The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. F. Wehrli, Eudemos von Rhodos [Die Schule des Aristoteles vol. 8, 2nd edn. Basel: Schwabe, 1969]: 11–72.
CTS identifier
urn:cts:greekLit:tlg1357.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

Philoponus In Aristotelis Categorias comment., Prooemium p.

7, 16 Busse: τρεῖς γὰρ ἀφορμαὶ γεγόνασι τοῦ νοθεύεσθαι τὰ συγγράμματα τοῦ

Ἀριστοτέλους· μία μὲν ὁμωνυμία 〈τῶν συγγραφέων〉 κτλ. ..., δευτέρα δὲ ἡ τῶν

συγγραμμάτων ὁμωνυμία· οἱ γὰρ μαθηταὶ αὐτοῦ Εὔδημος καὶ Φανίας καὶ Θεό-

φραστος κατὰ ζῆλον τοῦ διδασκάλου γεγράφασι κατηγορίας καὶ περὶ ἑρμηνείας

καὶ ἀναλυτικά· ἡ δὲ τρίτη τοιαύτη ἐστί.

8

David In Porphyrii Isagogen comment. p. 102, 4 Busse: ἔγραψε

γὰρ καὶ Θεόφραστος καὶ Εὔδημος περὶ κατηγοριῶν κατὰ μίμησιν τοῦ οἰκείου

διδασκάλου.

9

Alexander In Aristotelis Topica II 1 (p. 109a 1) comment. p.

131, 14 Wallies: ὅτι δὲ οἰκειότερον τῷ διαλεκτικῷ τὸ ἀνασκευάζειν τοῦ κατα-

σκευάζειν, ἐν τῷ πρώτῳ τῶν ἐπιγραφομένων Εὐδημείων ἀναλυτικῶν λέλεκται

(ἐπιγράφεται δὲ τὸ αὐτὸ καὶ Εὐδήμου ὑπὲρ τῶν ἀναλυτικῶν), ἐν οἷς οὕτως

λέγεται, ὅτι «ὁ διαλεκτικὸς ἃ μὲν κατασκευάζει μικρά ἐστιν, τὸ δὲ πολὺ τῆς δυνά-

μεως αὐτοῦ πρὸς τὸ ἀναιρεῖν τί ἐστι».

10a

Alexander In Aristotelis Analytica priora I 2 (p. 25a 14)

comment. p. 31, 4 Wallies: Θεόφραστος μὲν καὶ Εὔδημος ἁπλούστερον ἔδειξαν

τὴν καθόλου ἀποφατικὴν ἀντιστρέφουσαν ἑαυτῇ· τὴν γὰρ καθόλου ἀποφατικὴν

ὠνόμασαν καθόλου στερητικήν. τὴν δὲ δεῖξιν οὕτως ποιοῦνται· «κείσθω τὸ Α κατὰ

μηδενὸς τοῦ Β· εἰ κατὰ μηδενός, ἀπέζευκται τοῦ Β τὸ Α καὶ κεχώρισται· τὸ δὲ ἀπε-

ζευγμένον ἀπεζευγμένου ἀπέζευκται καὶ τὸ Β ἄρα παντὸς ἀπέζευκται τοῦ Α· εἰ δὲ

τοῦτο, κατὰ μηδενὸς αὐτοῦ». οὕτως μὲν οὖν ἐκεῖνοι.

10b

Philoponus In Aristotelis Analytica priora I 2 (p. 25a 16) com-

ment. p. 48, 12 Wallies: οἱ δὲ τοῦ Ἀριστοτέλους ἑταῖροι οἱ περὶ τὸν Θεόφρασ-

τον καὶ Εὔδημον σαφέστερον καὶ ἁπλούστερον τὸ αὐτὸ τοῦτο κατασκευάζουσι.

φασὶ γὰρ ὅτι, εἰ τὸ Α κατὰ μηδενός ἐστι τοῦ Β, πάντων τῶν μερῶν αὐτοῦ κεχώ-

ρισται· τὸ δὲ κεχωρισμένον κεχωρισμένου κεχώρισται, ὥστε καὶ τὸ Β οὐδενὶ τῷ

Α ὑπάρξει, τὸ γὰρ κεχωρισμένον τῶν πρός τί ἐστι· τινὸς γάρ ἐστι κεχωρισμένον·

τὰ δὲ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται· εἰκότως ἄρα καὶ τὸ Β οὐδενὶ τῷ Α

ὑπάρχει.

11a

Alexander In Aristotelis Analytica priora I 9 (p. 30a 15) com-

ment. p. 124, 8 Wallies: οὗτος (sc. Ἀριστοτέλης) μὲν οὖν οὕτως λέγει, οἱ δέ γε

ἑταῖροι αὐτοῦ οἱ περὶ Εὔδημόν τε καὶ Θεόφραστον οὐχ οὕτως λέγουσι, ἀλλά φασιν

ἐν πάσαις ταῖς ἐξ ἀναγκαίας τε καὶ ὑπαρχούσης συζυγίαις, ἐὰν ὦσι συγκείμεναι

συλλογιστικῶς, ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα, τοῦτο λαμβάνοντες ἔκ τε τοῦ

ἐν πάσαις ταῖς συμπλοκαῖς τὸ συμπέρασμα αἰεὶ τῷ ἐλάττονι καὶ χείρονι τῶν κει-

μένων ἐξομοιοῦσθαι· ἄν τε γὰρ ἐκ καταφατικῆς καὶ ἀποφατικῆς προτάσεως,

συνάγεται ἀποφατικὸν τὸ συμπέρασμα, ἄν τ' ἐκ καθόλου καὶ ἐπὶ μέρους, ἐπὶ

μέρους καὶ τὸ συμπέρασμα. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν ταῖς μίξεσιν ἔχειν· ὑπάρ-

χον γὰρ γίνεσθαι ἐν ταῖς ἐξ ἀναγκαίας καὶ ὑπαρχούσης συμπλοκαῖς τῷ ἔλαττον

εἶναι τὸ ὑπάρχον τοῦ ἀναγκαίου. ἀλλὰ καὶ τῷ λόγῳ τοῦτο δεικνύουσιν. εἰ γὰρ τὸ

Β τῷ Γ ὑπάρχει μὲν παντί, οὐ μὴν ἐξ ἀνάγκης, ἐνδέχεταί ποτε αὐτὸ καὶ ἀποζευχ-

θῆναι αὐτοῦ· ὅτε δὴ τὸ Β τοῦ Γ ἀπέζευκται, τότε καὶ τὸ Α αὐτοῦ ἀποζευχθήσεται·

εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀνάγκης αὐτῷ ὑπάρξει. ἀλλὰ καὶ ἐπὶ τῆς ὕλης δεικνύουσι τοῦτο

ἔχον οὕτως. λαβόντες γὰρ τὴν μείζονα καθόλου ἀναγκαίαν ἀποφατικὴν ἢ κατα-

φατικὴν καὶ τὴν ἐλάττονα καθόλου καταφατικὴν ὑπάρχουσαν δεικνύουσιν ὑπάρχον

γινόμενον τὸ συμπέρασμα. τὸ γὰρ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὁ ἄνθρωπος

παντὶ κινουμένῳ ὑπαρχέτω· οὐκέτι τὸ ζῷον παντὶ κινουμένῳ ἐξ ἀνάγκης. ἔτι εἰ

τὸ μὲν ἐπιστήμην ἔχειν κατὰ παντὸς γραμματικοῦ ἐξ ἀνάγκης, τὸ δὲ γραμματικὸν

κατὰ παντὸς ἀνθρώπου ὑπαρχόντως, οὐκέτι τὸ ἐπιστήμην ἔχειν κατὰ παντὸς

ἀνθρώπου ἐξ ἀνάγκης. καὶ τὸ μὲν κινεῖσθαι διὰ σκελῶν κατὰ παντὸς περιπατοῦν-

τος ἐξ ἀνάγκης, τὸ δὲ περιπατεῖν παντὶ ἀνθρώπῳ ὑπαρχέτω· οὐκέτι γὰρ τὸ κινεῖσ-

θαι παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης.

11b

—— ——Anal. priora I 9 (p. 30a 15) comment. p. 126, 29 Wallies:

ἀλλὰ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰσί τινες οἱ τὸ λεγόμενον ὑπ' Ἀριστοτέλους,

ὅτι καλῶς εἴρηται, δεικνύναι πειρώμενοι. ἔστω γὰρ ἡ μῖξις ἐκκειμένη, καὶ τὸ μὲν

Α τῷ Β παντὶ ἐξ ἀνάγκης ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχέτω μόνον. λέγω

ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί. εἰ γὰρ μή, τὸ ἀντικείμενον ἐνδέχεται τὸ Α τῷ Γ

τινὶ μὴ ὑπάρχειν· κεῖται δὲ καὶ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· γίνεται δὴ ἐν δευ-

τέρῳ σχήματι συζυγία ἐκ καθόλου καταφατικῆς τῆς μείζονος ἀναγκαίας καὶ ἐπὶ

μέρους ἀποφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχό-

μενον συνάγουσα, καθ' ἃ καὶ Θεοφράστῳ τε καὶ Εὐδήμῳ δοκεῖ. τὸ ἄρα Β τῷ Γ

ἐνδέχεται τινὶ μὴ ὑπάρχειν· ἀλλ' ὑπέκειτο παντὶ ὑπάρχειν.

