Testimonia
- Authority group
- Epimenides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Testimonia, ed. H. Diels and W. Kranz, Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn., Berlin: Weidmann, 1951: 27–31.
- CTS identifier
urn:cts:greekLit:tlg1347.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
—657], ὡς προτερεύειν καὶ τῶν ζ̅ κληθέντων σοφῶν ἢ καὶ ἐπ' αὐτῶν γενέσθαι.
ἐκάθηρε γοῦν τὰς Ἀθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μ̅δ̅ ὀλυμπιάδα [604
—601] γηραιὸς ὤν. ἔγραψε δὲ πολλὰ ἐπικῶς καὶ καταλογάδην μυστήριά τινα καὶ
καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη.
πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος τῆς πόλεως κάθαρσιν
[aus Diog. I 64].
οὗτος ἔζησεν ρ̅ν̅ ἔτη, τὰ δὲ Ϟ̅ ἐκαθεύδησεν.
καὶ παροιμία ‘τὸ Ἐπιμενίδειον δέρμα’ ἐπὶ τῶν ἀποθέτων.
3
STRAB. X 479 ἐκ δὲ τῆς Φαιστοῦ τὸν τοὺς καθαρμοὺς ποιήσαντα διὰ τῶν
ἐπῶν Ἐπιμενίδην φασὶν εἶναι.
4
ARIST. Ἀθ. πολ. 1 ... Μύρωνος καθ' ἱερῶν ὀμόσαντες ἀριστίνδην. κατα-
γνωσθέντος δὲ τοῦ ἄγους αὐτοὶ μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν,
τὸ δὲ γένος αὐτῶν ἔφυγεν ἀειφυγίαν. Ἐ. δ' ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε τὴν
πόλιν. PLUT. Sol. 12 ἐν δὲ τῶι τότε χρόνωι τῆς στάσεως ἀκμὴν λαβούσης μάλιστα
καὶ τοῦ δήμου διαστάντος ἤδη δόξαν ἔχων ὁ Σόλων παρῆλθεν εἰς τὸ μέσον ἅμα
τοῖς ἀρίστοις τῶν Ἀθηναίων καὶ δεόμενος καὶ διδάσκων ἔπεισε τοὺς ἐναγεῖς λεγο-
μένους δίκην ὑποσχεῖν καὶ κριθῆναι τριακοσίων ἀριστίνδην δικαζόντων. Μύρωνος
δὲ τοῦ Φλυέως κατηγοροῦντος ἑάλωσαν οἱ ἄνδρες καὶ μετέστησαν οἱ ζῶντες,
τῶν δ' ἀποθανόντων τοὺς νεκροὺς ἀνορύξαντες ἐξέρριψαν ὑπὲρ τοὺς ὅρους. ταύ-
ταις δὲ ταῖς ταραχαῖς καὶ Μεγαρέων συνεπιθεμένων ἀπέβαλόν τε Νίσαιαν οἱ Ἀθη-
ναῖοι καὶ Σαλαμῖνος ἐξέπεσον αὖθις. καὶ φόβοι τινὲς ἐκ δεισιδαιμονίας ἅμα καὶ
φάσματα κατεῖχε τὴν πόλιν, οἵ τε μάντεις ἄγη καὶ μιασμοὺς δεομένους καθαρμῶν
προφαίνεσθαι διὰ τῶν ἱερῶν ἠγόρευον. οὕτω δὴ μετάπεμπτος αὐτοῖς ἧκεν ἐκ
Κρήτης Ἐ. ὁ Φαίστιος, ὃν ἕβδομον ἐν τοῖς σοφοῖς καταριθμοῦσιν ἔνιοι τῶν οὐ
προσιεμένων τὸν Περίανδρον. ἐδόκει δέ τις εἶναι θεοφιλὴς καὶ σοφὸς περὶ τὰ θεῖα,
τὴν ἐνθουσιαστικὴν καὶ τελεστικὴν σοφίαν. διὸ καὶ παῖδα νύμφης ὄνομα Βάλτης
καὶ Κούρητα νέον αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον. ἐλθὼν δὲ καὶ τῶι Σό-
λωνι χρησάμενος φίλωι πολλὰ προσυπειργάσατο καὶ προωδοποίησεν αὐτῶι τῆς
νομοθεσίας. καὶ γὰρ εὐσταλεῖς ἐποίησε ταῖς ἱερουργίαις καὶ περὶ τὰ πένθη πραο-
τέρους, θυσίας τινὰς εὐθὺς ἀναμίξας πρὸς τὰ κήδη καὶ τὸ σκληρὸν ἀφελὼν καὶ τὸ
βαρβαρικόν, ὧι συνείχοντο πρότερον αἱ πλεῖσται γυναῖκες. [Folgt B 10.] Ἐ. μὲν
οὖν μάλιστα θαυμασθεὶς καὶ χρήματα διδόντων πολλὰ καὶ τιμὰς μεγάλας τῶν
Ἀθηναίων οὐδὲν ἢ θαλλὸν ἀπὸ τῆς ἱερᾶς ἐλαίας αἰτησάμενος καὶ λαβὼν ἀπῆλθεν.
