The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. Diels and Kranz, op. cit., 308–374.
CTS identifier
urn:cts:greekLit:tlg1342.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

16

πάντων τῶν γεγονότων τῆς γενέσεως δημιουργὸς καὶ ποιητὴς τὸ Νεῖκος τὸ ὀλέ-

θριον, τῆς δὲ ἐκ τοῦ κόσμου τῶν γεγονότων ἐξαγωγῆς καὶ μεταβολῆς καὶ εἰς τὸν

ἕνα [sc. κόσμον] ἀποκαταστάσεως ἡ Φιλία· περὶ ὧν ὁ Ἐ. ὅτι ἐστὶν ἀθάνατα δύο

καὶ ἀγένητα καὶ ἀρχὴν τοῦ γενέσθαι μηδέποτε εἰληφότα ἄλλα λέγει τοιοῦτόν τινα

τρόπον· <‘ἧι γὰρ ... αἰών’.> τίνων τούτων; τοῦ Νείκους καὶ τῆς Φιλίας· οὐ γὰρ

ἤρξαντο γενέσθαι, ἀλλὰ προῆσαν καὶ ἔσονται ἀεί.

ἧι γὰρ καὶ πάρος ἔσκε(?), καὶ ἔσσεται, οὐδέ ποτ', οἴω,

τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών.

17

SIMPL. Phys. 157, 25 ὁ δὲ

Ἐ .... οὕτως <ἐν τῶι πρώτωι τῶν Φυσικῶν> παραδίδωσι <‘δίπλ' ... ὁμοῖα’.

1. 2 SIMPL. Phys. 161, 14 <τὰ εὐθὺς ἐν ἀρχῆι παρατεθέντα ‘τοτὲ ...

εἶναι’>. PLUT. Amat. 13 p. 756 D ἀλλ' ὅταν Ἐμπε-

δοκλέους ἀκούσηις λέγοντος, ὦ ἑταῖρε, <‘καὶ ... τεθηπώς’,> ταῦτ' οἴεσθαι χρὴ

λέγεσθαι περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς ἐν τοῖς

πάνυ παλαιοῖς. CLEM. Strom. V 15 [II 335, 22 St.] ὁ δὲ Ἐ. <ἐν ταῖς

ἀρχαῖς> καὶ Φιλότητα συγκαταριθμεῖται συγκριτικήν τινα ἀγάπην νοῶν <‘ἣν ...

τεθηπώς’.>

δίπλ' ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι

ἐκ πλεόνων, τοτὲ δ' αὖ διέφυ πλέον' ἐξ ἑνὸς εἶναι.

δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ' ἀπόλειψις·

τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ' ὀλέκει τε,

ἡ δὲ πάλιν διαφυομένων θρεφθεῖσα διέπτη.

καὶ ταῦτ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν‘ εἰς ἓν ἅπαντα,

ἄλλοτε δ' αὖ δίχ' ἕκαστα φορεύμενα Νείκεος ἔχθει.

〈οὕτως ἧι μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι〉

ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσι,

τῆι μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών·

ἧι δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,

ταύτηι δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.

ἀλλ' ἄγε μύθων κλῦθι· μάθη γάρ τοι φρένας αὔξει·

ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων,

δίπλ' ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι

ἐκ πλεόνων, τοτὲ δ' αὖ διέφυ πλέον' ἐξ ἑνὸς εἶναι,

πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος,

Νεῖκός τ' οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντηι,

καὶ Φιλότης ἐν τοῖσιν, ἴση μῆκός τε πλάτος τε·

τὴν σὺ νόωι δέρκευ, μηδ' ὄμμασιν ἧσο τεθηπώς·

ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις,

τῆι τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι,

Γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ' Ἀφροδίτην·

τὴν οὔ τις μετὰ τοῖσιν ἑλισσομένην δεδάηκε

θνητὸς ἀνήρ· σὺ δ' ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν.

ταῦτα γὰρ ἶσά τε πάντα καὶ ἥλικα γένναν ἔασι,

τιμῆς δ' ἄλλης ἄλλο μέδει, πάρα δ' ἦθος ἑκάστωι,

ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο.

καὶ πρὸς τοῖς οὔτ' ἄρ τι ἐπιγίνεται οὐδ' ἀπολήγει·

εἴτε γὰρ ἐφθείροντο διαμπερές, οὐκέτ' ἂν ἦσαν·

τοῦτο δ' ἐπαυξήσειε τὸ πᾶν τί κε; καὶ πόθεν ἐλθόν;

πῆι δέ κε κἠξαπόλοιτο, ἐπεὶ τῶνδ' οὐδὲν ἔρημον;

ἀλλ' αὐτ(ὰ) ἔστιν ταῦτα, δι' ἀλλήλων δὲ θέοντα

γίγνεται ἄλλοτε ἄλλα καὶ ἠνεκὲς αἰὲν ὁμοῖα.

18

PLUT. de Is. et Os. 48 p. 370 D Ἐ. δὲ τὴν μὲν ἀγα-

θουργὸν ἀρχὴν <Φιλότητα> καὶ <Φιλίαν> πολλάκις, 〈ἔτι〉 δ' <Ἁρμονίαν> καλεῖ

<θεμερῶπιν> (Β 122, 2).

Φιλίη.

19

PLUT. de prim. frig. 16 p. 952 B καὶ ὅλως τὸ

μὲν πῦρ διαστατικόν ἐστι καὶ διαιρετικόν, τὸ δ' ὕδωρ κολλητικὸν καὶ σχετικὸν

τῆι ὑγρότητι συνέχον καὶ πῆττον· ἧι καὶ παρέσχεν Ἐ. ὑπόνοιαν ὡς τὸ μὲν πῦρ

<Νεῖκος οὐλόμενον> [B 17, 19], <σχεδύνην δὲ Φιλότητα> τὸ ὑγρὸν ἑκάστοτε

προσαγορεύων.

σχεδύνην Φιλότητα.

20

SIMPL. Phys. 1124, 9 καὶ γὰρ καὶ ἐνταῦ-

θα τὸ Νεῖκος καὶ τὴν Φιλίαν παρὰ μέρος ἐπικρατεῖν ἐπί τε ἀνθρώπων καὶ ἰχθύων

καὶ θηρίων καὶ ὀρνέων ὁ Ἐ. φησι τάδε γράφων·

τοῦτο μὲν ἀν βροτέων μελέων ἀριδείκετον ὄγκον·

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν' εἰς ἓν ἅπαντα

γυῖα, τὰ σῶμα λέλογχε, βίου θαλέθοντος ἐν ἀκμῆι·

ἄλλοτε δ' αὖτε κακῆισι διατμηθέντ' Ἐρίδεσσι

πλάζεται ἄνδιχ' ἕκαστα περὶρρηγμῖνι βίοιο.

ὡς δ' αὔτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις

θηρσί τ' ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοσι κύμβαις.

21

SIMPL. Phys. 159, 13

πλείονα δὲ ἄλλα εἰπὼν ἐπάγει ἑκάστου τῶν εἰρημένων τὸν χαρακτῆρα, τὸ μὲν

πῦρ <ἥλιον> (V. 3) καλῶν, τὸν δὲ ἀέρα <αὐγὴν> (V. 4) καὶ <οὐρανόν> (22, 2), τὸ δὲ

ὕδωρ ὄμβρον (5) καὶ <θάλασσαν> (22, 2). λέγει δὲ οὕτως· ’ἀλλ' ... ἀμείβει‘.

ἀλλ' ἄγε, τόνδ' ὀάρων προτέρων ἐπιμάρτυρα δέρκευ,

εἴ τι καὶ ἐν προτέροισι λιπόξυλον ἔπλετο μορφῆι,

ἠέλιον μὲν λευκὸν ὁρᾶν καὶ θερμὸν ἁπάντηι,

ἄμβροτα δ' ὅσς' εἴδει τε καὶ ἀργέτι δεύεται αὐγῆι,

ὄμβρον δ' ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε·

ἐκ δ' αἴης προρέουσι θελεμνά τε καὶ στερεωπά.

ἐν δὲ Κότωι διάμορφα καὶ ἄνδιχα πάντα πέλονται,

σὺν δ' ἔβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται.

ἐκ τούτων γὰρ πάνθ' ὅσα τ' ἦν ὅσα τ' ἔστι καὶ ἔσται,

δένδρεά τ' ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες,

θῆρές τ' οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς,

καί τε θεοὶ δολιχαίωνες τιμῆισι φέριστοι.

αὐτὰ γὰρ ἔστιν ταῦτα, δι' ἀλλήλων δὲ θέοντα

γίγνεται ἀλλοιωπά· τόσον διὰ κρῆσις ἀμείβει.

22

SIMPL. Phys. 160, 26 καὶ ἐκ τού-

των δὲ ἄν τις τὸν διττὸν αἰνίττεσθαι διάκοσμον οἴοιτο· <’ἄρθμια ... ἔοργεν‘>.

καὶ γὰρ ὅτι καὶ ἐν τοῖς θνητοῖς (3) ἥρμοσται ταῦτα, δεδήλωκεν, ἐν δὲ τοῖς νοητοῖς

μᾶλλον ἥνωται καὶ <’ἀλλήλοις ... Ἀφροδίτηι‘>, (5) καὶ ὅτι κἂν πανταχοῦ, ἀλλὰ

τὰ μὲν νοητὰ τῆι Φιλίαι ὡμοίωται, τὰ δὲ αἰσθητὰ ὑπὸ τοῦ Νείκους κρατηθέντα

καὶ ἐπὶ πλέον διασπασθέντα ἐν τῆι κατὰ τὴν κρᾶσιν γενέσει ἐν <ἐκμάκτοις> (7) καὶ

εἰκονικοῖς <εἴδεσιν> ὑπέστησαν τοῖς <νεικεογενέσι> καὶ ἀήθως ἔχουσι (8)

πρὸς τὴν ἕνωσιν τὴν πρὸς ἄλληλα. THEOPHR. de sens. 16

ἄρθμια μὲν γὰρ ταῦτα ἑαυτῶν πάντα μέρεσσιν,

ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα,

ὅσσα φιν ἐν θνητοῖσιν ἀποπλαχθέντα πέφυκεν.

ὡς δ' αὔτως ὅσα κρῆσιν ἐπαρκέα μᾶλλον ἔασιν,

ἀλλήλοις ἔστερκται ὁμοιωθέντ' Ἀφροδίτηι.

ἐχθρὰ 〈δ' ἃ〉 πλεῖστον ἀπ' ἀλλήλων διέχουσι μάλιστα

γέννηι τε κρήσει τε καὶ εἴδεσιν ἐκμάκτοισι,

πάντηι συγγίνεσθαι ἀήθεα καὶ μάλα λυγρά

Νείκεος ἐννεσίηισιν, ὅτι σφίσι γένναν ἔοργεν (?).

23

SIMPL. Phys. 159, 27 καὶ παράδειγμα δὲ

ἐναργὲς παρέθετο τοῦ ἐκ τῶν αὐτῶν γίνεσθαι τὰ διάφορα·

ὡς δ' ὁπόταν γραφέες ἀναθήματα ποικίλλωσιν

ἀνέρες ἀμφὶ τέχνης ὑπὸ μήτιος εὖ δεδαῶτε,

οἵτ' ἐπεὶ οὖν μάρψωσι πολύχροα φάρμακα χερσίν,

ἁρμονίηι μείξαντε τὰ μὲν πλέω, ἄλλα δ' ἐλάσσω,

ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγκια πορσύνουσι,

δένδρεά τε κτίζοντε καὶ ἀνέρας ἠδὲ γυναῖκας

θῆράς τ' οἰωνούς τε καὶ ὑδατοθρέμμονας ἰχθῦς

καί τε θεοὺς δολιχαίωνας τιμῆισι φερίστους·

οὕτω μή ς' ἀπάτη φρένα καινύτω ἄλλοθεν εἶναι

θνητῶν, ὅσσα γε δῆλα γεγάκασιν ἄσπετα, πηγήν,

ἀλλὰ τορῶς ταῦτ' ἴσθι, θεοῦ πάρα μῦθον ἀκούσας.

24

PLUT. de defectu orac. 15 p. 418 C ἀλλ'

ἵνα μή, τὸ Ἐμπεδόκλειον εἰπεῖν, δόξω

κορυφὰς ἑτέρας ἑτέρηισι προσάπτων

μύθων μὴ τελέειν ἀτραπὸν μίαν,

ἐάσατέ με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος.

25

PLAT. Gorg. 498 E συλλόγισαι δὴ κοινῆι μετ' ἐμοῦ

τί ἡμῖν συμβαίνει ἐκ τῶν ὡμολογημένων· καὶ δὶς γάρ τοι καὶ τρίς φασι καλὸν

εἶναι τὰ καλὰ λέγειν τε καὶ ἐπισκοπεῖσθαι. Dazu SCHOL. παροιμία

’δὶς καὶ τρὶς τὸ καλόν‘, ὅτι χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν. Ἐμπεδοκλέους

τὸ ἔπος, ἀφ' οὗ καὶ ἡ παροιμία· φησὶ γὰρ <’καὶ ... ἐνισπεῖν‘>.

... καὶ δὶς γάρ, ὃ δεῖ, καλόν ἐστιν ἐνισπεῖν.

26

SIMPL. Phys.

33, 18 καὶ <ὀλίγον> δὲ <προελθών> φησιν ’ἐν ... κύκλον‘.

ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο,

καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης.

αὐτὰ γὰρ ἔστιν ταῦτα, δι' ἀλλήλων δὲ θέοντα

γίνοντ(αι) ἄνθρωποί τε καὶ ἄλλων ἔθνεα θηρῶν

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν' εἰς ἕνα κόσμον,

ἄλλοτε δ' αὖ δίχ' ἕκαστα φορούμενα Νείκεος ἔχθει,

εἰσόκεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται.

οὕτως ἧι μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι

ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσι,

τῆι μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών·

ἧι δὲ τάδ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,

ταύτηι δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.

27

PLUT. de fac. lun. 12 p. 926 D

ὅρα ... μὴ ... τὸ <Νεῖκος> ἐπάγηις τὸ Ἐμπεδοκλέους τοῖς πράγμασι, μᾶλλον δὲ

τοὺς παλαιοὺς κινῆις Τιτᾶνας ἐπὶ τὴν φύσιν καὶ Γίγαντας καὶ τὴν μυθικὴν ἐκείνην

καὶ φοβερὰν ἀκοσμίαν καὶ πλημμέλειαν ἐπιδεῖν ποθῆις χωρὶς τὸ βαρὺ πᾶν καὶ

χωρὶς 〈τιθεὶς〉 τὸ κοῦφον,

<’ἔνθ' ... θάλασσα‘>, ὥς φησιν Ἐ., οὐ γῆ θερμότητος μετεῖχεν, οὐχ ὕδωρ πνεύματος,

οὐκ ἄνω τι τῶν βαρέων, οὐ κάτω τι τῶν κούφων, ἀλλ' ἄκρατοι καὶ ἄστοργοι [daraus

der Vers 144 St.] καὶ μονάδες αἱ τῶν ὅλων ἀρχαί ... ἄχρις οὗ τὸ ἱμερτὸν ἧκεν

ἐπὶ τὴν φύσιν ἐκ προνοίας <Φιλότητος> ἐγγενομένης καὶ Ἀφροδίτης καὶ Ἔρωτος,

ὡς Ἐ. λέγει καὶ Παρμενίδης καὶ Ἡσίοδος. SIMPL. Phys. 1183, 28

Εὔδημος [fr. 71] δὲ τὴν ἀκινησίαν ἐν τῆι τῆς <Φιλίας> ἐπικρατείαι κατὰ τὸν

Σφαῖρον ἐκδέχεται, ἐπειδὰν ἅπαντα συγκριθῆι <’ἔνθ' ... γυῖα‘>, ἀλλ' ὥς φησιν

<’οὕτως ... γαίων‘>.

ἔνθ' οὔτ' ἠελίοιο διείδεται ὠκέα γυῖα

οὐδὲ μὲν οὐδ' αἴης λάσιον μένος οὐδὲ θάλασσα·

οὕτως Ἁρμονίης πυκινῶι κρύφωι ἐστήρικται

Σφαῖρος κυκλοτερὴς μονίηι περιηγέι γαίων.

27a

PLUT. c. princip. philos. esse diss. 2 p. 777 c ὁ μὲν γὰρ εἰς

ἀρετὴν διὰ φιλοσοφίας τελευτῶν σύμφωνον ἑαυτῶι καὶ ἄμεμπτον ὑφ' ἑαυτοῦ καὶ

μεστὸν εἰρήνης καὶ φιλοφροσύνης τῆς πρὸς ἑαυτὸν ἀεὶ παρέχεται τὸν ἄνθρωπον

οὐ στάσις οὐδέ τε δῆρις ἀναίσιμος ἐν μελέεσσιν.

28

1. 2 STOB. Ecl. I 15, 2ab [I 144, 20 W.]

ἀλλ' ὅ γε πάντοθεν ἶσος 〈ἑοῖ〉 καὶ πάμπαν ἀπείρων

Σφαῖρος κυκλοτερὴς μονίηι περιηγέι γαίων.

29

HIPP. Ref. VII 29 (p. 212 W.) καὶ περὶ μὲν τῆς τοῦ κόσμου

ἰδέας, ὁποία τίς ἐστιν ὑπὸ τῆς Φιλίας κοσμουμένη, λέγει τοιοῦτόν τινα τρόπον·

<’οὐ ... αὐτῶι‘>. τοιοῦτόν τι καὶ κάλλιστον εἶδος τοῦ κόσμου ἡ Φιλία ἐκ πολλῶν

ἓν ἀπεργάζεται· τὸ δὲ Νεῖκος, τὸ τῆς τῶν κατὰ μέρος διακοσμήσεως αἴτιον, ἐξ

ἑνὸς ἐκείνου ἀποσπᾶι καὶ ἀπεργάζεται πολλά. SIMPL. Phys. 1124, 1 τὴν

Φιλίαν διὰ τῆς ἑνώσεως τὸν Σφαῖρον ποιοῦσαν, ὃν καὶ θεὸν ὀνομάζει [B 31], καὶ

οὐδετέρως ποτὲ καλεῖ <’σφαῖρον ἔην‘>.

οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι ἀίσσονται,

οὐ πόδες, οὐ θοὰ γοῦν(α), οὐ μήδεα γεννήεντα,

ἀλλὰ σφαῖρος ἔην καὶ 〈πάντοθεν〉 ἶσος ἑαυτῶι.

30

ARISTOT. Metaph. B 4. 1000b 12

καὶ ἅμα δὲ αὐτῆς τῆς μεταβολῆς αἴτιον οὐθὲν λέγει ἀλλ' ἢ ὅτι οὕτως πέφυκεν

<’ἀλλ' ὅτε δὴ ... ὅρκου‘>. SIMPL. Phys. 1184, 12 λέγει δὲ καὶ ταῦτα Ἐ. ἐπὶ

τῆς τοῦ Νείκους ἐπικρατείας <’αὐτὰρ ἐπεὶ ... ὅρκου‘>.

αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνὶμμελέεσσιν ἐθρέφθη

ἐς τιμάς τ' ἀνόρουσε τελειομένοιο χρόνοιο,

ὅς σφιν ἀμοιβαῖος πλατέος παρ' ἐλήλαται ὅρκου ...

31

SIMPL. Phys. 1184, 2 [nach B 27, 4] ἀρξαμένου

δὲ πάλιν τοῦ Νείκους ἐπικρατεῖν τότε πάλιν κίνησις ἐν τῶι Σφαίρωι γίνεται·

πάντα γὰρ ἑξείης πελεμίζετο γυῖα θεοῖο.

32

[ARISTOT.] de lin. insecab. p. 972b 29 ἔτι τὸ

ἄρθρον διαφορά πώς ἐστιν· διὸ καὶ Ἐ. ἐποίησε † <’διὸ δεῖ ὀρθῶς‘>.

δύω δέει ἄρθρον (?).

33

PLUT. de amic. multit. 5 p. 95 A ἡ μὲν γὰρ (sc.

φιλία) συνάγει καὶ συνίστησι καὶ συνέχει καταπυκνοῦσα ταῖς ὁμιλίαις καὶ φιλο-

φροσύναις

ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε ...

κατ' Ἐμπεδοκλέα (τοιαύτην γὰρ ἡ φιλία βούλεται ποιεῖν ἑνότητα καὶ σύμπηξιν),

ἡ δὲ πολυφιλία διίστησι καὶ ἀποσπᾶι καὶ ἀποστρέφει, τῶι μετακαλεῖν καὶ μετα-

φέρειν ἄλλοτε πρὸς ἄλλον οὐκ ἐῶσα κρᾶσιν οὐδὲ κόλλησιν

εὐνοίας ἐν τῆι συνηθείαι περιχυθείσηι καὶ παγείσηι γενέσθαι.

34

ARISTOT. Meteor. Δ 4. 381b 31 τὸ γὰρ ὑγρὸν τῶι

ξηρῶι αἴτιον τοῦ ὁρίζεσθαι καὶ ἑκάτερον ἑκατέρωι οἷον κόλλα γίγνεται, ὥσπερ καὶ

Ἐ. ἐποίησεν <ἐν τοῖς Φυσικοῖς>·

ἄλφιτον ὕδατι κολλήσας ...

35

SIMPL. de caelo 528, 30 μήποτε

δὲ κἂν ἐπικρατῆι ἐν τούτωι [sc. τῶι κόσμωι] τὸ Νεῖκος ὥσπερ ἐν τῶι σφαίρωι ἡ

Φιλία, ἀλλ' ἄμφω ὑπ' ἀμφοῖν λέγονται γίνεσθαι. καὶ τάχα οὐδὲν κωλύει παρα-

θέσθαι τινὰ τῶν τοῦ Ἐμπεδοκλέους ἐπῶν τοῦτο δηλοῦντα <’αὐτὰρ ... κελεύ-

θους‘.> Phys. 32, 11 καὶ πρὸ τούτων δὲ τῶν ἐπῶν [B 98] ἐν ἄλλοις τὴν

ἀμφοῖν ἐν τοῖς αὐτοῖς ἐνέργειαν παραδίδωσι λέγων <’ἐπεὶ ... ἰδέσθαι‘.>

Ders. de caelo 587, 8 καὶ πῶς ταῦτα, φαίη ἄν τις, ἐπὶ τῆς Φιλότητος γίνεσθαι

λέγει ὁ Ἀρ., δι' ἣν πάντα ἓν γίνεσθαι ὁ Ἐ. φησιν <’ἐν τῆι δὴ ... εἶναι‘> (5); μήποτε

οὖν οὐκ ἐν τῆι ἐπικρατείαι τῆς Φιλίας ταῦτα λέγει γενέσθαι ὁ Ἐ., ὡς ἐνόμισεν

Ἀλέξανδρος, ἀλλὰ τότε, ὅτε οὔπω τὸ Νεῖκος <’πᾶν ... ὁρμή‘>. ARISTOT.

Poet. 25 p. 1461a 23 τὰ δὲ διαιρέσει [sc. λυτέον] οἷον Ἐ. <’αἶψα ... κέκρητο‘>.

ATHEN. X 423 F Θεόφραστος δ' ἐν τῶι Περὶ μέθης ζωρότερόν φησιν εἶναι τὸ κεκρα-

μένον παρατιθέμενος Ἐμπεδοκλέους τάδε <’αἶψα ... κελεύθους‘>.

PLUT. Quaest. conv. V 4, 1. 677 D

Σωσικλῆς δ' ὁ ποιητής, τοῦ Ἐμπεδοκλέους ἐπιμνησθεὶς εἰρηκότος ἐν τῆι καθόλου

μεταβολῆι γίγνεσθαι <’ζωρά τε τὰ πρὶν ἄκρητα‘> μᾶλλον ἔφη τὸ εὔκρατον ἢ

τὸ ἄκρατον ὑπὸ τἀνδρὸς ζωρὸν λέγεσθαι.

αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων,

τὸν πρότερον κατέλεξα, λόγου λόγον ἐξοχετεύων,

κεῖνον· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος

δίνης, ἐν δὲ μέσηι Φιλότης στροφάλιγγι γένηται,

ἐν τῆι δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι,

οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν' ἄλλοθεν ἄλλα.

τῶν δέ τε μισγομένων χεῖτ' ἔθνεα μυρία θνητῶν (?)·

πολλὰ δ' ἄμεικτ' ἔστηκε κεραιομένοισιν ἐναλλάξ,

ὅσς' ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμεμφέως

τῶν πᾶν ἐξέστηκεν ἐπ' ἔσχατα τέρματα κύκλου,

ἀλλὰ τὰ μέν τ' ἐνέμιμνε μελέων τὰ δέ τ' ἐξεβεβήκει.

ὅσσον δ' αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπήιει

ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή·

αἶψα δὲ θνήτ' ἐφύοντο, τὰ πρὶν μάθον ἀθάνατ' εἶναι,

ζωρά τε τὰ πρὶν ἄκρητα διαλλάξαντα κελεύθους.

τῶν δέ τε μισγομένων χεῖτ' ἔθνεα μυρία θνητῶν,

παντοίαις ἰδέηισιν ἀρηρότα, θαῦμα ἰδέσθαι.

36

STOB. Ecl. I 10, 11 [p. 121, 14 W.] nach B 6 <’τῶν ...

Νεῖκος‘>. ARISTOT. Metaph. B 4. 1000b 1 εἰ γὰρ μὴ ἐνῆν τὸ Νεῖκος ἐν τοῖς

πράγμασιν, ἓν ἂν ἦν ἅπαντα, ὥς φησιν· ὅταν γὰρ συνέλθηι, τότε <’ἐξ ... Νεῖκος‘>

τῶν δὲ συνερχομένων ἐξ ἔσχατον ἵστατο Νεῖκος.

37

ARISTOT. de gen. et corr. B 6. 333a 35

ἀλλὰ μὴν οὐδ' αὔξησις ἂν εἴη κατ' Ἐμπεδοκλέα, ἀλλ' ἢ κατὰ πρόσθεσιν· πυρὶ γὰρ

αὔξει τὸ πῦρ,

αὔξει δὲ χθὼν μὲν σφέτερον δέμας, αἰθέρα δ' αἰθήρ.

38

CLEM. Strom. v 48 [II 358,

20 St.].

εἰ δ' ἄγε τοι λέξω πρῶθ' † ἥλιον ἀρχήν †,

ἐξ ὧν δῆλ' ἐγένοντο τὰ νῦν ἐσορῶμεν ἅπαντα,

γαῖά τε καὶ πόντος πολυκύμων ἠδ' ὑγρὸς ἀήρ

Τιτὰν ἠδ' αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα.

39

ARISTOT. de caelo B 13. 294a 21

[I 125, 25].

εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ,

ὡς διὰ πολλῶν δὴ γλώσσας ἐλθόντα ματαίως

ἐκκέχυται στομάτων ὀλίγον τοῦ παντὸς ἰδόντων ...

40

PLUT. de fac. in orb. lun. 2 p. 920 c ὥς που καὶ

Ἐ. τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφοράν· <’ἥλιος ... σελήνη‘>, τὸ

ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτω προσαγορεύσας.

Ἥλιος ὀξυβελὴς ἠδ' ἱλάειρα Σελήνη.

41

APOLLODOROS Περὶ θεῶν bei Macrob. Sat. I 17, 46

ἀλλ' ὁ μὲν ἁλισθεὶς μέγαν οὐρανὸν ἀμφιπολεύει.

42

PLUT. de fac. in orbe lun. 16 p. 929 c

κατὰ στάθμην, φησὶ Δημόκριτος [68 A 89a], ἱσταμένη [sc. ἡ σελήνη] τοῦ φωτί-

ζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον· ὥστ' αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν

ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολλοῦ δεῖ τοῦτο ποιεῖν· αὐτή τε γὰρ ἄδηλός ἐστι τηνι-

καῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις <’ἀπεσκεύασε δέ οἱ αὐγάς‘>

ὥσπερ φησὶν Ἐ. ’† <ἔστε αἶαν καθύπερθεν ... μήνης‘>, καθάπερ εἰς νύκτα

καὶ σκότος, οὐκ εἰς ἄστρον ἕτερον τοῦ φωτὸς ἐμπεσόντος ... ἀπολείπεται τοίνυν

τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίγνεσθαι τὸν

ἐνταῦθα φωτισμὸν ἀπ' αὐτῆς. ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν ἀφικνεῖται πρὸς

ἡμᾶς, ὥσπερ ἦν εἰκός, ἐξάψεως καὶ μίξεως 〈τῶν〉 φώτων γεγενημένης, ἀλλ' οἷον

αἵ τε φωναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν ἠχὼ τοῦ φθέ-

γματος ..., <’ὣς αὐγὴ ... εὐρύν‘> [B 43] ἀσθενῆ καὶ ἀμυδρὰν ἀνάρροιαν ἴσχει

πρὸς ἡμᾶς διὰ τὴν κλάσιν ἐκλυομένης τῆς δυνάμεως.

ἀπεστέγασεν δέ οἱ αὐγάς,

ἔστ' ἂν ἴηι καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης

τόσσον ὅσον τ' εὖρος γλαυκώπιδος ἔπλετο μήνης.

43

PHILO de prov. II 70 ex armen. Aucher p. 92

lunae vero lumen nonne inepte putatur a sole iuxta providentiam desumere

lucem, cum potius instar speculi casu in se incidentem formam recipiat?

quemadmodum Empedocles: <’lumen accipiens lunaris globus magnus

largusque> [= B 43?] <mox illico reversus est ut currens caelum

attingeret‘>.

ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν ...

44

PLUT. de Pyth. or. 12 p. 400B ὑμεῖς δὲ τοῦ μὲν

Ἐμπεδοκλέους καταγελᾶτε φάσκοντος τὸν ἥλιον περὶ γῆν

ἀνακλάσει φωτὸς οὐρανίου γενόμενον αὖθις <’ἀνταυγεῖν ... προσώποις‘>.

ἀνταυγεῖ πρὸς Ὄλυμπον ἀταρβήτοισι προσώποις.

45

ACHILL. Is. 16 p. 43, 6 M.

κυκλοτερὲς περὶ γαῖαν ἑλίσσεται ἀλλότριον φῶς.

46

PLUT. de fac. in orbe lun. 9 p. 925B der Mond

ist vom Himmel sehr weit entfernt, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περι-

φερομένη πλησίον <’ἅρματος ὥσπερ ἴχνος ἀνελίσσεται‘>, φησὶν Ἐ., <’ἥ τε

περὶ ἄκραν> ***‘. οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν

αἰρομένην τῶι παμμέγεθες εἶναι τὸ φωτίζον, ἀλλ' οὕτως ἔοικεν ἐν χρῶι καὶ σχεδὸν

ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὥστ' ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπ' αὐτῆς

μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τὸν τόπον, ὃς γῆς

κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς τῆς γῆς ὅροις εἶναι τὴν σελήνην

ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην.

ἅρματος ὡς πέρι χνοίη ἑλίσσεται ἥ τε παρ' ἄκρην ... (?)

47

ANECD. Bekk. I 337, 13 [Συναγωγὴ λέξεων χρησ.]

ἁγής: τοῦτο ἀπὸ συνθέτου καταλείπεται τοῦ εὐαγὴς ἢ παναγής. Ἐμπεδοκλῆς·

ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον.

48

PLUT. Quaest. Platon. 3 p. 1006 F οἱ τῶν ὡρο-

λογίων γνώμονες οὐ συμμεθιστάμενοι ταῖς σκιαῖς ἀλλ' ἑστῶτες ὄργανα καὶ χρόνου

μέτρα γεγόνασι μιμούμενοι τῆς γῆς τὸ ἐπιπροσθοῦν τῶι ἡλίωι περὶ αὐτὴν ὑποφερο-

μένωι, καθάπερ εἶπεν Ἐ.

νύκτα δὲ γαῖα τίθησιν ὑφισταμένη φαέεσσι

〈ἠελίου〉.

49

PLUT. Quaest. conv. VIII 3, 1 p. 720 E σκοτεινὸς

γὰρ ὢν ὁ ἀὴρ κατ' Ἐμπεδοκλέα

νυκτὸς ἐρημαίης ἀλαώπιδος ...

ὅσον τῶν ὀμμάτων ἀφαιρεῖται τοῦ προαισθάνεσθαι διὰ τῶν ὤτων ἀποδίδωσιν.

50

TZETZ. Alleg. O 83 ὅπερ φησὶν Ἐμπεδοκλῆς εἴτε τις τῶν ἑτέρων·

Ἶρις δ' ἐκ πελάγους ἄνεμον φέρει ἢ μέγαν ὄμβρον.

51

HERODIAN. schematismi Hom. cod. Darmstadini

in Sturzii Et. Gud. p. 745 [ad Et. M. p. 111, 10] ἀνόπαια· οἱ μὲν ἀφανῆ,

τινὲς δὲ τὸ ἄνω φέρεσθαι. Ἐμπεδοκλῆς· <’καρπαλίμως δὲ ἀνόπεαν‘> ἐπὶ τοῦ

πυρός. ἐξ οὖ δῆλον ὅτι καὶ οὐδετέρου γένους ἐστὶ τὸ <ἀνόπαιον>.

καρπαλίμως δ' ἀνόπαιον ...

52

PROCL. in Tim. II 8, 26 Diehl καὶ γὰρ ὑπὸ γῆς

ῥύακές εἰσι πυρός, ὥς πού φησι καὶ Ἐ.

πολλὰ δ' ἔνερθ(ε) οὔδεος πυρὰ καίεται.

53

ARISTOT. de gen. et corr. B 6. 334a 1 διέκρινε μὲν

γὰρ τὸ Νεῖκος, ἠνέχθη δ' ἄνω ὁ <αἰθὴρ> οὐχ ὑπὸ τοῦ Νείκους, ἀλλ' ὁτὲ μέν φησιν

ὥσπερ ἀπὸ τύχης <’οὕτω ... ἄλλως‘>, ὁτὲ δέ φησι πεφυκέναι τὸ πῦρ ἄνω φέ-

ρεσθαι, ὁ δ' <’αἰθήρ>, φησι, <μακρῆισι ... ῥίζαις‘> [B 54]. ἅμα δὲ καὶ τὸν κόσμον

ὁμοίως ἔχειν φησὶν ἐπί τε τοῦ Νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς Φιλίας· τί οὖν

ἐστι τὸ κινοῦν πρῶτον καὶ αἴτιον τῆς κινήσεως; Phys. B 4. 196a 19 ἄτοπον οὖν

εἴτε μὴ ὑπελάμβανον εἶναι εἴτε οἰόμενοι παρέλιπον, καὶ ταῦτ' ἐνίοτε χρώμενοι,

ὥσπερ Ἐμπεδοκλῆς οὐκ ἀεὶ τὸν ἀέρα ἀνωτάτω ἀποκρίνεσθαί φησιν, ἀλλ' ὅπως

ἂν τύχηι. λέγει γοῦν ἐν τῆι κοσμοποιίαι ὡς <’οὕτω συνέκυρσε ... ἄλλως‘>.

οὕτω γὰρ συνέκυρσε θέων τοτέ, πολλάκι δ' ἄλλως.

54

ARISTOT. de gen. et corr. B 7. 334a 5

αἰθὴρ 〈δ' αὖ〉 μακρῆισι κατὰ χθόνα δύετο ῥίζαις.

55

ARISTOT. Meteorol. B 3. 356a 24

γῆς ἱδρῶτα θάλασσαν.

56

HEPHAEST. Ench. 1 p. 2, 13 Consbr. Ἐμπεδοκλῆς·

ἃλς ἐπάγη ῥιπῆισιν ἐωσμένος ἠελίοιο.

57

SIMPL. de caelo 586, 29 πῶς δὲ

ἂν εἴη μίξεως σημαντικὸν ἡ <ἀναύχενος κόρση> καὶ τἆλλα τὰ ὑπὸ τοῦ Ἐμπε-

δοκλέους λεγόμενα <’γυμνοὶ ... μετώπων‘> καὶ πολλὰ ἄλλα, ἅπερ οὐκ ἔστι μίξεως

παραδείγματα; ARISTOT. de caelo Γ 2. 300b 25 ἔτι δὲ τοσοῦτον ἐπανέροιτ' ἄν

τις, πότερον δυνατὸν ἢ οὐχ οἷόν τ' ἦν κινούμενα ἀτάκτως καὶ μείγνυσθαι τοιαύτας

μίξεις ἔνια ἐξ ὧν συνίσταται τὰ κατὰ φύσιν συνιστάμενα σώματα. λέγω δ' οἷον

ὀστᾶ καὶ σάρκας, καθάπερ Ἐ. φησι γίνεσθαι ἐπὶ τῆς Φιλότητος· λέγει γὰρ <’πολλαὶ

... ἐβλάστησαν‘>.

ἧι πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν,

γυμνοὶ δ' ἐπλάζοντο βραχίονες εὔνιδες ὤμων,

ὄμματά τ' οἷ(α) ἐπλανᾶτο πενητεύοντα μετώπων.

58

SIMPL. de caelo 587, 18 ἐν ταύτηι οὖν τῆι κατα-

στάσει <’μουνομελῆ> ἔτι τὰ

<γυῖα> ἀπὸ τῆς τοῦ Νείκους διακρίσεως ὄντα <ἐπλανᾶτο> τῆς πρὸς ἄλληλα μίξεως

ἐφιέμενα‘.

59

SIMPL. de caelo 587, 20

<’αὐτὰρ ἐπεί>, φησί, <κατὰ ...... δαίμων‘>, ὅτε τοῦ Νείκους ἐπεκράτει

λοιπὸν ἡ Φιλότης, <’ταῦτά τε ... ἐξεγένοντο‘>. ἐπὶ τῆς Φιλότητος οὖν ὁ Ἐμπε-

δοκλῆς ἐκεῖνα εἶπεν, οὐχ ὡς ἐπικρατούσης ἤδη τῆς Φιλότητος, ἀλλ' ὡς μελλούσης

ἐπικρατεῖν, ἔτι δὲ τὰ ἄμικτα καὶ μονόγυια δηλούσης.

αὐτὰρ ἐπεὶ κατὰ μεῖζον ἐμίσγετο δαίμονι δαίμων,

ταῦτά τε συμπίπτεσκον, ὅπηι συνέκυρσεν ἕκαστα,

ἄλλα τε πρὸς τοῖς πολλὰ διηνεκῆ ἐξεγένοντο.

60

PLUT. adv. Colot. 28 p. 1123b ταῦτα μέντοι καὶ

πολλὰ τούτων ἕτερα τραγικώτερα τοῖς Ἐμπεδοκλέους ἐοικότα τεράσμασιν ὧν

καταγελῶσιν

εἱλίποδ' ἀκριτόχειρα

καὶ <’βουγενῆ ἀνδρόπρωιρα‘>.

61

AEL. Nat. anim. XVI 29 Ἐ. ὁ φυσι-

κός φησι περὶ ζώιων ἰδιότητος λέγων καὶ ἐκεῖνος δήπου γίνεσθαί τινα συμφυῆ καὶ

κράσει μορφῆς μὲν διάφορα, ἑνώσει δὲ σώματος συμπλακέντα· ἃ δὲ λέγει, ταῦτά

ἐστι <’πολλὰ ... γυίοις‘>. SIMPL. Phys. 371, 33 ὥσπερ Ἐ. κατὰ τὴν τῆς

Φιλίας ἀρχήν φησι γενέσθαι ὡς ἔτυχε μέρη πρῶτον τῶν ζώιων οἷον κεφαλὰς καὶ

χεῖρας καὶ πόδας, ἔπειτα συνιέναι ταῦτα <’βουγενῆ ... ἐξανατέλλειν‘>, ἀνδρο-

γενῆ δηλονότι βούπρωιρα, τουτέστιν ἐκ βοὸς καὶ ἀνθρώπου. καὶ ὅσα μὲν οὕτω

συνέστη ἀλλήλοις ὥστε δύνασθαι τυχεῖν σωτηρίας, ἐγένετο ζῶια καὶ ἔμεινεν διὰ

τὸ ἀλλήλοις ἐκπληροῦν τὴν χρείαν, τοὺς μὲν ὀδόντας τέμνοντάς τε καὶ λεαίνοντας

τὴν τροφήν, τὴν δὲ γαστέρα πέττουσαν, τὸ δὲ ἧπαρ ἐξαιματοῦν. καὶ ἡ μὲν τοῦ

ἀνθρώπου κεφαλὴ τῶι ἀνθρωπίνωι σώματι συνελθοῦσα σώιζεσθαι ποιεῖ τὸ ὅλον,

τῶι δὲ τοῦ βοὸς οὐ συναρμόζει καὶ διόλλυται· ὅσα γὰρ μὴ κατὰ τὸν οἰκεῖον συνῆλθε

λόγον, ἐφθάρη. ARISTOT. Phys. B 7. 198b 29 ὅπου μὲν οὖν ἅπαντα συνέβη

ὥσπερ κἂν εἰ ἕνεκά του ἐγίνετο, ταῦτα μὲν ἐσώθη ἀπὸ τοῦ αὐτομάτου συστάντα

ἐπιτηδείως· ὅσα δὲ μὴ οὕτως, ἀπώλετο καὶ ἀπόλλυται, καθάπερ Ἐ. λέγει τὰ

<’βουγενῆ ἀνδρόπρωιρα‘>.

πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερνα φύεσθαι,

βουγενῆ ἀνδρόπρωιρα, τὰ δ' ἔμπαλιν ἐξανατέλλειν

ἀνδροφυῆ βούκρανα, μεμειγμένα τῆι μὲν ἀπ' ἀνδρῶν

τῆι δὲ γυναικοφυῆ σκιεροῖς ἠσκημένα γυίοις.

62

SIMPL. Phys.

381, 29 εἰπόντος δὲ τοῦ Ἐμπεδοκλέους ἐν <τῶι δευτέρωι τῶν Φυσικῶν> πρὸ

τῆς τῶν ἀνδρείων καὶ γυναικείων σωμάτων διαρθρώσεως ταυτὶ τὰ ἔπη·

νῦν δ' ἄγ', ὅπως ἀνδρῶν τε πολυκλαύτων τε γυναικῶν

ἐννυχίους ὅρπηκας ἀνήγαγε κρινόμενον πῦρ,

τῶνδε κλύ'· οὐ γὰρ μῦθος ἀπόσκοπος οὐδ' ἀδαήμων.

οὐλοφυεῖς μὲν πρῶτα τύποι χθονὸς ἐξανέτελλον,

ἀμφοτέρων ὕδατός τε καὶ εἴδεος αἶσαν ἔχοντες·

τοὺς μὲν πῦρ ἀνέπεμπε θέλον πρὸς ὁμοῖον ἱκέσθαι,

οὔτε τί πω μελέων ἐρατὸν δέμας ἐμφαίνοντας

οὔτ' ἐνοπὴν οἷόν τ' ἐπιχώριον ἀνδράσι γυῖον.

ταῦτα οὖν εἰπόντος τοῦ Ἐμπεδοκλέους ἐφίστησιν. ὅτι καὶ αὐτὸς

ὡς ἔοικε σπέρμα πρὸ τῶν ζώιων γεγονέναι φησί. καὶ τὸ <’οὐλοφυὲς μὲν πρῶ-

τα‘> παρ' αὐτοῦ εἰρημένον σπέρμα ἦν οὔπω <μελέων ἐρατὸν δέμας> ἐμφαῖνον ...

εἰ δὲ τὸ σπέρμα ἦν, θαυμαστῶς μοι δοκεῖ τὸ <’οὐλοφυὲς‘> αὐτῶι ἐπιπρέπειν.

οὐλοφυὲς γὰρ ἐκεῖνο κυρίως ἐστίν, ὃ καθ' ὅλον ἑαυτὸ πᾶν ἐστιν, ὅπερ οὖν

ἐστι, μήπω γενομένης ἐν αὐτῶι διακρίσεως.

Aristot. Phys. Β 8. 199b 7 ἔτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ

μὴ εὐθὺς τὰ ζῶια καὶ τὸ <’οὐλοφυὲς μὲν πρῶτα‘> σπέρμα ἦν. ἔτι καὶ ἐν

τοῖς φυτοῖς ἔνεστι τὸ ἕνεκά του, ἧττον δὲ διήρθρωται. πότερον οὖν καὶ ἐν

τοῖς φυτοῖς ἐγίνετο ὥσπερ τὰ <’βουγενῆ ἀνδρόπρωιρα‘> [B 61, 2] οὕτω

καὶ ’ἀμπελογενῆ ἐλαιόπρωιρα‘ ἢ οὔ; ἄτοπον γάρ. ἀλλὰ μὴν ἔδει γε, εἴπερ

καὶ ἐν τοῖς ζώιοις.

