The Greek Library Author

Anonymous

Fragmenta e Hephaestionis $1*)APOTELESMATIKW=N

Authority group
Dorotheus Astrol. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta e Hephaestionis Ἀποτελεσματικῶν libris hausta, ed. Pingree, op. cit., 427–434.
CTS identifier
urn:cts:greekLit:tlg1337.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2e

1

κεῖται, ὑπὸ ποίων ἀστέρων θεωρεῖται, καὶ 〈πρὸς〉 αὐτὸν τὰ περὶ φιλίας

σκοποῦσιν.

Ἄρης δ' εὖτέ κεν 〈ᾖ〉 καθυπέρτερος Ἑρμείαο,

ὁμῶς ἐὰν ᾖ ἐν τοῖς ἀκούουσι ζῳδίοις ἤτοι ἐν τοῖς βλέπουσιν, συμπαθεῖς

ἔσονται αἱ γενέσεις. ἀκούει δὲ ἀλλήλων τὰ ἴσον ἀπέχοντα τοῦ ἰσημε-

ρινοῦ ζῳδίου, οἷον Ταῦρος καὶ Ἰχθύες, Δίδυμοι καὶ Ὑδροχόος, καὶ

ἐφεξῆς τὰ ἄλλα ζῴδια· Κριὸς δὲ καὶ Ζυγός, φησὶν ἀκολουθῶν Θρασύλ-

λῳ, οὐκ ἀκούει ἀλλήλων. βλέποντα δὲ ζῴδια τὰ ἴσον ἀπέχοντα τῶν

τροπικῶν ζῳδίων. Κριὸς δὲ ἐπιτάττει τῷ Ζυγῷ διὰ τὸ ἐν μὲν Κριῷ

αὔξειν τὴν ἡμέραν, ἐν δὲ Ζυγῷ μειοῦν· ὁμοίως καὶ Ταῦρος Παρθένῳ

ἐπιτάττει τῷ αὐτῷ τρόπῳ, καὶ τὰ ἄλλα. καὶ τὰ ἰσανάφορα δὲ ζῴδια

συμπαθῆ ἐστιν ἀλλήλοις, μάλιστα ἐὰν τῶν δύο γενέσεων οἱ κλῆροι τοῦ

ἔρωτος ἐμπέσωσιν εἰς αὐτά. ἔστι δὲ καὶ ἐν τούτοις πλείων ἰσχὺς καὶ

ἐλάττων, πλείων μὲν ἐν τοῖς ἀπὸ Κριοῦ ἕως Παρθένου καὶ αὐτῆς, ἐλάτ-

των δὲ ἐν τῷ ἄλλῳ ἡμισφαιρίῳ. οὐ μόνον δὲ χρὴ ἐπὶ τῶν φίλων τὰ περὶ

φιλίας σκοπεῖν ἐν τοῖς προεκτεθειμένοις σχήμασιν, ἀλλὰ καὶ ἐπὶ

γυναικὸς καὶ ἀνδρός, καὶ πατρὸς καὶ μητρὸς καὶ τέκνων.

2e,2

1

Κλῆρος φιλίας Παρθένου δ̅ λ̅ζ̅, κλῆρος ἔρωτος Σκορπίου Ϛ̅ λ̅ε̅· καὶ

ἐπειδὴ οὗτοι μ〈ὲν〉 οἱ κλῆροι ἐν κακοῖς πεπτώκασι τόποις, οἱ δὲ τού-

των οἰκοδεσπόται ἐν καλοῖς εὑρέθησαν τόποις καὶ ἔξαυγοι, μαρτυρού-

μενοι ὑπό τε ἀγαθοποιῶν καὶ κακοποιῶν, ἕξει παρὰ φίλων ὠφελείας

μὲν μᾶλλον, βλάβας δὲ ἧττον.

2e,3

1

Ὅτι ἐπὶ πάσης καταρχῆς δεῖ τοὺς δ̅ κλήρους θεωρεῖν—τύχης,

δαίμονος, ἀνάγκης, ἔρωτος. καὶ ἄπορον πότερον κατὰ τὸν Τρισμέγι-

στον Ἑρμῆν δεῖ τὴν ἀνάγκην καὶ τὸν ἔρωτα διεκβάλλειν ἢ καθὼς ἐν τῷ

δʹ βιβλίῳ Δωρόθεος ἱστορεῖ τὴν τῶν Αἰγυπτίων δόξαν ἢ ὡς ὁ αὐτὸς

Δωρόθεος λέγει, ἀπὸ Σελήνης ἐπὶ Ἑρμῆν καὶ τὰ ἴσ〈α〉 ἀπὸ ὡροσκόπου

καὶ ἐν ἡμέρᾳ καὶ νυκτὶ τὸν κλῆρον τῆς φιλίας τινὰς λαμβάνειν.

2f

1

Εἰ δὲ ἴδῃς καὶ τὰς γενέσεις τούτων οἷς συντυχεῖν θέλεις,

καὶ δ' ὅταν ἐξ ὥρης κυκλώμενον ἔν τινι ζῴῳ

κείμενον εἰς ἐνιαυτόν, ἔχῃ δ' ἐν τῷδε Σελήνην,

ᾧτινι συμβαλέεις μάλα κεν πεφιλήσεαι αὐτῷ.

ἢν ἔτος ἀμφοτέροισιν ὁμοῦ πέσῃ εἰς ἕνα χῶρον

σύμφωνον, τὸ δ' ὅμοιον ἐπὶ ζῴων ἀκουόντων

ἦν ἢ δερκομένων, ἀριθμὸς δέ κεν ἐν χρόνῳ εὖτε

ζωιδίῳ φιλίης ἐκλειπτικὸς οὐ παροδεύῃ.

εὖτε δέ περ μέλλῃς φιλίας ξυνδήμεναι ἀρχήν

πρῶτα μὲν ἀλλήλοις εὐσύνδετα φῶτά τοι ἔστω

καὶ δ' ἀγαθοὶ τούτοις ἐπιμάρτυρες, οἱ δ' ὀλοεργοί

εἶεν ἀπόστροφοι· μᾶλλον 〈γάρ〉 γε μέν ἐστι κακίων

Ἄρης Ἠέλιός τ〈ε〉 ἐναντίος ἢ τετράγωνος

εἴη, ἀτὰρ Φαίνων ὁπόταν λευκάντυγα Μήνην

καὶ δ' αὔτως συνίδησι. ἄμεινον ἐπεί κε πέλοιεν

ἀστέρες ὀρφναῖοι θέσιας λελαχόντες ἀγαυάς

〈αἱ〉ρεσίεσσι γάνυνται.

Καὶ πρὸς τὰ πρόσωπα τοὺς ἀστέρας ἐφάρμοζε, τὰ μὲν στρατιωτικὰ

τῷ Ἄρει, τὰ δὲ ἡγεμονικὰ καὶ βασιλικὰ Διί, τὰ πρεσβυτικὰ τῷ Κρόνῳ,

τὰ θηλυκὰ τῇ Ἀφροδίτῃ, τὰ λογικὰ τῷ Ἑρμῇ.

2g

1

Εἴ τις οὖν χρῄζων προσενέγκῃ αἵρεσιν περὶ οἱουδήποτε πράγματος

κεῖνον ἀφ' ὡρονόμοιο λογίζεο, σὸν δὲ τὸ δῦνον·

ἡ πρᾶξις τὸ μεσουράνημα, τὸ τέλος τὸ ὑπόγειον.