5
PLATO legg. I 642 D
τῆιδε γὰρ ἴσως ἀκήκοας, ὡς Ἐ. γέγονεν ἀνὴρ θεῖος, ὃς ἦν ἡμῖν οἰκεῖος,
ἐλθὼν δὲ πρὸ τῶν Περσικῶν δέκα ἔτεσιν πρότερον παρ' ὑμᾶς κατὰ τὴν τοῦ θεοῦ μαν-
τείαν θυσίας τε ἐθύσατό τινας, ἃς ὁ θεὸς ἀνεῖλεν, καὶ δὴ καὶ φοβουμένων τὸν Περ-
σικὸν Ἀθηναίων στόλον εἶπεν, ὅτι δέκα μὲν ἐτῶν οὐχ ἥξουσιν, ὅταν δὲ ἔλθωσιν,
ἀπαλλαγήσονται πράξαντες οὐδὲν ὧν ἤλπιζον παθόντες τε ἢ δράσαντες πλείω
κακά. τότ' οὖν ἐξενώθησαν ὑμῖν οἱ πρόγονοι ἡμῶν. Vgl. III p. 677 D
ἆρ' ἴστ', ὦ Κλεινία, τὸν φίλον ὅτι παρέλιπες τὸν ἀτεχνῶς χθὲς γενόμενον;
—μῶν φράζεις Ἐπιμενίδην; —ναὶ τοῦτον· πολὺ γὰρ ὑμῖν ὑπερεπήδησε
τῶι μηχανήματι τοὺς ξύμπαντας, ὦ φίλε, ὃ λόγωι μὲν Ἡσίοδος ἐμαντεύετο
πάλαι τῶι δ' ἔργωι ἐκεῖνος ἀπετέλεσεν. PLUT. sap. conv. p. 157 D
Σόλωνος δὲ ξένον Ἐπιμενίδην νόμος τις ἀπέχεσθαι τῶν ἄλλων σιτίων
κελεύει, τῆς δ' <ἀλίμου> δυνάμεως, ἣν αὐτὸς συντίθησι μικρὸν εἰς τὸ στόμα
λαμβάνοντα διημερεύειν ἀνάριστον καὶ ἄδειπνον ... ὁ δὲ Σόλων ἔφη θαυμάζειν
τὸν Ἄρδαλον, εἰ τὸν νόμον οὐκ ἀνέγνωκε τῆς διαίτης τοῦ ἀνδρὸς
ἐν τοῖς ἔπεσι τοῖς Ἡσιόδου γεγραμμένον· ‘ἐκεῖνος γάρ ἐστιν ὁ πρῶτος Ἐπιμενίδηι
σπέρματα τῆς τροφῆς ταύτης παρασχὼν καὶ ζητεῖν [ὁ] διδάξας ’ὅσον ἐν μαλάχηι
τε καὶ ἀσφοδέλωι μέγ' ὄνειαρ‘ [Opp. 41]’· ‘οἴει γάρ’, ὁ Περίανδρος εἶπε, ‘τὸν
Ἡσίοδον ἐννοῆσαί τι τοιοῦτον, οὐκ ἐπαινέτην ὄντα φειδοῦς ἀεί, καὶ πρὸς τὰ
λιτότατα τῶν ὄψων ὡς ἥδιστα παρακαλεῖν ἡμᾶς; ἀγαθὴ μὲν γὰρ ἡ μαλάχη
βρωθῆναι, γλυκὺς δ' ὁ ἀνθέρικος· τὰ δ' <ἄλιμα> ταῦτα καὶ <ἄδιψα> φάρμακα
μᾶλλον ἢ σιτία πυνθάνομαι καὶ μέλι καὶ τυρόν τινα βαρβαρικὸν δέχεσθαι ...
6
THEOPHR. hist. pl. VII 12, 1 ἐδώδιμοι ... καὶ ἡ τοῦ ἀσφοδέλου ῥίζα καὶ
ἡ τῆς <σκίλλης> πλὴν οὐ πάσης, ἀλλὰ τῆς Ἐπιμενιδείου καλουμένης, ἣ ἀπὸ τῆς
χρήσεως ἔχει τὴν προσηγορίαν. Vgl. charact. 16, 13 ἱερείας καλέσας σκίλληι ἢ
σκύλακι κελεῦσαι αὑτὸν περικαθᾶραι.
