The Greek Library Author

Anonymous

Fragmenta Graeca

Authority group
Dorotheus Astrol. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta Graeca, ed. D. Pingree, Dorothei Sidonii carmen astrologicum, Leipzig: Teubner, 1976: 323–330, 332–427. Cod,
CTS identifier
urn:cts:greekLit:tlg1337.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

323

{〈Ϛʹ〉 Περὶ τῶν τριγώνων ὡς Δωρόθεος}

Κριὸς χαιτήεις τε Λέων τόξοιό τε Ῥυτήρ

ἤματι Ἠελίοιο, Διὸς δέ τε νυκτὶ ἔασιν

ἀλλάγδην, αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν.

Ταύρου, Παρθενικῆς τε καὶ Αἰγόκερω κρατέουσιν

ἤματι Ἀφρογενής, νυκτὶ δέ τε δῖα Σελήνη,

καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων,

ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον.

ἐν Διδύμοις, Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι

ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργεϊφόντης,

τούτων δ' ὑστατίην Κρονίδης μοιράσατο τάξιν.

Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους

Ἰχθύας ἠματί〈η〉 Κύπρις, Πυρόεις δέ τε νυκτός,

καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.

{〈ζʹ〉 Ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες}

Ἐκ δ' ἄρα τοι τούτων μᾶλλον Κρόνος Ὑδρηχόῳ,

Ζεὺς δ' ἐνὶ Τοξευτῇ καὶ Σκορπίῳ ἥδεται Ἄρης,

Κύπρις δ' ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ

Ἑρμείας· εἷς δ' ἔστι δόμος φωστῆρος ἑκάστου.

{〈ηʹ〉 Περὶ ὑψωμάτων}

Ἠέλιος Κριοῖο κατ' ἐννέα καὶ δέκα μοίρας

ὑψοῦται, Μήνη δὲ περὶ τριτάτην Ταύροιο,

324

εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος, Αἰγίοχος δὲ

Καρκίνου ἐν δεκαπέντε, καθ' ἑβδομάδος δὲ τετάρτης

Ἄρης Αἰγόκερω, περὶ δ' ἐννέα τρισσάκι Κύπρις

Ἰχθύσι, Παρθενικῇ 〈δὲ〉 τρίτης κατὰ πεντάδος Ἑρμῆς.

αἱ δὲ ταπεινώσεις ὑψώματα ἐν διαμέτρῳ.

{νεʹ Περὶ εὐτοκίας καὶ δυστοκίας καθὼς Δωρόθεος}

Ἐπὶ μὲν ἀρσενικῆς γενέσεως τὰ φῶτα ἐν ἀρσενικοῖς ζῳδίοις τυχόντα

καὶ ὁ ὡροσκόπος ὑπὸ ἀγαθοποιῶν θεωρούμενος εὐτοκίαν ποιοῦσιν,

ἐπὶ δὲ θηλυκῆς γενέσεως δυστοκίαν ποιοῦσιν, καὶ μάλιστα ἐὰν ὦσιν τὰ

φῶτα τρίγωνα ἀλλήλοις καὶ ἐν ἀρσενικοῖς ζῳδίοις. ἐπὶ δὲ ἀρσενικῆς

γενέσεως τὰ φῶτα ἑαυτοῖς τρίγωνα καὶ ἐν θηλυκοῖς ζῳδίοις μετὰ τοῦ

ὡροσκόπου δυστοκίαν ποιοῦσιν· αὕτη γὰρ ἡ φάσις τῶν φώτων καλεῖται

ἀμφίκυρτος. Ζεὺς ὡροσκοπῶν εὐτοκίαν δίδωσι, καὶ εἰ μὲν ἀρσενικὸν

εἴη τὸ ὡροσκοποῦν ζῴδιον τὸν πατέρα εὐγενέστερον εἶναι τῆς μητρός,

εἰ δὲ θηλυκὸν τὴν μητέρα τοῦ πατρός. Κρόνος ὡροσκοπῶν δυστοκίαν

παρέχει, μάλιστα ἐν τοῖς θηλυκοῖς ζῳδίοις. ὁ δὲ Ἄρης ὡροσκοπῶν,

μάλιστα ἐν θηλυκοῖς ζῳδίοις, ἐξαπίνης καὶ σύντομον ποιεῖ τὸν τοκετόν,

μάλιστα ἐν ὁδῷ ἢ ἐν λουτρῷ. φησὶ δὲ καὶ τὰ ὀρθὰ καὶ τὰ πλάγια

ζῴδια πολλὰ συμβάλλεσθαι εἰς τὸν περὶ τοκετοῦ λόγον. ὀρθὰ μὲν γὰρ

ζῴδιά εἰσιν ἀπὸ Καρκίνου ἕως Τοξότου, πλάγια δὲ τὰ λοιπὰ ἀπὸ

Αἰγοκέρωτος ἕως Διδύμων. ἡ οὖν Σελήνη ἐν τοῖς πλαγίοις ζῳδίοις

τυχοῦσα καὶ ὑπὸ τῶν κακοποιῶν ἐμπερισχομένη δυστοκίαν ἀποτελεῖ,

μάλιστα καὶ τῶν κακοποιῶν ἐν τοῖς πλαγίοις ζῳδίοις τυχόντων καὶ τὴν

Σελήνην ἔκκεντρον ἐπιθεωρούντων.

325

{Περὶ εὐτοκίας καὶ δυστοκίας}

Ὁ Ἥλιος, ὁ ὡροσκόπος καὶ ἡ Σελήνη ἐν ἀρσενικοῖς ὄντες ζῳδίοις ἐν

τῷ καιρῷ τοῦ τόκου εὐτοκίαν παρέχουσιν ἀρσενικῶν ὄντων τῶν κυο-

φορουμένων· ῥᾳδία γὰρ ἡ ἀπότεξις τούτων. καὶ θηλυκῶν δὲ ὄντων τῶν

κυοφορουμένων εἴπερ ἐν θηλυκοῖς ζῳδίοις τύχοιεν ὅ τε Ἥλιος καὶ ὁ

ὡροσκόπος, ἀλλὰ δὴ καὶ ἡ Σελήνη, εὔδρομος καὶ ἀβλαβὴς προβαίνει

ὁ τόκος ὁμοίως. ἔμπαλιν δ' αὖ σκολιὸς καὶ ἀνάρμοστος προβαίνει ὁ

τόκος τοῦ Κρόνου ἐγκέντρου τυχόντος, καὶ μάλιστα εἰ καὶ ὁ τόπος ἐν

ᾧ πάρεστι θηλυκὸν περιέχει ζῴδιον· κίνδυνον γὰρ ἐπάγει ταῖς τικτού-

σαις. ὁμοίως δὲ καὶ ὁ Ἄρης ἐπίκεντρος ὤν, καὶ μάλιστα εἰ τὸ ζῴδιον

ὃ ἐπέχει θηλυκὸν ὑπάρχει, ῥᾳδίαν τὴν ἀπότεξιν παρέχει ὡς καὶ ἐν

ὁδοῖς ἢ λουτροῖς ἐξαίφνης τὴν ἐγκυμονοῦσαν τίκτειν. δεῖ δὲ παρατηρεῖν

καὶ τὰ ζῴδια εἴτε ὀρθά εἰσιν εἴτε πλάγια· καὶ ὀρθὰ μέν εἰσι τὰ ἀπὸ Καρ-

κίνου ἄχρι Τοξότου, πλάγια δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἄχρι Διδύμων. καὶ

ἐν μὲν ὀρθοῖς ζῳδίοις τυχούσης τῆς Σελήνης ῥᾴδιος ὁ τόκος γίνεται

τοῦ ἐμβρύου ὀρθίαν τὴν ἔξοδον ποιοῦντος, ἐν δὲ πλαγίοις δύσκολος

πλαγίας τῆς ἐξόδου γινομένης.

{〈ιβʹ〉 Περὶ διαφορᾶς τόπων}

Καλοὶ δέ εἰσι τόποι ἐν οἷς δεῖ ἑστάναι αὐτούς· πρῶτος μὲν ὁ ὡροσκό-

πος, δεύτερος μεσουράνημα, γʹ ὁ ἀγαθὸς δαίμων, δʹ ἡ ἀγαθὴ τύχη,

μετὰ τούτους τὸ δῦνον, εἶτα τὸ ὑπόγειον, ἐπὶ πᾶσι δὲ ὁ ἔννατος τόπος

ὁ καλούμενος θεός· καὶ οἱ μὲν καλοὶ τόποι οὗτοι. κακοὶ δὲ ὁ βʹ, ὁ γʹ

ἀπὸ τοῦ ὡροσκόπου καὶ ὁ ὄγδοος· οἵ τε λοιποὶ δύο ὅ τε ἕκτος καὶ 〈ὁ〉

δωδέκατος κάκιστοι.

{Τοῦ Ῥητορίου}

Πρὸς τὸν Ἄρεα τρίγωνος ὢν ὁ Κρόνος εὐπορίας καὶ εὐπραγίας καὶ

ἀρχῆς ποιητικός ἐστιν. τὰ γὰρ τρίγωνα καὶ αἱ συμπαρουσίαι τῶν

326

σχημάτων τῶν μὲν ἀγαθοποιῶν τὴν δύναμιν ἐπιτείνουσιν, τῶν δὲ

φθοροποιῶν τὴν κακίαν ἀμβλύνουσιν. ὅθεν, κἂν ὁ Ζεὺς μὴ ὁρᾷ, εὐ-

πραγοῦσιν, πλὴν πρεσβυτέρων ἀδελφῶν ὁρῶσι τελευτήν.

Πραΰνονται δὲ τῆς κακώσεως οἱ κακοποιοὶ τριγωνίζοντες τὴν Σελή-

νην ἢ τὸν ὡροσκόπον· καὶ γὰρ καλῶς εἴρηται·

σχήμασι τριπλεύροις κακοεργέες ἀμβλύνονται

καὶ

ἀστὴρ οὐκέτι φαῦλος ἐπὴν ἀγαθὸν τόπον εὕρῃ.

Φησὶ γάρ· Δωρόθεος περὶ τούτου τοῦ κεφαλαίου εἶπεν· τρίπλευροι

γὰρ κακοεργοὶ ἀμβλύνονται. ἀστὴρ δὲ οὐκέτι φαῦλος ἐπεὶ ἀγαθὸν τό-

πον εὕροι οὐδὲ τόπος δὲ κακὸς χρηστὸν ὅτε ἀσπάζεται.

