The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. F. Lasserre, Die Fragmente des Eudoxos von Knidos, Berlin: De Gruyter, 1966: 39–127.
CTS identifier
urn:cts:greekLit:tlg1358.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{*F*R*A*G*M*E*N*T*A.}

2-120t

{ΦΑΙΝΟΜΕΝΑ. ΕΝΟΠΤΡΟΝ}

2

ANON. In Arati Phaenomena isag. p. 318 Maass Ὅτι Εὔδοξον

τὴν Ἀσσυρίαν λέγουσι πρῶτον εἰς Ἑλλάδα κομίσαι σφαῖραν, ἣν δεῖ

κρατεῖν τὸν ἐπιδεικνύντα τὰ φαινόμενα.

3a

ACHILL. In Arat. Phaen. p.

79, 1 Maass Ἐπιτετευγμένως δὲ αὐτῷ

(sc. Arato) ἐγράφη τὰ Φαινόμενα,

ὡς παρευδοκιμηθῆναι πάντας ὑπ'

Ἀράτου. Καὶ γὰρ Εὔδοξος ὁ Κνί-

διος ἔγραψε <Φαινόμενα> καὶ Λᾶσος

ὁ Μάγνης, οὐχὶ ὁ Ἑρμιονεύς, ἀλλ'

ὁμώνυμος ἄλλος Λάσῳ τῷ Ἑρ-

μιονεῖ, καὶ Ἕρμιππος καὶ Ἡγησι-

άναξ καὶ Ἀριστοφάνης ὁ Βυζάν-

τιος (p. 282 Nauck) καὶ ἄλλοι

πολλοί.

3b

SCHOL. IN BASIL. Περὶ

γενέσεως (Cramer, Anecd. gr.

Oxon. III 413) Οἱ περὶ Εὔδοξον

καὶ Ἵππαρχον καὶ Διόδωρον τὸν

Ἀλεξανδρέα μαθηματικοὶ πόλου

σύνταξιν ἐπραγματεύσαντο καὶ

Λᾶσος, οὐχ ὁ Ἑρμιονεύς, ἀλλ'

ἕτερος.

καὶ Ἐρατοσθένης ὁ γραμματικὸς

καὶ Μέτων ὁ γεωμέτρης.

4

HIPPARCH. In Arati et Eudoxi Phaenomena comm.

I 2 1 Ὅτι μὲν οὖν τῇ Εὐδόξου περὶ τῶν φαινομένων ἀναγραφῇ κατηκο-

λούθηκεν ὁ Ἄρατος, μάθοι μὲν ἄν τις διὰ πλειόνων παρατιθεὶς τοῖς ποιή-

μασιν αὐτοῦ περὶ ἑκάστου τῶν λεγομένων τὰς παρὰ τῷ Εὐδόξῳ λέξεις.

Οὐκ ἄχρηστον δὲ καὶ νῦν δι' ὀλίγων ὑπομνῆσαι διὰ τὸ διστάζεσθαι τοῦτο

παρὰ τοῖς πολλοῖς. 2 Ἀναφέρεται δὲ εἰς τὸν Εὔδοξον δύο βιβλία περὶ

τῶν φαινομένων, σύμφωνα κατὰ πάντα σχεδὸν ἀλλήλοις πλὴν ὀλίγων

σφόδρα. Τὸ μὲν οὖν ἓν αὐτῶν ἐπιγράφεται <Ἔνοπτρον>, τὸ δὲ ἕτερον

<Φαινόμενα>. Πρὸς τὰ Φαινόμενα δὲ τὴν ποίησιν συντέταχεν.

5

— —I 1 8 Ἐμπειρότερον δὲ Εὔδοξος τὴν αὐτὴν τῷ Ἀράτῳ

περὶ τῶν φαινομένων σύνταξιν ἀναγέγραφεν. Εὐλόγως οὖν καὶ ἐκ τῆς

τῶν τοσούτων καὶ τηλικούτων μαθηματικῶν συμφωνίας ἀξιόπιστος ἡ

ποίησις αὐτοῦ διαλαμβάνεται. Καίτοι γε τοῦ Ἀράτου μὲν ἴσως οὐκ

ἄξιον ἐφάπτεσθαι, κἂν ἔν τισι διαπίπτων τυγχάνῃ· τῇ γὰρ Εὐδόξου

συντάξει κατακολουθήσας τὰ <Φαινόμενα> γέγραφεν, ἀλλ' οὐ κατ' ἰδίαν

παρατηρήσας ἢ μαθηματικὴν κρίσιν ἐπαγγελλόμενος ἐν τοῖς οὐρανίοις

προφέρεσθαι καὶ διαμαρτάνων ἐν αὐτοῖς.

6

ACHILL. In Arati Phaenomena comm. fragm. p. 77 Maass Ὃς

(sc. Aratus) παρὰ τῷ βασιλεῖ (sc. Antigono Gonata) γενόμενος καὶ

εὐδοκιμήσας ἔν τε τῇ ἄλλῃ πολυμαθείᾳ καὶ 〈τῇ〉 ποιητικῇ προετράπη

ὑπ' αὐτοῦ τὰ <Φαινόμενα> γράψαι, τοῦ βασιλέως Εὐδόξου ἐπιγραφό-

μενον βιβλίον <Κάτοπτρον> δόντος αὐτῷ καὶ ἀξιώσαντος τὰ ἐν αὐτῷ

καταλογάδην λεχθέντα περὶ τῶν φαινομένων μέτρῳ ἐντεῖναι καὶ ἅμα

εἰπόντος, ὡς «εὐδοξότερον ποιεῖς τὸν Εὔδοξον ἐντείνας τὰ παρ' αὐτῷ

κείμενα μέτρῳ.» Γέγονε δὲ Ἀντίγονος κατὰ τὴν ρκεʹ Ὀλυμπιάδα, καθ'

ὃν χρόνον ἤκμασεν ὁ Ἄρατος καὶ Ἀλέξανδρος ὁ Αἰτωλός. Μέμνηται δὲ

τοῦ <Κατόπτρου> Εὐδόξου καὶ Ἀντιγόνου 〈καὶ〉 Ἀλεξάνδρου τοῦ

Αἰτωλοῦ καὶ ὡς ἠξιώθη ὑπὸ τοῦ βασιλέως γράψαι ἐν ταῖς ἰδίαις Ἐπιστο-

λαῖς Ἄρατος.