6a
APUL. apol. 27 qui providentiam mundi curiosius vestigant et im-
pensius deos celebrant eos vero vulgo magos nominent, quasi facere etiam
sciant quae sciant fieri, ut olim fuere E. et Orpheus et Pythagoras et Ostanes
ac dein similiter suspectata Empedocli catharmoe, Socrati daemonion,
Platonis τὸ ἀγαθόν.
7
CLEM. protr. 2, 26 [I 19, 25 St.] Ἐ. ὁ
παλαιὸς Ὕβρεως καὶ Ἀναιδείας Ἀθήνησιν ἀναστήσας βωμούς.
8
PAUS. I 14, 4 πρὸ τοῦ ναοῦ τοῦδε ἔνθα καὶ τοῦ
Τριπτολέμου τὸ ἄγαλμα, ἔστι βοῦς χαλκοῦς οἷα ἐς θυσίαν ἀγόμενος. πεποίηται δὲ
καθήμενος Ἐ. Κνώσιος, ὃν ἐλθόντα εἰς ἀγρὸν κοιμᾶσθαι λέγουσιν ἐσελθόντα ἐς
σπήλαιον. ὁ δὲ ὕπνος οὐ πρότερον ἀνῆκεν αὐτὸν πρὶν ἤ οἱ τεσσαρακοστὸν ἔτος
γενέσθαι καθεύδοντι. καὶ ὕστερον ἔπη τε ἐποίει καὶ πόλεις ἐκάθηρεν ἄλλας τε
καὶ τὴν Ἀθηναίων. Attischer Heros: SERV. Georg. 1, 19 uncique puer mon-
strator aratri ... vel Epimenides, qui postea Buzyges dictus est secundum
Aristotelem [fr. 386 R.]. HES. Βουζύγης: ἥρως Ἀττικὸς ὁ πρῶτος βοῦς ὑπ'
ἄροτρον ζεύξας· ἐκαλεῖτο δὲ Ἐπιμενίδης.
{ΕΠΙΜΕΝΙΔΟΥ ΘΕΟΓΟΝΙΑ ἢ ΧΡΗΣΜΟΙ. ΚΡΗΤΙΚΑ} PAUL. ad Tit. 1, 12 εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶνπροφήτης· <Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί>.CLEM. Str. I 59 (II 37, 21 St.) τὸν δὲ ἕβδομον οἱ μὲν Περίαν-δρον εἶναι λέγουσιν τὸν Κορίνθιον οἱ δὲ Ἀνάχαρσιν τὸν Σκύθην οἱδὲ Ἐπιμενίδην τὸν Κρῆτα [ὃν Ἑλληνικὸν οἶδε προφήτην], οὖ μέ-μνηται ὁ ἀπόστολος Παῦλος ἐν τῆι πρὸς Τίτον ἐπιστολῆι.HIERON. comm. in ep. ad Tit. VII 606 Migne diciturautem iste versiculus in Epimenidis Cretensis poetae <Oraculis> reperiri... denique ipse liber <Oraculorum> titulo praenotatur. Vgl. ep. 70[I 666 M.]: cuius heroici hemistichium postea Callimachususurpavit [h. 1, 8 Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖοΚρῆτες ἐτεκτήναντο· σὺ δ' οὐ θάνες· ἐσσὶ γὰρ αἰεί]. MAXIM. TYR.c. 38 (p. 439, 14 Hobein = c. 22 p. 224 Dav.) ἦλθεν Ἀθήναζε καὶ ἄλλοςΚρὴς ἀνὴρ ὄνομα Ἐ.· οὐδὲ οὗτος ἔσχεν εἰπεῖν αὑτῶι διδάσκαλονἀλλ' ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένηνλοιμῶι καὶ στάσει διεσώσατο ἐκθυσάμενος· δεινὸς δὲ ἦν ταῦτα οὐμαθών, ἀλλ' <ὕπνον> αὑτῶι <διηγεῖτο μακρὸν> καὶ <ὄνειρον> διδάσκα-λον. c. 10 (p. 110, 13 H. = c. 28 p. 286 Dav.) ἀφίκετό ποτε Ἀθήναζεἀνὴρ Κρὴς ὄνομα Ἐ. κομίζων λόγον οὑτωσὶ ῥηθέντα πιστεύεσθαιχαλεπόν· 〈μέσης γὰρ〉 ἡμέρας ἐν Δικταίου Διὸς τῶι ἄντρωι κείμενοςὕπνωι βαθεῖ ἔτη συχνὰ ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς <θεοῖς> καὶ θεῶνλόγοις καὶ <Ἀληθείαι> καὶ <Δίκηι>. AEL. n. anim. XII 7 καὶμέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγειγοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη·