὲ πυγμαῖς, ἀλλὰ πενίᾳ, ἀλλ’ ἀδοξίᾳ, ἀλλὰ δυσγενείᾳ, ἀλλὰ φυγαδείᾳ. τούτων γὰρ ἀσκήσας καταφρονεῖν μακαρίως μὲν ζήσεις, ἀνεκτῶς δὲ ἀποθανῇ· ἐκεῖνα δὲ ζηλῶν ζήσεις ταλαιπώρως. ταῦτά μου διεξιόντος αὐτῷ τόν τε φοίνικα εἰς τὴν γῆν κατέβαλε καὶ τὸν στέφανον τῆς κεφαλῆς ἀφείλετο καὶ οἷός τε ἦν τὴν ὁδὸν ἀναλύειν.

λβ′. Ἀριστίππῳ.

Ἐπυθόμην σε σχολάσαι βασκανίᾳ καθ’ ἡμῶν καὶ παρὰ τῷ τυράννῳ ὀνειδίζειν ἑκάστοτε τὴν ἐμὴν πενίαν, ὅτι ἡμᾶς ποτὲ κατέλαβες ἐπὶ τῆς κρήνης σέρεις ἀποκλύζοντας ὄψον τῷ ἄρτῳ. ἐγὼ δὲ ἄγαμαι, πῶς, ὦ μακάριε, τοῖς τὰ ἄξια ἐπαινοῦσι πενίαν κακίζεις, καὶ ταῦτα Σωκράτους κατακηκοώς, τοῦ τὸν αὐτὸν μὲν τρίβωνα χειμῶνος καὶ θέρους καὶ ἄλλοτε ἀμπεχομένου, τὸν αὐτὸν δὲ πρὸς τὰς γυναῖκας κοινὸν ἔχοντος, ὄψον δὲ οὐκ ἐκ τῶν κήπων φέροντος οὐδ’ ἐκ τῶν μαγειρείων, ἀλλ’ ἀπὸ τῶν γυμνασίων. ἀλλ’ ἔοικας ταῦτα ἐπιλελησμένῳ διὰ τὰς Σικελικὰς τραπέζας.

(2) κἀγὼ οὐχ ὑπομνήσω σε πόσου ἄξιόν ἐστι πενία μάλιστα Ἀθήνησιν, οὐδὲ ἀπολογήσομαι περὶ αὐτῆς (οὐ γὰρ εἰς σὲ κἀγὼ ἀνατίθεμαι τὸ ἐμαυτοῦ ἀγαθόν, ὥσπερ καὶ σὺ εἰς ἑτέρους· ἀπόχρη οὖν μοι μόνῳ ἐπίστασθαι ὑπὲρ αὐτοῦ ), ὑπομνήσω δέ σέ ποτε περὶ Διονυσίου καὶ τῶν μακαρίων αὐτοῦ συνουσιῶν, αἵ σε εὐφραίνουσιν, ὁπότε ἐσθίων καὶ πίνων τὰ πολυτελῆ δεῖπνα καὶ ἃ μήποτε ἡμῖν παρείη ἀνθρώπους ἑκάστοτε τοὺς μὲν μαστιγουμένους, τοὺς δὲ ἀνασκολοπιζομένους, τοὺς δὲ εἰς τὰς λατομίας ἀπαγομένους βλέπεις, καὶ τῶν μὲν γυναῖκας ἀφαιρουμένας εἰς ὕβριν τῶν δὲ παῖδας, καὶ πλέονας τῶν δούλων, οὐχ ἑνὸς μόνον οὐδ’ αὐτοῦ τοῦ τυράννου, ἀλλὰ πολλῶν καὶ ἀνοσίων, καὶ πίνοντα πρὸς ἀνάγκην καὶ μένοντα καὶ πορευόμενον καὶ ἀποδρᾶ ναι μὴ δυνάμενον διὰ τὰς χρυσᾶς πέδας.

