Fragmenta
- Authority group
- Epimenides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, FGrH #457: 3B:390–394.
- CTS identifier
urn:cts:greekLit:tlg1347.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ERATOSTH. Katast. 27: Αἰγοκέρω. οὗτός ἐστι τῶι εἴδειὅμοιος τῶι Αἰγίπανι· ἐξ ἐκείνου δὲ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶκέρατα ἐπὶ τῆι κεφαλῆι. ἐτιμήθη δὲ διὰ τὸ σύντροφος εἶναι τῶι Διί, 〈ἢ〉 <κα-θάπερ Ἐπιμενίδης ὁ τὰ Κρητικὰ ἱστορῶν φησίν, ὅτι ἐν τῆιἼδηι συνῆν αὐτῶι, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν.> οὗτος δὲδοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ὧι τοὺς συμμάχους καθώπλισεν 〈ὁ Ζεύς〉, διὰ τὸτοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον. παραλαβὼν δὲ τὴν ἀρχήν,ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν Αἶγα τὴν μητέρα. διὰ δὲ τὸν κόχλον ἐντῆι θαλάσσηι 〈εὑρεῖν〉 παράσημον ἔχει ἰχθύος 〈οὐράν〉. ERATOSTH. Katast. 5: Περὶ τοῦ Στεφάνου. οὗτος λέγεταιὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν, ὅτε τοὺς γάμους οἱθεοὶ ἐν τῆι καλουμένηι Δίαι ἐποίησαν, αὐτοῖς βουλόμενος ἐπιφανὴς γενέσθαι·ὧι πρῶτον ἡ νύμφη ἐστεφανώσατο, παρ' Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης.† ὅ <τε τὰ Κρητικὰ γεγραφὼς λέγει, 〈ὅτι〉 ὅτε ἦλθε Διόνυσοςπρὸς Μίνω, φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῆι τοῦτοδέδωκεν, ὧι ἠπατήθη ἡ Ἀριάδνη>. Ἡφαίστου δὲ ἔργον εἶναί φασινἐκ χρυσοῦ πυρώδους καὶ λίθων Ἰνδικῶν. ἱστορεῖται δὲ διὰ τούτου καὶ τὸνΘησέα σωθῆναι ἐκ τοῦ Λαβυρίνθου, ποιοῦντος τοῦ στεφάνου φέγγος. ἐν δὲτοῖς ἄστροις ὕστερον αὐτὸν τεθηκέναι, ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι, σημεῖοντῆς αἱρέσεως· συνεδόκει δὲ καὶ τοῖς θεοῖς. ARISTOT. Pol. 1, 1, 6 p. 1252b 12: ἡ μὲν οὖν εἰς πᾶσανἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς Χαρώνδας μὲνκαλεῖ ὁμοσιπύους, <Ἐπιμενίδης δ' ὁ Κρὴς ὁμοκάπ(ν)ους.> SCHOL. PINDAR. Ol. 7, 24 f: τὰν ποντίαν ὑμνέων, παῖδ'Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον] παῖδ' Ἀφροδίτης εἶπε τὴν Ῥόδον διὰτὸ κάλλος τῆς νήσου. Ἡρόφιλος (VI) δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴνῬόδον εἶναί φησι, <Ἐπιμενίδης δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ, ἀφ'ἧς τὴν πόλιν ὠνομάσθαι.> τινὲς δὲ ... διὰ τὸ σπουδαῖα ἔχειν ῥόδα· οἱδὲ διὰ τὸ ῥοώδη εἶναι τὰ περὶ αὐτήν. ATHEN. 