7

ANON. ARATI GENUS 3 p. 149 Maass Τὴν δὲ τῶν <Φαινομένων>

ὑπόθεσιν παρέβαλεν αὐτῷ ὁ Ἀντίγονος δοὺς τὸ Εὐδόξου σύγγραμμα

καὶ κελεύσας ἕπεσθαι αὐτῷ. Ὅθεν τινὲς τῶν ἁπαλωτέρως προσερχομένων

ταῖς ἐξηγήσεσιν ἔδοξαν μὴ μαθηματικὸν εἶναι τὸν Ἄρατον· ὑπέλαβον

γὰρ μηδὲν ἕτερον τῶν Εὐδόξου <Φαινομένων> ποιήσαντα αὐτὸν εἰς τὸ

σύγγραμμα θεῖναι. Ταύτης δὲ τῆς γνώμης ἔχεται καὶ Ἵππαρχος ὁ Βιθυνός·

ἐν γὰρ τοῖς Πρὸς <Εὔδοξον> καὶ <Ἄρατον> πειρᾶται τοῦτο ἀποδεικνύναι.

Συναγορεύει δὲ αὐτῷ καὶ Διονύσιος ἐν τῷ <Περὶ> 〈... καὶ

Ποσειδώνιος ἐν τῷ <Περὶ〉 συγκρίσεως Ἀράτου καὶ Ὁμήρου περὶ

τῶν μαθηματικῶν>· «ὥσπερ γάρ, φησίν, οὐ τίθεμεν αὐτὸν ἰατρὸν

εἶναι γράψαντα Ἰατρικὰς δυνάμεις, οὐδὲ μαθηματικὸν θήσομεν οὐδὲν

ξένον εἰπόντα τῶν Εὐδόξου.» Βιάζονται δὲ οὐ μετρίως· ἦν γὰρ καὶ τὸ

εἰδέναι μεταφράσαι ἐμπειρίας μαθηματικῆς. Εὑρήσομεν δὲ αὐτὸν καὶ

ἐπιμελέστερον τὰ πλεῖστα τοῦ Εὐδόξου ἐπιστάμενον.

8

LEONT. MECHAN. De sphaera Aratea I p. 257 Buhle Ἰστέον δὲ

ὅτι τὰ περὶ τῶν ἄστρων τῷ Ἀράτῳ εἰρημένα οὐ πάνυ καλῶς εἴρηται, ὡς

ἔστιν ἔκ τε τῶν Ἱππάρχῳ καὶ Πτολεμαίῳ συντεταγμένων περὶ τούτων

μαθεῖν. Αἴτιον δὲ πρῶτον μὲν ἐπεὶ καὶ τὰ Εὐδόξου, οἷς μάλιστα ἠκολού-

θησεν ὁ Ἄρατος, οὐ λίαν ὀρθῶς εἴληπται, ἔπειτα δὲ ὅτι καὶ οὐ πρὸς τὸ

ἀκριβές, ὥς φησι Σπόρος ὁ ὑπομνηματιστής, ἀλλὰ πρὸς τὸ χρήσιμον

τοῖς ναυτιλλομένοις ταῦτα οὕτω διαγέγραπται εἰκότως τε ὁλοσχερέστερον

περὶ τούτου διαλαμβάνει. Eodem e fonte, i. e. a Sporo, fluxisse videtur

HERACLIT. Alleg. hom. p. 72 ed. Bonn. Διακριβολογησάμενος δ' ὑπὲρ

τῶν ὁλοσχερῶν ἀστέρων καὶ κατὰ μέρος ἐπιφανέστατα δεδήλωκεν· οὐ

γὰρ ἠδύνατο πάντα θεολογεῖν, ὥσπερ Εὔδοξος ἢ Ἄρατος, Ἰλιάδα

γράφειν ἀντὶ τῶν <Φαινομένων> ὑποστησάμενος ἑαυτῷ.

9

HIPPARCH. ib. I 2 17 Χωρὶς δὲ τούτων (sc. locorum

Eudoxi Aratique congruentium) καὶ ἡ διαίρεσις τῶν ἄστρων φανερὸν

ποιεῖ τὸ προκείμενον. Καὶ γὰρ Εὔδοξος ὡς καὶ ὁ Ἄρατος πρῶτον ἀνα-

γράφει τὰ βορειότερα ἄστρα τοῦ ζωδιακοῦ, ἔπειθ' οὕτως

τὰ νοτιώτερα. Καὶ τὰς συνανατολάς τε καὶ συγκαταδύσεις

τοῖς δώδεκα ζῳδίοις τῶν ἄλλων ἄστρων ὁμοίως τέταχεν ὁ Ἄρατος τῷ

Εὐδόξῳ.

10

ARAT. Phaenom. 19—26

Οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες

οὐρανῷ ἕλκονται πάντ' ἤματα συνεχὲς αἰεί·

αὐτὰρ ὅγ' οὐδ' ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ' αὕτως

ἄξων αἰὲν ἄρηρεν, ἔχει δ' ἀτάλαντον ἁπάντη

μεσσηγὺς γαῖαν, περὶ δ' οὐρανὸς αὐτὸν ἀγινεῖ.

Καί μιν πειραίνουσι δύω <πόλοι> ἀμφοτέρωθεν·

ἀλλ' ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δ' ἀντίος ἐκ βορέαο

ὑψόθεν ὠκεανοῖο.

11

HIPPARCH. ib. I 4 1 Περὶ μὲν οὖν τοῦ βορείου πόλου

Εὔδοξος ἀγνοεῖ λέγων οὕτως·

«Ἔστι δέ τις ἀστὴρ μένων ἀεὶ κατὰ τὸν αὐτὸν τόπον· οὗτος δὲ ὁ

ἀστὴρ πόλος ἐστὶ τοῦ κόσμου.»

13

ARAT. ib. 26—30, 36—37

Δύω δέ μιν ἀμφὶς ἔχουσαι

<Ἄρκτοι> ἅμα τροχόωσι· τὸ δὴ καλέονται Ἅμαξαι.

Αἱ δ' ἤτοι κεφαλὰς μὲν ἐπ' ἰξύας αἰὲν ἔχουσιν

ἀλλήλων, αἰεὶ δὲ κατωμάδιαι φορέονται,

ἔμπαλιν εἰς ὤμους τετραμμέναι ... — — — — — — — — — — — —

Καὶ τὴν μὲν <Κυνόσουραν> ἐπίκλησιν καλέουσιν,

τὴν δ' ἑτέρην <Ἑλίκην>.

14

VITRUV. De archit. IX 4 5 In septentrionali vero circulo duae

positae sunt <Arctoe> 〈e regione〉 scapularum dorsis inter se compositae et pectoribus

aversae. E quibus minor Κυνόσουρα, maior Ἑλίκη a Graecis appellatur. Earumque capita

inter se dispicientia sunt constituta, caudae capitibus earum adversae contra dispositae

figurantur; utrarumque enim superando eminent in summo.

15

HIPPARCH. ib. I 2 3 Ἐν δὴ τούτῳ τῷ

συντάγματι (sc. Φαινομ.) Εὔδοξος περὶ μὲν τοῦ Δράκοντος οὕτως γράφει·

«Μεταξὺ δὲ τῶν Ἄρκτων ἐστὶν ἡ τοῦ <Ὄφεως> οὐρά, τὸν ἄκρον ἀστέρα

ὑπὲρ τῆς κεφαλῆς ἔχουσα τῆς Μεγάλης Ἄρκτου. Καμπὴν δὲ ἔχει παρὰ

τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου καὶ παρατέταται ὑπὸ τοὺς πόδας·

ἑτέραν δὲ καμπὴν ἐνταῦθα ποιησάμενος πάλιν ἀνανεύων ἔμπροσθεν

ἔχει τὴν κεφαλήν.»

16

— —I 4 7 Περὶ δὲ τῆς θέσεως τῆς τοῦ Δράκοντος κεφαλῆς

οἱ μὲν περὶ τὸν Εὔδοξον καὶ Ἄρατον συμφώνως ἀποφαίνονται τῷ φαι-

νομένῳ, ὁ δὲ Ἄτταλος (fr. V Maass) διαφώνως. Ὁ μὲν γὰρ Ἄρατος

ἀκολουθῶν τῷ Εὐδόξῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κύκλου φησὶν αὐτὴν φέρεσθαι

λέγων οὕτως· (61—62)

«Κείνη που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι

μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.»

17

— —I 2 6 Ἐπὶ δὲ τοῦ Ἐνγόνασιν ὁ μὲν Εὔδοξός φησι·

«Παρὰ δὲ τὴν κεφαλὴν τοῦ Ὄφεως ὁ <Ἐνγόνασίν> ἐστιν, ὑπὲρ τῆς

κεφαλῆς τὸν δεξιὸν πόδα ἔχων.»

18

— —I 2 7 Τὸν δὲ <Στέφανον> ὁ μὲν Εὔδοξός φησιν ὑπὸ τὸν

νῶτον τοῦ Ἐνγόνασι κεῖσθαι.

19

— —I 2 7 Περὶ ὧν (sc. de Ingeniculato et Anguitenente)

καὶ ὁ Εὔδοξός φησι·

«Πλησίον δ' ἐστὶ τῆς τούτου κεφαλῆς ἡ τοῦ <Ὀφιούχου> κεφαλή.»

20

ARAT. ib. 82—83

Ἀμφότεραι (sc. χεῖρες) δ' <Ὄφιος> πεπονείαται, ὅς ῥά τε μέσσον

δινεύει <Ὀφιοῦχον>.

22

HIPPARCH. ib. I 4 15 Οὐδὲ ὁ Εὔδοξος δὲ διασαφεῖ,

ὅτι ἐστὶν ὀρθός (sc. Anguitenens)· τὸν γὰρ δεξιὸν πόδα αὐτοῦ ὑπὲρ τὸ

σῶμα κεῖσθαί φησι τοῦ <Σκορπίου>, ὡς καὶ ἔχει τῇ ἀληθείᾳ, καὶ οὐκ ἐπὶ

τοῦ στήθους.

23

ARAT. ib. 83—89

Ὁ δ' ἐμμενὲς εὖ ἐπαρηρὼς

ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν,

<Σκορπίον>, ὀφθαλμοῖς τε καὶ ἐν θώρηκι βεβηκὼς

ὀρθός. Ἀτάρ οἱ Ὄφις γε δύο στρέφεται μετὰ χερσίν,

δεξιτερῇ ὀλίγος, σκαιῇ γε μὲν ὑψόθι πολλός.

Καὶ δή οἱ <Στεφάνῳ> παρακέκλιται ἄκρα γένεια·

νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο <Χηλάς>.

24

HIPPARCH. ib. I 2 5 Περὶ δὲ τοῦ Βοώτου ὁ μὲν Εὔδοξός

φησιν·

«Ὄπισθεν δὲ τῆς Μεγάλης Ἄρκτου ἐστὶν ὁ <Ἀρκτοφύλαξ>.»

25

— —I 2 5 Καὶ πάλιν ὁ μὲν Εὔδοξος·

«Ὑπὸ δὲ τοὺς πόδας ἡ <Παρθένος> ἐστίν.»

26

ARAT. ib. 97

Παρθένον, ἥ ῥ' ἐν χειρὶ φέρει <Στάχυν> αἰγλήεντα.

27

VITRUV. ib. IX 4 1 Ab eo (sc. a Custode) non longe conformata

est Virgo, cuius supra umerum dextrum lucidissima stella nititur, quam nostri Pro-

vindemiatorem, Graeci Προτρυγητήν vocant; candens autem magis <Spica> eius est colorata.

28

HIPPARCH. ib. I 2 81, I 5 12, I 5 53 Περὶ δὲ τῆς

θέσεως τῆς Μεγάλης Ἄρκτου ὁ μὲν Εὔδοξός φησιν·

«Ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης Ἄρκτου οἱ <Δίδυμοι> κεῖνται,

κατὰ μέσον δὲ ὁ <Καρκίνος>, ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ <Λέων>. Πρὸ

δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι λαμπρός, λαμπρό-

τερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα, καὶ ἄλλος ὑπὸ τοὺς ὀπισθίους πόδας.»

29

— —I 2 10 Ἐπὶ δὲ τοῦ Ἡνιόχου ὁ μὲν Εὔδοξός φησι·

«Κατέναντι δὲ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ὁ <Ἡνίοχος> ἔχει

τοὺς ὤμους λοξὸς ὢν ὑπὲρ τοὺς πόδας τῶν Διδύμων, ἔχων τὸν δεξιὸν

πόδα κοινὸν τῷ ἐν ἄκρῳ τῷ ἀριστερῷ κέρατι τοῦ <Ταύρου>.»

30

ARAT. ib. 162—168

Σκαιῷ δ' ἐπελήλαται ὤμῳ

<Αἲξ> ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν·

Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέους' ὑποφῆται.

Ἀλλ' ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ

λεπτὰ φαείνονται <Ἔριφοι> καρπὸν κάτα χειρός.

Πὰρ ποσὶ δ' Ἡνιόχου κεραὸν πεπτηότα <Ταῦρον>

μαίεσθαι.

32

ARAT. ib. 172—174

Καὶ λίην κείνων ὄνομ' εἴρεται, οὐδέ τοι αὕτως

νήκουστοι <Ὑάδες>· ταὶ μέν ῥ' ἐπὶ παντὶ μετώπῳ

Ταύρου βεβλέαται.

33

HIPPARCH. ib. I 2 11 Ἐπὶ δὲ τοῦ Κηφέως ὁ μὲν Εὔδοξος

οὕτως·

«Ὑπὸ δὲ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου τοὺς πόδας ὁ <Κηφεὺς> ἔχει

πρὸς ἄκραν τὴν οὐρὰν τρίγωνον ἰσόπλευρον ποιοῦντας· τὸ δὲ μέσον

αὐτοῦ πρὸς τῇ καμπῇ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως.»

34

— —I 2 13 Πάλιν ἐπὶ τῆς Κασσιεπείας ὁ μὲν Εὔδοξος·

«Τοῦ μὲν Κηφέως ἔμπροσθέν ἐστιν ἡ <Κασσιέπεια>, ταύτης δὲ ἔμ-

προσθεν ἡ <Ἀνδρομέδα>, τὸν μὲν ἀριστερὸν ὦμον ἔχουσα τῶν Ἰχθύων

ὑπὲρ τοῦ πρὸς βορρᾶν, τὴν δὲ ζώνην ὑπὲρ τοῦ <Κριοῦ>, πλὴν τὸ

<Τρίγωνον>, ὅ ἐστι μεταξύ· τὸν δ' ἐν τῇ κεφαλῇ ἀστέρα κοινὸν ἔχει

τῷ τῆς κοιλίας τοῦ <Ἵππου>.»

35

— —I 2 15 Ἐπὶ δὲ τοῦ Περσέως ὁ μὲν Εὔδοξος οὕτως

λέγει·

«Παρὰ δὲ τοὺς πόδας τῆς Ἀνδρομέδας ὁ <Περσεὺς> ἔχει τοὺς ὤμους,

τὴν δεξιὰν χεῖρα πρὸς τὴν Κασσιέπειαν ἀποτείνων, τὸ δὲ ἀριστερὸν

γόνυ πρὸς τὰς <Πλειάδας>.»

36t

{ΦΑΙΝΟΜΕΝΑ}

36

— —I 6 1 Πάλιν δὲ

παρὰ τῷ Εὐδόξῳ ἀναστρέφεται

διημαρτημένως περὶ τῆς κεφαλῆς

τῆς Μεγάλης Ἄρκτου ἐν μὲν τῷ

ἑνὶ συντάγματι, ὃ ἐπιγράφεται

<Φαινόμενα>, τὸν τρόπον τοῦτον·

«Ὑπὸ δὲ τὸν Περσέα καὶ τὴν

Κασσιέπειαν οὐ πολὺ διέχουσά

ἐστιν ἡ κεφαλὴ τῆς Μεγάλης

Ἄρκτου· οἱ δὲ μεταξὺ τούτων

ἀστέρες εἰσὶν ἀμαυροί.»

37t

{ΕΝΟΠΤΡΟΝ}

37

Ἐν δὲ τῷ ἐπι-

γραφομένῳ <Ἐνόπτρῳ> οὕτως·

«Ὄπισθεν δὲ τοῦ Περσέως καὶ

παρὰ τὰ ἰσχία τῆς Κασσιεπείας

οὐ πολὺ διαλείπουσα ἡ κεφαλὴ

τῆς Μεγάλης Ἄρκτου κεῖται· οἱ

δὲ μεταξὺ ἀστέρες εἰσὶν ἀμαυροί.»

38

ARAT. ib. 268—269

Καὶ Χέλυς ἥδ' ὀλίγη. Τὴν ἆρ' ἔτι καὶ παρὰ λίκνῳ

Ἑρμείης ἐτόρησε, <Λύρην> δέ μιν εἶπε λέγεσθαι.

39

HIPPARCH. ib. I 2 16 Ἐπὶ δὲ τοῦ Ὄρνιθος ὁ μὲν

Εὔδοξος·

«Παρὰ δὲ τὴν δεξιὰν χεῖρα τοῦ Κηφέως ἡ δεξιὰ πτέρυξ ἐστὶ τοῦ

<Ὄρνιθος>, παρὰ δὲ τὴν ἀριστερὰν πτέρυγα οἱ πόδες τοῦ <Ἵπ-

που>.»

40

ARAT. ib. 282—286

Τὸν δὲ μετὰ σκαίροντα δύ' <Ἰχθύες> ἀμφινέμονται

Ἵππον· πάρ δ' ἄρα οἱ κεφαλῇ χεὶρ <Ὑδροχόοιο>

δεξιτερὴ τάνυται. Ὁ δ' ὀπίστερος Αἰγοκερῆος

τέλλεται· αὐτὰρ ὅγε πρότερος καὶ νειόθι μᾶλλον

κέκλιται <Αἰγόκερως>.

41

— —305—306

Ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου

<Τοξευτής>.

42

— —311—317

Ἔστι δέ τοι προτέρω βεβλημένος ἄλλος <Ὀϊστὸς>

αὐτὸς ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις

ἀσσότερον βορέω. Σχεδόθεν δέ οἱ ἄλλος ἄηται

οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθεῖν

νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν <Ἀητόν.

Δελφὶς> δ' οὐ μάλα πολλὸς ἐπιτρέχει Αἰγοκερῆϊ

μεσσόθεν ἠερόεις.

43

— —319—323

Καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο

μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα

πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.

Λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς

<Ὠρίων>.

45

ARAT. ib. 326—327

Τοῖός οἱ καὶ φρουρὸς ἀειρομένῳ ὑπὸ νώτῳ

φαίνεται ἀμφοτέροισι <Κύων> ἐπὶ ποσσὶ βεβηκώς.

47

ARAT. ib. 338—339

Ποσσὶν δ' Ὠρίωνος ὑπ' ἀμφοτέροισι <Λαγωὸς>

ἐμμενὲς ἤματα πάντα διώκεται.

48

— —342—343, 351—352

Ἡ δὲ Κυνὸς μεγάλοιο κατ' οὐρὴν ἕλκεται <Ἀργὼ>

πρυμνόθεν. — — — — — — — — — — — — — — — —

Καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται

ποσσὶν ὕπ' οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.

50

ARAT. ib. 357—358

<Κῆτος>, ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισιν,

βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον.

51

VITRUV. ib. IX 5 3 Aricti et Piscibus <Cetus> est subiectus, a cuius

crista ordinate utrisque Piscibus disposita est <tenuis fusio stellarum> quae graece

vocitantur Ἁρπεδόναι, magnoque intervallo introrsus pressus Nodus serpentium attingit

summam Ceti cristam.