11c

[Ammonius] In Aristotelis Analytica priora I 9 (p. 30a 15)

comment. p. 38, 38 Wallies: οἱ δ' ἑταῖροι αὐτοῦ (sc. Ἀριστοτέλους), Θεόφραστος

καὶ Εὔδημος, καὶ οἱ ἀπὸ Πλάτωνος καθόλου καὶ νῦν τῇ χείρονι (sc. προτάσει)

ἕπεσθαι τὸ συμπέρασμά φασιν ὥσπερ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ. τῶν δὲ νεωτέρων

ἠκολούθησαν Ἀριστοτέλει μὲν Ἀλέξανδρος καὶ Ἰάμβλιχος, Θεοφράστῳ δὲ καὶ Εὐ-

δήμῳ καὶ τοῖς ἀπὸ Πλάτωνος Θεμίστιος Συριανὸς Πρόκλος.

11d

Philoponus In Aristotelis Analytica priora I 9 (p. 30a 15) com-

ment. p. 123, 12 Wallies: καὶ ὁ μὲν φιλόσοφος, ὥσπερ εἴπομεν, βούλεται ἀεὶ τῇ

μείζονι (sc. προτάσει) ἀκολουθεῖν τὸ συμπέρασμα· διὸ καὶ ἐνταῦθα οὕτως ἐχου-

σῶν τῶν προτάσεων ἀναγκαῖόν φησι συνάγεσθαι τὸ συμπέρασμα. οἱ δὲ ἑταῖροι

αὐτοῦ οἱ περὶ Θεόφραστον καὶ Εὔδημον καὶ ἔτι οἱ ἀπὸ Πλάτωνος οὔ φασιν οὕ-

τως ἔχειν οὐδὲ πάντως τῇ μείζονι ἀκολουθεῖν τὸ συμπέρασμα, ἀλλ' ὑπάρχον ἀεὶ

γίνεσθαι.

11e

—— ——Anal. priora I 9 (p. 30a 32) comment. p. 129, 15 Wallies:

οὕτω μὲν οὖν κατὰ Ἀριστοτέλην. τὰ αὐτὰ δὲ πάλιν φασὶ καὶ ἐπὶ τούτων οἱ περὶ

Θεόφραστον καὶ Εὔδημον· ὁπότερος γὰρ ἂν ᾖ τῶν ὅρων ἀναγκαῖος, θατέρου

ὄντος ὑπάρχοντος τὸ συμπέρασμα ὑπάρχον ἔσται.

12

Alexander In Aristotelis Analytica priora I 10 (p. 30b 31) com-

ment. p. 141, 1 Wallies: ἅμα δὲ καὶ τὴν τοῦ ἀναγκαίου διαίρεσιν ὅτι καὶ αὐτὸς

οἶδεν (sc. Ἀριστοτέλης), ἣν οἱ ἑταῖροι αὐτοῦ πεποίηνται, δεδήλωκε διὰ τῆς προσ-

θήκης, ἣν φθάσας ἤδη καὶ ἐν τῷ περὶ ἑρμηνείας (19a 23) δέδειχεν, ἐν οἷς περὶ

τῆς εἰς τὸν μέλλοντα χρόνον λεγομένης ἀντιφάσεως περὶ τῶν καθ' ἕκαστον εἰρη-

μένων λέγει· «τὸ μὲν οὖν εἶναι τὸ ὄν, ὅταν ᾖ, καὶ τὸ μὴ ὂν μὴ εἶναι, ὅταν μὴ ᾖ,

ἀνάγκη.»

13

[Ammonius] In Aristotelis Analytica priora I 13 (p. 32a 16)

comment. p. 45, 42 Wallies: καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. οἱ δὲ ἑταῖροι αὐτοῦ,

Θεόφραστος καὶ Εὔδημος, καὶ ἔτι οἱ Πλατωνικοὶ οὐ βούλονται ἐνδεχομένην ἀπό-

φασιν ἀντιστρέφειν πρὸς ἐνδεχομένην κατάφασιν, ἐπειδὴ οὐ μένει τὸ ὡς ἐπὶ τὸ

πολὺ ἐνδεχόμενον, περὶ οὗ ὁ λόγος. οἱ γὰρ συλλογισμοὶ ὑπὸ τεχνῶν προβάλλον-

ται, αἳ περὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ἔχουσιν. εἰ γὰρ ἐνδέχεται μηδένα

ἄνθρωπον ἑξαδάκτυλον εἶναι ὡς ἐπὶ τὸ πολύ, ἐνδέχεται πάντα ἄνθρωπον καὶ τινὰ

ἄνθρωπον ἑξαδάκτυλον εἶναι ἐπ' ἔλαττον.

14

—— ——Anal. priora I 14 (p. 32b 38) comment. p. 49, 6 Wallies:

ζητητέον δὲ μὴ ὅσον ἐπὶ τοῖς ἐκτεθεῖσιν ὅροις οὐ γίνεται συλλογισμὸς οὐδεὶς ἐξ

ἀμφοτέρων ἐνδεχομένων ἐν πρώτῳ σχήματι. εἰ δ' αἱ ἐνδεχόμεναι ἀντιστροφαὶ οὐ

παραδεκτέαι εἰσὶν ὡς μὴ φυλάττουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, δῆλον ὡς

οὐδὲ τὰς περὶ τοῦ πρώτου σχήματος ἐννοίας μετακινήσουσι Θεόφραστος καὶ Εὔ-

δημος καὶ οἱ ἀπὸ Πλάτωνος· διὰ γὰρ τὰς ἐνδεχομένας ἀντιστροφὰς καὶ ἀτελεῖς

ἦσαν ἐν πρώτῳ σχήματι καὶ συλλογιστικοὶ τὴν ἐλάττονα ἀποφατικὴν ἔχοντες καὶ

ὀκτὼ τὸν ἀριθμόν.

15

Anonymus In Aristotelis De interpretatione librum et Analy-

tica (Γαληνοῦ Εἰσαγωγὴ διαλεκτική, δημοσιευθεῖσα ὑπὸ τοῦ Μ. Μηνα, Παρεκ-

βολαί p. 100, Paris 1844): περὶ τῆς καθόλου ἀποφατικῆς ἐπὶ τῆς ἐνδεχομένης

ὕλης Θεόφραστος διηνέχθη πρὸς Ἀριστοτέλην καὶ Εὔδημος, οἷς καὶ τῶν νῦν σχε-

δὸν πάντες κατακολουθοῦσιν. ἀντιστρέφειν γάρ φασι καὶ ἐπὶ τῆς ἐνδεχομένης

ὕλης πρὸς ἑαυτήν, ὥσπερ καὶ ἐπὶ τῆς ὑπαρχούσης καὶ ἀναγκαίας. καὶ τοῦτο ἐμπε-

δῶσαι πειρῶνται δυσὶν ἐπιχειρήμασι, διά τε δείξεως ἐκθετικῆς καὶ τῆς εἰς ἀδύ-

νατον ἀγωγῆς. ἡ μὲν οὖν ἐκθετικὴ δεῖξίς ἐστι τοιαύτη· «εἰ ἐνδέχεται τὸ λευκὸν ἐν

μηδενὶ εἶναι ἀνθρώπῳ, ἐνδέχεται τὸ λευκὸν ἀπεζεῦχθαι παντὸς ἀνθρώπου· καὶ

ὁ ἄνθρωπος ἀπεζευγμένος παντὸς ἔσται λευκοῦ». ἡ δὲ εἰς ἀδύνατον δεῖξίς ἐστιν

αὕτη· «ἐπεὶ ψεῦδος τὸ ἐνδέχεσθαι μηδενὶ λευκῷ τὸν ἄνθρωπον εἶναι, ὥσπερ ‘μη-

δενὶ ἀνθρώπῳ ἐνδέχεται τὸ λευκόν’ ἀληθές, ἀληθὲς ἔσται τὸ μὴ ἐνδέχεσθαι μη-

δενὶ λευκῷ τὸν ἄνθρωπον εἶναι»· κατάφασις γὰρ καὶ ἀπόφασις ταὐτά. εἰ δὲ τοῦτο

ἀληθές, καὶ ἐξ ἀνάγκης τινὶ λευκῷ ὑπάρχειν τὸν ἄνθρωπον ἀληθές. αἱ γὰρ τοῦ

ἐνδεχομένου προτάσεις πρὸ τοῦ τρόπου λαβοῦσαι τὴν ἄρνησιν ἰσοδυναμοῦσι ταῖς

ἀναγκαίαις.

ἐὰν δὲ ἀληθὲς ᾖ τὸ «ἐξ ἀνάγκης τινὶ λευκῷ ὑπάρχει ὁ ἄνθρωπος», καὶ τὸ

«λευκὸν ἐξ ἀνάγκης ὑπάρχει τινί». ὑπέκειτο δὲ καὶ ἐνδέχεσθαι μηδενὶ ἀνθρώπῳ

τὸ λευκόν· τὸ αὐτὸ ἄρα καὶ ἐνδέχεται μηδενί, καὶ ἐξ ἀνάγκης τινὶ τὸ αὐτό, ὅπερ

ἐστὶν ἀντίφασις.

16

Alexander In Aristotelis Analytica priora I 17 (p. 36b 35) com-

ment. p. 220, 9 Wallies: Θεόφραστος μέντοι καὶ Εὔδημος, ὡς καὶ κατ' ἀρχὰς

ἐμνημονεύσαμεν (fr. 10a), ἀντιστρέφειν φασὶ καὶ τὴν καθόλου ἀποφατικὴν αὑτῇ,

ὥσπερ ἀντέστρεφε καὶ ἡ ὑπάρχουσα καθόλου ἀποφατικὴ καὶ ἡ ἀναγκαία. ὅτι δὲ

ἀντιστρέφει, δεικνῦσιν οὕτως· «εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α

ἐνδέχεται μηδενί· ἐπεὶ γὰρ ἐνδέχεται τὸ Α τῷ Β μηδενί, ὅτε ἐνδέχεται μηδενί, τότε

ἐνδέχεται ἀπεζεῦχθαι τὸ Α πάντων τῶν τοῦ Β. εἰ δὲ τοῦτ', ἔσται τότε καὶ τὸ Β

τοῦ Α ἀπεζευγμένον· εἰ δὲ τοῦτο, καὶ τὸ Β τῷ Α ἐνδέχεται μηδενί.»