7, 18 p. 282 EF: τίς δ' ἐστὶν ὁ καλούμενος ἱερὸςἰχθύς; ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθεὶς (T 10) .... ἱερούς φησιν εἶναιἰχθύας δελφῖνας καὶ πομπίλους. ἐστὶ δ' ὁ πομπίλος ζῶιον ἐρωτικόν, ὡς ἂν καὶαὐτὸς γεγονὼς ἐκ τοῦ Οὐρανίου αἵματος ἅμα τῆι Ἀφροδίτηι. DIOG. I 109ff. Ἐπιμενίδης, καθά φησι Θεόπομπος [FGrHist. 115 F 67II 548] καὶ ἄλλοι συχνοί, πατρὸς μὲν ἦν Φαιστίου, οἱ δὲ Δωσιάδα, οἱ δὲ Ἀγησάρχου·Κρὴς τὸ γένος ἀπὸ Κνωσοῦ, καθέσει τῆς κόμης τὸ εἶδος παραλλάσσων. οὗτός ποτεπεμφθεὶς παρὰ τοῦ πατρὸς εἰς ἀγρὸν ἐπὶ πρόβατον, τῆς ὁδοῦ κατὰ μεσημβρίανἐκκλίνας ὑπ' ἄντρωι τινὶ κατεκοιμήθη ἑπτὰ καὶ πεντήκοντα ἔτη. διαναστὰς δὲμετὰ ταῦτα ἐζήτει τὸ πρόβατον, νομίζων ἐπ' ὀλίγον κεκοιμῆσθαι. ὡς δὲ οὐχεὕρισκεν, παρεγένετο εἰς τὸν ἀγρόν, καὶ μετεσκευασμένα πάντα καταλαβὼν καὶπαρ' ἑτέρωι τὴν κτῆσιν, πάλιν ἧκεν εἰς ἄστυ διαπορούμενος. κἀκεῖ δὲ εἰς τὴν ἑαυτοῦεἰσιὼν οἰκίαν περιέτυχε τοῖς πυνθανομένοις, τίς εἴη, ἕως τὸν νεώτερον ἀδελφὸνεὑρὼν τότε ἤδη γέροντα ὄντα, πᾶσαν ἔμαθε παρ' ἐκείνου τὴν ἀλήθειαν. (110)γνωσθεὶς δὲ παρὰ τοῖς Ἕλλησι θεοφιλέστατος εἶναι ὑπελήφθη. τότε καὶ Ἀθηναίοις[τότε] λοιμῶι κατεχομένοις ἔχρησεν ἡ Πυθία καθῆραι τὴν πόλιν· οἱ δὲ πέμπουσιναῦν τε καὶ Νικίαν τὸν Νικηράτου εἰς Κρήτην, καλοῦντες τὸν Ἐπιμενίδην. καὶὃς ἐλθὼν ὀλυμπιάδι τεσσαρακοστῆι ἕκτηι [596—593] ἐκάθηρεν αὐτῶν τὴν πόλινκαὶ ἔπαυσε τὸν λοιμὸν τοῦτον τὸν τρόπον· λαβὼν πρόβατα μέλανά τε καὶ λευκὰἤγαγεν πρὸς τὸν Ἄρειον πάγον· κἀκεῖθεν εἴασεν ἰέναι οἷ βούλοιντο, προστάξαςτοῖς ἀκολούθοις, ἔνθα ἂν κατακλινῆι αὐτῶν ἕκαστον, θύειν τῶι προσήκοντι θεῶι·καὶ οὕτω λῆξαι τὸ κακόν. ὅθεν ἔτι καὶ νῦν ἔστιν εὑρεῖν κατὰ τοὺς δήμους τῶνἈθηναίων βωμοὺς ἀνωνύμους, ὑπόμνημα τῆς τότε γενομένης ἐξιλάσεως. οἱ δὲ τὴναἰτίαν εἰπεῖν τοῦ λοιμοῦ τὸ Κυλώνειον ἄγος σημαίνειν τε τὴν ἀπαλλαγήν· καὶ διὰτοῦτο ἀποθανεῖν δύο νεανίας Κρατῖνον καὶ Κτησίβιον, καὶ λυθῆναι τὴν συμφοράν.(111) Ἀθηναῖοι δὲ τάλαντον ἐψηφίσαντο δοῦναι αὐτῶι καὶ ναῦν τὴν εἰς Κρήτηνἀπάξουσαν αὐτόν. ὁ δὲ τὸ μὲν ἀργύριον οὐ προσήκατο· φιλίαν δὲ καὶ συμμαχίανἐποιήσατο Κνωσίων καὶ Ἀθηναίων. καὶ ἐπανελθὼν ἐπ' οἴκου μετ' οὐ πολὺ μετήλλαξεν, ὥς φησι Φλέγων ἐν τῶιΠερὶ μακροβίων [F GrHist. 257 F 38 II 1191] βιοὺς ἔτη ἑπτὰ καὶ πεντήκοντακαὶ ἑκατόν· ὡς δὲ Κρῆτες λέγουσιν, ἑνὸς δέοντα τριακόσια· ὡς δὲ Ξενοφάνης ὁΚολοφώνιος [21 B 20] ἀκηκοέναι φησί, τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν. ἐποίησε δὲ Κουρήτων καὶ Κορυβάντων γένεσιν καὶ <Θεογονίαν> ἔπη πεντα-κισχίλια, Ἀργοῦς ναυπηγίαν τε καὶ Ἰάσονος εἰς Κόλχους ἀπόπλουν ἔπη ἑξακισχίλιαπεντακόσια. (112) συνέγραψε δὲ καὶ καταλογάδην Περὶ θυσιῶν καὶ τῆς ἐνΚρήτηι πολιτείας καὶ Περὶ Μίνω καὶ Ῥαδαμάνθυος εἰς ἔπη τετρακισχίλια. ἱδρύ-σατο δὲ καὶ παρ' Ἀθηναίοις τὸ ἱερὸν τῶν Σεμνῶν, ὥς φησι Λόβων ὁ Ἀργεῖος ἐντῶι Περὶ ποιητῶν [fr. 16 Crön.]. λέγεται δὲ καὶ πρῶτος οἰκίας καὶ ἀγροὺς καθῆραικαὶ ἱερὰ ἱδρύσασθαι. εἰσὶ δ' οἳ μὴ κοιμηθῆναι αὐτὸν λέγουσιν, ἀλλὰ χρόνον τινὰἐκπατῆσαι ἀσχολούμενον περὶ ῥιζοτομίαν ... (114) φησὶ δὲ Δημήτριός τινας ἱστορεῖν ὡς λάβοι παρὰ Νυμφῶν ἔδεσμά τι καὶφυλάττοι ἐν χηλῆι βοός· προσφερόμενός τε κατ' ὀλίγον μηδεμιᾶι κενοῦσθαι ἀπο-κρίσει μηδὲ ὀφθῆναί ποτε ἐσθίων. μέμνηται αὐτοῦ καὶ Τίμαιος ἐν τῆι δευτέραι[fr. 45 FHG I 201]. λέγουσι δέ τινες ὅτι Κρῆτες αὐτῶι θύουσιν ὡς θεῶι· φασὶ γὰρ καὶ 〈προ〉-γνωστικώτατον γεγονέναι. ἰδόντα γοῦν τὴν Μουνιχίαν παρ' Ἀθηναίοις ἀγνοεῖνφάναι αὐτούς, ὅσων κακῶν αἴτιον ἔσται τοῦτο τὸ χωρίον αὐτοῖς· ἐπεὶ κἂν τοῖςὀδοῦσιν αὐτὸ διαφορῆσαι [Β 10]. ταῦτα ἔλεγεν τοσούτοις πρότερον χρόνοις. λέ-γεται δὲ ὡς καὶ πρῶτος αὑτὸν Αἰακὸν λέγοι καὶ Λακεδαιμονίοις προείποι τὴν ὑπὸἈρκάδων ἅλωσιν προσποιηθῆναί τε πολλάκις ἀναβεβιωκέναι. (115) Θεόπομποςδ' ἐν τοῖς Θαυμασίοις [F GrHist. 115 F 69 II 549] κατασκευάζοντος αὐτοῦ τὸ τῶνΝυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ· ‘Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός’.Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπὸ Ἀρκάδων, καθάπερ προείρηται(§ 114). καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῶι. γηρᾶσαί τε ἐν τοσαύταις ἡμέραιςαὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ τοῦτό φησι Θεόπομπος. Μυρωνιανὸς δὲἐν Ὁμοίοις [fr. 1 FHG IV 454] φησὶν ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτες· καὶ τὸσῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρ' ἑαυτοῖς κατά τι λόγιον, ὥς φησιΣωσίβιος ὁ Λάκων [fr. 17 FHG II 628]. γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο ὅ τε γενεαλόγος καὶ τρίτος ὁ Δωρίδιγεγραφὼς περὶ Ῥόδου. —Zu § 109 vgl. APOLLON. Hist. mir. 1; PLIN.N. H. VII 175.SUID. Ἐπιμενίδης Φαίστου ἢ Δωσιάδου ἢ Ἀγησάρχου υἱὸς καὶ μητρὸςΒλάστας, Κρὴς ἀπὸ Κνωσσοῦ ἐποποιός. (οὗ λόγος ὡς ἐξίοι ἡ ψυχὴ ὁπόσον ἤθελεκαιρὸν καὶ πάλιν εἰσήιει ἐν τῶι σώματι· τελευτήσαντος δὲ αὐτοῦ πόρρω χρόνωντὸ δέρμα εὑρῆσθαι γράμμασι κατάστικτον.) γέγονε δὲ ἐπὶ τῆς λ̅ ὀλυμπιάδος [660