{Δωροθέου Σιδωνίου τῶν ἑπτὰ ἀστέρων ἐπίθετα} Κρόνος· Φαίνων, ἀγκυλομήτης, βλαβερός, βραδύς, χλευαστής,δυσαυγής, κρυόεις, βραβευτής, ψυχρός. Ζεύς· Φαέθων, αἰγίοχος, βασίλειος, εὐφεγγής, πολυφεγγής, Κρο-νίδης, ὑψιμέδων. Ἄρης· Πυρόεις, ὑπήνεμος, ἐγχέσπαλος, θοῦρος, κορυθαίολος,βροτολοιγός, φλογολαμπής, ὄμβριμος. Ἥλιος· Τιτάν, φάων, Ὑπερίων, χρυσαυγής, λαμπής. Ἀφροδίτη· Φωσφόρος, Ἕσπερος, χρυσῆ, λαμπάκτις, ἀφρογένεια,διπρόσωπος, εὐστέφανος, Παφίη, Κυθερία. Ἑρμῆς· Στίλβων, Ἀργεϊφόντης, διάκτωρ, Κυλλήνιος, ὀξύς, πινυ-τός, ὠκύς, φαιδρός. Σελήνη· σελασφόρος, Μήνη, διχόζωνος, Τιτανίς, πλησιφαής, δι-χόμηνος, Ἑκάτη, κερόεσσα, χρυσάμπυξ, Θειαντίς, Ἄρτεμις, τριοδῖτις.{Ἐπίθετα ὀνόματα τῶν ζ̅ ἀστέρων} Ἥλιος· Τιτάν, φάων, ἀκάμας, Ὑπεριονίδης, βασιλεύς, χρυσαυγής. Κρόνος· Φαίνων, ἀγκυλομήτης, βλαβεραυγής, βραδύς, χλευα-στής, ψυχρός, δυσαυγής, κρυόεις, βραβευτής. Σελήνη· πλησιφαής, σελασφόρος, ἑλικαυγής, κερόεσσα, τροχόεσσα,Μήνη, νυκτιμέδουσα, χρυσάμπυξ, πότνια, νυκταυγής, διχόζωνος,διχομήνη, Θειαντίς, ἀργυρόφεγγος. Ζεύς· ὑψιμέδων, πολύφεγγος, Φαέθων, αἰγίοχος, Κρονίδης,εὐφεγγής. Ἄρης· ἐγχέσπαλος, κορυθαίολος, οὐλαμόεργος, ὀλοφώιος, βρο-τολοιγός, πυριμάρμαρος, λοιγολαμπής, ὄβριμος, χαλκεομίτρης, θοῦ-ρος, Πυρόεις, Ἐνυάλιος, † κρισαιχμής, ὑπήνεμος, ῥινοτόρος. Ἀφροδίτη· Κυθέρεια, Κύπρις, κογχογενής, ζευξίγαμος, Παφίη,νήσου βασίλεια, Διωναίη, λαμπροφαής, οὐρανίη, θαλασσαίη, ἐρασμίη. Ἑρμῆς· Στίλβων, διάκτορος, Ἑρμείας, σῶκος, ἐριούνης, χελυοξόος. Σχόλιον. σημειωτέον ὅτι οὐ μόνον τὴν φάσιν ἐπὶ ἀνατολῆς, ἀλλὰκαὶ ἐπὶ δύσεως δεῖ λαμβάνειν καὶ στηριγμοῦ. ἀλλὰ καὶ Δωρόθεοςτὰς δυτικὰς φάσεις τῶν περιπολούντων ἀστέρων κελεύει ἐγκρίνειν. Ὁ Δωρόθεος ἐν τοῖς ἔπεσιν αὐτοῦ κόλλησιν μὲν καλεῖ τὴν κατὰ σῶμα,συναφὴν δὲ τὴν κατὰ σχῆμα οἱονδήποτε. Ἐπικάμπια δὲ λέγει τὰ τετράγωνα τῶν ἐκλειπτικῶν συνδέσμων.οὕτω καὶ παρὰ τῷ Δωροθέῳ ἔχεις εἰρημένον· ἐπικάμπια λυγρά. Ἀλλ' ἀπό γε τῆς θαυμασίας ἐπιστολῆς ἑῷός μοι ἐπέστης καὶ μαρ-μαρύσσεις ἀπρόσιτα καὶ ἀπαστράπτεις ὡς ἐαρινὸς Ἥλιος, οἷον κατει-ληφὼς αὐτὸ τοῦ οὐρανοῦ τὸ μεσαίτατον. τὸ τοῦ παντὸς ἔρεισμαεἶπεν ἂν ὁ Σιδωνόθεν Δωρόθεος. Πολλοῦ δέω πιστεῦσαι Μανέθωνί τε καὶ Δωροθέῳ καὶ Κολοκύνθῳκαὶ τῷ πάντων μάλιστα τὰ τοιαῦτα ἠκριβωκότι Κλαυδίῳ τῷ Πτολε-μαίῳ ταῖς ἐκείνων γενεθλιαλογουμέναις βίβλοις τὰ ἡμέτερα ταλαν-τεύουσιν. ... οἷον αὐτίκα καὶ τὰ περὶ γάμου ἐρωτήματα διαιρῶ,παραιτούμενος τά τε τοῦ Μανέθωνος καὶ Δωροθέου τοῦ Σιδωνίου. Ἔτι δὲ Δωρόθεός τε καὶ Ἀννουβίων καὶ Κολόκυνθος καὶ πᾶς μαθη-ματικὸς ἁπλῶς εἰπεῖν καὶ φυσικὸς καὶ πᾶς ἀρχαῖος ποιητὴς τὸν περὶθεῶν λόγον οὕτως ἐκλαμβάνεται. Οὐ μόνον δὲ οὗτοι, ἀλλὰ καὶ πάντες οἱ ποιηταί, ἔτι δὲ καὶ οἱ μαθη-ματικοὶ Ἄμμων καὶ Τιμαῖος, Πτολεμαῖος, Παῦλος, Ἑκτόριος (legeῬητόριος), Ἀννουβίων, Κολόκυνθος, Πρωταγόρας Νικήρατος (legeΝικαεύς), Δωρόθεος καὶ λοιποί, ὧν τά τε ὀνόματα καὶ τὰς χρήσειςἐπέφερον ἄν, εἰ μὴ φορτικός τε καὶ ἀλαζὼν καὶ μακρός τισιν ἔμελλονἀποφαίνεσθαι, καίπερ νὴ τὴν Ἀδράστειαν δίκην τὴν τοῦ θεοῦ ἀπὸστήθους ταῦτα λαλῶν καὶ οὐκ ἀπὸ βιβλίων ὁρῶν.