18

Anonymus In Aristotelis De interpretatione librum et Analy-

tica (Γαληνοῦ Εἰσαγωγὴ διαλεκτική, δημοσιευθεῖσα ὑπὸ τοῦ Μ. Μηνα, p. νςʹ,

Paris 1844, cf. K. Kalbfleisch, Jb. class. Philol. ed. Fleckeisen Suppl. 23,

1897 p. 707): παρὰ ταῦτα μὲν οὖν ἕτερον σχῆμα γενέσθαι συλλογιστικὸν ἀδύνα-

τον ἔδοξε τῷ τε Ἀριστοτέλει καὶ τοῖς περὶ αὐτόν. ἀδύνατον γὰρ κατ' ἄλλην τινὰ

σχέσιν παρὰ τὰς εἰρημένας ἐν τρισὶν ὅροις τὸν μέσον ὅρον πρὸς τοὺς δύο συν-

ταχθῆναι τοὺς ἄκρους. Θεόφραστος δὲ καὶ Εὔδημος καί τινας ἑτέρας συζυγίας

παρὰ τὰς ἐκτεθείσας τῷ Ἀριστοτέλει προστεθήκασι τῷ πρώτῳ σχήματι, περὶ ὧν

ἐν τοῖς μετὰ ταῦτα ἐροῦμεν, ἃς καὶ τέταρτον ἀποτελεῖν σχῆμα τῶν νεωτέρων

ᾠήθησάν τινες, ὡς πρὸς πατέρα τὴν δόξαν τὸν Γαληνὸν ἀναφέροντες.

19

Alexander In Aristotelis Analytica priora I 15 (p. 33b 25) com-

ment. p. 173, 32 Wallies: Θεόφραστος μὲν οὖν καὶ Εὔδημος οἱ ἑταῖροι αὐτοῦ

(sc. Ἀριστοτέλους) καὶ ἐν τῇ ἐξ ἐνδεχομένης καὶ ὑπαρχούσης μίξει φασὶν ἔσεσθαι

τὸ συμπέρασμα ἐνδεχόμενον, ὁποτέρα ἂν τῶν προτάσεων ἐνδεχομένη ληφθῇ· χεῖ-

ρον γὰρ πάλιν τὸ ἐνδεχόμενον τοῦ ὑπάρχοντος.

20

—— ——Anal. priora I 45 (p. 50a 39) comment. p. 389, 31 Wallies:

εἰπὼν (sc. Ἀριστοτέλης) περὶ τῶν ἐξ ὁμολογίας καὶ τῶν διὰ τῆς εἰς ἀδύνατον

ἀπαγωγῆς λέγει καὶ ἄλλους πολλοὺς ἐξ ὑποθέσεως (sc. συλλογισμοὺς) περαίνεσ-

θαι, περὶ ὧν ὑπερτίθεται μὲν ὡς ἐρῶν ἐπιμελέστερον, οὐ μὴν φέρεται αὐτοῦ σύγ-

γραμμα περὶ αὐτῶν. Θεόφραστος δ' αὐτῶν ἐν τοῖς ἰδίοις ἀναλυτικοῖς μνημονεύει,

ἀλλὰ καὶ Εὔδημος καί τινες ἄλλοι τῶν ἑταίρων αὐτοῦ.

22

Philoponus In Aristotelis Analytica priora I 23 (p. 40b 17)

comment. p. 242, 14 Wallies: ἐπειδὴ δὲ ὁ μὲν Ἀριστοτέλης τοσοῦτον εἰπὼν περὶ

τῶν ὑποθετικῶν ἐπαύσατο καὶ οὐδὲν ἡμᾶς περὶ αὐτῶν ἐδίδαξεν, ἀλλὰ τὴν πᾶσαν

σπουδὴν περὶ τοῦ κατηγορικοῦ συλλογισμοῦ ἐποιήσατο, ἅτε δὴ τούτων μὲν τελείων

ὄντων καὶ μηδενὸς ἔξωθεν δεομένων, τῶν δὲ ὑποθετικῶν δεομένων τῶν κατη-

γορικῶν, εἴπωμεν ἡμεῖς βραχέα περὶ αὐτῶν. ἰστέον γὰρ ὅτι πολυστίχους πραγ-

ματείας περὶ τούτων κατεβάλλοντο οἵ τε μαθηταὶ τοῦ Ἀριστοτέλους οἱ περὶ Θεό-

φραστον καὶ Εὔδημον καὶ τοὺς ἄλλους, καὶ ἔτι οἱ Στωικοί. εἴπωμεν οὖν τίσιν ὀνό-

μασιν ἐχρήσαντο ἔν τε τοῖς μέρεσιν αὐτῶν καὶ τοῖς ὅλοις οἱ Περιπατητικοὶ καὶ οἱ

Στωικοί, καὶ ἔτι τὴν διαίρεσιν αὐτῶν, καὶ πόσοι τρόποι ἐκ ταύτης ἡμῖν ὑποθετι-

κῶν συλλογισμῶν ἀναφαίνονται.

ἰστέον οὖν ὅτι ἐφεξῆς τούτων ὄντων ἀλλήλοις, πραγμάτων νοημάτων φωνῶν,

πάλιν δ' αὖ καὶ τούτων ἐφεξῆς ὄντων ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς, ὡς γνω-

σόμεθα, τοῦ ἡγουμένου τοῦ ἑπομένου τοῦ συνημμένου τῆς προσλήψεως τοῦ συμ-

περάσματος, οἱ μὲν Περιπατητικοὶ τῇ κοινῇ συνηθείᾳ κεχρημένοι τὰ μὲν πράγματα

αὐτὸ τοῦτο πράγματα ὠνόμασαν καὶ τὰ νοήματα ὡσαύτως, ὁμοίως δὲ καὶ τὰς

φωνάς, ἔτι τε τὸ ἡγούμενον ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς αὐτὸ τοῦτο ἡγού-

μενον καὶ τὸ ἑπόμενον ὡσαύτως. οἷον τὸ «εἰ ἡμέρα ἐστί», τοῦτο ἡγούμενον· τὸ

δὲ «ἥλιος ὑπὲρ γῆν», τοῦτο ἑπόμενον, ἕπεται γὰρ τῷ πρώτῳ τὸ δεύτερον. τὸ δὲ

ὅλον τοῦτο τὸ «εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ γῆν ἐστι», τοῦτο συνημμένον διὰ τὸ

συνῆφθαι ταῦτα ἀλλήλοις. τὸ δὲ «ἀλλὰ μὴν ἡμέρα ἐστί», τοῦτο οἱ Περιπατητικοὶ

μετάληψιν καλοῦσι διὰ τὸ μεταλαμβάνεσθαι ἐκ δευτέρου· ἤδη γὰρ ἐλήφθη ἐν τῷ

ἡγουμένῳ. τὸ δὲ «ἥλιος ἄρα ὑπὲρ γῆν», τοῦτο συμπέρασμα. οὕτω μὲν οἱ Περι-

πατητικοί.

24

Anonymus In Aristotelis Analytica posteriora II 13 (p. 97a 6)

comment. p. 584, 17 Wallies: Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι

λέγει τὴν ὅτι ὁρίσασθαι ἀδύνατόν ἐστί τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα.

25

Alexander In Aristotelis Topica I 10 (p. 104a 8) comment. p.

69, 13 Wallies (cf. Suda s. v. ἐρώτησις): οὔτε οὖν πᾶσα πρότασις ἐρώτησις,

ἀλλὰ ἡ διαλεκτική, οὔτε πᾶσα ἐρώτησις πρότασις διαλεκτική· ἔστι γὰρ εἴδη πλείω

τῆς ἐρωτήσεως. οὐ γὰρ μόνον ἐρώτησις προτάσεων γίνεται, ἀλλ' ὡς Εὔδημος ἐν

τοῖς περὶ λέξεως διῄρηκεν, οἱ ἐρωτῶντες ἢ περὶ συμβεβηκότος ἐρωτῶσιν, ἢ γὰρ

προθέντες τι καὶ ὁρίσαντες πυνθάνονται τὸ τούτῳ συμβεβηκός, ὡς οἱ ἐρωτῶντες

τίς τοῦ πυρὸς ἡ κατὰ φύσιν κίνησις ἢ τί Σωκράτει συμβέβηκεν, ἢ ἔμπαλιν τὸ μὲν

συμβεβηκὸς ὁρίζουσί τε καὶ λαμβάνουσιν ἐν τῇ ἐρωτήσει, ᾧ δὲ τοῦτο συμβέβηκεν

ἀξιοῦσι μαθεῖν, ὡς ὁ ἐρωτῶν τίνι τὸ λευκὸν ἢ τὸ μέλαν τῶν ζῴων συμβέβηκε,

καὶ τί τῶν ἀγαθῶν δι' αὑτό ἐστιν αἱρετόν, καὶ τίς ἐστιν ὁ καθήμενος. καὶ τοῦτο

μὲν ἓν εἶδος ἐρωτήσεως. ἄλλο δὲ περὶ οὐσίας, ὅταν προενεγκάμενοι τί ποτέ ἐστι

τοῦτο διὰ τῆς ἐρωτήσεως ἐξετάζωμεν, ὡς ὁ ἐρωτῶν τί ἐστιν ἄνθρωπος. ὁ γὰρ

οὕτως ἐρωτῶν τὴν οὐσίαν τοῦ πράγματος μαθεῖν ἀξιοῖ, ἀλλ' οὐχ ὃ συμβέβηκεν

αὐτῷ. τρίτον εἶδος ἐρωτήσεώς ἐστιν, ὅταν περὶ προτάσεώς τις θῇ τὴν ἐρώτησιν,

εἶτα ἀπόκρισιν αὐτῆς αἰτῇ τὸ ἕτερον τῆς ἀντιφάσεως μέρος, οἷον «ἆρά γε ὁ κόσ-

μος σφαιροειδής»; ὑπὸ τοῦτο τὸ εἶδος τῆς ἐρωτήσεώς ἐστι καὶ ἡ διαλεκτικὴ πρό-

τασις· οὐ γὰρ πᾶσα ἐρώτησις πρότασις διαλεκτική ἐστιν, ἐρώτησις μέντοι ἡ πρό-

τασις ἡ διαλεκτική.