52t

{ΦΑΙΝΟΜΕΝΑ}

52

HIPPARCH. ib. I 8 6

Καὶ Εὔδοξος δέ, ὡς ἡμεῖς φαμεν,

οὕτω λέγει, ἐν μὲν <τῷ ἑνὶ συν-

τάγματι> τὸν τρόπον τοῦτον·

«Ὑπὸ δὲ τὸ Κῆτος ὁ <Ποτα-

μὸς> κεῖται, ἀρξάμενος ἀπὸ τοῦ

ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος·

μεταξὺ δὲ τοῦ Ποταμοῦ καὶ τοῦ

πηδαλίου τῆς Ἀργοῦς, ὑπὸ τὸν

Λαγωόν, τόπος ἐστὶν οὐ πολύς,

<ἀμαυροὺς ἀστέρας> ἔχων.»

53t

{ΕΝΟΠΤΡΟΝ}

53

Ἐν δὲ τῷ

<ἑτέρῳ συντάγματί> φησιν οὕτως·

«Μεταξὺ δὲ τοῦ 〈Ποταμοῦ καὶ

τοῦ〉 τῆς Ἀργοῦς πηδαλίου, ὑπὸ

τὸν Λαγωόν, <ἀμαυροὺς ἀστέ-

ρας> ἔχων, ἐστὶν οὐρανὸς οὐ

μέγας.»

54

ARAT. ib. 386—394, 399

Νειόθι δ' Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο,

<Ἰχθῦς> ἐς Κῆτος τετραμμένος αἰωρεῖται

οἶος ἀπὸ προτέρων, <Νότιον> δέ ἑ κικλήσκουσιν.

Ἄλλοι δὲ σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ

Κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται

μέσσοι νωχελέες καὶ ἀνώνυμοι· ἐγγύθι δέ σφεων,

δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,

οἵη τίς τ' ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα

σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται. — — — — — — — — — — — — — — —

τοὺς πάντας καλέουσιν <Ὕδωρ>.

56

— —402—403

Αὐτὰρ ὑπ' αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο

Σκορπίου, ἄγχι νότοιο, <Θυτήριον> αἰωρεῖται.

57

— —436—442

Δήεις δ' ἄστρον ἐκεῖνο (sc. <Centaurum>) δύω ὑποκείμενον ἄλλοις·

τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται

Σκορπίου, ἱππούραια δ' ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.

Αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν

ἀντία δινωτοῖο Θυτηρίου. Ἐν δέ οἱ ἀπρὶξ

ἄλλο μάλ' ἐσφήκωται ἐληλαμένον διὰ χειρὸς

<Θηρίον>· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.

59

ARAT. ib. 443—450

Ἀλλ' ἔτι γάρ τι καὶ ἄλλο περαιόθεν ἕλκεται ἄστρον·

<Ὕδρην> μιν καλέουσι· τὸ δὲ ζώοντι ἐοικὸς

ἠνεκὲς εἰλεῖται, καί οἱ κεφαλὴ ὑπὸ μέσσον

Καρκίνον ἱκνεῖται, σπείρη δ' ὑπὸ σῶμα Λέοντος·

οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο.

Μέσσῃ δὲ σπείρῃ <Κρητήρ>, πυμάτῃ δ' ἐπίκειται

εἴδωλον <Κόρακος> σπείρην κόπτοντι ἐοικός.

Ναὶ μὴν καὶ <Προκύων> Διδύμοις ὕπο καλὰ φαείνει.

62t

{ΦΑΙΝΟΜΕΝΑ}

62

ARAT. ib. 467—468

Αὐτοὶ (sc. circuli) δ' ἀπλατέες καὶ ἀρη- ρότες ἀλλήλοισιν

πάντες· ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται.

63t

{ΕΝΟΠΤΡΟΝ}

63a

ATTAL. fr. 20 Maass ap. HIP-

PARCH. ib. I 9 1 Ὁ Ἄτταλός φησι

βέλτιον εἶναι «αὐτοὶ δὲ πλατέες». «Καὶ γὰρ

οἱ <ἀστρολόγοι>, φησί, πλατεῖς ὑπο-

τίθενται τούς τε τροπικοὺς καὶ τὸν ἰση-

μερινὸν καὶ τὸν ζῳδιακὸν διὰ τὸ τὸν

ἥλιον τὰς τροπὰς μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ

κύκλου ποιεῖσθαι, ἀλλὰ ποτὲ μὲν νοτιώ-

τερον, ποτὲ δὲ βορειότερον.»

63b

— —I 9 2

Καὶ ὅτι γίνεται τοῦτο, καὶ Εὔδοξός

φησι. Λέγει γοῦν ἐν <τῷ Ἐνόπτρῳ>

οὕτως·

«Φαίνεται δὲ διαφορὰν τῶν κατὰ

τὰς τροπὰς τόπων καὶ ὁ ἥλιος

ποιούμενος, ἀδηλοτέραν δὲ πολλῷ

καὶ παντελῶς ὀλίγην.»

64a

HIPPARCH. I 11 1 Χωρὶς δὲ τῶν εἰρημένων τριῶν

κύκλων ὁ Εὔδοξος καὶ τοὺς ἐπὶ τοῦ <ἀρκτικοῦ κύκλου> κειμένους ἀστέρας

διασαφεῖ. Καί φησιν ἐπ' αὐτοῦ κεῖσθαι τόν τε ἀριστερὸν ὦμον τοῦ Ἀρκτο-

φύλακος, καὶ τὰ ἄνωθεν τοῦ Στεφάνου, καὶ τὴν κεφαλὴν τοῦ διὰ τῶν

Ἄρκτων Ὄφεως, τῆς δὲ Λύρας καὶ τῆς δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος

τὰ ἄνωθεν, τοῦ δὲ Κηφέως τὸ στῆθος, τῆς δὲ Κασσιεπείας τὰ ἄνωθεν·

εἶτα ὑπὸ τοὺς ἐμπροσθίους πόδας τῆς Μεγάλης Ἄρκτου 〈αὐτὸν φέ-

ρεσθαι μεταξὺ τῆς Ἄρκτου〉 καὶ τοῦ Λέοντος ἄχρι πρὸς τὸν ὦμον τοῦ

Ἀρκτοφύλακος.

64b

— —I 11 5 Εὐλόγως οὖν φησι τὸν <ἀεὶ φανερὸν> φέρεσθαι μεταξὺ

τῆς Ἄρκτου καὶ τοῦ Λέοντος.

65

— —II 1 20 Ὅτι δὲ Εὔδοξος τὰ τροπικὰ σημεῖα κατὰ

μέσα τὰ ζῴδια τίθησι, δῆλον ποιεῖ διὰ τούτων·

«Δεύτερος δέ ἐστι κύκλος, ἐν ᾧ 〈αἱ〉 <θεριναὶ τροπαὶ> γίνονται· ἔστι

δ' ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου.»

66

— —I 2 18 Περὶ δὲ τῶν ἀστέρων τῶν ἐπὶ

τοῦ θερινοῦ καὶ χειμερινοῦ τροπικοῦ φερομένων, ἔτι δὲ ἐπὶ τοῦ ἰσημερινοῦ,

ὁ μὲν Εὔδοξός φησιν ἐπὶ τοῦ θερινοῦ οὕτως·

«Ἔστι δ' ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου καὶ τὰ διὰ τοῦ σώματος

κατὰ μῆκος τοῦ Λέοντος, τῆς δὲ Παρθένου 〈τὰ〉 μικρὸν ἄνωθεν, καὶ ὁ

αὐχὴν τοῦ ἐχομένου Ὄφεως, καὶ ἡ δεξιὰ χεὶρ τοῦ Ἐνγόνασι, καὶ ἡ

κεφαλὴ τοῦ Ὀφιούχου, καὶ ὁ αὐχὴν τοῦ Ὄρνιθος καὶ ἡ ἀρισ-

τερὰ πτέρυξ, καὶ οἱ τοῦ Ἵππου πόδες, ἔτι δὲ καὶ ἡ δεξιὰ χεὶρ τῆς

Ἀνδρομέδας καὶ τὸ μεταξὺ τῶν ποδῶν, καὶ τοῦ Περσέως ὁ ἀρισ-

τερὸς ὦμος καὶ ἡ ἀριστερὰ κνήμη, ἔτι δὲ τὰ γόνατα τοῦ Ἡνιόχου

καὶ αἱ κεφαλαὶ τῶν Διδύμων· εἶτα συμπίπτει πρὸς τὰ μέσα τοῦ Καρ-

κίνου.»

67t

{ΦΑΙΝΟΜΕΝΑ}

67

— —I 3 9 Προεκθέ-

μενος γὰρ (sc. ATTALUS) τὰ ἐπὶ

τοῦ θερινοῦ τροπικοῦ ποιήματα

(sc. ARAT. 497—499), ἐπιφέρει

ταυτί (fr. 21 Maass)· «Διὰ δὲ τού-

του φανερὸν ποιεῖ, διότι τὴν

ὅλην πραγματείαν ἐν τοῖς περὶ

τὴν Ἑλλάδα τόποις πεποίηται·

παρ' ἐκείνοις γάρ ἐστιν ἡ μακρο-

τάτη ἡμέρα πρὸς τὴν μικροτάτην

νύκτα ὡς τὰ εʹ πρὸς τὰ γʹ.» 10

Ἔτι δὲ μᾶλλον θαυμάσειεν ἄν τις,

πῶς ποτε οὐκ ἐπέστησε τοῦ Εὐδόξου <ἐν τῷ ἑτέρῳ συντάγματι>

διαφόρως ἐκθεμένου καὶ γράφοντος, ὅτι τὸ ὑπὲρ γῆν τοῦ τροπικοῦ

τμῆμα πρὸς τὸ ὑπὸ γῆν λόγον ἔχει, ὃν τὰ ιβʹ πρὸς τὰ ζʹ, ὁμοίως

δὲ τούτῳ καὶ τῶν περὶ Φίλιππον ἀναγραφόντων καὶ ἄλλων πλει-

όνων, πλὴν ἐπισυντετάχασι μὲν τὰς συνανατολάς τε καὶ συγκατα-

δύσεις τῶν ἄστρων ὡς ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τετηρημένων,

κατὰ δὲ τὸ ἔγκλιμα τῶν τόπων τούτων διημαρτήκασι.

68t

{ΕΝΟΠΤΡΟΝ}

68

— —I 2 22 Χωρὶς δὲ

τούτων καὶ τὸ

〈αὐτὸ〉 κλίμα τοῦ κόσμου τῷ Εὐ-

δόξῳ ὑποτίθεται ὁ Ἄρατος. Καὶ

γὰρ ὁ Εὔδοξος <ἐν τῷ ἐπιγραφο-

μένῳ Ἐνόπτρῳ> τὸν τροπικὸν

τέμνεσθαί φησιν οὕτως, ὥστε λό-

γον ἔχειν τὰ τμήματα πρὸς ἄλληλα

τὸν αὐτόν, οἷον ἔχει τὰ εʹ πρὸς

τὰ γʹ.

69

— —II 1 20 Καὶ πάλιν φησί·

«Τρίτος δ' ἐστὶ κύκλος, ἐν ᾧ αἱ <ἰσημερίαι> γίνονται· ἔστι δ' ἐν τούτῳ

τά τε τοῦ Κριοῦ μέσα καὶ τὰ τῶν Χηλῶν.»

70

ARAT. ib. 515—524

Σῆμα δέ οἱ Κριὸς Ταύροιό τε γούνατα κεῖται,

Κριὸς μὲν κατὰ μῆκος ἐληλαμένος διὰ κύκλου

Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάς.

Ἐν δέ τέ οἱ ζώνη εὐφεγγέος Ὠρίωνος

καμπή τ' αἰθομένης Ὕδρης· ἐνί οἱ καὶ ἐλαφρὸς

Κρητήρ, ἐν δὲ Κόραξ, ἐνὶ δ' ἀστέρες οὐ μάλα πολλοὶ

Χηλάων· ἐν τῷ δ' Ὀφιούχεα γοῦνα φορεῖται.

Οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλά οἱ ἐγγὺς

Ζηνὸς ἀητεῖται μέγας ἄγγελος. Ἡ δὲ κατ' αὐτὸν

Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.

71

HIPPARCH. ib. I 10 22 Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα

ὁμοίως εἴρηκε. Τῶν δὲ Χηλῶν τὰ μέσα φησὶν ἐπὶ τοῦ ἰσημερινοῦ κεῖσθαι,

τοῦ τ' Ἀετοῦ τὴν ἀριστερὰν πτέρυγα, τοῦ δὲ Ἵππου καὶ τὴν ὀσφύν,

καὶ ἔτι τῶν Ἰχθύων τὸν βορειότερον αὐτῶν.

72

— —II 1 20 «Τέταρτος δέ, ἐν ᾧ 〈αἱ〉 <χει-

μεριναὶ τροπαὶ> γίνονται· ἔστι δ' ἐν τούτῳ τὰ μέσα τοῦ Αἰγόκερω.»