(3) ταῦτ’ ἔγωγε ἀντ’ ἐκείνων τῶν ὀνειδῶν ὑπομιμνήσκω. ὁπόσῳ ζῶμεν σέρεις πλύνειν ἐπιστάμενοι, τὰς δὲ Διον σίου θύρας θεραπεύειν ἁγνοοῦντες ὑμῶν, φημί, χρεῖντον τῶν Διονυσίῳ συμβουλευόντων καὶ ἐπιτασσόντων Σικελίᾳ πάσῃ. ἀλλ’ ειἴη σοι, κἂν ὁπόσα γε λέγῃς πρὸς ἡμᾶς ἀποθαρρυνόμενος, καὶ νοεῖν καὶ μὴ στασιάζεσθαι πρὸς τὰ πάθη τὸν λόγον· καλὰ γὰρ τὰ παρὰ νυσίῳ μέχρι λόγου, ἐλευθερία δὲ ἡ ἐπὶ Κρόνου καὶ ἡ φιλητιος μαζαβλωρος-

λγ′. Φχνομάχῳ.

Ἐκαθήμην ἐν τῷ θεάτρῳ βιβλίδια κολλῶν, ἀφιχόμενος δὲ Ἀλέξανδρος ὁ Φιλίππου στὰς ἐν τῷ καταντικρὺ πλησίον ἐμοῦ τὸν ἥλιον ἀφείλετό μου, κἀγὼ διὰ τὸ μηκέτι πως ὁρᾶν τὰ διασπάσματα τῶν βιβλιδίων ἀνέβλεψα καὶ τότε ἔγνων αὐτὸν παρόντα. ὡς δέ με καὶ αὐτός, ἐπεὶ ἀνέβλεψα, προσηγόρευσε καὶ τὴν δεξιὰν ὤρεξεν, ὡς δὲ καὶ αὐτὸν ἐγὼ διὰ τοῦτο ἀντιπροσηγόρευσα καὶ εἶπον τοιοῦτον. ἀληθῶς ἀνίκητος εἶ, μειράκιον, ὅτε καὶ θεοῖς τὰ ἴσα δύνασαι· ἰδοὺ γάρ, ὅ φασι τὴν σελήνην τὸν ἥλιον διατιθέναι ἐν τῷ γενέσθαι αὐτῷ καταντικρύ, καὶ σὺ ταὐτὸ τοῦτο εἴργασαι, ἐπεὶ δεῦρο εἰσελθὼν ἐμοὶ παρέστης.

(2) καὶ ὁ Ἀλἑξανδρος σκώπτεις εἶπεν, ᾦ Διόγενες. τί τοῦτ’ ἔφην λέγεις οὐ γὰρ ἔστιν ὁρᾶν σοι ὅτι τοῦ ἔργου μὲν ἀπολείπομαι διὰ τὸ μὴ βλέπειν ὥσπερ ἐν νυκτί; διαφέρον δ’ οὐδέν μοι τὰ νῦν σοι προσδιαλέγεσθαι, διαλέγομαι. οὐδέν εἶπε σοὶ διαφέρει Ἀλέξανδρος ὁ βασιλεύς ; οὐδ’ ὅσον ἔφην· πολεμεῖται γὰρ τῶν ἐμῶν οὐδέν, οὐδὲ καθαρπάζεται, καθάπερ τὰ Μακεδόνων καὶ τὰ Λακεδαιμονίων ἤ τινων ἄλλων, ἐν οἷς ἑκάστῳ χρεία βασιλέως. διὰ μέντοι πενίαν ἔφη διαφέρω σου. ποίαν ἔφην πενιͅίαν ; τὴν σὴν πενίαν εἶπε, δι’ ἥνπερ οὕτως εἶ μεταίτης ἑνδέων πάντων.

(3) οὔτοι ἔφην τοῦτ’ ἐστὶ πενία τὸ μὴ ἔχειν χρήματα, οὐδὲ κακὸν τὸ μεταιτεῖν, ἀλλὰ τὸ ἐπιθυμεῖν πάντων, ὅπερ ἐστὶν ἐν ὑμῖν, καὶ τὸ βίᾳ. διὰ τοῦτο τῇ μὲν ἐμῇ πενίᾳ κρῆναί τε καὶ γῆ εἰσιν ἐπίκουροι, ναὶ μὴν καὶ τὰ σπήλαια καὶ τὰ νάκη, καὶ πολεμεῖται μὲν διὰ ταύτην οὐδὲ εἷς οὔτε ἐν γῇ οὔτε ἐν θαλάσσῃ, ἀλλ’ ὡς ἐγεννήθημεν, ἴσθι, καὶ ζῶμεν· τῇ δὲ ῾υμετἑρα τάξει οὔτε γῆ εὑρἱσκεται κουρος οὔτε θάλαττα,

(4) ἀλλὰ δὴ ταῦτα μὲν ὡς ** ὄντα παραλείπεται, ἀναβαίνετε δὲ ἐπὶ τὸν οὐρανὸν καὶ οὐδὲ ’Ομήρῳ πείθεσθε τούτων μὴ ἐπιθυμεῖν τῷ εἰς σωφροσύνην τὰ τῶν Ἀλωειδῶν πάθη ἀναγράψαντι. ταῦτ’ ἐμοῦ πολλῷ παραστήματι διεξερχομένου πολλή αἰδὼς τὸν Ἀλέξανδρον εἰσῆλθε, καὶ ἀποκλίνας πρὸς ἕνα τῶν ἑταίρων εἶπεν ἀλλ’ εἰ μὴ ἔφθην Ἀλέξανδρος γενέσθαι, Διογένης ἂν ἐγενόμην. καὶ ἐξαναστήσας με ἀπῆγεν σὺν ἑαυτῷ, παρακαλῶν συστρατεύεσθαι, καὶ μόλις ἀφῆκεν.

δ′. λυμπιάδι.

Μὴ ἀνιῷ πρὸς τοὺς συνήθεις, ’Ολυμπιάς, ὑπὲρ ἐμοῦ, ὅτι τρίβωνα ἀμπέχομαι καὶ ἄλφιτα ἐπιπωλούμενος ἀνθρώπους μεταιτῶ· οὐ γάρ ἐστι ταῦτα αἰσχρὰ οὐδ’ ἐλευθέροις, ὡς φής, ὑποπτα, καλὰ δὲ καὶ οἷα ὅπλα εἶναι κατὰ δοξῶν τῶν πολεμουσῶν τῷ βίῳ. κἀγὼ ταῦτα ἔμαθον οὐ παρὰ Ἀντισθένους πρώτου τὰ μαθή ματα, ἀλλὰ θεῶν καὶ ἡρώων καὶ τῶν τὴν Ἑλλάδα ἐπεστροφότων ἐπὶ σοφίαν, ’Ομήρου καὶ τῶν τραγῳδοποιῶν,

(2) οἵτινες Ἥραν τε τὴν Διὸς παράκοιτιν ἔφασαν εἰς ἱέρειαν μεταμορφωθεῖσαν τοιοῦτον βίου σχῆμα ἀναλαβεῖν νύμφαις κρηνιάσιν, κυδραῖς θεαῖς, ἀγείρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις, Τήλεφόν τε τὸν Ἡρακλέους, ἡνίκα εἰς Ἄργος παρεγένετο, πολὺ χείρονι σχήματι τοῦ ἡμετέρου ἐμφανισθῆναι πτώχ ἀμφίβληστρα σώματος λαβόντα ῥάκη ἀλκτήρια ψύχους, ’Οδυσσέα τε τὸν Δαέρτου ἐξ Ἰλίου οἴκαδε ὑποστρέψαντα φάρει ῾ρωγαλέῳ ἰπνοῦκαὶ καπνοῦ ἀναμέστῳ. ἀρά σοι ἔτι δοκεῖ ἡ ἐμὴ στολὴ καὶ τὸ ταιτεῖν αἰσχρὰ εἶναι ἢ καλὰ καὶ ἀγαστὰ βασιλεῦσιν καὶ παντὶ νοῦν ἔχοντι αἱρετὰ εἰς εὐτέλειαν;