26

Alexander In Aristotelis Analytica priora I 1 (p. 24b 16) com-

ment. p. 16, 12 Wallies: δοκοῦσι γὰρ οἱ ὅροι εἶναι τῆς «Σωκράτης λευκός ἐστι»

τὸ Σωκράτης καὶ τὸ λευκός. καὶ εἴη ἂν καταλληλότερον ἡ λέξις ἔχουσα, εἰ οὕτως

λέγοι τὸ «προστιθεμένου τοῦ εἶναι ἢ μὴ εἶναι ἢ διαιρουμένου». ἢ ἄτοπον τὸ μηδ'

ὅλως λέγειν τὸ ἐστὶν ἐν ταῖς οὕτως ἐχούσαις προτάσεσι κατηγορεῖσθαι, καὶ ταῦτα

Εὐδήμου ἐν τῷ πρώτῳ περὶ λέξεως δεικνύντος τοῦτο διὰ πλεόνων.

27

Scholium In Aristotelis Analytica priora I codex 1917 in mar-

gine p. 146a 24 Brandis: Ἀριστοτέλης μὲν οὖν οὕτω φρονεῖ περὶ τοῦ ἔστι καὶ

Ἀλέξανδρος, Εὔδημος δὲ ἐν τῷ πρώτῳ περὶ λέξεως δείκνυσι διὰ πλειόνων, ὅτι

τὸ ἔστιν ἐν ταῖς ἁπλαῖς προτάσεσι κατηγορεῖται καὶ ὅρος ἐστίν, οἷον Σωκράτης

ἔστι, Σωκράτης οὐκ ἔστι.

28

Alexander In Aristotelis Metaphysica A 9 (p. 990b 15) com-

ment. p. 85, 9 Hayduck: τῇ μὲν οὖν πρώτῃ τοῦ τρίτου ἀνθρώπου ἐξηγήσει

ἄλλοι τε κέχρηνται καὶ Εὔδημος σαφῶς ἐν τοῖς περὶ λέξεως.

29

Galenus De sophismatis seu captionibus penes dictionem

vol. XIV p. 590 Kühn: ληπτέον πρότερον ὅτι ποτέ ἐστι λόγος τε καὶ ἐκ

λόγων, λόγοι γὰρ καὶ αἱ προτάσεις· ... ἔσται δὴ λόγος ... σύνθεσις ὀνο-

μάτων· ...... ἀνάγκη τὸ διττὸν ἢ ἔν τινι τούτων εἶναι τῶν ὀνομάτων ἢ ἐν

αὐτῷ τῷ λόγῳ, τρίτον γὰρ οὐδὲν ἔχομεν ὅπως συσταίη ... καὶ τοῦτο ἢ

ἐνεργείᾳ ἢ δυνάμει ἢ φαντασίᾳ, παρὰ ταῦτα γὰρ οὐδὲν ἕτερόν τις εὕροι

ὑπάρχον ἢ λεγόμενον ... ἐνεργείᾳ μὲν γὰρ τὸ διττὸν ἔχουσι παρά τε τὴν

ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ...... ἐνεργείᾳ δὲ ὅτι τῷ ὄντι δύο σημαί-

νουσι· δυνάμει δ' ὁπότε τῇ προσῳδίᾳ γίνονται διττοὶ καὶ παρὰ τὴν σύνθεσιν

καὶ διαίρεσιν, οὗτοι γὰρ οὐ σημαίνουσι πλείω ἀλλὰ πάντως ἕν, διά τε τὸ

ἑκάτερον ἐνδέχεσθαι διττοὶ λέγονται· διὸ καὶ δυνάμει φαμὲν αὐτούς, τοιοῦτο

γὰρ τὸ δυνάμει ... ἐν μὲν οὖν ὀνόμασιν ἡ προσῳδία ποιεῖ τὸ διττόν ......

ἐν δὲ λόγῳ διότι σύνθεσις καὶ διαίρεσις διττὸν ποιεῖ. ...

p. 593: ἐπεὶ δὲ ἔχομεν τὸ ἐνεργείᾳ τε καὶ δυνάμει, λείπεται φαντασίᾳ·

τοῦτο δέ ἐστι τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο ἔμπροσθεν,

φαίνεται γὰρ καὶ τὸ ὄνομα διττὸν οὐχ οὕτως ἔχον καὶ ὁ λόγος ὁμοίως καὶ

οὐ τοσοῦτον καθ' ἕκαστον τῶν προειρημένων. τὰ παραδείγματα λάβοι τις

ἂν ἔκ τε τῶν καὶ Εὐδήμου κᾀξ ἄλλων.

30

Proclus In Euclidem comment. Definitio VIII p. 125, 6 Fried-

lein: τριῶν δὲ δοξῶν οὐσῶν περὶ τῆς γωνίας Εὔδημος μὲν ὁ Περιπατητικὸς

βιβλίον περὶ γωνίας γράψας ποιότητα αὐτὴν εἶναι συνεχώρησεν· γένεσιν γὰρ

γωνίας ἐπινοῶν οὐκ ἄλλην εἶναί φησιν ἢ τὴν κλάσιν τῶν γραμμῶν—εἰ δὲ ἡ

εὐθύτης ποιότης καὶ ἡ κλάσις ποιότης—ἐν ποιότητι οὖν ἔχουσαν αὐτὴν τὴν

γένεσιν πάντως εἶναι ποιότητα.

31

Simplicius In Aristotelis Physica I comment. Prooemium p.

7, 10 Diels: πλὴν ὅ γε Πλάτων τά τε τῶν Πυθαγορείων καὶ τῶν Ἐλεατικῶν ἐπὶ

τὸ σαφέστερον προαγαγὼν τά τε ὑπὲρ τὴν φύσιν ἐξύμνησεν ἀξίως κἀν τοῖς φυσι-

κοῖς καὶ γενητοῖς τὰς στοιχειώδεις ἀρχὰς τῶν ἄλλων διέκρινε καὶ στοιχεῖα πρῶτος

αὐτὸς ὠνόμασε τὰς τοιαύτας ἀρχάς, ὡς ὁ Εὔδημος ἱστορεῖ, καὶ τὸ ποιητικὸν αἴτιον

καὶ τὸ τελικὸν καὶ ἔτι πρὸς τούτῳ τὸ παραδειγματικόν, τὰς ἰδέας, αὐτὸς θεασάμε-

νος διέκρινε· καὶ γὰρ τὴν ὕλην ταῖς αὐταῖς χρώμενος ἐννοίαις ἐς ὕστερον Ἀριστο-

τέλης ἀνεῦρε, καὶ τὸ εἶδος ὁμοίως· ποιητικόν τε αἴτιον τὸν θεῖον ἐφίστησι νοῦν

καὶ τελικὸν τὴν τούτου ἀγαθότητα, δι' ἣν τὸ αἰσθητὸν πᾶν πρὸς τὸ νοητὸν παρά-

δειγμα ἀφωμοίωσεν.

32

—— ——Phys. I 1 (p. 184a 10) comment. p. 10, 3 Diels: ὁ μέντοι

Εὔδημος ἀρχόμενος τῶν φυσικῶν ἀνωτέρω τὸν λόγον ἐπήγαγε καὶ δείξας ὅτι πρὸς

μὲν τὰς πράξεις εὐχρηστότερον εἰδέναι τὰ καθ' ἕκαστα, πρὸς δὲ θεωρίαν τὰ κοινά·

«κοινότατον, φησί, φαίνεται περὶ τὰς ἐπιστήμας τὸ τῶν ἀρχῶν· ὑπάρχουσι γάρ

τινες καθ' ἑκάστην. τούτων δὲ οὕτως ἐχόντων ἀναγκαῖον τῷ φυσιολογοῦντι τὰς

ἀρχὰς πρῶτον ἐπισκέψασθαι.» καὶ ὁ μὲν ὅλος τῶν λεγομένων νοῦς τοιοῦτος. ἔστι

δὲ ἄξιον ζητεῖν τί ἀρχὴ καὶ τί αἴτιον καὶ τί στοιχεῖον. καὶ γὰρ ὁ μὲν Ἀλέξανδρος

διαφέρειν ταῦτα ἀλλήλων φησὶ τῷ ἀρχὴν μὲν λέγεσθαι ἰδίως τὸ ποιητικόν, ὅθεν

ἡ ἀρχὴ τῆς κινήσεως, αἴτιον δὲ τὸ οὗ ἕνεκα καὶ τὸ εἶδος· ἐν γὰρ τοῖς φύσει τὸ

οὗ ἕνεκα τοῦτο. στοιχεῖον δὲ τὸ ἐνυπάρχον ὡς τὴν ὕλην. ἔοικε δὲ τῷ Εὐδήμῳ

κατακολουθεῖν ὁ Ἀλέξανδρος λέγοντι ὅτι τοῦ αἰτίου τετραχῶς λεγομένου τὸ μὲν

στοιχεῖον κατὰ τὴν ὕλην λέγεται· ἐνυπάρχειν γὰρ δοκεῖ τὰ στοιχεῖα ὥσπερ ἐν

διαλέκτῳ τὰ γράμματα· οὕτω καὶ ὁ χαλκὸς αἴτιος λέγεται τῆς πολυχρονιότητος

τῶν ἔργων. αἴτιον δὲ λέγεται καὶ ὅθεν ἡ κίνησις, φαμὲν δὲ εἶναι ταύτην ἀρχήν,

ὅθεν νεῖκος λοιδορίας ἀρχή. τὴν μὲν οὖν ἀρχὴν καὶ τὸ στοιχεῖον οὕτω λέγουσιν

αἴτια, τὸ δὲ οὗ ἕνεκα οὐκ ἐπιδέχεται τὸν τοῦ στοιχείου λόγον· οὐ γὰρ ἐνυπάρχει

ἐν τῷ αἰτιατῷ οἷον ἐν τῷ περιπατεῖν ἡ ὑγίεια, οὐδὲ ἀρχὴ τοῦ περιπατεῖν ἡ ὑγίεια

φαίνεται, ἀλλὰ μᾶλλον αἰτία. τὸ δὲ οὗ ἕνεκα καὶ τὸ εἶδος σύνεγγυς φαίνεται

καὶ πολλάκις τὰ αὐτά. διὸ μάλιστα ἔοικεν αἰτίῳ τὸ οὗ ἕνεκα. τοιαῦτα μὲν καὶ τὰ

τοῦ Εὐδήμου.

33a

—— ——Phys. I 2 (p. 184b 15) comment. p. 22, 13 Diels: καὶ τὸ

κινούμενον δὲ καὶ ἀκίνητον καὶ τοῖς μίαν καὶ τοῖς πλείονας λέγουσιν ἀρχὰς ἁρ-

μόττει πρὸς διαίρεσιν. τοιγαροῦν καὶ Εὔδημος «ὡς ἄν, φησίν, ὑπάρχωσιν αἱ ἀρχαί,

ἤτοι κινοῦνται ἢ ἀκίνητοί εἰσιν».

33b

—— ——Phys. I 2 (p. 184b 18) comment. p. 42, 13 Diels: καὶ Εὔ-

δημος δέ, ὡς καὶ πρότερον εἶπον, ἐν τοῖς φυσικοῖς «ὡς ἄν ποτε ὑπάρχωσιν αἱ

ἀρχαί, φησίν, ἤτοι κινοῦνται ἢ ἀκίνητοί εἰσι».

34

—— ——Phys. I 2 (p. 184b 25) comment. p. 48, 3 Diels: ζητεῖ δὲ

ἐν τῇ μετὰ τὰ Φυσικὰ ὁ Ἀριστοτέλης, πότερον τὰς ἑκάστης ἐπιστήμης ἀρχὰς καθ'

ἑκάστην μία τίς ἐστιν ἡ δεικνύουσα, ἢ μιᾶς ἐπιστήμης ἔστι θεωρῆσαι κοινῆς τινος

περὶ πασῶν τῶν ἐπιστημῶν. καὶ Εὔδημος δὲ ἀρχόμενος τῶν φυσικῶν ζητεῖ μὲν

φιλοκάλως τὸ πρόβλημα, τὴν δὲ λύσιν εἰς ἄλλας πραγματείας τελεωτέρας ὑπερ-

τίθεται· λέγει δὲ οὕτως· «πότερον δὲ ἑκάστη τὰς αὑτῆς ἀρχὰς εὑρίσκει τε καὶ

κρίνει ἢ καθ' ἑκάστην ἑτέρα τις, ἢ καὶ περὶ πάσας μία τίς ἐστι, διαπορήσειεν ἄν

τις. οἱ γὰρ μαθηματικοὶ τὰς οἰκείας ἀρχὰς ἐνδείκνυνται καὶ τί λέγουσιν ἕκαστον

ὁρίζονται· ὁ δὲ μηδὲν συνιδὼν γελοῖος ἂν εἶναι δόξειεν ἐπιζητῶν τί ἐστι γραμμὴ

καὶ τῶν ἄλλων ἕκαστον· περὶ δὲ τῶν ἀρχῶν οἵας αὐτοὶ λέγουσιν οὐδὲ ἐπιχειροῦ-

σιν ἀποφαίνειν, ἀλλ' οὐδέ φασιν αὑτῶν εἶναι ταῦτα ἐπισκοπεῖν, ἀλλὰ τούτων

συγχωρουμένων τὰ μετὰ ταῦτα δεικνύουσιν. εἰ δὲ ἔστιν ἑτέρα τις περὶ τὰς γεω-

μετρικὰς ἀρχάς, ὁμοίως δὲ καὶ τὰς ἀριθμητικὰς καὶ τῶν ἄλλων ἕκαστα, πότερον

μία τις περὶ τὰς ἁπασῶν ἀρχάς ἐστιν ἢ καθ' ἑκάστην ἄλλη; εἴτε δὲ μία ἐστὶ κοινή

τις εἴτε καθ' ἑκάστην ἰδία, δεήσει καὶ ἐν αὐταῖς ἀρχάς τινας εἶναι. πάλιν οὖν ἐπιζη-

τήσεται τὸν αὐτὸν τρόπον, εἰ καὶ τῶν οἰκείων ἀρχῶν εἰσιν αὗται ἢ ἄλλαι τινές.

ἑτέρων μὲν οὖν ἀεὶ γινομένων εἰς ἄπειρον πρόεισιν· ὥστε οὐκ ἔσονται τῶν ἀρχῶν

ἐπιστῆμαι, ἀρχαὶ γὰρ εἶναι δοκοῦσιν αἱ ἀνώτεραι ἀεί. εἰ δὲ στήσονται καὶ ἔσονταί

τινες ἢ καὶ μία τις οἰκεία τῶν ἀρχῶν ἐπιστήμη, ζητήσεται καὶ λόγου δεήσει, διὰ

τί αὕτη μέν ἐστι τῶν τε ὑφ' ἑαυτὴν καὶ τῶν οἰκείων ἀρχῶν, αἱ δὲ ἄλλαι οὔ. πλασ-

ματικῷ γὰρ ἔοικε τὸ ἴδιον, εἰ μὴ διαφορά τις ἐμφέρεται. ταῦτα μὲν οὖν ἑτέρας

ἂν εἴη φιλοσοφίας οἰκειότερα διακριβοῦν.»

35

—— ——Phys. I 2 (p. 185a 20) comment. p. 74, 18 Diels: ὁ μέντοι

Εὔδημος συντομώτερον οὕτως ἐπιχειρεῖ τῷ λόγῳ· «ἐπειδὴ γάρ, φησί, πολλαχῶς

τὸ ὂν λέγεται (καὶ γὰρ οὐσίαν καὶ ποιὸν καὶ ποσὸν καὶ τὰ λοιπὰ τῶν κατὰ τὰς

διαιρέσεις εἶναί φαμεν), παρὰ ποῖον ἄρα τούτων οὐκ ἔσται τι ἄλλο;» τουτέστι

τίνος ὄντος δυνατὸν τὰ ἄλλα μὴ εἶναι. «καὶ δηλονότι, φησί, παρὰ τὴν οὐσίαν

μάλιστα ἂν εἴποι τις. τὰ μὲν γὰρ ἄλλα ἔν τινι φαίνεται ἀεί, ὥστε ἐκείνων ὄντων

ἔσται καὶ τὸ ἐν ᾧ· οὐσίας δὲ μὴ οὔσης οὐθὲν δοκεῖ ὑποκεῖσθαι. εἰ δὲ ὑπόκειται

μὲν μηδέν, ζῷα δὲ ἔσται, ἆρα τὸ βαδίζειν οὐκ ἔσται οὐδὲ τὸ πράσσειν καὶ κινεῖσ-

θαι οὐδὲ καλὸν οὐδὲ ἄλλο τῶν τοιούτων οὐθέν; πῶς οὖν οὐκ ἄτοπον; τὸ δὲ δὴ

ποσὸν οὐκ ἐνδέχεται μὴ ποιεῖν αὐτοῖς (sc. Παρμενίδῃ καὶ Μελίσσῳ, cf. Aristot.

Phys. 185a 9) τῶν ὄντων· οὔτε γὰρ ἄπειρον οὔτε πεπερασμένον ἀποφαίνουσι

τὸ ὄν, εἴπερ ἐστὶ ταῦτα ποσότητος πάθη.»

36

—— ——Phys. I 2 (p. 185b 5) comment. p. 83, 24 Diels: τὸ δὲ «ἴσως

οὐ πρὸς τὸν λόγον» (Aristoteles Phys. 185b 11) καίτοι πρὸς λόγον ὄντων τῶν

εἰρημένων, λέγεσθαί φησι, διότι ἱκανὰ ἦν καὶ τὰ προλελεγμένα τοὺς οὕτως ἓν τὸ

ὂν λέγοντας ὡς συνεχὲς διελέγξαι. ἴσως δὲ καὶ ὅτι ἡ ἐφ' ἑκάτερα ἀπορία τοῦ λόγου

ἐξωτερική τις ἦν, ὡς καὶ Εὔδημός φησι, διαλεκτικὴ μᾶλλον οὖσα.