73

— —I 2 20 Ἐπὶ δὲ τοῦ χειμερινοῦ τροπικοῦ ὁ μὲν

Εὔδοξός φησιν οὕτως·

«Ἔστι δ' ἐν αὐτῷ τὰ μέσα τοῦ Αἰγόκερω, καὶ οἱ πόδες τοῦ Ὑδροχόου,

καὶ τοῦ Κήτους ἡ οὐρά, καὶ τοῦ Ποταμοῦ ἡ καμπή, καὶ ὁ Λαγωός, καὶ

τοῦ Κυνὸς οἱ πόδες καὶ ἡ οὐρά, καὶ τῆς Ἀργοῦς ἡ πρύμνα καὶ ὁ ἱστός,

καὶ τοῦ Κενταύρου ὁ νῶτος καὶ τὰ στήθη, καὶ τὸ Θηρίον, καὶ τοῦ

Σκορπίου τὸ κέντρον· εἶτα διὰ τοῦ Τοξότου πρὸς τὰ μέσα τοῦ Αἰγό-

κερω συνάπτει.»

74

— —I 11 6 Ἐπὶ δὲ τοῦ <ἀεὶ ἀφανοῦς>

κύκλου τὰ μὲν ἐπ' αὐτοῦ φερόμενα ἄστρα οὐχ ὁρᾶται·

«Ἐγγυτάτω δέ, φησίν, αὐτοῦ ἐστι τοῦ τε ὕδατος τοῦ Ποταμοῦ τὰ

ἄκρα καὶ τῆς Ἀργοῦς τὸ ἔδαφος καὶ τὸ πηδάλιον· εἶτα τὸ Θηρίον καὶ

τὸ Θυμιατήριον· ἔτι δὲ τοῦ Τοξότου τὰ δεξιὰ σκέλη. Ὁ δὲ ἐξ Αἰγύπτου

ὁρώμενος ἀστήρ ἐστιν ἐν αὐτῷ.»

75a

... τὴν γὰρ Εὐδόξου σκοπὴν οὐ πολὺ τῶν οἰκήσεων ὑψηλοτέραν εἶναι,

λέγεσθαι δ' ὅτι ἐντεῦθεν ἐκεῖνος ἀφεώρα τὸν Κάνωβον ἀστέρα, εἶναι δ' ἐπὶ τοῦ Ῥοδιακοῦ

κλίματος τὴν Κνίδον, ἐφ' οὗ καὶ τὰ Γάδειρα καὶ ἡ ταύτῃ παραλία.

75b

ADRAST. ap. THEON. SMYRN. Expos. rer. math. p. 121 Hiller Καθάπερ

καὶ ὁ Κάνωβος λεγόμενος ἀστήρ, τοῖς βορειοτέροις τῆς Κνίδου μέρεσιν ἀφανὴς ὤν, τοῖς

νοτιωτέροις ταύτης ἤδη φανερὸς γίνεται καὶ ἐπιπλέον ἀεὶ τοῖς μᾶλλον.

76

— —II 1 21 Ἐκφανέστερον δ' ἔτι διὰ

τούτων ἀποδίδωσι· περὶ γὰρ τῶν κολούρων λεγομένων κύκλων, οἳ

γράφονται διά τε τῶν πόλων καὶ διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν

σημείων, φησὶν οὕτως·

«Ἕτεροι δ' εἰσὶ δύο κύκλοι, τέμνοντες ἀλλήλους δίχα καὶ πρὸς ὀρθάς,

διὰ τῶν πόλων τοῦ κόσμου. Ἔστι δ' ἐν τούτοις ἄστρα τάδε· πρῶτος

ὁ πόλος ὁ ἀεὶ φανερὸς τοῦ κόσμου, εἶτα τὸ μέσον τῆς Ἄρκτου κατὰ

πλάτος καὶ τοῦ Καρκίνου τὸ μέσον.»

Καὶ μετ' ὀλίγον φησίν·

«Ἥ τε οὐρὰ τοῦ νοτίου Ἰχθύος καὶ τὸ μέσον τοῦ Αἰγόκερω.»

77

— —I 11 9 Πάλιν δὲ ὁ Εὔδοξος διασαφεῖ καὶ τοὺς ἐπὶ

τῶν κολούρων λεγομένων κύκλων κειμένους ἀστέρας καί φησιν ἐπὶ μὲν

τοῦ ἑνὸς αὐτῶν κεῖσθαι τὸ μέσον τῆς Μεγάλης Ἄρκτου, καὶ τοῦ Καρ-

κίνου τὸ μέσον, καὶ τὸν αὐχένα τοῦ Ὕδρου, καὶ τῆς Ἀργοῦς τὸ μεταξὺ

τῆς τε πρύμνης καὶ τοῦ ἱστοῦ· 10 εἶτα μετὰ τὸν ἀφανῆ πόλον τὴν οὐρὰν

τοῦ νοτίου Ἰχθύος, καὶ τὸ μέσον τοῦ Αἰγόκερω, καὶ τὸ μέσον τοῦ

Ὀϊστοῦ· τοῦ δὲ Ὄρνιθος διὰ τοῦ αὐχένος καὶ τῆς δεξιᾶς πτέρυγος καὶ

διὰ τῆς ἀριστερᾶς χειρὸς τοῦ Κηφέως γράφεσθαι αὐτόν, καὶ διὰ τῆς

καμπῆς τοῦ Ὄφεως, καὶ παρὰ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου.

78

— —I 11 17 Ἐν δὲ τῷ ἑτέρῳ κολούρῳ φησὶ κεῖσθαι

πρῶτον μὲν τὴν ἀριστερὰν χεῖρα τοῦ Ἀρκτοφύλακος καὶ 〈τὰ〉 μέσα

αὐτοῦ κατὰ μῆκος· εἶτα τὰ μέσα τῶν Χηλῶν κατὰ πλάτος καὶ τοῦ

Κενταύρου τὴν δεξιὰν χεῖρα καὶ τὰ ἐμπρόσθια γόνατα· μετὰ δὲ τὸν

ἀφανῆ πόλον 〈τὴν〉 καμπήν τε τοῦ Ποταμοῦ καὶ 〈τοῦ〉 Κήτους τὴν

κεφαλὴν καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος καὶ τοῦ Περσέως τὴν

κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα.

79

ARAT. ib. 525—528, 537—549

Τοὺς μὲν παρβολάδην ὀρθοὺς περιβάλλεται ἄξων,

μεσσόθι πάντας ἔχων· ὁ δὲ τέτρατος ἐσφήκωται

λοξὸς ἐν ἀμφοτέροις, οἵ μίν ῥ' ἑκάτερθεν ἔχουσιν

ἀντιπέρην τροπικοί, μέσσος δέ ἑ μεσσόθι τέμνει. — — — — — — — — — — — — — —

Αὐτὰρ ὅ γ' ὠκεανοῖο τόσον παραμείβεται ὕδωρ,

ὅσσον ἀπ' Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα

Καρκίνον εἰς ἀνιόντα κυλίνδεται. Ὅσσον ἁπάντη

ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἄλλοθι δύνων.