Πάλιν δ' αὖ μεταβαλλόμενος φής·

ἀστὴρ οὐκέτι φαῦλος ἐπὴν ἀγαθὸν τόπον εὕρῃ

οὐδ' ὁ τόπος γε κακὸς χρηστὸν ὅταν ἀσπάζηται.

{ιηʹ Περὶ τῶν δωδεκατημορίων τῶν ἀστέρων}

Τὰ δωδεκατημόρια τῶν μοιρῶν τῶν ἀστέρων τριχῶς οἱ παλαιοὶ

ἐξέθεντο. καὶ ὁ μὲν Παῦλος ἐν τῇ Εἰσαγωγῇ αὐτοῦ εἶπεν ποιεῖσθαι

327

ἴσας τὰς τοῦ ἀστέρος μοίρας παρὰ τὸν ι̅γ̅ καὶ ἀπολύειν ἀπὸ τοῦ αὐτοῦ

ζῳδίου ἀνὰ μοιρῶν λ̅· καὶ ὅπου δ' ἂν καταντήσῃ ὁ ἀριθμός, ἐν ἐκείνῳ

τῷ ζῳδίῳ ἐστὶ τὸ δωδεκατημόριον τοῦ ἀστέρος. ὁ δὲ Δωρόθεος λέγει

ἐν τῷ αʹ βιβλίῳ παρὰ τὸν δώδεκα ποιεῖσθαι τὰς μοίρας. ὁ δὲ Πτολε-

μαῖος λέγει ἐν τῷ κϚʹ κεφαλαίῳ τοῦ πρώτου βιβλίου παρὰ τὸν δύο 𐅶

ἀπολύειν τὰς μοίρας κατὰ ζῴδιον.

Ἐπολυπλασίαζον (scil. οἱ Αἰγύπτιοι) ἐπὶ τὸν δώδεκα ἀριθμὸν καὶ

ἑκάστῳ ζῳδίῳ παρεῖχον μοίρας λ̅· καὶ ὅπου δ' ἂν κατέληξεν, ἐκεῖνο

ἔλεγον εἶναι τὸ δωδεκατημόριον. οὕτω καὶ ὁ Δωρόθεος ποιεῖ.

Κατὰ δὲ Δωρόθεον οὕτως· ἡ Σελήνη μετὰ τοῦ κλήρου τοῦ δαί〈μονος〉

τυχοῦσα εὔτροφον σημαίνει τὸ τεχθὲν καὶ ἀπόνως ἐκφυῆναι 〈τοὺς〉

ὀδόντας.

Ὁ δὲ Δωρόθεος ἐν τοῖς ἔπεσι συμβουλεύει τοὺς τριγωνοκράτορας

τῶν φώτων σκοπεῖν καὶ αὐτὰ τὰ φῶτα ἐν ποίοις τόποις τυγχάνουσι καὶ

ὁρίοις καὶ τίνες τῶν ἀστέρων σύνεισιν ἢ ὁρῶσιν, καὶ πρὸς τούτοις

ἀποφαίνεσθαι χρὴ περὶ ἑκατέρου τῶν γονέων, Ἡλίου μὲν δηλονότι ση-

μαίνοντος τὰ περὶ τὸν πατέρα, Σελήνης δὲ τὰ περὶ τὴν μητέρα. ἐὰν μὲν

οὖν συνῇ ἀγαθοποιοῖς τόποις τε καὶ ἄστρασιν ὁ Ἥλιος, ὑπονοητέον

εὐτυχῆ καὶ πλούσια τὰ περὶ τὸν πατέρα καὶ αὐτῷ τῷ τέκνῳ τὰ πατρῷα

φυλαχθήσεσθαι, ὁμοίως καὶ ἡ Σελήνη τυχοῦσα τὰ αὐτὰ ποιεῖ. τὸ δὲ

ἐναντίον συμβήσεται ἐναντίως εὑρεθέντων (τουτέστι κακωθέντων)

τῶν φώτων· εἴωθε γὰρ πρὸς ταῖς δυσπραγίαις καὶ σίνη ἐν τοῖς σώμασι

328

τῶν γονέων ποιῆσαι. ἐν δὲ ταῖς ἐσχάταις μοίραις τυχόντα τῶν ζῳδίων

τὰ φῶτα, μάλιστα τῶν κακοποιῶν ὁρώντων, ἄδοξα τὰ περὶ τοὺς γονεῖς

σημαίνει, καὶ ἐν τοῖς ἐκλειπτικοῖς δὲ τυγχάνουσα ἡ Σελήνη, κἂν ἐν

ἀγαθοποιοῦ ὁρίοις ᾖ, τὸ μὲν γένος ἐλεύθερον, πενιχρὸν δὲ καὶ ὑπο-

τεταγμένον καὶ δούλια ἔργα ποιεῖν σημαίνει.

ἐν δ' ἄρ' ὑποχθονίῳ κέντρῳ κερόεσσα Σελήνη·

ἐνταῦθα ὡς ἐπὶ τοῦ Ἡλίου σκέπτου τὴν μητέρα.

Ἔστι δέ, φησίν, καὶ τρόπος ἄλλος· τὰς ὥρας τῆς γενέσεως λαβὼν

ἔκβαλε ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ἥλιος ἑκάστῳ ζῳδίῳ ἐφεξῆς μίαν

ὥραν διδούς, καὶ εἰς ὃ ἂν λήξῃ ζῴδιον ὁ ἀριθμὸς ἐκείνου τὰ κέντρα

σκόπει καὶ τὰς ἄλλας σχέσεις καὶ λέγε τὰ κατὰ τὴν μητέρα. καὶ πάλιν

ταῦτα λέγει·

Ἠέλιος δύνων τοκέων χωρισμὸν ἔτευξεν.

Πάλιν δὲ τὰ ἔπη ταύτην ἑρμηνεύοντα προσγράφομεν τοῦ εὐχεροῦς

καὶ μνήμης χάριν. τὴν τριταίαν ἡμέραν τῆς γενέσεως σκέπτου, φησίν,

ἐν ᾗ τὸ βρέφος ἄρχεται τρέφεσθαι εἰ ὁ Ἄρης τότε συνέστη τῇ Σελήνῃ ἢ

τετραγωνίζει ἢ διαμετρεῖ ἢ ἐν αὐτῇ ἡ Σελήνη τότε γίνοιτο 〈...〉.

Φαίνων καὶ Πυρόεις, νυκτὸς 〈Κρόνος〉, ἤματι δ' Ἄρης

〈...〉.

σκόπει δὲ πάλιν καὶ τοὺς τριγωνοκράτορας τοῦ τῆς αἱρέσεως φωτός·

εἰ μὲν εἶεν ἐν οἰκείοις τόποις οὐ ποιοῦσι ξενιτείας, εἰ δὲ ἐν ἀλλοτρίοις

ποιοῦσιν.

{Ϙζʹ Περὶ γονέων}

〈Τ〉ὸ μὲν περὶ πατρὸς ἀπὸ Ἡλίου καὶ Κρόνου καὶ τοῦ κλήρου τοῦ

πατρὸς σκέπτου καὶ τοῦ διαμέτρου τοῦ κλήρου τοῦ πατρός, τὸ δὲ περὶ

329

μητρὸς ἀπὸ Σελήνης καὶ Ἀφροδίτης καὶ τοῦ κλήρου τῆς μητρός, ἐξαι-

ρέτως δὲ ἡμέρας ἀπὸ Ἡλίου καὶ Ἀφροδίτης, νυκτὸς δὲ ἀπὸ Κρόνου

καὶ Σελήνης καὶ τῶν κλήρων. ζήτ〈ε〉ι δὲ καὶ τοὺς οἰκοδεσπότας αὐτῶν

καὶ τριγωνοκράτορας, καὶ ἀπὸ τούτων τῶν κεφαλαίων γνωσθήσονται

οἱ γονεῖς. καὶ ἀπὸ μὲν τῶν φώτων καὶ τοῦ Κρόνου καὶ τῆς Ἀφροδίτης

καὶ τῶν οἰκοδεσποτῶν αὐτὰ τὰ κατὰ τοὺς γονεῖς σκέπτου, οἷον περὶ

παθῶν καὶ κινδύνων καὶ δυσγενείας καὶ τέχνης καὶ κτήσεως καὶ τῶν

ὁμοίων. καὶ ὁ μὲν Ἥλιος σημαίνει τὸ γένος τοῦ πατρός, ὁ τριγωνικὸς

αὐτοῦ δεσπότης τὸν βίον τοῦ πατρός. ἐὰν οὖν ὁ Ἥλιος καλὴν ἔχῃ θέσιν,

ὁ δὲ τριγωνικὸς αὐτοῦ δεσπότης κακήν, τοὺς μὲν γονεῖς λέγε εὐγενεῖς,

ἀλλ' ἐλάττονας τάς τε τύχας καὶ ἀδιάρτους τῇ ψυχῇ. εἰ δὲ καὶ ὁρίοις

κακοποιοῦ ὁ Ἥλιος τύχῃ, λέγε τὸν πατέρα ἢ δοῦλον ἢ ἀγενῆ. εἰ δὲ

κακοποιὸς ἐπιθεωρήσῃ, ἢ πάθος ἢ σίνος 〈περὶ〉 τὸν πατέρα ποιήσει.

ἐὰν δὲ ὁ Ἥλιος ἐν κακῷ τόπῳ τύχῃ, ὁ δὲ τριγωνικὸς αὐτοῦ δεσπότης

ἐν καλῷ τόπῳ καὶ φάσει, λέγε τὸν πατέρα ἐξ ἀγενῶν εἰς αὔξησιν βίου

ἔρχεσθαι. καὶ ὁ μὲν πρῶτος τριγωνικὸς δεσπότης τοῦ Ἡλίου σημαίνει

τὸν πρῶτον βίον τοῦ πατρός, ὁ δὲ δεύτερος τὸν δεύτερον.

