The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, FHG 4: 404.
CTS identifier
urn:cts:greekLit:tlg1343.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1a

Athenaeus II: Ἐπαρχίδης Εὐριπίδην

φησὶ, τὸν ποιητὴν, ἐπιδημῆσαι τῇ Ἰκάρῳ, καὶ, γυναικός

τινος μετὰ τέκνων κατὰ τοὺς ἀγροὺς, δύο μὲν ἀρρένων

τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύ-

κητας, καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων, ποιῆσαι

τουτὶ τὸ ἐπίγραμμα·

Ὦ, τὸν ἀγήραντον πόλον αἰθέρος, ἥλιε, τέμνων,

ἆρ' εἶδες τοιόνδ' ὄμματι πρόσθε πάθος;

μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους

ἐν ταὐτῷ φέγγει μοιριδίῳ φθιμένους.

1b

Idem I: Γίνεται δὲ ἐν Ἰκάρῳ, φησὶν

<Ἐπαρχίδης,> ὁ Πράμνιος. Ἔστι δὲ οὗτος γένος τι

οἴνου· καὶ ἔστιν οὗτος οὔτε γλυκὺς οὔτε παχὺς, ἀλλ'

αὐστηρὸς καὶ σκληρὸς, καὶ δύναμιν ἔχων διαφέρου-

σαν ... Ἐκαλεῖτο δὲ ἡ Ἴκαρος πρότερον Ἰχθυόεσσα,

διὰ τὸ ἐν αὐτῇ τῶν ἰχθύων πλῆθος, ὡς καὶ Ἐχι-

νάδες ἀπὸ τῶν ἐχίνων, καὶ Σηπιὰς ἄκρα ἀπὸ τῶν περὶ

αὐτὴν σηπιῶν, etc ... Προσαγορεύεται δὲ, φησὶν

Ἐπαρχίδης, ἡ ἄμπελος ἡ τὸν Ἰκάριον Πράμνιον φέ-

ρουσα ὑπὸ τῶν ξένων μὲν <ἱερὰ>, ὑπὸ δὲ τῶν Οἰνοαίων

Διονυσιάς. Οἰνόη δὲ πόλις ἐν τῇ νήσῳ ἐστί.