63

ARISTOT. de gen. anim. Α 18. 722b 10 φησὶ γὰρ

ἐν τῶι ἄρρενι καὶ τῶι θήλει οἷον σύμβολον ἐνεῖναι, ὅλον δ' ἀπ' οὐδετέρου

ἀπιέναι,

ἀλλὰ διέσπασται μελέων φύσις· ἡ μὲν ἐν ἀνδρός ...

64

PLUT. Quaest. nat. 21. 917c ἢ καὶ τὸ συντρέφεσθαι

καὶ συναγελάζεσθαι τὰ θήλεα τοῖς ἄρρεσιν ἀνάμνησιν ποιεῖ τῶν ἀφροδισίων καὶ

συνεκκαλεῖται τὴν ὄρεξιν· ὡς ἐπ' ἀνθρώπων Ἐ. ἐποίησε·

τῶι δ' ἐπὶ καὶ πόθος εἶσι δι' ὄψιος ἀμμιμνήισκων(?).

65

ARISTOT. de gen. anim. Α 17. 723a 23

εἰ τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τῆι κυήσει διαφέρει καθάπερ Ἐ. λέγει <’ἐν ... ἀντι-

άσαντα‘>.

ἐν δ' ἐχύθη καθαροῖσι· τὰ μὲν τελέθουσι γυναῖκες

ψύχεος ἀντιάσαντα 〈τὰ δ' ἔμπαλιν ἄρρενα θερμοῦ〉.

66

SCHOL. EUR. Phoen. 18 ’μὴ σπεῖρε τέκνων ἄλοκα‘:

Ἐ. ὁ φυσικὸς ἀλληγορῶν φησι <’σχιστοὺς λειμῶνας Ἀφροδίτης‘>, ἐν οἷς ἡ

τῶν παίδων γένεσίς ἐστιν. Εὐριπίδης δὲ ταὐτὸν τούτωι φάσκων τήν τε ἔννοιαν

τὴν αἰσχρὰν ἀπέφυγε καὶ τοῖς ὀνόμασιν οἰκείοις ἐχρήσατο καὶ τεχνικαῖς ταῖς

μεταφοραῖς, σπόρον καὶ ἄλοκα λέγων.

σχιστοὺς λειμῶνας ... Ἀφροδίτης.

67

GALEN. ad Hippocr. Epid. VI 48

[XVII A p. 1002 K]. τὸ μέντοι ἄρρεν ἐν τῶι δεξιῶι μέρει τῆς μήτρας κυΐσκεσθαι καὶ

ἄλλοι τῶν παλαιοτάτων ἀνδρῶν εἰρήκασιν· ὁ μὲν γὰρ Παρμενίδης οὕτως ἔφη

’δεξιτεροῖσι ... κούρας‘ [28 B 17]· ὁ δ' Ἐ. οὕτως· <’ἐν ... μᾶλλον‘>.

ἐν γὰρ θερμοτέρωι τοκὰς ἄρρενος ἔπλετο γαστήρ(?)·

καὶ μέλανες διὰ τοῦτο καὶ ἁδρομελέστεροι ἄνδρες

καὶ λαχνήεντες μᾶλλον.

68

ARISTOT. de gen. anim. Δ 8. 777a 7 τὸ γὰρ γάλα

πεπεμμένον αἷμά ἐστιν, ἀλλ' οὐ διεφθαρμένον. Ἐ. δ' ἢ οὐκ ὀρθῶς ὑπελάμβανεν

ἢ οὐκ εὖ μετήνεγκε ποιήσας ὡς τὸ αἷμα

μηνὸς ἐν ὀγδοάτου δεκάτηι πύον ἔπλετο λευκόν.

69

PROCL. in Rep. II 34, 25 Kroll ὅτι καὶ Ἐ. οἶδεν τὸν διπλοῦν τῶν

γεννήσεων χρόνον. διὸ καὶ τὰς

γυναῖκας καλεῖ <διγόνους καὶ τὴν ὑπεροχὴν τοῦ πλήθους τῶν ἡμερῶν

αὐτὸς εἶπεν> καὶ ὅτι τὰ ὀκτάμηνα ἄγονα. καὶ εἰκότως· τῶν μὲν γὰρ ἑπταμήνων

ὁ πρῶτος ἀριθμὸς ὁ λ̅ε̅ ἐν ἀριθμοῖς ἐστιν Ϛ̅ η̅ θ̅ ι̅β̅, ὧν οἱ ἄκροι τὸν διπλάσιον ἔχουσιν

λόγον καὶ τὴν διὰ πασῶν· τῶν δὲ ἐννεαμήνων ὁ πρῶτος ἀριθμὸς ἐν ἀριθμοῖς συμ-

φώνοις Ϛ̅ θ̅ ι̅β̅ ι̅η̅, ὧν οἱ ἄκροι τριπλάσιον ἔχουσιν λόγον· μεταξὺ δὲ τούτων σύμ-

φωνος ἄλλος οὐκ ἔστι λόγος, ὥστ' εἰκότως συμφωνίας οὐκ οὔσης ἄγονα τὰ ὀκτά-

μηνα.

δίγονοι.

70

RUFUS Ephes. d. nom. part. hom. 229p. 166, 11 Daremb.

τὸ δὲ βρέφος περιέχεται χιτῶσι, τῶι μὲν λεπτῶι καὶ μαλακῶι· ἀμνίον αὐτὸν Ἐ.

καλεῖ.

ἀμνίον.

71

SIMPL. de caelo 529, 28

εἰ δέ τί σοι περὶ τῶνδε λιπόξυλος ἔπλετο πίστις,

πῶς ὕδατος γαίης τε καὶ αἰθέρος ἠελίου τε

κιρναμένων εἴδη τε γενοίατο χροῖά τε θνητῶν

τόσς', ὅσα νῦν γεγάασι συναρμοσθέντ' Ἀφροδίτηι ...

72

ATHEN. VIII 334 B οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς

πάντες οἱ ἰχθύες <καμασῆνες> ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως·

πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες ...

73

SIMPL. de caelo 530, 5 καὶ μετ'

ὀλίγα·

ὡς δὲ τότε χθόνα Κύπρις, ἐπεί τ' ἐδίηνεν ἐν ὄμβρωι,

εἴδεα ποιπνύουσα θοῶι πυρὶ δῶκε κρατῦναι ...

74

PLUT. Quaest. conv. V 10, 4 p. 685 F αὐτῶν δὲ

τῶν ζώιων οὐδὲν ἂν χερσαῖον ἢ πτηνὸν εἰπεῖν ἔχοις οὕτω γόνιμον ὡς πάντα τὰ

θαλάττια· πρὸς ὃ καὶ πεποίηκεν ὁ Ἐ·

φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων.

75

SIMPL. de caelo 530, 8

τῶν δ' ὅς' ἔσω μὲν πυκνά, τὰ δ' ἔκτοθι μανὰ πέπηγε,

Κύπριδος ἐν παλάμηισι πλάδης τοιῆσδε τυχόντα ...

76

PLUT. Quaest. conv. I 2, 5 p. 618B

καὶ τὸν θεὸν ὁρᾶις, ὃν ’ἀριστοτέχναν‘ ἡμῶν ὁ Πίνδαρος [fr. 57] προσεῖπεν, οὐ

πανταχοῦ τὸ πῦρ ἄνω τάττοντα καὶ κάτω τὴν γῆν ἀλλ' ὡς ἂν αἱ χρεῖαι τῶν σω-

μάτων ἀπαιτῶσι· <’τοῦτο ... χελύων τε‘>, φησὶν Ἐ., <’ἔνθ' ... ναιετάουσαν‘>.

DERS. de fac. i. orb. 1. 14 p. 927 F οὐδὲ τοῦ πυρὸς τὸ μὲν ἄνω περὶ τὰ

ὄμματα ἀποστίλβον κατὰ φύσιν ἐστί, τὸ δ' ἐν κοιλίαι καὶ καρδίαι παρὰ φύσιν, ἀλλ'

ἕκαστον οἰκείως καὶ χρησίμως τέτακται. <’ναὶ ... χελύων τε‘> καὶ παντὸς ὀστρέου

φύσιν, ὥς φησιν ὁ Ἐμπεδοκλῆς καταμανθάνων <’ἔνθ' ... ναιετάουσαν‘>.

τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμων βαρυνώτοις,

ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε·

ἔνθ' ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν.

77,78

PLUT. Quaest. conv. III 2, 2 p. 649 C

τὸ δ' ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐ. <ἐμπεδόφυλλον> οὐκ ἔστι θερμότητος·

οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλοροεῖν .... ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται

παραμένειν τὸ φύλλον. Ἐ. δὲ πρὸς τούτωι καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται

τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων ὥστε ἀρκούντως ἐπιρρεῖν. THEOPHR.

de caus. plant. I 13, 2 εἰ δὲ καὶ συνεχῶς ὁ ἀὴρ ἀκολουθοίη τούτοις [sc. τοῖς δέν-

δροις], ἴσως οὐδὲ τὰ παρὰ τῶν ποιητῶν λεγόμενα δόξειεν ἂν ἀλόγως ἔχειν οὐδ'

ὡς Ἐ. <ἀείφυλλα> καὶ <ἐμπεδόκαρπά> φησι <θάλλειν ’καρπῶν ... ἐνιαυτόν‘>,

ὑποτιθέμενός τινα τοῦ ἀέρος κρᾶσιν, τὴν ἐαρινήν, κοινήν.

〈δένδρεα δ'〉 ἐμπεδόφυλλα καὶ ἐμπεδόκαρπα τέθηλεν

καρπῶν ἀφθονίηισι κατ' ἠέρα πάντ' ἐνιαυτόν.

79

ARISTOT. de gen. anim. Α 23. 731a 1 ἐν δὲ τοῖς φυ-

τοῖς μεμειγμέναι αὖται αἱ δυνάμεις εἰσὶ καὶ οὐ κεχώρισται τὸ θῆλυ τοῦ ἄρρενος. διὸ

καὶ γεννᾶι αὐτὰ ἐξ αὑτῶν καὶ προΐεται οὐ γονήν, ἀλλὰ κύημα τὰ καλούμενα σπέρ-

ματα. καὶ τοῦτο καλῶς λέγει Ἐ. ποιήσας <’οὕτω ... ἐλαίας‘>. τό τε γὰρ ὠιὸν

κύημά ἐστι καὶ ἔκ τινος αὐτοῦ γίγνεται τὸ ζῶιον, τὸ δὲ λοιπὸν τροφή, καὶ τοῦ

σπέρματος [καὶ] ἐκ μέρους γίγνεται τὸ φυόμενον, τὸ δὲ λοιπὸν τροφὴ γίγνεται

τῶι βλαστῶι καὶ τῆι ῥίζηι τῆι πρώτηι. THEOPHR. de caus. plant. I 7, 1 τὰ δὲ

σπέρματα πάντων ἔχει τινὰ τροφὴν ἐν αὑτοῖς, ἣ συναποτίκτεται τῆι ἀρχῆι κα-

θάπερ ἐν τοῖς ὠιοῖς. ἧι καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκων <ὠιοτοκεῖν

μακρὰ δένδρεα>· παραπλησία γὰρ τῶν σπερμάτων ἡ φύσις τοῖς ὠιοῖς.

οὕτω δ' ὠιοτοκεῖ μακρὰ δένδρεα πρῶτον ἐλαίας ...

80

PLUT. Quaest. conv. V 8, 2 p. 683 D ταῦτα μὲν

οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι· τοῦ δ' Ἐμπεδοκλέους εἰρηκότος

οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια μῆλα

τὸ μὲν τῶν σιδῶν ἐπίθετον νοεῖν, ὅτι τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν

καυμάτων μαραινομένων ἐκπέττουσι τὸν καρπόν· ἀσθενῆ γὰρ αὐτῶν τὴν

ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾶι λαβεῖν σύστασιν ὁ ἥλιος ... τὰ δὲ

μῆλα καθ' ἥντινα διάνοιαν ὁ σοφὸς <ὑπέρφλοια> προσειρήκοι, διαπορεῖν ...

3. εἰπόντος οὖν ἐμοῦ ταῦτα γραμματικοί τινες ἔφασαν

<ὑπέρφλοια> λελέχθαι τὰ μῆλα διὰ τὴν ἀκμήν· τὸ γὰρ ἄγαν ἀκμάζειν καὶ

τεθηλέναι φλοίειν ὑπὸ τῶν ποιητῶν λέγεσθαι.

ἐπεὶ τοίνυν μάλιστα τῶν καρπῶν ἡ χλωρότης

καὶ τὸ τεθηλέναι τῶι μήλωι παραμένει, <ὑπέρφλοιον> αὐτὸ τὸν φιλόσοφον

προσαγορεῦσαι.

81

PLUT. Quaest. nat. 2 p. 912 C τῶν δ' ὀμβρίων τὸ

εὔτρεπτον αἱ σήψεις κατηγοροῦσιν, εὐσηπτότερα γάρ ἐστι τῶν ποταμίων καὶ

φρεατιαίων· ἡ δὲ πέψις ἔοικεν εἶναι σῆψις ὡς Ἐμπεδοκλῆς μαρτυρεῖ λέγων <’οἶνος

... ὕδωρ‘>. 31 p. 919 C ἢ φύ〈σει σηπτικὸν〉 τὸ οἰνῶδές ἐστιν ὥς φησιν Ἐ. <οἶνον

ἀπὸ φλοιοῦ πέλεσθαι σαπὲν ἐν ξύλωι ὕδωρ>. ARISTOT. Top. Δ 5. 127a 17

ὁμοίως δ' οὐδ' ὁ οἶνός ἐστιν ὕδωρ σεσηπός, καθάπερ Ἐμπ. φησι <’σαπὲν ὕδωρ‘>.

ἁπλῶς γὰρ οὐκ ἔστιν ὕδωρ.

οἶνος ἀπὸ φλοιοῦ πέλεται σαπὲν ἐν ξύλωι ὕδωρ.

82

ARISTOT. Meteor. Δ 9. 387b 4

ταὐτὰ τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνά

καὶ λεπίδες γίγνονται ἐπὶ στιβαροῖσι μέλεσσιν.

83

PLUT. de fort. 3 p. 98 D τὰ μὲν γὰρ ὥπλι-

σται κέρασι καὶ ὀδοῦσι καὶ κέντροις,

αὐτὰρ ἐχίνοις

ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι.

84

ARISTOT. de sens. 2 p. 437b 23

Ἐ. δ' ἔοικε νομίζοντι ὁτὲ μὲν ἐξιόντος τοῦ φωτός, ὥσπερ εἴρηται πρότερον, βλέπειν.

λέγει γοῦν οὕτως· <’ὡς ... ἦεν‘>, ὁτὲ μὲν οὕτως ὁρᾶν φησιν, ὁτὲ δὲ ταῖς ἀπορροίαις

ταῖς ἀπὸ τῶν ὁρωμένων. ALEX. Z. d. St. p. 23, 8 Wendl. καὶ πρῶτόν γε

παρατίθεται αὐτοῦ τὰ ἔπη, δι' ὧν ἡγεῖται καὶ αὐτὸς πῦρ εἶναι τὸ φῶς καὶ τοῦτο ἐκ

τῶν ὀφθαλμῶν προχεῖσθαί τε καὶ ἐκπέμπεσθαι καὶ τούτωι τὸ ὁρᾶν γίνεσθαι. ἀπει-

κάζει γὰρ διὰ τῶν ἐπῶν τὸ ἐκπεμπόμενον ἀπὸ τῆς ὄψεως φῶς τῶι διὰ τῶν λυχνού-

χων φωτί. ὡς γὰρ ὁδοιπορεῖν τις νυκτὸς μέλλων λύχνον παρασκευασάμενος ἐντί-

θησιν εἰς <λαμπτῆρα> (ὁ γὰρ λαμπτὴρ τὰ μὲν ἔξωθεν πνεύματα ἀπείργει τε καὶ κω-

λύει, τοῦ δὲ πυρὸς τὸ λεπτότατον εἰς τὸ ἔξω διίησιν, ὅπερ ἐστὶ <φῶς>), οὕτω, φησίν,

καὶ ἐν ταῖς <μήνιγξι> καθειργόμενον τὸ <πῦρ> ὑπὸ λεπτῶν ὑμένων περιέχεται, οἳ

τὰ μὲν ἔξωθεν προσπίπτοντα λυμαντικὰ τοῦ πυρὸς ἀπείργουσι καὶ οὐκ ἐῶσιν

ἐνοχλεῖν τῆι κόρηι, τὸ δὲ λεπτότατον τοῦ πυρὸς εἰς τὸ ἔξω διιᾶσιν. <ἀμουργοὺς>

δὲ τοὺς <λαμπτῆρας> λέγοι ἂν τοὺς ἀπειρκτικοὺς ἀπὸ τοῦ ἀπερύκειν τὰ πνεύ-

ματα καὶ σκέπειν τὸ περιεχόμενον ὑπ' αὐτῶν πῦρ· ἢ <ἀμουργοὺς> τοὺς πυκνοὺς

καὶ διὰ πυκνότητα ἀπερύκοντας τὰ πνεύματα. <ταναὸν> δὲ τὸ πῦρ τὸ διὰ λεπτό-

τητα τεινόμενόν τε καὶ διεκπίπτειν διὰ τῶν πυκνῶν δυνάμενον. <κατὰ βηλὸν>

δὲ κατὰ τὸν οὐρανόν. Ὅμηρος ’ῥίπτασκεν τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ' ἂν ἵκηται