(3) καὶ Τήλεφος μέν, ἵνα ὑγιείας τύχη, τούτῳ τῷ σχήματι τοῦ βίου ἐναπεκρύψατο, ’Οδυσσεὺς δ’, ἵνα τοὺς μνηστῆρας ἐκ πολλοῦ ἀδικοῦντας ἀποκτείνῃ· ἐγὼ δὲ ἵνα τύχω μὲν εὐδαιμονίας ἧς μικρὰ μοῖρά ἐστι τὸ Τηλέφειον ἀγαθόν, ἕλω δὲ τὰς ψευδεῖς δόξας δι’ ἃς οὐχ ἕνα δεσπότην ᾑρήμεθα, διαφύγω δὲ νόσους καὶ τοὺς ἐπ’ ἀγορᾶς συκοφάντας, περιέλθω δὲ ἐλεύθερος ὑπὸ τὸν Δία πατέρα ἐπὶ ὅλης γῆς, μηδένα φοβούμενος τῶν μεγάλων δεσποτῶν. εἰ μὲν οὖν ἐξιλάσκομαί σε, μῆτερ, ἐπιδείξας τοὺς κρείττονας ἐμοῦ τρίβωνας ἀμπεχομέ νους καὶ πήραν φοροῦντας καὶ παρὰ τῶν χειρόνων ἄλφιτα μεταιτοῦντας, θεοῖς χάρις· εἰ δὲ μή, μάτην ἀνιάσῃ.

λε′. Σωπόλιδι.

Ἧκον εἰς Μίλητον τῆς Ἰωνίας, διαπορευόμενος δὲ τὴν ἀγορὰν παρήκουσα παίδων μὴ εὖ ῥαψῳδούντων. προσελθὼν οὖν τῷ διδασκάλῳ ἠρόμην αὐτόν διὰ τί κιθαρίζειν οὐ διδάσκεις; ὃ δὲ ἀπεκρίνατο ὅτι οὐκ ἔμαθον. εἶτα ἔφην πῶς τοῦτο μέν, ὅτι οὐκ ἔμαθες, οὐ διδάσκεις, γράμματα δέ, ἃ μὴ ἔμαθες, σὺ διδάσκεις; πάλιν δὲ προελθὼν μικρὸν εἴσειμι εἰς τὸ τῶν νέων γυμνάσιον, θεασάμενος δὲ ἐν τῷ αἰθρίῳ χα κῶς σφαιρίζοντά τινα, προσελθὼν τῷ παλαιστροφύλακι πόσον εἶπον ἀποτεταγμένον ἐστὶν ἐπιτίμιον κατὰ τοῦ ἀλειψαμένου καὶ μὴ σφαιρίσαντος ; ὃ δέ ὀβολός ἔφη. ἐκεῖνος ὁ νεανίας ἔφην δείξας τὸν ἄν πον μηδενὸς ὄντος ἐπιτιμίου αὐτῷ ὑπ’ ἀνάγκης ἐμπαίζει.

(2) ἀποθέμενος οὖν καὶ αὐτὸς τὸν τρίβωνα καὶ τὴν στλεγγίδα ἐκλύσας παρελθὼν ἠλειψάμην, καὶ οὐ διαγίγνεται χρόνος συχνὸς καὶ κατὰ τὸ ἐπιχώριον εὐθέως παρελθών τις εἷς τῶν νέων, σφόδρα ἀστεῖος τὴν ὄψιν, ἀγένειος, προσαναδίδωσί μοι τὴν χεῖρα, διαπειρώμενος εἰ ἐπίσταμαι τὰ παλαιστρικά. κἀγὼ ἕως μέν τινος προσεποιούμην ὑπὸ αἰδοῦς μὴ εἰδέναι· ὡς δὲ ἐπηπείλησε καταναλίσκειν με, ἠρξάμην συνανατρίβεσθαι αὐτῷ νομίμως. εἶτα ὁ γνώμων μοί πως ἀνίσταται (τὸ γὰρ ἕτερον ὄνομα δέδια διὰ τοὺς πολλοὺς εἰπεῖν ), καὶ ὧδε μὲν τὸ μειράκιον ὑπ’ αἰδοῦς ταλιπόν με ἄπεισιν, ἐγὼ δὲ ἑστὼς ἐτριβόμην πρὸς ἐμαυτόν.