παραθήσομαι δὲ μετ' ὀλίγον καὶ τὴν τοῦ Εὐδήμου λέξιν ἐναργῶς τὸν σκοπὸν

τοῦ λόγου δηλοῦσαν· νῦν δὲ τὰ τοῦ Ἀλεξάνδρου προκείσθω. λέγει δὲ ὅτι· «ἔστω

μὲν ἐπὶ τοῦ ταὐτοῦ συνηθέστερον τὸ δεδειγμένον· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ

ἀλλήλοις ἐστὶ ταὐτά». διὸ καὶ ὁ Εὔδημος οὕτως ἐχρήσατο τῇ ἀποδείξει καὶ οἱ τοῦ

Ἀριστοτέλους ἐξηγηταὶ τὸ ταὐτὸν ἀντὶ τοῦ ἑνὸς λαβόντες.

p. 85, 21 Diels: ὁ μέντοι Εὔδημος ὅτι μὲν διὰ τὸ δειχθῆναι τὸ συνεχὲς μὴ

ὂν ἓν εἴρηκε (sc. Ἀριστοτέλης) σαφῶς λέγει, μερῶν δὲ καὶ αὐτὸς ποτὲ μὲν διω-

ρισμένων ποτὲ δὲ συνεχῶν μέμνηται. ἔχει δὲ οὕτως ἡ τοῦ Εὐδήμου λέξις· μετὰ

τὸ δεῖξαι ὅτι οὐκ ἔστι τὸ ὂν οὕτως ἓν ὡς ἀδιαίρετον, ὅπερ αὐτὸς ἄτομον ἐκάλεσεν,

ἐπάγει λέγων· «ἀλλὰ μὴν οὐδὲ κατὰ συνέχειάν γε· τὰ γὰρ διωρισμένα τῶν μερῶν

οὐκ ἔσται τὰ αὐτά. ἔχει δὲ αὐτὸ τοῦτο ἀπορίαν ἐξωτερικήν. εἰ μὲν γάρ ἐστι τῆς

γραμμῆς τῶν μορίων ἕκαστον ταὐτὸν τῇ ὅλῃ, καὶ αὑτοῖς ταὐτὰ ἔσται· τὰ γὰρ ἑνὶ

τὰ αὐτὰ ὡσαύτως καὶ ἀλλήλοις τὰ αὐτά. εἰ δὲ ἕτερον τῆς ὅλης ἕκαστον, ἆρά γε

καὶ πάντα; εἰ δὲ τοῦτο, πῶς ὅλη ταῦτά ἐστιν; ἀλλὰ ταῦτα μὲν ἀφείσθω.» ἐν δὴ

τούτοις ὅτι μὲν οὐδὲ εἰ ὡς συνεχὲς λέγοιτο τὸ ὂν οὕτως ἕν ἐστι, δείκνυσι κατ'

ἄλλην ὡς οἶμαι ἐπιβολήν· «τὰ γὰρ διωρισμένα, φησί, τῶν μερῶν οὐκ ἔσται τὰ

αὐτὰ τοῖς συνεχέσιν. ὥστε κἂν συγχωρήσῃ τις ἓν εἶναι τὸ συνεχές, ἐπειδὴ τὰ

διωρισμένα μέρη ἄλλα παρὰ τὰ συνεχῆ ἐστι, πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν». καὶ περὶ

τῶν μερῶν δὲ ἀπορία τίς ἐστιν, ἣν οὗτος μὲν ἐξωτερικὴν καλεῖ, ὁ δὲ Ἀριστοτέλης

οὐδὲν πρὸς τὸν λόγον φησί. καὶ γὰρ διαλεκτικὴ μᾶλλόν ἐστιν, ἐφ' ἑκάτερα ἐνδόξως

ἐπιχειροῦσα, καὶ οὐχ ἱκανὴ τὸν τοῦ συνεχοῦς λόγον ἐνοχλεῖν τὸν λέγοντα συνεχὲς

εἶναι τὸ διαιρετὸν εἰς ἀεὶ διαιρετά. εὐδιάλυτος γάρ, ὡς δέδεικται, ἡ ἀπορία· πλὴν

ὁ μὲν Εὔδημος ἐπὶ τῶν συνεχῶν μερῶν μόνων τὴν ἀπορίαν ἐκτίθεται, τὰ ἐφ'

ἑκάτερα ἐπιχειρήματα καὶ τὰ συναγόμενα ἀπ' αὐτῶν ἄτοπα τιθείς, ὁ δὲ Ἀριστο-

τέλης καὶ ἐπὶ τῶν μὴ συνεχῶν μερῶν ἀλλὰ διωρισμένων δηλονότι τὴν αὐτὴν εἶναί

φησιν ἀπορίαν.

37a

—— ——Phys. I 2 (p. 185b 25) comment. p. 97, 7 Diels (cf. p.

138, 31—139, 3 Diels, ubi repetuntur p. 97, 11—16 Diels): πολλὰ δὲ τὰ ὄντα

ἐνόησέ τε καὶ ἐξέφηνεν (sc. Ἀριστοτέλης, verba sunt Alexandri Aphrod.), ἐν-

δειξαμένου μέν πως καὶ τοῦ Εὐδήμου τὸ τοιοῦτον, καὶ αὐτοῦ δὲ τὴν λύσιν εἰς τὸ

δυνάμει καὶ ἐνεργείᾳ κατακλείσαντος.

οὐδὲν δὲ ἴσως χεῖρον καὶ τὰ τοῦ Εὐδήμου παραθέσθαι πλείονος τῶν λεγο-

μένων ἐπιστάσεως ἕνεκεν. ἔχει δὲ ὧδε ἡ μετὰ τὰς ἀπαντήσεις λέξις τὰς πρὸς τὰ

τοῦ ἑνὸς σημαινόμενα· «ἆρα οὖν τοῦτο μὲν οὐκ ἔστιν [ἕν], ἔστι δέ τι ἕν; τοῦτο

γὰρ ἠπορεῖτο. καὶ Ζήνωνά φασι λέγειν, εἴ τις αὐτῷ τὸ ἓν ἀποδοίη τί ποτέ ἐστιν,

ἕξειν τὰ ὄντα λέγειν. ἠπόρει δὲ ὡς ἔοικε διὰ τὸ τῶν μὲν αἰσθητῶν ἕκαστον κατη-

γορικῶς τε πολλὰ λέγεσθαι καὶ μερισμῷ, τὴν δὲ στιγμὴν μηδὲ ἓν τιθέναι· ὃ γὰρ

μήτε προστιθέμενον αὔξει μήτε ἀφαιρούμενον μειοῖ, οὐκ ᾤετο τῶν ὄντων εἶναι.

εἰ δέ τις καὶ τὰς λοιπὰς κατηγορίας προσεπιθείη, πιστότερον ἂν κατασκευάσειεν

ἔτι τὸν λόγον· οὐ φαίνεται γὰρ οὔτε οὐσίαν οὔτε ποιὸν ἡ στιγμὴ ποιοῦσα οὔτε

ἄλλο τῶν κατὰ τὰς διαιρέσεις οὐδέν. εἰ δὲ ἡ μὲν στιγμὴ τοιοῦτον, ἡμῶν δὲ ἕκαστος

πολλὰ λέγεται εἶναι (οἷον λευκὸς μουσικὸς καὶ πολλὰ ἕτερα, ὁμοίως δὲ καὶ ὁ λίθος,

ἄπειρος γὰρ ἡ θραῦσις ἑκάστου), πῶς ἂν εἴη τὸ ἕν; πρὸς μὲν οὖν τὰς κατηγορίας

ἔνιοι μὲν οὐκ ᾤοντο δεῖν τὸ ἔστιν ἐπιλέγειν, ὧν καὶ Λυκόφρων ἦν, ἀλλ' ἄνθρωπον

μὲν ἔλεγον εἶναι, ἄνθρωπον δὲ εἶναι λευκὸν οὐκ ἔφασαν· ὁμοίως δὲ καὶ τῶν

ἄλλων ἕκαστον, οὐδαμοῦ γὰρ τὸ εἶναι προσῆπτον, ἀλλ' ἑνὶ καθέκαστον. Πλάτων

δὲ τὸ ἔστιν οὐκ ᾤετο σημαίνειν ὅπερ ἐπὶ τοῦ ἀνθρώπου, ἀλλ' ὥσπερ τὸ φρόνι-

μός ἐστι τὸ φρονεῖν καὶ τὸ καθήμενός ἐστι τὸ καθῆσθαι, οὕτω καὶ ἐπὶ τῶν ἄλλων

ἔχειν, καὶ εἰ μὴ κεῖται ὀνόματα. πρὸς μὲν οὖν τὰ κατηγορικῶς πολλὰ ποιοῦντα

τὸ ἓν τοῦτον ἀπήντων τὸν τρόπον, πρὸς δὲ τὰ κατὰ μερισμὸν οὐκ εὐπόρουν. ἔστι

δὲ ὡς ἔοικε τὸ διορίζειν ἕκαστον, ποσαχῶς λέγεται, πρῶτον πρὸς ἀλήθειαν. Πλά-

των τε γὰρ εἰσάγων τὸ δισσὸν πολλὰς ἀπορίας ἔλυσε〈ν ἐπὶ τῶν〉 πραγμάτων

† ὧν νῦν † οἱ σοφισταὶ καταφεύγοντες ὥσπερ ἐπὶ τὰ εἴδη, καὶ πρὸς τούτοις τοὔ-

νομα τῶν λόγων ἀφώρισε. πρὸς δὲ τὴν τοῦ ἑνὸς ἀπορίαν ἄκος ἐφάνη ἡ τοῦ ὄντος

διαίρεσις. ἦν δὲ αὕτη τοῖς φιλοσοφοῦσιν ἐμπόδιος καὶ ἐπὶ μικρὸν ἐχρῶντο αὐτῇ·

ἔστι δὲ σοφὸν τὸ καλῶς ἑκάστῳ χρῆσθαι. οἵ τε γὰρ ταῖς ἀρχαῖς χρώμενοι οὐδὲν

προάγουσιν, ἡ γὰρ ἀρχὴ πολύχουν, οἵ τε † τὰς μὴ ἀρχὰς † ποιούμενοι ἀδυνατοῦσι

προιέναι διὰ τὸ μὴ ἔχειν ἀφ' οὗ. ἐνεργείᾳ δὲ καὶ δυνάμει ἐπιστήμονας μὲν ἔλεγον

καὶ ἀνδρείους καὶ ὅσα τοιαῦτα, ἓν δὲ οὐκ ἔλεγον οὐδὲ πολλά. φαίνεται δὲ περὶ

πάντα ὡς εἰπεῖν ἡ διαίρεσις αὕτη· εἰ γὰρ δέοι ἡμᾶς τὰ καθεύδοντα ἀριθμεῖν,

ἄνθρωπον μὲν καὶ ἵππον εὐθέως καταριθμήσομεν καίπερ πολλῶν οὐ καθευδόν-

των, εἰς τὴν δύναμιν αὐτῶν ἀποβλέποντες. περὶ δὲ ἰχθύων ἀπορήσομεν καὶ βα-

διούμεθα πρὸς τοὺς ἁλιεῖς· ἐν δὲ τῇ οἰκίᾳ τοὺς καθεύδοντας ἀριθμοῦντες πολλοὺς

παραλείψομεν ἀνθρώπους καὶ ἵππους, ἂν παρῶσι καὶ μὴ καθεύδωσι. δῆλον οὖν

ὡς πρότερον εἰς τὴν δύναμιν ὕστερον δὲ εἰς τὴν ἐνέργειαν ἀποβλέπομεν. οὕτω

δὴ καὶ ἕν τε καὶ πολλὰ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἐστίν. ἐνεργείᾳ μὲν οὖν ἄμφω