γῆν ὀλιγηπελέων‘ [O 23]. <λεπτῆισι δὲ ὀθόνηισιν ἐχεύατο κύκλοπα κού-

ρην> εἶπεν ἀντὶ τοῦ ’λεπτοῖς ὑμέσι περιέλαβε τὴν κυκλοτερῆ κόρην‘, πρὸς τὸ ὄνομα

τῆς <κόρης> χρησάμενος ποιητικῶς ταῖς <ὀθόναις> ἀντὶ τῶν ὑμένων. δείξας δὲ αὐτὸν

διὰ τούτων τῶν ἐπῶν ταῦτα λέγοντα, προστίθησι τὸ ’ὁτὲ μὲν οὕτως ὁρᾶν φησιν,

ὁτὲ δὲ ταῖς ἀπορροίαις ταῖς ἀπὸ τῶν ὁρωμένων‘ ἀπορρεῖν τινα, ἃ προσπίπτοντα

τῆι ὄψει, ὅταν ἐναρμόσηι τοῖς ἐν αὐτῆι πόροις τῶι εἶναι σύμμετρα, εἴσω τε χωρεῖν

καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. ταύτης τῆς δόξης καὶ Πλάτων μνημονεύει ὡς οὔσης

Ἐμπεδοκλέους ἐν Μένωνι [Α 92 I 307, 3] καὶ ὁρίζεται κατὰ τὴν δόξαν τὴν

ἐκείνου τὸ χρῶμα ἀπορροὴν σωμάτων ὄψει σύμμετρον καὶ αἰσθητήν.

ὡς δ' ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον

χειμερίην διὰ νύκτα, πυρὸς σέλας αἰθομένοιο,

ἅψας παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς,

οἵ τ' ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων,

φῶς δ' ἔξω διαθρῶισκον, ὅσον ταναώτερον ἦεν,

λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν·

ὣς δὲ τότ' ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ

λεπτῆισίν 〈τ'〉 ὀθόνηισι λοχάζετο κύκλοπα κούρην,

〈αἳ〉 χοάνηισι δίαντα τετρήατο θεσπεσίηισιν·

αἳ δ' ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφιναέντος,

πῦρ δ' ἔξω διίεσκον, ὅσον ταναώτερον ἦεν.

85

SIMPL. Phys. 331, 3 καὶ τὰ μόρια τῶν ζώιων ἀπὸ

τύχης γενέσθαι τὰ πλεῖστά φησιν ὡς ὅταν λέγηι ’ἡ <δὲ χθὼν ... μάλιστα‘>

[Β 98, 1]. καὶ πάλιν

ἡ δὲ φλὸξ ἱλάειρα μινυνθαδίης τύχε γαίης

καὶ ἐν ἄλλοις <’Κύπριδος ... τυχόντα‘> [B 75, 2]. καὶ πολλὰ ἄν τις εὕροι ἐκ

τῶν Ἐμπεδοκλέους <Φυσικῶν> τοιαῦτα παραθέσθαι.

86

SIMPL. de caelo 529, 21

ἀλλὰ καὶ περὶ γενέσεως τῶν ὀφθαλμῶν τῶν σωματικῶν τούτων λέγων ἐπήγαγεν·

ἐξ ὧν ὄμματ' ἔπηξεν ἀτειρέα δῖ' Ἀφροδίτη.

87

SIMPL. de caelo 529, 24 καὶ μετ'

ὀλίγον·

γόμφοις ἀσκήσασα καταστόργοις Ἀφροδίτη.

88

ARISTOT. Poet. 21. 1458a 4 ἀφηιρημένον δὲ οἷον

τὸ κρῖ καὶ τὸ δῶ καὶ <’μία ... ὄψ‘>. STRABO VIII p. 364

παρ' Ἐμπεδοκλεῖ δὲ <’μία ... ὄψ‘>, ἡ ὄψις.

μία γίγνεται ἀμφοτέρων ὄψ.

89

PLUT. Quaest. nat. 19 p. 916D σκόπει δὴ κατ'

Ἐμπεδοκλέα

γνούς, ὅτι πάντων εἰσὶν ἀπορροαί, ὅσς' ἐγένοντο ...

οὐ γὰρ ζώιων μόνον οὐδὲ φυτῶν οὐδὲ γῆς καὶ θαλάττης, ἀλλὰ καὶ λίθων ἄπεισιν

ἐνδελεχῶς πολλὰ ῥεύματα καὶ χαλκοῦ καὶ σιδήρου· καὶ γὰρ φθείρεται πάντα καὶ

ὄλωλε τῶι ῥεῖν ἀεί τι καὶ φέρεσθαι συνεχῶς.

90

PLUT. Quaest. conviv. IV 1, 3 p. 663 A

εἴτε γὰρ ἐξ ὁμοίων ἀναλαμβάνει τὸ οἰκεῖον ἡ φύσις καὶ εἰς τὸν ὄγκον αὐτόθεν ἡ

ποικίλη τροφὴ πολλὰς μεθιεῖσα ποιότητας ἐξ ἑαυτῆς ἑκάστωι μέρει τὸ πρόσφορον

ἀναδίδωσιν· ὥστε γίγνεσθαι τὸ τοῦ Ἐμπεδοκλέους <’ὡς γλυκὺ ... ἐπ' ὀξὺ δαλε-

ρὸν δαλεροῦ‘> κτλ. MACROB. Sat. VII 5, 17 scimus autem similibus

similia nutriri ... singula ad se similitudinem sui rapere testis Empedocles

qui ait <’ὡς ... ἔβη, θερμὸν δ' ἐποχεύετο θερμῶι‘>.

ὣς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δ' ἐπὶ πικρὸν ὄρουσεν,

ὀξὺ δ' ἐπ' ὀξὺ ἔβη, δαερὸν δ' ἐποχεῖτο δαηρῶι.

91

ALEX. Quaest. II 23 [oben I 306, 16ff.]

ὕδωρ

οἴνωι ... μᾶλλον ἐνάρθμιον, αὐτὰρ ἐλαίωι

οὐκ ἐθέλει.

92

ARISTOT. de gen. anim. Β 8. 747a 34

Ἐ. δ' αἰτιᾶται τὸ μεῖγμα

τὸ τῶν σπερμάτων γίνεσθαι πυκνὸν ἐκ μαλακῆς τῆς γονῆς οὔσης ἑκατέρας· συναρ-

μόττειν γὰρ τὰ κοῖλα τοῖς πυκνοῖς ἀλλήλων, ἐκ δὲ τῶν τοιούτων γίνεσθαι ἐκ μαλα-

κῶν σκληρὸν ὥσπερ <τῶι καττιτέρωι μειχθέντα τὸν χαλκόν>, λέγων οὔτ'

ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ καττιτέρου τὴν αἰτίαν ὀρθῶς ... οὔθ' ὅλως ἐκ γνωρίμων

ποιούμενος τὰς ἀρχάς. τὰ γὰρ κοῖλα καὶ τὰ στερεὰ ἁρμόττοντα ἀλλήλοις πῶς

ποιεῖ τὴν μίξιν οἷον <οἴνου καὶ ὕδατος>;

93

PLUT. de def. or. 41 p. 433 B ἄλλα γὰρ ἄλλοις

οἰκεῖα καὶ πρόσφορα καθάπερ τῆς μὲν πορφύρας ὁ κυανὸς τῆς δὲ κόκκου τὸ νίτρον

δοκεῖ τὴν βαφὴν ἄγειν μεμιγμένον,

βύσσωι δὲ γλαυκῆς κόκκος καταμίσγεται ἀκτῆς,

ὡς Ἐ. εἴρηκε.

94

PLUT. Quaest. nat. 39 cur aqua in summa parte alba,

in fundo vero nigra spectatur? an quod profunditas nigredinis mater est,

ut quae solis radios prius quam ad eam descendant, obtundat et labefactet?

superficies autem quoniam continuo a sole afficitur, candorem luminis

recipiat oportet. quod ipsum et Empedocles approbat:

et niger in fundo fluvii color exstat ab umbra,

atque cavernosis itidem spectatur in antris.

95

SIMPL. de caelo 529, 26 καὶ τὴν

αἰτίαν λέγων τοῦ τοὺς μὲν ἐν ἡμέραι τοὺς δὲ ἐν νυκτὶ κάλλιον ὁρᾶν

Κύπριδος, φησίν, ἐν παλάμηισιν ὅτε ξὺμ πρῶτ' ἐφύοντο.

96

SIMPL. Phys. 300, 19 καὶ γὰρ λό-

γωι τινὶ ποιεῖ σάρκας καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. λέγει γοῦν <ἐν τῶι

πρώτωι τῶν Φυσικῶν· ’ἡ ... θεσπεσίηθεν‘> τουτέστιν ἀπὸ τῶν θείων αἰτίων

καὶ μάλιστα τῆς Φιλίας ἤτοι Ἁρμονίας· ταῖς γὰρ ταύτης κόλλαις ἁρμόζεται.

ARISTOT. de anima Α 5.…

The complete text is available when the reading interface loads.