(3) ἐπεὶ δὲ προσεῖδέ με ὁ παλαιστροφύλαξ, προσελθὼν ἐπέπληττεν, κἀγὼ πρὸς αὐτόν εἶτα σὺ παρεὶς τῷ νόμῳ μάχεσθαι γῦν ἐμοὶ διαφέρῃ; εἰ μὲν ἔθος ἦν τὸ καταλειφομένους πταρμικὸν ὀσφραίνεσθαι, οὐκ ἂν ἤσχαλλες, εἴ τις τῶν ἀλειφομένων ἐν τῷ γυμνασίῳ ἐπτάρνυτο· νυνὶ δὲ ἄχθῃ, εἴ τις καλοῦ συνανα κυλιομένου αὐτόματος ἐστύθη; ἢ δοκεῖς τὰς μὲν ρῖνας ὅλως ἐπὶ τῇ φύσει εἶναι, ταυτὶ δ’ ἡμῶν ἐπὶ τῇ προαι ρἑσει; οὐ παύσῃ ἔφην τοιαῦτα σφαδάζω πρὸς τοὺς εἰσιόντας; εἰ δέ σοί τίς ἐστι λόγος ἵνα μὴ γίγνοιτο τοῦτ’ ἐν τῷ γυμνασίῳ, μεταιρεῖς ἐκ τοῦ μέσου τοὺς νέους. ἀλλ’ οἴει, ὅτι δυνήσεταί σοι ὁ νόμος, ἐὰν συνανακυλίηται τοῖς ἀνδράσι τὰ μειράκια, δεσμοὺς καὶ κύφωνας τῇ στυτικῇ φύσει περιβαλεῖν; ταῦτ’ ἐμοῦ λέξαντος καὶ ὁ παλαιστροφύλαξ ὥχετ ἀπιών, κἀγὼ ἀναλαβὼν τὸν τρίβωνα καὶ τὴν πήραν ἐξῆλθον ἐπὶ θάλασσαν.

λς′. Τιμομάχῳ.

Ἧκον εἰς Κύζικον καὶ διαπορευόμενος τὴν ὁδὸν ἐθεασάμην ἐπί τινος θύρας ἐπιγεγραμμένον ὁ τ οῦ Διὸς παῖς καλλίν ικος Ἡ ρ ακλῆς ἐνθάδε κατοικεῖ, μη δὲν εἰσίτω κακόν. ἐπιστὰς οὖν ἀνεγίγνωσκον καὶ παρερχόμενόν τινα ἠρόμην τίς ἢ πόθεν ὁ ταύτην τὴν οἰκίαν οἰκῶν; ὃ δέ με δόξας πυνθάνεσθαι διὰ τὰ ἄλφιτα ἀπεκρίνατο φαῦλος ἄνθρωπος, ὦ Διόγενες· ἁλλ’ ἀπάναγε ἐνθένδε. κἀγὼ πρὸς ἐμαυτόν ἀλλ ἑοικεν ἔφην οὖτος, ὅστις ποτ’ ἔστιν, ἐξ ὧν λέγει ἑαυτῷ τὴν θύραν ἀποκλεῖσαι. καὶ μικρὸν προελθὼν ἑτέραν θύραν θεωρῶ τὸ αὐτὸ ἰαμβεῖον ἔχουσαν ἐπιγεγραμμένον.

(2) ἐν ταύτῃ ἔφην τίς ἐστιν ὁ κατοικῶν; τελώνης εἶπεν, ἄνθρωπος ἀγοραῖος ὤν. ταύτην οὖν αἱ τῶν πονηρῶν ἔφην θύραι μόνον ἔχουσι τὴν ἐπιγραφὴν ἢ καὶ αἱ τῶν σπουδαίων; πάντων εἶπεν. εἶτα διὰ τί ἔφην, εἰ ὑμᾶς ὠφελεῖ τοῦτο, οὐχὶ ταῖς πύλαις ἐπεγράψατε αὐτὸ τοῖς τῆς πόλεως, ἀλλὰ ταῖς οἰκίαις, εἰς ἃς μηδὲ χωρῆσαι δύναται ὁ…

(…

The complete text is available when the reading interface loads.