Τὰ δὲ αὐτὰ σχήματα τῆς Σελήνης πρὸς τὴν μητέρα νόει. ἐὰν ἡ Σε-

λήνη τύχῃ ὁρίοις ἀγαθοποιοῦ ἐν τοῖς ἀποκλίμασιν ἢ ἐν τοῖς ἐκλ〈ε〉ι-

πτικοῖς συνδέσμοις, μάλιστα ἐν τῷ Καταβιβάζοντι καὶ ὑπὸ κακοποιῶν

θεωρουμένη, εὐγενίδα μέν, πενίας δὲ χάριν δουλικὰς ὑποκρίσεις ποι-

οῦσαν καὶ τὸν βίον αἰσχρὸν ἔχουσαν. ἡ Σελήνη ἐν τῷ ὑπογείῳ σιν〈ο〉ῖ

τὴν μητέρα ἢ ἀγενῆ ποιεῖ. ἐὰν δὲ τύχῃ ἡ Σελήνη ὁρίοις κακοποιοῦ

〈καὶ〉 ὁ κύριος αὐτῆς ἀποκλίνῃ, δούλην λέγε τὴν μητέρα. ἐὰν δὲ ἡ

Σελήνη συνάπτῃ τινὶ τῶν κακοποιῶν, βι〈αι〉οθάνατον ποιεῖ τὴν μητέρα.

Ὁ δὲ Ἥλιος καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης κακῶς κείμενοι καὶ ἐν

ἀλλοτρίοις ζῳδίοις βι〈αι〉οθάνατον ποιοῦσι τὸν πατέρα. εἰ δὲ καὶ ὑπὸ

κακοποιῶν θεωρηθῶσιν, καὶ τὰ πατρικὰ ἀπολοῦσιν. ἐὰν δὲ ὁ Ἥλιος

καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης ἐν κακῷ τόπῳ τύχωσι καὶ ὑπὸ κακο-

330

ποιῶν θεωρηθῶσιν ἐπὶ ἡμερινῆς γενέσεως, μισητοὺς καὶ ἀποβλήτους

ποιεῖ τοὺς γεν〈ν〉ηθέντας τοῖς πατράσιν.

Σκέπτου δὲ καὶ τὸν κύριον τοῦ κλήρου τοῦ πατρὸς ἐν ποίῳ τόπῳ

τύχῃ καὶ π〈ο〉ίαν φάσιν ἔχῃ καὶ ὑπὸ τίνων θεωρῆται, καὶ οὕτω λέγε

τὸν βίον τοῦ πατρός. ἐὰν δὲ τύχῃ ὁ κύριος τοῦ κλήρου ἐν τῷ δευτέρῳ ἢ

ἕκτῳ ἢ ὀγδόῳ ἢ δωδεκάτῳ, εὐτελῆ λέγε τὸν πατέρα. ζήτει δὲ καὶ τὸ

διάμετρον ζῴδιον τοῦ κλήρου τοῦ πατρός, καὶ ἐὰν τὸν κύριον τοῦ κλή-

ρου τοῦ πατρὸς εὕρῃς ἐν τῷ κλήρῳ τοῦ πατρὸς ἢ μετὰ τοῦ κλήρου,

λέγε τὸν τοιοῦτον εἰσποιητὸν γενέσθαι.

Ζήτει δὲ καὶ τὰ δωδεκατημόρια Ἡλίου καὶ Σελήνης ποῦ πίπτουσι

καὶ ὑπὸ τίνων θεωροῦνται. καὶ οὗτοι γὰρ ἱκανῶς σημαίνουσι τὰ περὶ

γονέων.

{Ϙηʹ Περὶ ἀλλοφύλων γονέων}

〈Ὁ〉 Ἥλιος καὶ ἡ Σελήνη ἐν τροπικοῖς τυχόντες ζῳδίοις ἀλλοφύλους

ἢ ἀλλοεθνεῖς τοὺς γονεῖς ποιοῦσιν. ἐὰν δὲ καὶ ὁ ὡροσκόπος τύχῃ ἐν

τροπικῷ ζῳδίῳ, ἐξαιρέτως ἀλλοφύλους λέγε τοὺς γονεῖς, πλέον δὲ εἰ

καὶ κακοποιοὶ ἐπιθεωρήσωσιν. ὁμοίως δὲ καὶ τὰ φῶτα ἀλλήλων

ἀπόστροφα ἀλλοφύλους ἢ ἀλλοεθνεῖς τοὺς γονεῖς ποιοῦσιν. ὁ Ἥλιος

δύνων, 〈διάμετρος〉 τῷ ὡροσκόπῳ, χωρισμὸν γονέων ποιεῖ. τὸ αὐτὸ δὲ

〈Σελήνη〉 πανσεληνιακὴν φάσιν ἔχουσα.

Ἐὰν ὁ κύριος τοῦ δωδεκάτου τόπου τύχῃ μετὰ Ἡλίου τὸν πατέρα

δοῦλον λέγε ἢ σεσινωμένον, εἰ δὲ μετὰ Σελήνης τὴν μητέρα δούλην

λέγε ἢ σεσινωμένην.

332

ὁμοίως δὲ καὶ κατὰ Δωρόθεον τὰ αὐτὰ ἔσται περὶ τοὺς γονεῖς.

{〈εʹ〉 Περὶ προτελευτῆς γονέων}

Σκέπτου ἐν τῇ γενέσει ποῖον τῶν φώτων κεκάκωται καὶ ἀπ' ἐκείνου

στοχάζου περὶ τοῦ προλαμβάνοντος θανάτῳ τῶν γονέων, καὶ τοὺς

κλήρους αὐτῶν ὅρα τίς μᾶλλον κεκάκωται καὶ ὁμοίως στοχάζου.

ἐπίβλεπε δὲ καὶ τοῦτο, ποῖον τῶν φώτων ἐν τῇ γενέσει στρεφομένης

τῆς τοῦ παντὸς φορᾶς πρῶτον ἔρχεται εἰς τὸ ὑπόγειον, καὶ οὕτω λογί-

ζου τὸν προλαμβάνοντα· σημαίνει γὰρ τὴν προτελευτὴν 〈ὁ μὲν Ἥλιος

τοῦ πατρός, ἡ δὲ Σελήνη τῆς μητρός. ...〉

καὶ γενέτην ὀλέκουσι παροίτερον ἠὲ τεκοῦσαν.

333

ταῦτα μὲν ὁ Δωρόθεος· καὶ τοῦτο δέ φησιν, ὅτι Ἄρης τυγχάνων μετὰ

Κρόνου, καὶ μάλιστα ἐπίκεντροι, 〈προτελευτᾶν ποιοῦσι τὸν πατέρα τῆς

μητρός.〉

Καθὼς Δωρόθεος· ἐὰν ἐπὶ τὸν κλῆρον τοῦ πατρὸς πρῶτος ὁ Κρόνος

τὴν ἀκτῖνα βάλλῃ ἢ κατὰ σχῆμα ἢ κατὰ παρέμβασιν πρῶτον θεωρήσῃ

τὸν κλῆρον τοῦ πατρός, προαναιρεῖ τὸν πατέρα, εἰ δὲ ὁμοίως τὸν

κλῆρον τῆς μητρὸς θεωρήσει, τὴν μητέρα προαναιρεῖ. ἐὰν τὸν κλῆρον

τοῦ πατρὸς ἢ τῆς μητρὸς κακοποιὸς θεωρήσῃ, ἐκεῖνον προαναιρεῖσθαι

λέγε.

{ργʹ Ἀριθμὸς τῶν προκεκυημένων}

〈Ἐ〉ὰν δὲ 〈ὁ〉 τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου τύχῃ 〈ὡροσκο-

πῶν〉, πρ〈ωτ〉οτόκους λέγε τοὺς γεν〈ν〉ηθέντας, μεσουρανῶν δὲ

τ〈έταρτον〉 ἢ πρῶτον, ἐπὶ δὲ ἐπικυήσει τυ〈γ〉χάνει, εἰ δὲ ἐπὶ τοῦ

δύνοντος, ἢ πρῶτον ἢ ἕβδομον λέγε τὸν γεν〈ν〉ηθέντα. σκόπει δὲ μή

πως καὶ κακοποιὸς ὁμόκεντρος γένηται τῷ τριγωνικῷ δεσπότῃ ἢ

ἐπιθεωρήσῃ κατὰ τετράγωνον ἢ διάμετρον· θάνατον γὰρ ἀδελφῶν

ποιεῖ. ἐὰν δὲ ἐν ἀποκλίματι, ἢ δίδωσι θάνατον ἀδελφῶν ἢ παρέχει ἐπὶ

ξένης ἑαυτοὺς διαγομένους. ἐὰν ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου

τύχῃ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, ἀρίθμει ἀπ' αὐτοῦ ἐπὶ τὸν ὡροσκό-

πον· ὅσα γάρ εἰσι ζῴδια, τοσούτους ἀδελφοὺς λέγε. εἰ δὲ δίσωμον

334

ἀπαντήσῃ ζῴδιον, διπλοῦν ἀρίθμει τὸ ζῴδιον. ἐὰν δὲ ἐν τῷ ὑπογείῳ

ἡμισφαιρίῳ τύχῃ ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου, ἀρίθμει ἀπὸ

τοῦ ὡροσκόπου ἄχρι τοῦ τριγωνικοῦ αὐτοῦ δεσπότου. καὶ οἱ μὲν

ἀγαθοποιοὶ εἰ ἐπιθεωρήσωσιν, ἀδελφοὺς ζωσίμους λέγε, εἰ δὲ κακο-

ποιοί, φθορὰν αὐτῶν ποιοῦσιν. ἐὰν ἀπὸ τοῦ μεσουρανήματος ἕως

τοῦ ὡροσκόπου 〈οὐ〉 παρῇ ἀστήρ, οὐχ ἕξει πρότερον ἀδελφόν, εἰ δὲ

〈κατὰ〉 τοῦτο τὸ σχῆμα τύχῃ τις ἔχων προγενέστερον ἀδελφόν, πάντῃ

θάνατον αὐτοῦ ὄψεται. εἰ δὲ παρῇ κακοποιὸς ἀπὸ μεσουρανήματος ἕως

τοῦ ὡροσκόπου, σημαίνει θάνατον τῶν προκεκυημένων. ἐὰν δὲ ἀπὸ

ὡροσκόπου ἕως τοῦ ὑπογείου εὑρεθῇ ὁ τριγωνικὸς δεσπότης καὶ ἐπι-

παρῇ ἢ ἐπιθεωρήσῃ ἀγαθοποιός, ἕξει μεταγενεστέρους ἀδελφούς. εἰ

δὲ κακοποιὸς ᾖ, οὐχ ἕξει ἢ τεθνήξεται.

335

Ὁ μὲν Πτολεμαῖος ταῦτα, ὁ δὲ Δωρόθεος οὕτως·

ὅσσοι Τοξότεω βλοσυροῦ τ' ἐφύπερθε Λέοντος

〈...〉. εἰ δὲ ὠφελοῦνται ἐξ ἀλλήλων σκεπτέον ἔκ τε τοῦ κλήρου τῆς

τύχης καὶ τῶν κλήρων τῶν ἀδελφῶν καὶ ἐκ τῶν ὁρώντων αὐτοὺς

ἀστέρων ἢ ἐπόντων.

{ρεʹ Περὶ φιλίας ἀδελφῶν}

〈Ἐ〉ὰν ὁ κύριος τοῦ κλήρου τῆς φιλίας ἐπιθεωρήσῃ τὸν κλῆρον τῶν

ἀδελφῶν, φίλους λέγε τοὺς ἀδελφούς. ἐὰν ὁ Ζεὺς καὶ ἡ Ἀφροδίτη καὶ ὁ

Ἑρμῆς ἐπίσημοι τύχωσι τοῖς τόποις καὶ καλαῖς φάσεσι, ἐν μὲν θηλυ-

κοῖς ζῳδίοις θηλείας ἀδελφὰς διδόασιν, ἐν δὲ ἀρσενικοῖς ἄρρενας καὶ

πολυχρονίους. εἰ δὲ κακοῖς τόποις τύχωσιν, διδόασι μέν, ὀλιγοχρο-

νίους δὲ ἢ ἐχθροὺς ἢ σεσινωμένους, μάλιστα εἰ δὲ καὶ κακαῖς φάσεσι

τύχωσιν. εἰ δὲ Κρόνος καὶ Ἄρης καὶ Σελήνη ἐν ἀλλοτρίοις τόποις

336

τύχωσιν, τοὺς ἀδελφοὺς ἀναιροῦσιν. εἰ δ' εἶς τι〈ς〉 τούτων τῶν ἀστέρων

ἴδιον ἔχει τόπον, οὐκ ἀσινεῖς ποιεῖ ἀλλὰ τῇ ψυχῇ δαμαζομένους, ἢ

ἀνωφελεῖς ἔσονται πρὸς ἀλλήλο〈υ〉ς· αἱ γὰρ τῶν φαύλων παροχαὶ

φαῦλοι καθεστήκασιν.

{ρϚʹ Περὶ γʹ ἀπὸ τοῦ ὡροσκόπου}

〈Ἐ〉ὰν τὸ γʹ ζῴδιον ἀπὸ τοῦ ὡροσκόπου δίσωμον τύχῃ ἢ ὁ κύριος

αὐτοῦ ἐν δισώμῳ ἢ διφυεῖ ζῳδίῳ, ποιεῖ ἀδελφοὺς ἐπιμίκτους, τουτ-

έστιν ἐξ ἄλλων καὶ ἄλλων γονέων. ζήτει δὲ καὶ τὸ τρίτον ζῴδιον ἀπὸ

ὡροσκόπου μὴ ἄσπορόν ἐστιν· ἄσπορα δὲ ζῴδιά ἐστι ταῦτα· Δίδυμοι,

Λέων, Παρθένος, Αἰγόκερως, Τοξότης.

{ρζʹ Περὶ μειζόνων καὶ μικροτέρων ἀδελφῶν}

Μαθήσει δὲ καὶ τὰς ἡλικίας τῶν ἀδελφῶν τούτῳ τῷ τρόπῳ. τοὺς

μείζονας Κρόνος σημαίνει, Ἥλιος δὲ καὶ Ἄρης καὶ Ζεὺς τοὺς μέσους,

ὁ δὲ Ἑρμῆς τοὺς μικροτέρους, ἡ δὲ Σελήνη τὰς μείζονας ἀδελφὰς

σημαίνει, ἡ δὲ Ἀφροδίτη τὰς μικροτέρας. ἐὰν ὁ πρῶτος καὶ ὁ βʹ τρι-

γωνικοὶ δεσπόται τοῦ Ἄρεως κακῶς ἵστανται, σπαναδέλφους ποιοῦσιν,

μάλιστα εἰ κακαῖς φάσεσι τύχωσιν. ἐὰν δὲ ὁ μὲν πρῶτος τριγωνοκρά-

τωρ ἐπὶ καλῷ τόπῳ ἵσταται, ὁ δὲ βʹ φαύλῳ, ἀποβάλλειν τοὺς ἀδελφοὺς

σημαίνει.

{ρηʹ Περὶ ποσότητος ἀδελφῶν}

Ὑποδείγματος χάριν ἔστωσαν Κρόνος, Ἤλιος καὶ Σελήνη Ταύρῳ

ἐν τῷ μεσουρανοῦντι ζῳδίῳ, ὡροσκόπος 〈Λέοντι〉, Ζεὺς Ὑδροχόῳ,

Ἄρης Διδύμοις. οἱ οὖν τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως οἱ σημαίνοντες

τοὺς ἀδελφοὺς Κρόνος καὶ Ἑρμῆς. λαμβάνω τὸν ἀριθμὸν ἐπὶ τὸν

ὡροσκόπον, ἐπειδὴ τῷ ὑπὲρ γῆ〈ν〉 ἡμισφαιρίῳ ἔτυχον ὅ τε Ἑρμῆς καὶ

ὁ Κρόνος· εἰ γὰρ ἦσαν ἐν τῷ ὑπογείῳ, ἠρίθμουν ἀπὸ ὡροσκόπου ἐπὶ

τοὺς τριγωνικοὺς δεσπότας τοῦ Ἄρεως. εὑρίσκω οὖν ἀπὸ τοῦ μεσου-

337

ρανήματος ἐπὶ τὸν ὡροσκόπον ζῴδια δ̅, ἁπλᾶ μὲν γ̅ καὶ δίσωμον ἕν·

τοσούτους ἀδελφοὺς λέγε ἔχειν τὸν ἀριθμὸν ε̅. συγκρίνειν δὲ δέον φάσκει

τοὺς τῶν κλήρων δεσπότας καὶ τοὺς τόπους ἀλλήλων καὶ τὰ ὅρια. εἰ

γὰρ ἀνατολικοὶ καὶ ἐν οἰκείοις τόποις τύχωνται καὶ τῆς αἱρέσεως

ὄντες, ζωσίμους καὶ εὐτυχεῖς δίδωσιν. ποταποὺς δὲ ἕξει ἀδελφοὺς σκό-

πει οὕτως ἀπὸ τῆς προκειμένης γενέσεως· ἐπειδὴ ὁ κλῆρος τῶν ἀδελφῶν

καὶ οἱ τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως ἔτυχον Ταύρῳ, θηλυκῷ ζῳδίῳ,

θήλεια μὲν ἀδελφή ἐστιν· ἐπειδὴ Κρόνος ἐκεῖ ἔτυχε, τελευτήσει δέ·

μετὰ Κρόνου Ἥλιος καὶ Ἑρμῆς πάλιν ἄλ〈λ〉ον ἀδελφὸν πρὸ αὐτοῦ

θανατοῦσιν.

Ἐὰν μὲν ὁ ὡροσκόπος καὶ ἡ Σελήνη τύχωσιν Ἰχθύσιν ἢ Σκορπίῳ

ἢ Καρκίνῳ, πολυχρόνιον τὴν μητέρα ποιοῦσιν, πλὴν μόνη Σελήνη ἐν

Σκορπίῳ διὰ τὸ ταπείνωμα αὐτῆς μάλιστα περὶ μοίρας τρεῖς εἶναι καὶ

ποιήσει τέκνα ἀποβάλλειν ἐξ αὐτῶν. εἰ δὲ ὁ κλῆρος τῶν ἀδελφῶν

τούτοις τοῖς ζῳδίοις τύχῃ, δίδωσι πολλοὺς ἀδελφούς, εἰ δὲ ἐν ἀσπέρμῳ

ζῳδίῳ τύχῃ ὁ κλῆρος (τουτέστιν ἐν Λέοντι ἢ Διδύμοις ἢ Τοξότῃ ἢ

Αἰγοκέρωτι), σπάνιν ἀδελφῶν ποιήσει, ἐν δὲ τοῖς λοιποῖς μέσως. καὶ

εἰ μὲν ἀγαθοποιοὶ θεωρήσονται τὸν κλῆρον, ζωὴν παρέχουσιν, εἰ δὲ

κακοποιοί, θάνατον.

Καὶ ταῦτα μὲν οἷς συντίθεται Πτολεμαῖος καὶ τὰ παρὰ τοῖς ἄλλοις τε

καὶ Δωροθέῳ ἐκτιθέμεθα ἵν' ἐκ πολλῶν δοκίμων τῆς ἀληθείας τὴν

συμφωνίαν λάβοιμεν. σκέπτεται οὖν ὁ Δωρόθεος ἀπὸ τῶν τριγωνο-

κρατόρων οὕτως·

τριπλεύρου κρατέοντας ἐν ᾧ θεὸς Ἥλιός ἐστιν.

φησὶ δὲ δεῖν καὶ τῆς ὥρας τὸν κύριον καὶ τοῦ μεσουρανοῦντος καὶ τοῦ

βίου πῶς κεῖνται ἐν τῇ γενέσει 〈σκοπεῖν〉 (ἐὰν γὰρ εὑρεθῶσι καλῶς

κείμενοι καλὰ σημαίνουσιν, ἂν δὲ ἐναντίως ἐναντία, ἂν δὲ μέσως μέσα),

338

καὶ τὸν κλῆρον δὲ τῆς τύχης τὸν κατ' αὐτόν (τουτέστιν ἐπὶ μὲν ἡμερι-

νῶν γενέσεων τὸν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου,

ἐπὶ δὲ νυκτερινῶν γενέσεων ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ τὰ ἴσα ὁμοίως

ἀπὸ ὡροσκόπου) καὶ τοὺς ὁρῶντας αὐτὸν ἀστέρας ποῖοί τέ εἰσι καὶ πῶς

κεῖνται. ἐὰν οὖν ὁ τοῦ κλήρου κύριος εὑρεθῇ ἐν κακῷ τόπῳ καὶ οἱ

ἀγαθοποιοὶ ἀπόστροφοι ὦσι τῆς Σελήνης, οἱ δὲ κακοποιοὶ κεκεντρω-

μένοι ἢ ἐπανερχόμενοι, γνῶθι δυστυχῆ εἶναι τὸν οὕτω τυχόντα. ἐὰν δὲ

ἐν οἰκείοις ὦσι τόποις καὶ τὴν Σελήνην ἀγαθοὶ ἐποπτεύωσιν, εὐτυχῆ

γνῶθι, δηλονότι αὐτῶν ὁρώντων καὶ τὸν κλῆρον. ἐὰν δὲ πάλιν ἐν ταῖς

γενέσεσιν εὕρωμεν τοὺς κακοποιοὺς ἐπικέντρους, τοὺς δὲ ἀγαθοποιοὺς

ἐπανερχομένους, καὶ πάλιν ἐὰν ἡ Σελήνη ἀπορρεύσῃ μὲν τῶν κακο-

ποιῶν, συνάψῃ 〈δὲ〉 τοῖς ἀγαθοποιοῖς, οἱ τοιοῦτοι τὰ ὕστερα τοῦ βίου

εὐτυχῶς ἕξουσιν. δεύτερον τόπον

βιότοιο λαχόντες

〈...〉.

Ἄλλοι μέντοι τῶν ἀρχαίων εἰρήκασιν ἐν τῷ τόπῳ τούτῳ τῷ ιαʹ μὴ

κακοποιεῖν τοὺς κακοποιοὺς παρατυχόντας (ὧν εἶς καὶ Πορφύριος)·

ὅμως χρὴ παραδέχεσθαι αὐτοὺς ποσῶς βλάπτοντας προϊούσης τῆς

ἡλικίας. πάλιν, φησίν, ἀρίθμει ἀπὸ τοῦ κυρίου τοῦ δευτέρου τόπου ἕως

αὐτοῦ τοῦ δευτέρου καὶ τὸν ἴσον ἀριθμὸν ἔκβαλλε ἀπὸ τῆς ὥρας, καὶ

εἰς δ' ζῴδιον ἐκπέσῃ ἐκεῖνο πάλιν σκόπει ποῖον τῶν ἀστέρων ἔχει καὶ

πῶς κεῖται ὁμοίως τοῖς ἄνω πρὸς τὸν τόπον καὶ ἀποφαίνου. καὶ ἐὰν

μὲν ἀγαθοποιοὶ ἴδωσι τὸν τόπον ἀγαθὰ σημαίνουσιν, εἰ δὲ κακοποιοὶ

κακά, ἐὰν δέ τις τῶν ἀγαθοποιῶν ἴδῃ τὸν τόπον δυτικὸς ὢν καὶ μέλλῃ

μετὰ ζ̅ ἡμέρας ἀνατολικὸς εἶναι, καὶ οὕτως ὄλβον καὶ πλοῦτον παρέξει.

Καὶ περὶ πάντων δὲ τῶν κλήρων ἐντέλλεται οὕτως· ἐὰν καλὸν ζῴδιον

ἐπέχῃ ὁ κλῆρος καὶ ὁ τούτου κύριος ἤτοι ὢν ἐν αὐτῷ ἢ ἐν τοιούτῳ καλῷ

καὶ ἔξαυγος, ἀγαθὰ πάμπολλα φέρει τῇ γενέσει, ἐὰν δὲ ᾖ ὕπαυγος ἢ

μέλλῃ κρύπτεσθαι ἐγγύς, φησίν, ὁπόσα σημαίνουσιν

εἰς ὀλίγον λάμψαντα μαραίνεται αἶψα πεσόντα.

λέγει δὲ καὶ τοῦτο· σκέπτου τίς πρῶτος τῶν ἀστέρων ἐν τῇ γενέσει

ἔρχεται εἰς τὸν τῆς Σελήνης τόπον ἢ καὶ τὸν τοῦ ὡροσκόπου· ὁ γὰρ

339

προλαμβάνων ἐλθεῖν εἰς τοὺς τόπους τούτους οὗτος μηνύσει τὰ μέτρα

τῆς τύχης. σκέπτεται δὲ τὰς γενέσεις οὕτως ὡς ἐκτίθεται·

καὶ γενέσεως τὰ ἑκάστα διίξομεν ὄφρα δαείης.

Ὁ δὲ Δωρόθεος καὶ ταῦτα προστίθησιν. ἐπειδὴ ὁ τοῦ Ἡλίου πρῶτος

τριγωνικὸς δεσπότης (τουτέστιν ἡ Ἀφροδίτη) ἐπίκεντρος ἐν τῷ ὡρο-

σκόπῳ ἔτυχεν ἰδιοθρονοῦσα ἐντὸς τῶν τοῦ ὡροσκόπου ι̅ε̅ μοιρῶν, μέ-

γεθος ἕξει τύχης ὁ γεννηθείς, καὶ μάλιστα ἐν πρώτῃ ἡλικίᾳ. κλῆρος

βίου Ὑδροχόου η̅κ̅ 〈!〉· ἐπειδὴ ὁ τούτου τοῦ κλήρου οἰκοδεσπότης, Κρό-

νος, ἐν καλῷ τόπῳ ἕστηκεν ἰδιοθρονῶν καὶ ὑπὸ τῆς Ἀφροδίτης τριγω-

νίζεται, τοῦ Ἄρεως ἀποστρόφου ὄντος, βίον καλὸν ἕξει καὶ πλοῦτον

πολύν. οἱ ἀγαθοποιοὶ ἐπίκεντροι ἑστῶτες, ὡς νῦν Ἀφροδίτη καὶ Ζεύς,

ἐπίχαριν ποιοῦσι καὶ ἐν δήμοις πίστιν διδόασιν καὶ ἐχθρῶν καθαίρεσιν.

Κατὰ δὲ Δωρόθεον ἐὰν ὁ τῆς τύχης δεσπότης, ἤγουν ἡ Ἀφροδίτη,

καὶ οἱ ἀγαθοποιοὶ ἐπὶ καλοῖς τόποις τύχωσιν εἶναι, καθάπερ ἐπὶ τῆς

προκειμένης γενέσεως, βασιλέα καὶ δυνάστην ἔσεσθαι τὸν γεννηθέντα

σημαίνει. ὅμως διὰ τὴν τῶν κακοποιῶν μαρτυρίαν ἕξει μετρίας ἐναν-

τιότητας· μετρίας δὲ εἴπομεν, ὅτιπ〈ερ〉 οἱ κακοποιοὶ ὡς νῦν ἰδιοθρο-

νοῦντες μέτριοι πρὸς κάκωσίν εἰσιν.

340

〈Ἐὰν〉 κακοποιὸς ἐπίδῃ τὸν δεύτερον τόπον κατὰ τετράγωνον ἢ

διάμετρον ἢ συμπαρῇ τ〈ούτῳ〉, ἔκπτωσιν βίου σημαίνει τῷ γεν〈ν〉η-

θέντι. καὶ ἐὰν ὁ δεύτερος τόπος ᾖ οἶκος Ἀφροδίτης, ὁ τοιοῦτος ζημιω-

θήσεται χάριν γυναικῶν ἢ διὰ γυναικῶν, εἰ δὲ οἶκος Ἑρμοῦ, χάριν

γραμμάτων ἢ ψήφων ἢ κληρονομιῶν ἢ χειρισμῶν, εἰ δὲ οἶκος Διός,

παρὰ μεγιστάνων ἢ δημοσίων πραγμάτων τὴν βλάβην ἕξει, εἰ δὲ οἶκος

Ἄρεως, λέγε τὴν βλάβην ἀπὸ στρατιωτικῶν πραγμάτων ἢ προσώπων

τοιούτων ἢ πολέμου ἢ ἐμπρησμοῦ ἢ μάχης ἢ ἁρπαγῆς ἢ λῃστρικῶν

ἢ ἐφοδικῶν 〈προσώπων〉, εἰ δὲ οἶκος Κρόνου, λέγε τὴν βλάβην ἀπὸ

γερόντων ἢ δούλων ἢ ἀπελευθέρων χάριν γῆς ἢ κληρονομίας ἢ τάφου

ἢ νεκρικῶν πραγμάτων ἢ ἐξ εὐτελῶν προσώπων, εἰ δὲ Ἡλίου οἶκος

ᾖ, τὴν βλάβην ποιήσει ἀπὸ πατρὸς ἢ πατρωῶν ἢ προγόνων ἢ χάριν

δανείσματος ἢ χρημάτων τινῶν ἢ πράξεων, ἐὰν δὲ Σελήνης οἶκος

ᾖ, χάριν μητρὸς ἢ γένους μητρικοῦ ἢ μητρυιῶν ἢ τῶν τοιούτων προσ-

ώπων.

Ἐμ〈ο〉ὶ δὲ δοκεῖ καὶ ἐπὶ ἑκάστου οἴκου καὶ τόπου βλαπτομένου

ὑπὸ κακοποιοῦ ἀποφήνασθαι τὴν βλάβην κατὰ τὴν φύσιν τοῦ οἰκο-

δεσπότου τοῦ ζῳδίου καθ' ὃ ὁ κακοποιός ἐστι καὶ τὰ σημαινόμενα

ἀπὸ τοῦ τόπου. εἰ δὲ θέλεις λαβεῖν καὶ κλῆρον βίου, λάμβανε πάντοτε

νυκτὸς καὶ ἡμέρας ἀπὸ οἰκοδεσπότου τοῦ δευτέρου τόπου ἐπὶ αὐτὸν

τὸν τόπον τὸν δεύτερον, καὶ τὰ ἴσα ἀπόλυε ἀπὸ ὡροσκόπου· καὶ ὅπου

ἂν ἐκπέσῃ ὁ κλῆρος, σκόπει τὸν κύριον τοῦ κλήρου καὶ αὐτὸ τὸ ζῴδιον

ἐν 〈ᾧ〉 ὁ κλῆρος ἐνέπεσεν. καὶ εἰ καλῷ τόπῳ ἔτυχεν ὁ κλῆρος καὶ ὁ

κύριος αὐτοῦ δίχα τῆς τῶν κακοποιῶν ἀκτινοβολίας, καλὸν τὸν βίον

λέγε. εἰ δὲ εὑρεθῇ ὁ κύριος τοῦ κλήρου ἑῷος δυτικός, μετὰ 〈δὲ〉 ἑπτὰ

ἡμέρας γενήσεται ἑῷος ἀνατολικός, κρυπτὸν καὶ λαθραῖον πλοῦτον

ποιήσει.

341

Καθὼς δὲ Δωρόθεος διδάσκει, λέγων ὅτι μετὰ τὴν γεννητικὴν

ἡμέραν ζήτει τίς τῶν ἀστέρων πρώτως κατ' ἐπέμβασιν ἔρχεται ἐπὶ

τὴν γεννητικὴν Σελήνην ἢ τὸν ὡροσκόπον, καὶ πρὸς τὴν φύσιν καὶ τὴν

φάσιν τῶν ἀστέρων ἀπόκρινε τὰ τῆς τύχης.

〈Κ〉ατὰ δὲ Δωρόθεον· ἐπειδὴ οἱ τῆς Ἀφροδίτης τριγωνικοὶ δεσπόται

ὁ αʹ καὶ βʹ ἐν καλοῖς ἵστανται τόποις καὶ ἔξαυγοί εἰσιν, εὐγαμίαν

δηλοῦσιν. ὁ κύριος τοῦ δυτικοῦ κέντρου τετράγωνος αὐτῷ ὢν καὶ

ἔξαυγος καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος σώφρονα παρέχει γάμον,

ἐξ οὗ καὶ προκοπαὶ γενήσονται. ἔσται δὲ ὁ γάμος περὶ τὸ ιζʹ ἔτος

ἀπὸ τῆς γεννήσεως. κλῆρος γάμου Ταύρου ι̅η̅ μ̅· ἐπειδὴ οὗτος ὁ κλῆ-

ρος ὑπὸ Κρόνου κακοῦται κατὰ τετράγωνον σχῆμα, λυπηρὸν τὸν γάμον

ἕξει διὰ θανάτου γυναικός.

Πάλιν δὲ καὶ τὰ ἐν τοῖς ἔπεσι Δωροθέου ἐκ τῶν Νεχεψὼ καὶ τῶν

ἄλλων σύνθετα ἐπισυνάψωμεν.

αὐτίκα δ' ἀμφὶ γάμοιο διίξομεν ἱμερόεντος.

342

ὅταν οἱ μὲν τριγωνοκράτορες ἐν κακοῖς ὦσι τόποις, ἡ δὲ Ἀφροδίτη ἐν

καλοῖς, καὶ οὕτω καλῶς γαμοῦσιν, μετά τινος μέντοι ζημίας, ἐὰν δὲ

ἡ Ἀφροδίτη ἐν κακοῖς, οἱ δὲ τριγωνοκράτορες ἐν καλοῖς, Ζεὺς δὲ καὶ

Ἄρης αὐτὴν ἐπίδωσιν, ποιεῖ, φησίν,

ῥεμβάδα καὶ φοιτῶσαν ὅπῃ κύρσειεν ἑταίρους.

ἡνίκα δὲ ὁ μὲν πρῶτος τριγωνοκράτωρ καλῶς κεῖται, ὁ δὲ δεύτερος

κακῶς, τὰ πρῶτα τῆς συναφῆς τοῦ γάμου καλὰ σημαίνει, τὰ δὲ ἔσχατα

φαῦλα, ἐναντίως δὲ ἐχόντων ἐναντία.

Καὶ τὰ περὶ τοῦ γάμου νόει·

πάντοτε δ' Ἀφρογενὴς κέντρον δυτικὸν κατέχουσα

〈...〉. ἐὰν δὲ ᾖ Ἀφροδίτη ὁμοῦ καὶ Ζεύς, Κρόνος δὲ ἀλλαχόθεν ἴδῃ

αὐτοὺς ἢ καὶ Ἄρης, ταῖς δεσποίναις ἑαυτῶν συγκοιμῶνται, καὶ ἐπὶ τῶν

θηλειῶν τὸ αὐτό σοι νοείσθω. Ἀφροδίτη ὡρονομοῦσα παρὰ τὴν αἵρεσιν

ἤτοι μεσουρανοῦσα ὑπὸ τὰς αὐγὰς τοῦ Ἄρεως κεκεντρωμένου πρὸς

αὐτὴν ποιεῖ γάμον ἐκ ταπεινοῦ, καὶ Ἑρμοῦ ἐποπτεύσαντος δημοσίαν

καὶ μιγάδα ἄξει εἰς γάμον.

Ἐὰν δὲ τὸ ζʹ ζῴδιον ἀπὸ τῆς ὥρας κακωθῇ ὑπὸ κακοποιοῦ ἢ καὶ

ὑπαύγου τάδε ποιεῖ· Κρόνος μὲν 〈τὸν γάμον〉 διαφέρει ἕνεκα ἀρχαίων

ἢ ἀποθανόντων 〈ἢ〉 πατέρων, ὁ δὲ Ζεὺς ἕνεκα δημοσίων, ὁ δὲ Ἑρμῆς

ἕνεκα λογιστικῶν καὶ τοιούτων ἢ καὶ γυναῖκας ποιεῖ ῥυπαίνεσθαι

παρὰ δούλων, ὁ δὲ Ἄρης μοιχικάς, ἐὰν δὲ αὐτῷ οὕτως ἔχοντι καὶ ὁ

Ἑρμῆς συμπαρῇ αὐτοχείρους ποιοῦσι τῶν ἰδίων γυναικῶν, ἡ δὲ Ἀφρο-

δίτη ζῆλον καὶ δυσγαμίαν παρέχει.

〈...〉. καὶ ἐὰν εὑρεθῇ οὕτως ὁ Κρόνος γεραιός τίς ἐστιν ὁ συγκοιμώ-

μενος ἢ καὶ φθείρας, εἰ δὲ Ἄρης ταπεινός τις ἤτοι σώματος ἔμπορος,

εἰ δὲ Ζεὺς πλούσιός τις, εἰ δὲ Ἀφροδίτη ἐν εὐφροσύνῃ καὶ μέθῃ, εἰ δὲ

Ἑρμῆς ἐξ ἀπάτης καὶ ὑποσχέσεως καὶ τῶν τοιούτων. κατὰ δὲ πάροδον,

φησίν, ἐπὶ τῶν ἐν ἡλικίαις Ζεὺς ἐπισυμβαίνων τοῖς τῆς Ἀφροδίτης τό-

ποις ἢ καὶ Κρόνος ποιεῖ γάμους, καὶ Ἀφροδίτη δὲ ἐν τοῖς ἰδίοις τόποις.

ταῦτα δὲ χρὴ στοχάζεσθαι ἐπὶ τῶν ἐγγὺς ὑπόπτων γαμούντων, σκε-

πτέον δὲ ὁμοίως καὶ τοὺς γαμικοὺς κλήρους τότε.

343

κλῆρος μοιχείας κατὰ τὸ διάμετρον τοῦ γάμου ἀπὸ Ἡλίου ἐπὶ Σελήνην

καὶ τὰ ἴσα ἀπὸ Ἀφροδίτης (ὡροσκόπου ed.) ἡμέρας καὶ νυκτός· τὸ δὲ

ἀποτέλεσμα τοῦτο κεῖται ἐν τῷ δʹ κεφαλαίῳ τοῦ δευτέρου βιβλίου

Δωροθέου.

{ξϚʹ Περὶ ἀσελγῶν καὶ μεθυστῶν καὶ ἐμπαθῶν}

Ἡ Ἀφροδίτη οἴκοις Ἑρμοῦ, 〈τοῦ Ἑρμοῦ〉 κακῶς κειμένου, παιδερα-

στὰς ποιεῖ. ὁ κλῆρος τοῦ γάμου οἴκοις Ἑρμοῦ, 〈τοῦ〉 Ἑρμοῦ ἐν ἀρσενι-

κῷ ἐπικέντρου 〈ὄντος〉, τὸ αὐτὸ ποιεῖ. Ἄρης καὶ Ἑρμῆς ἐναλλάξαντες

τοὺς οἴκους ἀλλήλων ἢ τετραγωνίσαντες ἀλλήλους ἢ διαμετρήσαντες

παιδεραστὰς ποιοῦσιν. ἡ Ἀφροδίτη Αἰγοκέρωτι ἢ Ἰχθύσιν ἢ Σκορπίῳ

ἢ Ταύρῳ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρουμένη ἀσελγεῖς ποιεῖ, μάλιστα

ὕπαυγος. Ἀφροδίτη οἴκοις Κρόνου ἢ Ἄρεως ὑπ' αὐτῶν θεωρουμένη

ἀσελγεῖς ποιεῖ. ἡ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Ἄρης θεωρήσαντες ἀλλή-

λους ἀσελγεῖς ποιοῦσιν. ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν τῷ δύνοντι τὰς

μὲν γυναῖκας ἀσελγεῖς ποιοῦσιν, τοὺς δὲ ἄνδρας μαλακούς, πλέον δὲ εἰ

καὶ ὑπὸ Ἄρεως ἢ Κρόνου θεωρηθῶσιν.

Καὶ ταῦτα μὲν ὁ Πτολεμαῖος ἐκ τῶν Πετοσίριδος ἐκτίθεται, πάλιν

δὲ ὁ Δωρόθεος περὶ τέκνων σκεπτόμενος λέγει. δεῖ τοὺς τριγωνοκρά-

344

τορας τοῦ Διὸς σκοπεῖν πῶς κεῖνται ἐν τῇ γενέσει εἴτ' ἐν καλοῖς τόποις

ἢ ἐναντίοις, ἢ ὃς μέν ἐστιν, ὃς δὲ οὐ, καὶ πρὸς αὐτοὺς ἀποτελεῖν. 〈...〉

τήν τε πρώτην καὶ δευτέραν πρᾶξιν ὁμοίως αὐτοῖς διασημαίνειν.

σκέπτου εἰ ἐν καλοῖς τόποις ὁ κλῆρος εἴη καὶ μὴ ἐν ἀσπόροις ἐπειδήπερ

ἐὰν εὑρεθῇ ἐν τῷ Ϛʹ ἢ ἐν τῷ ιβʹ ἢ ἄγονος, φησίν, ἔσται ἢ κλαύσει τὰ

τικτόμενα. ἐὰν δὲ ὁ κλῆρος καὶ τὸ δῦνον αὐτοῖς ὁμοίως καὶ τὰ τετρά-

πλευρα χηρεύῃ ἄστρων καὶ μάλιστα ἀγαθῶν

φράζεο τούσδε γονῆς ἐπιδευέας αἰὲν ἐόντας.

εἰ δὲ τὰ ζῴδια τὰ παρέχοντα τὰ τέκνα καὶ οἱ ἐπόντες ἀστέρες θη-

λυκῆς ὦσι φύσεως θηλυκὰ ἔσται τὰ τικτόμενα, εἰ δὲ ἀρρενικὰ ἢ

μεμιγμένα ὁμοίως ἀρρενικὰ ἢ καὶ μεμιγμένα.

Κατὰ Δωρόθεον διὰ τὸ τοὺς τριγωνικοὺς δεσπότας τοῦ Διὸς ἐξαύ-

γους ὄντας ἐν καλοῖς τόποις κεῖσθαι εὐτεκνίαν ἔσεσθαι σημαίνει.

ἕξει δὲ τέκνα τρία διὰ τὸ μεταξὺ τοῦ τριγωνικοῦ δεσπότου τοῦ Διός,

ἤγουν Ἄρεως, καὶ ὡροσκόπου εὑρίσκεσθαι ζῴδια β̅, ἓν μὲν ἁπλοῦν,

τὸν Λέοντα, δίσωμον δὲ τὴν Παρθένον.

345

{Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν

τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος}

Ὁ Κρόνος Δία τριγωνίζων πολυκτημοσύνην ποιεῖ καὶ πολυχρύσους

καὶ πολυαργύρους καὶ ἱερῶν προεστῶτας καὶ φόρων πράκτορας, ἐπι-

τρόπους, ἀλλοτρίων κληρονομοῦντας, πιστούς, ὑπὸ μεγάλων ἀνδρῶν

τιμωμένους· καλὸν δὲ τοῦτο τὸ σχῆμα καὶ πρὸς πατέρας. εἰ δὲ τριγω-

νίζοντας ἀλλήλους ἴδοι ὁ Ἑρμῆς, μυστικοὺς σημαίνει καὶ γνωστικοὺς

ἢ βασιλεῦσιν ὑπηρετουμένους ἢ πόλεσιν ἢ λειτουργοὺς καὶ θύτας,

ἀνατρέφουσι δὲ καὶ ἀλλότρια τέκνα οἱ τοιοῦτοι ὅταν ἐπὶ καλῶν τόπων

ἱστάμενοι τύχωσιν· τῶν μέντοι ἰδίων τέκνων οὐκ ἀπολαύουσιν· ἢ γὰρ

ἀεὶ τελευτῶσιν οἱ γεννώμενοι ἐν τούτῳ τῷ σχήματι ἢ ἐν ἀλλοτρίοις

τραφέντες ὕστερον ἐπανίασι πρὸς τοὺς γονεῖς. εἰ δὲ τοῦ Κρόνου καὶ τοῦ

Διὸς κατὰ τρίγωνον ὄντων καὶ ὑπὸ τοῦ Ἑρμοῦ μαρτυρουμένων ὁ Ἄρης

ἴδοι αὐτούς, ἐλαττωθήσεται τὰ εἰρημένα πάντα· ἕξουσι γὰρ φθόνους

καὶ μέμψεις ἐν ταῖς πράξεσι καὶ διαβολὰς καὶ ἐναντιώματα πολλά. ὁ

Κρόνος τριγωνίζων Ἄρην, εἰ καὶ Ζεὺς μὴ ὁρᾷ μήτε ὁ Ἑρμῆς, εὔποροι

γίνονται καὶ ἐνεργεῖς καὶ δυνατοὶ ἐν ταῖς πράξεσι καὶ ἐν ταῖς πόλεσι δὲ

ὁμοίως, πλὴν οἱ πρὸ αὐτῶν ἀδελφοὶ προτελευτῶσιν. ὁ Κρόνος Ἥλιον

τριγωνίζων ἐπὶ ἡμερινῆς γενέσεως προκοπὰς ποιεῖ καὶ δόξας καὶ

γνωστούς, ἐπισήμους ἄνδρας, οὐ τοὺς γεννηθέντας μόνους ἀλλὰ καὶ

τοὺς πατέρας, διότι ὁ Ἥλιος καὶ ὁ Κρόνος τὸ πατρικὸν ἐπέχουσι

πρόσωπον. ἐπὶ δὲ ἡμερινῆς εἰ ἐπὶ ἀρρενικοῖς εἶεν ζῳδίοις καὶ ἐν τῷ

ὑπὲρ γῆν ἡμισφαιρίῳ, πολὺ κρεῖττον τὸ διάθεμα, ἐπὶ δὲ νυκτερινῆς

γενέσεως τοὺς μὲν γεννηθέντας ἀφ' ἑαυτῶν πορίζοντας ποιεῖ, τὰ δὲ

τῶν γονέων οὐ συντηροῦσιν. ὁ Κρόνος Ἀφροδίτην τριγωνίζων εὐσταθῆ

τὸν βίον καὶ σεμνότητα, οἱ τοιοῦτοι δὲ ἀπὸ τῶν καταδεεστέρων φθο-

νοῦνται· βραδύγαμοι μέντοι γίνονται. ὁ Κρόνος Ἑρμῆν τριγωνίζων

συνετοὺς καὶ ἐμπείρους καὶ τὴν γνώμην βεβαίους, αἱ δὲ τούτων πράξεις

ἀπὸ λόγων καὶ ψήφων ἢ ἐμπορίας ὅθεν αὐτοῖς ὁ βίος αὐτάρκης. ὁ

Κρόνος Σελήνην τριγωνίζων συστάσεις ποιεῖ μεγάλας, πρὸς βασιλεῖς

346

καὶ ἄρχοντας γνωρίζων καὶ ἐνδόξους ποιῶν, καὶ μᾶλλον αὐξιφωτούσης

τῆς Σελήνης· λειπούσης γὰρ αὐτῆς πολλὴν μείωσιν ἕξει τὰ εἰρημένα.

Ὁ Ζεὺς Ἄρην τριγωνίζων ἀρχικούς, δράστας, παρ' ἡγεμόσι τιμωμέ-

νους ποιεῖ. ὁ Ζεὺς Ἥλιον τριγωνίζων πλουσίους, ἐνδόξους, ἀρχικοὺς

ποιεῖ, καὶ τέκνων ἐστὶ δοτὴρ καὶ εὐγαμίας αἴτιος, καὶ βίον ἐπίσημον

παρέχει. ὁ Ζεὺς Ἀφροδίτην τριγωνίζων χαρίεντα καὶ ποθεινὸν ποιεῖ,

παρὰ φίλων προκόπτοντα ἢ γυναικῶν. ὁ Ζεὺς Ἑρμῆν τριγωνίζων φρο-

νίμους, ἐπινοητικούς, ἐμπράκτους, παρὰ πολλῶν εὐδοκιμοῦντας,

τούτων δὲ ἡ πρᾶξις ἀπὸ γραμμάτων ἢ δημοσίων χρειῶν ἢ βασιλικῶν

ὑπηρεσιῶν, τινὰς δὲ καὶ ἀστρονόμους ἐπισήμους σημαίνει. ὁ Ζεὺς

Σελήνην ἰδὼν ἐνδόξους καὶ ἐμφανεῖς, ἡγεμόνας ἢ δικαστάς—τοὺς

μὲν δήμου, τοὺς δὲ στρατιωτῶν—ποιεῖ, καὶ μᾶλλον αὐξιφωτούσης

τῆς Σελήνης, εἰ δέ ἐστιν ἡ Σελήνη ἀφαιρετικὴ οὐκ αὐτοὺς αὐθέντας

ποιεῖ ἀλλὰ τοιούτοις προσώποις ὑπηρετουμένους.

Ὁ Ἄρης Ἥλιον τριγωνίζων ἀρχικοὺς ποιεῖ, εἰ δὲ καὶ ἔστιν ἡ γέ-

νεσις ἡμερινὴ καὶ τὸν μὲν δεξιὸν τόπον ὁ Ἥλιος κατέχει, τὸν δὲ λαιὸν

ὁ Ἄρης, ἔτι βέλτιον τὸ σχῆμα· ἡγεμόνες γὰρ οὗτοι καὶ δυνάσται γίνον-

ται. ὁ Ἄρης Δία τριγωνίζων, τοῦ Διὸς ἐπικέντρου ὄντος καὶ τῆς

Σελήνης καλῶς ἑστώσης, στρατιώτας ἐπισήμους ποιεῖ, ζωῆς καὶ

θανάτου κυρίους, καὶ μᾶλλον ὅταν ἐπὶ ἀρρενικῶν ὦσι ζῳδίων· τὰ γὰρ

ἀρρενικὰ ἐπὶ ἐξουσίας καὶ ἡγεμονίας παραλαμβάνονται, τὰ δὲ θηλυκὰ

ἐπὶ ὑποταγῆς. ὁ Ἄρης Ἀφροδίτην τριγωνίζων ἐμπόρους, εὐγάμους,

φιλοκόσμους καὶ μεγαλόφρονας ποιεῖ, οἱ τοιοῦτοι δὲ πολλῶν γυναικῶν

λέχη θηρῶσιν ἤτοι μοιχοὶ γίνονται. ὁ Ἄρης τριγωνίζων Ἑρμῆν ἐμπράκ-

τους καὶ συνετοὺς εἴς τε λόγους καὶ ἔργα, ἐπιτευκτικούς τε καὶ ὀξεῖς,

ἐκ ψήφων ἢ γραμμάτων τὸν βίον συλλέγοντας. ὁ Ἄρης Σελήνην τριγω-

νίζων ἐπὶ μὲν νυκτερινῆς γενέσεως, λειψιφωτούσης 〈τῆς〉 Σελήνης,

ἔμπρακτοι καὶ ἐπιτευκτικοὶ γίνονται καὶ πάντων ὧν βουλεύσονται

περιγίνονται, εἰ δὲ καὶ Ζεὺς αὐτοὺς ἴδῃ, ἔσονται ἀρχικοί, ἔνδοξοι,

μεγάλα δυνάμενοι. ἐπὶ δὲ ἡμερινῆς γενέσεως ὁ Ἄρης τριγωνίζων Σε-

347

λήνην οὖσαν ἐν τῷ ὑπεργείῳ βλάπτει καὶ σῶμα καὶ βίον, εἰ μάλιστα

αὐξιφωτεῖ ἡ Σελήνη.

Ὁ Ἥλιος τριγωνίζων Σελήνην, καλὸν τὸ σχῆμα, καὶ μάλιστα ὑπὸ

Διός, Ἀφροδίτης ὁρώμενοι.

Ἡ Ἀφροδίτη Σελήνην τριγωνίζουσα πραεῖς ποιεῖ καὶ ἱλαρούς,

εὐμόρφους, τοὺς μέντοι γάμους ἀβεβαίους δηλοῖ.

Ὁ Ἑρμῆς Σελήνην τριγωνίζων δηλοῖ εὐμαθεῖς γενέσθαι καὶ συνε-

τούς.

{Περὶ τετραγώνων}

Ὁ Κρόνος Δία τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐλατ-

τοῦται ἡ ὕπαρξις, αὐτοὶ δὲ ἐναντία ἑαυτοῖς βουλεύονται καὶ ἐν ταῖς

πράξεσιν ἐμποδίζονται ἢ ἀνάστατοι γίνονται, τόν τε πατέρα βλάπτει

τοῦτο τὸ σχῆμα καὶ τὰ πατρικὰ πάντα ἀφανίζονται. εἰ δὲ Ζεύς ἐστι

καθυπερτερῶν τὸν Κρόνον, ἥττων ἡ κάκωσις· τῷ τε γὰρ πατρὶ εὔκλειαν

δώσει καὶ τῷ παιδὶ βίου πορισμὸν κατὰ τὸ μέτρον τοῦ σχήματος καὶ

τῆς θέσεως. ὁ Κρόνος Ἄρην τετραγωνίζων, τοῦ Κρόνου καθυπερτε-

ροῦντος, ἀτακτοῦσιν, τῷ δὲ σώματι ἔσονται φρικώδεις καὶ νοσεροί,

ἐνίοτε καὶ ῥίγει καὶ πυρετῷ δαμάζονται, τὰ πατρικὰ δὲ κτήματα ὄλλυν-

ται, οἱ δὲ τοιοῦτοι καὶ θανάτους ὁρῶσι τῶν ἀδελφῶν. εἰ δὲ ὁ Ἄρης

καθυπερτερεῖ τὸν Κρόνον, πάντως οἱ πατέρες πρὸ τῆς μητρὸς τελευτῶ-

σιν, αὐτῷ δ' ἔσονται τῷ βίῳ μερικῶς ἐνεργεῖς καὶ ἔμπρακτοι, πλήν,

ὡς εἴρηται, τῶν πατρικῶν κτημάτων τὸ σχῆμα ὀλέθριον· οἱ τοιοῦτοι

καὶ ἀπὸ τῶν οἰκείων φθονοῦνται. ὁ Κρόνος Ἥλιον τετραγωνίζων, τοῦ

Κρόνου καθυπερτεροῦντος, ἔκπτωσις ἔσται τοῖς πατράσιν ἢ σπασμός,

πρὸ δὲ τῶν μητέρων οἱ πατέρες τελευτῶσιν, σφάλλονται δὲ καὶ οἱ

παῖδες ἐν πολλαῖς περιπίπτοντες ταῖς βλάβαις καὶ σωματικαῖς ὀχλή-

σεσιν, τὸ δὲ πλεῖον ῥιγοπυρέτοις, εἰσὶ δὲ καὶ περὶ τὰς πράξεις ψυκτικοί.

τοῦ δὲ Ἡλίου καθυπερτεροῦντος τὸν Κρόνον, σκορπίζονται τὰ πατρῷα,

τοὺς δὲ ἐχθροὺς τοῖς οἰκείοις ποιεῖ καὶ τὰς πράξεις ἐλαττοῖ καὶ ἐπαλ-

λήλοις νόσοις περικυλίει ἀσήμους τε τῷ βίῳ καὶ ἐν ταῖς οἰκείαις

πόλεσιν ἀγνοουμένους. ὁ Κρόνος τετραγωνίζων Ἀφροδίτην, τοῦ Κρόνου

348

καθυπερτεροῦντος, ἐκπτώσεις γίνονται καὶ ἐκ θηλυκῶν προσώπων

κακὰ πολλὰ καὶ πένθη· οὗτοι τὰ πολλὰ ἀτυχοῦσιν ἐν οἷς ἐπιβάλλονται

καὶ ἐν γυναιξὶν οὐκ ἔχουσι χάριτας. εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὸν

Κρόνον, ἐνδόξους δίδωσι γάμους καὶ γυναῖκας ἀρχικάς, εὐνοϊκὰς καὶ

φιλοστόργους, αἳ καὶ πάνυ ὑπὸ ἀνδρῶν φιληθήσονται. ὁ Κρόνος τετρα-

γωνίζων Ἑρμῆν, τοῦ Κρόνου καθυπερτεροῦντος, ψύξεις περὶ τὰς

πράξεις καὶ ἐναντιότητες πολλαὶ ἔσονται καὶ ἐναντιογνωμίαι, ἔσονται

δὲ οἱ τοιοῦτοι ἐν τοῖς ἔργοις ὑπ' ἄλλων κυριευόμενοι, οἱ δὲ βάσκανοι

γίνονται, ἄλλοι τραυλοὶ ἢ κωφοί. εἰ δὲ ὁ Ἑρμῆς καθυπερτερεῖ τὸν

Κρόνον, ἥττονα τὰ προειρημένα ποιεῖ. ὁ Κρόνος Σελήνην τετραγωνίζων,

τοῦ Κρόνου καθυπερτεροῦντος, κακοθάνατος ἡ μήτηρ, καὶ ὁ παῖς ἐν

νόσοις πολλαῖς καὶ κινδύνοις ἔσσεται καὶ συνεχέσι ῥευματισμοῖς, ἐπὶ δὲ

ζῳδίων θηλυκῶν ἔτι χεῖρον· εἰ γὰρ ᾖ τούτῳ πεπρωμένος ὁ γάμος,

δύσγονόν τε γυναῖκα λήψεται, καὶ οὔτε φίλοι οὔτε τέκνα τούτῳ ἔσονται,

τούτων δὲ καὶ ὁ βίος ἐλαττοῦται. εἰ δὲ ἡ Σελήνη τὸν Κρόνον καθυπερ-

τερεῖ, πρός τε τῷ ἀπράκτους ποιεῖν καὶ ἐχθροὺς ταῖς μητράσι δείκνυσι

καὶ τὰ μητρικὰ φθείρει καὶ ῥεύματα κινεῖ.

Ὁ Ζεὺς τετραγωνίζων Ἄρην, τοῦ Διὸς καθυπερτεροῦντος, δόξα καὶ

τιμὴ ἕπεται τούτοις καὶ σύστασις· οἱ μὲν ἐν στρατιαῖς διαπρέπουσιν,

οἱ δὲ ἐν βασιλικαῖς αὐλαῖς ἀναστρέφονται ἢ ἐν δημοσίαις πράξεσι,

πλὴν τὰ μητρικὰ ἢ πατρικὰ οὐ φυλάττονται, καὶ ἐπὶ τέκνοις λῦπαι

ἔσονται ἢ σπανότεκνοι γίνονται. εἰ μέντοι ὁ Ἄρης τὸν Δία καθυπερτερεῖ,

ὀξεῖς μὲν καὶ ὁρμητάς, πλὴν σφαλλομένους ἐν τῷ βίῳ ποιεῖ καὶ μάτην

κάμνοντας, ἔν τε δημοσίαις ἢ βασιλικαῖς πράξεσι διαβαλλομένους

καὶ κατηγορουμένους. ὁ Ζεὺς Ἥλιον τετραγωνίζων καὶ τῷ πατρὶ καὶ

τῷ τεχθέντι καλός· προκοπὰς γὰρ ἐπάγει καὶ ἐν μεγάλοις ἀνδράσι

συστάσεις, καὶ ἄλλων ἡγεμονεύοντας ποιεῖ. τοῦ δὲ Ἡλίου τὸν Δία

καθυπερτεροῦντος, λαμπρὸς μὲν ὁ πατήρ, τὰ δὲ ὑπάρχοντα τούτων

μειοῦται ἐν περιστάσεσι κοιναῖς, πολλάκις δὲ καὶ ἐξ ἀναστάσεως ἐχθρῶν

τοῦτο γίνεται. ὁ Ζεὺς τετραγωνίζων Ἀφροδίτην, τοῦ Διὸς καθυπερτε-

ροῦντος, πολλοὺς οἱ τοιοῦτοι φίλους ἕξουσιν, καὶ μάλιστα ἀπὸ θηλυκῶν

προσώπων κερδανοῦσι καὶ ἀστεῖον βίον ἕξουσι καὶ θεοσεβεῖς ἔσονται.

εἰ δὲ ἡ Ἀφροδίτη τὸν Δία καθυπερτερεῖ, ἐρωτικοὶ ἔσονται καὶ φιλό-

349

κοσμοι καὶ πρὸς τούτων τερπόμενοι· πολλὰ μέντοι οἱ τοιοῦτοι ἐναντία

πείσονται καὶ ἀποτυχίας ἐν τοῖς ἔργοις. ὁ Ζεὺς Ἑρμῆν τετραγωνίζων,

τοῦ Διὸς καθυπερτεροῦντος, γραμματικοὶ ἢ γεωμέτραι γίνονται, ἐνίοις

δὲ ὁ βίος ἔσται ἀπὸ κοινῆς προστασίας καὶ αἱ πράξεις ἀστεῖαι. εἰ δὲ ὁ

Ἑρμῆς τὸν Δία καθυπερτερεῖ, τῷ μὲν βίῳ οὐκ ἄποροι ἔσονται, πλὴν

ἄκρατοι ἐν ταῖς πράξεσι καὶ ἐναντία ἑαυτοῖς ποιοῦντες, καὶ τὰ μὲν

ἀγαθὰ ὡς κακὰ ἀποφεύγουσιν, τὰ δὲ κακὰ αἱροῦνται ὡς ἀγαθά, πολ-

λάκις δὲ οἱ τοιοῦτοι καὶ αὐτόματόν τι ἀγαθὸν ἐπελθὸν ἀποφεύγουσιν,

καὶ οὓς εὐεργετήσουσιν, ὑπὸ τῶν τοιούτων ἀχαριστοῦνται, καὶ…

οὐ…

The complete text is available when the reading interface loads.