οὐδέποτε τῷ αὐτῷ ὑπάρχει· τὸ δὲ ἐνεργείᾳ ἓν δυνάμει πολλά ἐστιν, εἴπερ τῶν

μεριστῶν ἐστιν. φαίνεται δὲ τοῦτο ἄτοπον. οὐδὲν δὲ ἄτοπον, οὐ γὰρ ἐναντία

ταῦτά ἐστιν. οὕτω δὲ καὶ ἐν τῷ αὐτῷ λίθῳ πολλὰ ἔσται, οἷον Ἑρμῆς Ἡρακλῆς

μυρία ἕτερα, δυνάμει γάρ ἐστι ταῦτα πάντα ἐν τούτῳ, ἐνεργείᾳ δὲ ἓν μόνον.

τὰ δὲ ἐνεργείᾳ πολλὰ οὐκ ἔστιν ὁμοίως δυνάμει ἕν, ἀλλ' ὅσα σύγκειται τάδε, λέγω

δὲ οἷον ἑστάναι καθῆσθαι, δυνάμει μὲν ἅμα περὶ τὸ ἓν εἴη ἄν, ἐνεργείᾳ δὲ οὔ.

εἰ δὲ παρῆν ἡμῖν Ζήνων, ἐλέγομεν ἂν πρὸς αὐτὸν περὶ τοῦ ἑνὸς ἐνεργείᾳ, ὅτι οὐκ

ἔστι πολλά· τὸ μὲν γὰρ κυρίως αὐτῷ ὑπάρχει, τὰ δὲ κατὰ δύναμιν. οὕτως οὖν

ἓν καὶ πολλὰ τὸ αὐτὸ γίνεται, ἐνεργείᾳ δὲ θάτερον μόνον, ἅμα δὲ ἄμφω οὐδέποτε.

εἰ δὲ συνεπείθομεν αὐτὸν ταῦτα λέγοντες, ἠξιοῦμεν ἂν τὴν ὑπόσχεσιν ἀποδιδόναι·»

ἐν ᾗ ὁ μὲν τοῦ Ζήνωνος λόγος ἄλλος τις ἔοικεν οὗτος εἶναι παρ' ἐκεῖνον τὸν

ἐν βιβλίῳ φερόμενον, οὗ καὶ ὁ Πλάτων ἐν τῷ Παρμενίδῃ μέμνηται. ἐκεῖ μὲν γὰρ

ὅτι πολλὰ οὐκ ἔστι δείκνυσι βοηθῶν ἐκ τοῦ ἀντικειμένου τῷ Παρμενίδῃ ἓν εἶναι

λέγοντι· ἐνταῦθα δέ, ὡς ὁ Εὔδημός φησι, καὶ ἀνῄρει τὸ ἕν (τὴν γὰρ στιγμὴν ὡς

τὸ ἓν λέγει), τὰ δὲ πολλὰ εἶναι συγχωρεῖ. ὁ μέντοι Ἀλέξανδρος καὶ ἐνταῦθα τοῦ

Ζήνωνος ὡς τὰ πολλὰ ἀναιροῦντος μεμνῆσθαι τὸν Εὔδημον οἴεται· «ὡς γὰρ

ἱστορεῖ, φησίν, Εὔδημος, Ζήνων ὁ Παρμενίδου γνώριμος ἐπειρᾶτο δεικνύναι, ὅτι

μὴ οἷόν τε τὰ ὄντα πολλὰ εἶναι τῷ μηδὲν εἶναι ἐν τοῖς οὖσιν ἕν, τὰ δὲ πολλὰ

πλῆθος εἶναι ἑνάδων». καὶ ὅτι μὲν οὐχ ὡς τὰ πολλὰ ἀναιροῦντος τοῦ Ζήνωνος

Εὔδημος μέμνηται νῦν, δῆλον ἐκ τῆς αὐτοῦ λέξεως· οἶμαι δὲ μηδὲ ἐν τῷ Ζήνωνος

βιβλίῳ τοιοῦτον ἐπιχείρημα φέρεσθαι, οἷον ὁ Ἀλέξανδρός φησι.

37b

—— ——Phys. I 9 (p. 191b 35) comment. p. 242, 28 Diels (cf. p.

98, 1 Diels): καὶ τὸ δυνάμει δὲ καὶ ἐνεργείᾳ καὶ τὸ καθ' αὑτὸ καὶ κατὰ συμβε-

βηκὸς πρῶτος φαίνεται διορίσας ὁ Πλάτων καὶ τὸ πῇ μὲν ὄν, πῇ δὲ μὴ ὄν, ὡς

εἴρηται πρότερον. καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων ὁ Πλάτων τὰ πολλαχῶς λεγόμενα

διεστείλατο, ὡς καὶ ὁ Εὔδημος ἐν τοῖς φυσικοῖς μαρτυρεῖ λέγων· «Πλάτων τε

γὰρ εἰσάγων τὸ δισσὸν πολλὰς ἀπορίας ἔλυσεν ἐπὶ τῶν πραγμάτων.»

38

—— ——Phys. I 3 (p. 186a 4) comment. p. 105, 18 Diels: κἂν γὰρ

τὸ γενόμενον πᾶν ἀρχὴν ἔχῃ τὴν κατὰ τὸ πρᾶγμα πεπερασμένον ὄν, ἀλλὰ τὸ πε-

περασμένον οὐ πᾶν γέγονεν, ὡς ἥλιος καὶ σελήνη καὶ οὐρανός. ὁ μέντοι Εὔδημος

καὶ διὰ τούτων τῶν λημμάτων οὐδὲν ἄλλο δείκνυσθαί φησιν ἢ ὅπερ ἐξ ἀρχῆς,

ὅτι τὸ ὂν ἀγένητόν ἐστιν· ἡ γὰρ ὑγιὴς ἀντιστροφή ἐστι «τὸ μὴ ἔχον ἀρχὴν ἀγέ-

νητόν ἐστι, τὸ δὲ ὂν οὐκ ἔχει ἀρχήν». λέγεται δὲ οὕτως· «οὐ γὰρ εἰ τὸ γενόμενον

ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, μᾶλλον δὲ τὸ μὴ ἔχον ἀρχὴν οὐκ ἐγέ-

νετο· οὕτω γὰρ ἐπὶ τῶν ἀποφάσεων ἡ ἀκολούθησις γίνεται. ἀγένητον οὖν αὐτῷ

(sc. Μελίσσῳ) γίνεται τὸ ὄν, οὐ γὰρ ἔχει ἀρχήν.»

39

—— ——Phys. I 3 (p. 186a 13) comment. p. 108, 8 Diels: καὶ συν-

τίθεται καὶ Εὔδημος, ὅτι κἂν ἐπ' ἄλλων τινῶν ὀλίγων γενητῶν οὐκ εἰσὶν ἀρχαὶ

αἱ κατὰ τὸ πρᾶγμα, ἀλλ' ἐφ' οὗ σημαινομένου λαμβάνει Μέλισσος, εἰσί. γράφει

δὲ οὕτως· «ἀλλ' ἴσως ὀλίγων μὲν οὔκ εἰσιν ἀρχαί, ἐφ' ὧν δὲ λαμβάνει εὔλογον

εἶναι· διὸ τοῦτο μὲν παραχωρητέον, τὴν δὲ ἀκολούθησιν ἐπισκεπτέον.»

40

—— ——Phys. I 3 (p. 186a 13) comment. p. 108, 26 Diels: καὶ Εὔ-

δημος δὲ τὸ ἁπλῶς ὂν ἀγένητον εἶναι συγχωρεῖ λέγων· «τὸ μὲν γὰρ ἅπαν τὸ ὂν

ἀθρόον μὴ γίνεσθαι καλῶς ἔχει συγχωρεῖν, ἐπειδὴ οὐχ οἷόν τε ἐκ μὴ ὄντος αὐτὸ

γίνεσθαι, ἀλλὰ κατὰ μέρος γίνεσθαι πολλὰ καὶ φθείρεσθαι εὔλογον δήπου ἐστὶ

καὶ ὁρῶμεν τοῦτο.»

41

—— ——Phys. I 3 (p. 186a 13) comment. p. 110, 5 Diels: ἀπὸ δὲ

τοῦ ἀπείρου τὸ ἓν συνελογίσατο (sc. Μέλισσος) ἐκ τοῦ: «εἰ μὴ ἓν εἴη, περανεῖ

πρὸς ἄλλο.» τοῦτο δὲ αἰτιᾶται Εὔδημος ὡς ἀδιορίστως λεγόμενον γράφων οὕτως·

«εἰ δὲ δὴ συγχωρήσειέ τις ἄπειρον εἶναι τὸ ὄν, διὰ τί καὶ ἓν ἔσται; οὐ γὰρ δὴ

†διότι† πλείονα, περανεῖ πῃ πρὸς ἄλληλα; δοκεῖ γὰρ καὶ ὁ παρεληλυθὼς χρόνος

ἄπειρος εἶναι περαίνων πρὸς τὸν παρόντα. πάντῃ μὲν οὖν ἄπειρα τὰ πλείω τάχα

οὐκ ἂν εἴη, ἐπὶ θάτερα δὲ φανεῖται ἐνδέχεσθαι. χρὴ οὖν διορίσαι, πῶς ἄπειρα

οὐκ ἂν εἴη, εἰ πλείω.»

42

—— ——Phys. I 3 (p. 186a 16) comment. p. 111, 11 Diels: ὅτι δὲ

οὐχ ὡς ὁ Ἀλέξανδρος ἤκουσεν οὕτως ἡ ἀπόδειξις προῆλθεν (sc. τῷ Μελίσσῳ),

ἐκ τοῦ τὸ κινούμενον ἢ διὰ πλήρους ὀφείλειν κινεῖσθαι ἢ διὰ κενοῦ, ἀλλ' ὅτι δεῖ

αὐτὸ τὸ ὂν πλῆρες εἶναι, δηλοῖ καὶ ὁ Εὔδημος λέγων· «ἀκίνητον δὲ δὴ πῶς; ἢ

ὅτι πλῆρες; πλῆρες δὲ ὅτι οὐκ ἔσται ἄπειρον κενοῦ μετέχον;»

43

—— ——Phys. I 3 (p. 186a 24) comment. p. 115, 11 Diels: τὸν Παρ-

μενίδου λόγον, ὡς ὁ Ἀλέξανδρος ἱστορεῖ, ὁ μὲν Θεόφραστος οὕτως ἐκτίθεται ἐν

τῷ πρώτῳ τῆς φυσικῆς ἱστορίας· «τὸ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ οὐκ ὂν οὐδέν· ἓν

ἄρα τὸ ὄν.» Εὔδημος δὲ οὕτως· «τὸ παρὰ τὸ ὂν οὐκ ὄν· ἀλλὰ καὶ μοναχῶς λέ-

γεται τὸ ὄν· ἓν ἄρα τὸ ὄν.» τοῦτο δὲ εἰ μὲν ἀλλαχοῦ που γέγραφεν οὕτως σαφῶς

Εὔδημος, οὐκ ἔχω λέγειν, ἐν δὲ τοῖς φυσικοῖς περὶ Παρμενίδου τάδε γράφει, ἐξ

ὧν ἴσως συναγαγεῖν τὸ εἰρημένον δυνατόν· «Παρμενίδης δὲ οὐ φαίνεται δεικνύειν

ὅτι ἓν τὸ ὄν, οὐδὲ εἴ τις αὐτῷ συγχωρήσειε μοναχῶς λέγεσθαι τὸ ὄν, εἰ μὴ τὸ

ἐν τῷ τί κατηγορούμενον ἑκάστου ὥσπερ τῶν ἀνθρώπων ὁ ἄνθρωπος. καὶ ἀπο-

διδομένων τῶν λόγων καθ' ἕκαστον ἐνυπάρξει ὁ τοῦ ὄντος λόγος ἐν ἅπασιν εἷς

καὶ ὁ αὐτὸς ὥσπερ καὶ ὁ τοῦ ζῴου ἐν τοῖς ζῴοις. ὥσπερ δὲ εἰ πάντα εἴη τὰ ὄντα

καλὰ καὶ μηθὲν εἴη λαβεῖν ὃ οὐκ ἔστι καλόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἕν γε

τὸ καλόν, ἀλλὰ πολλά (τὸ μὲν γὰρ χρῶμα καλὸν ἔσται, τὸ δὲ ἐπιτήδευμα, τὸ δὲ

ὁτιδήποτε), οὕτω δὴ καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ' οὐχ ἓν οὐδὲ τὸ αὐτό· ἕτερον

μὲν γὰρ τὸ ὕδωρ, ἄλλο δὲ τὸ πῦρ. Παρμενίδου μὲν οὖν ἀγασθείη τίς ἂν ἀναξιο-

πίστοις ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος, ἃ οὔπω τότε

διεσαφεῖτο; οὔτε γὰρ τὸ πολλαχῶς ἔλεγεν οὐδείς, ἀλλὰ Πλάτων πρῶτος τὸ δισσὸν

εἰσήγαγεν, οὔτε τὸ καθ' αὑτὸ καὶ κατὰ συμβεβηκός· φαίνεταί τε ὑπὸ τούτων

διαψευσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ ἐκ τῶν ἀντιλογιῶν ἐθεωρήθη καὶ τὸ

συλλογίζεσθαι, οὐ γὰρ συνεχωρεῖτο, εἰ μὴ φαίνοιτο ἀναγκαῖον· οἱ δὲ πρότερον

ἀναποδείκτως ἀπεφαίνοντο». καὶ μέχρι τούτου τὰ περὶ Παρμενίδου προαγαγὼν

ἐπὶ Ἀναξαγόραν μετέβη.

44

—— ——Phys. I 3 (p. 186b 14) comment. p. 133, 21 Diels: καὶ ὁ

Εὔδημος δὲ τῷ Ἀριστοτέλει πάντα κατακολουθῶν τοῦ ὅπερ ὄντος [ἐκεῖνος] οὐκ

ἤκουσεν ὡς γένους. ἐν γοῦν τῷ πρώτῳ τῶν φυσικῶν περὶ Παρμενίδου λέγων

ταῦτα γέγραφεν ὡς Ἀλέξανδρός φησιν. ἐγὼ γὰρ οὐχ εὗρον ἐν τῷ Εὐδημείῳ τὴν

λέξιν ταύτην· «τὸ μὲν οὖν κοινὸν οὐκ ἂν λέγοι (sc. ὂν Παρμενίδης)· οὔτε γὰρ

ἐζητεῖτό πω τὰ τοιαῦτα, ἀλλὰ ὕστερον ἐκ τῶν λόγων προῆλθεν, οὔτε ἐπιδέχοιτο

ἂν ἃ τῷ ὄντι ἐπιλέγει. πῶς γὰρ ἔσται τοῦτο μεσσόθεν ἰσοπαλὲς (Parmenides

28 B 8, 44 Vorsokr.6) καὶ τὰ τοιαῦτα;» «τῷ δὲ οὐρανῷ, φασί, σχεδὸν πάντες

ἐφαρμόσουσιν οἱ τοιοῦτοι λόγοι.»

45

—— ——Phys. I 3 (p. 187a 1) comment. p. 143, 1 Diels: οὐ μὴν οὐδὲ

σωματικὸν ὅλως τὸ ἓν ὂν εἶναι βούλεται (sc. Παρμενίδης), εἴπερ ἀδιαίρετον αὐτό

φησι λέγων·

οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον (Parmenides 28 B 8, 22

Vorsokr.6),

ὥστ' οὐδὲ τῷ οὐρανῷ ἐφαρμόττει τὰ παρ' αὐτοῦ (sc. Παρμενίδου) λεγόμενα, ὥς

τινας ὑπολαβεῖν ὁ Εὔδημός φησιν ἀκούσαντας τοῦ

πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ (Parmenides 28 B 43

Vorsokr.6),

οὐ γὰρ ἀδιαίρετος ὁ οὐρανός, ἀλλ' οὐδὲ ὅμοιος σφαίρᾳ, ἀλλὰ σφαῖρά ἐστιν ἡ τῶν

φυσικῶν ἀκριβεστάτη.

46

—— ——Phys. I 4 (p. 188a 5) comment. p. 175, 18 Diels: μεμιγμέ-

νης γὰρ τῆς οὐσίας καὶ τῶν συμβεβηκότων ἐὰν διακριθῇ τὸ συμβεβηκός, ἔσται

οὐκέτι συμβεβηκός, ἀλλ' οὐσία, ἅτε καθ' ἑαυτὸ ὑφεστὼς καὶ οὐκ ἐν ὑποκειμένῳ

τὸ εἶναι ἔχον, ὅπερ πάλιν οὐ καθ' ὑποκειμένου ἐκάλεσεν (sc. Ἀναξαγόρας), καὶ

ὅπερ Εὔδημος καλῶς ἐπέστησεν· «οὐ μόνον τὰ πάθη τῶν οὐσιῶν οὐχ οἷόν τε

χωρίσαι, ἀλλ' οὐδὲ πάντα ὁμοῦ εἶναι τὰ πάθη δυνατόν, ὥστε πάντα ἐν πᾶσιν

εἶναι. οὐ γὰρ δὴ θερμὸν καὶ ἐπιστήμη, ἀλλ' ὅσα ἐνδέχεται μιχθῆναι, ὅλως δὲ ἡ

μῖξις ἐκ τῶν κεχωρισμένων. χωρίζεται δὲ τὰ καθ' αὑτὰ ὄντα ἢ δυνάμενά γε, τοι-

αῦται δὲ αἱ οὐσίαι· διὸ μίσγεται τὰ σώματα. τούτων δὲ τὰ μὲν ὑγρὰ κεράννυσ-

θαι λέγομεν, τὰ δὲ ξηρὰ μεμῖχθαι οἷον σπέρματα καὶ πρόβατα, λευκὸν δὲ καὶ ἄν-

θρωπον οὐ λέγομεν μεμῖχθαι οὐδὲ ἐπιστήμην καὶ ψυχήν, ὑπάρχειν δὲ μόνοις τού-

τοις τούτων…

†…

παντ…

The complete text is available when the reading interface loads.