Ὅσσον δ' ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγή,

ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη

ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.

<Ζωϊδίων> δέ ἑ <κύκλον> ἐπίκλησιν καλέουσιν.

Τῷ ἔνι Καρκίνος ἐστί, Λέων ἐπὶ τῷ, μετὰ δ' αὐτὸν

Παρθένος· αἱ δ' ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτὸς

Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δ' Αἰγοκερῆϊ

Ὑδροχόος· δύο δ' αὐτῷ ἔπ' Ἰχθύες ἀστερόεντες,

τοὺς δὲ μέτα Κριός, Ταῦρος δ' ἐπὶ τῷ Δίδυμοί τε.

80

[HIPPARCH. ib. I 6 4 Ἔγγιον οὖν ἦν

εἰπεῖν τὸν Περσέα καὶ τὴν Κασσιέπειαν κεῖσθαι κατὰ ἄκραν τὴν οὐρὰν

τῆς Μικρᾶς Ἄρκτου· ταύτης γὰρ ὁ ἔσχατος καὶ λαμπρότατος ἀστὴρ

κεῖται κατὰ τὴν ιηʹ μοῖραν τῶν Ἰχθύων, ὡς δὲ Εὔδοξος διαιρεῖ τὸν

ζῳδιακὸν κύκλον, κατὰ τὴν γʹ μοῖραν τοῦ Κριοῦ.

81

— —II 2 4 Ὁ δὲ Εὔδοξος ἐξαριθμούμενος, ὅσα ἐστὶν

ὑπὲρ γῆς <τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν>, φησὶ τὸν Ἐν-

γόνασιν ὅλον εἶναι φανερόν, τοῦ δὲ Στεφάνου τὸ ἥμισυ, καὶ τὴν τοῦ

Ἀρκτοφύλακος κεφαλήν, καὶ τὴν τοῦ Ὀφιούχου κεφαλήν, καὶ τὴν οὐρὰν

τοῦ ἐχομένου Ὄφεως, τῶν δὲ πρὸς νότον 〈τὸν〉 Ὠρίωνα ὅλον, καὶ τοῦ

νοτίου Ἰχθύος τὸ πρὸς τὴν κεφαλήν. 5 Ὁ μὲν οὖν Στέφανος κατὰ τὸν

Ἄρατον (572) ἔγγιστα συμφωνεῖ .... Κατὰ μέντοι γε τὸν Εὔδοξον δῆλον

ὅτι διαφωνεῖ, ἐπείπερ ἡ ἀρχὴ τοῦ Καρκίνου κατ' αὐτὸν κατὰ μέσον

ἐστὶ τὸ τῶν Διδύμων δωδεκατημόριον. 6 Ἵνα δὲ μὴ διὰ παντὸς ἐπισημαι-

νώμεθα τοῦτο, διαληπτέον καθόλου, διότι μὴ ὁμοίως ἀναγράφουσιν

ἀμφοτέροις οὐ δυνατὸν ἑκατέρῳ αὐτῶν συμφωνεῖν τὸ φαινόμενον. Δεῖ δὲ

κἀκεῖνο διειληφέναι, διότι πάντα μὲν πλὴν ὀλίγων τινῶν ὁμοίως ἀμ-

φότεροι ἀναγράφουσι τὰ περὶ τὰς ἀνατολάς· ὁ γὰρ Ἄρατος τοῖς ὑπὸ

τοῦ Εὐδόξου λεγομένοις ἠκολούθηκε· συμφωνοῦσι μέντοι γε αἱ ὑπ'

αὐτῶν ἀναγεγραμμέναι συνανατολαὶ τῇ κατὰ τὸν Ἄρατον μᾶλλον τοῦ

ζῳδιακοῦ διαιρέσει ἤπερ 〈τῇ〉 κατὰ τὸν Εὔδοξον. Ἔσται δὲ τοῦτο

φανερὸν ἐκ τῶν κατὰ μέρος περὶ αὐτῶν ῥηθησομένων.

82

HIPPARCH. ib. II 2 13 Ἐν δὲ τῇ ἀρχῇ

τοῦ περὶ τῶν ἀνατολῶν λόγου διελθών, ὅσα ἐπὶ δύσεως καὶ ἀνατολῆς

ἐστιν ἀρχομένου τοῦ Καρκίνου ἀνατέλλειν, ἑξῆς φησιν·

«Ὅταν δ' ὁ <Καρκίνος> ἀνατέλλῃ, τῶν μὲν πρὸς ἄρκτους οὐθὲν ἀνίσχει,

τῶν δὲ πρὸς νότον ὁ Λαγωός, καὶ τοῦ Κυνὸς τὰ ἐμπρόσθια, καὶ ὁ Προ-

κύων, καὶ τοῦ Ὕδρου ἡ κεφαλή· δύνει δὲ τῶν μὲν πρὸς ἄρκτους ἡ τοῦ

Ἀρκτοφύλακος κεφαλή.»

83

SPHAERICA ANON. ap. VETT. VAL. p. 8, 27 Kroll (<Καρκίνος>) Νοτόθεν

συνανατέλλει Λαγωὸς καὶ τοῦ Κυνὸς τὰ ἐμπρόσθια καὶ ὁ Προκύων .... Βορρόθεν δύνει

Ἀρκτοφύλακος κεφαλὴ καὶ ὁ Ἐνγόνασι καὶ Ἀετὸς καὶ Στεφάνου τὸ ἥμισυ.

84

HIPPARCH. ib. II 2 31 Τοῦ δὲ Λέοντος ἀρχομένου

ἀνατέλλειν ὁ μὲν Ἄρατός φησι τά τε σὺν τῷ Καρκίνῳ δεδυκέναι καὶ τὸν

Ἀετόν, τοῦ δὲ Ἐνγόνασιν ἔτι τὸν ἀριστερὸν πόδα καὶ 〈τὸ〉 γόνυ ἀπο-

λείπεσθαι, τὰ δὲ λοιπὰ δεδυκέναι. Ἀνατέλλειν δὲ τὴν κεφαλὴν τοῦ

Ὕδρου, καὶ τὸν Λαγωόν, καὶ τὸν Προκύνα, καὶ τοὺς ἐμπροσθίους πόδας

τοῦ Κυνός. 32 Τῷ δὲ Ἀράτῳ ὁμοίως καὶ ὁ Εὔδοξος ἀποφαίνεται.

85

SPHAERICA ANON. ib. p. 9, 26 (Λέων) Κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν

συνανατέλλει ὁ ἀριστερὸς βραχίων τοῦ Ἀρκτοφύλακος, νοτόθεν πρύμνα Ἀργοῦς καὶ

τοῦ Κυνὸς τὸ λοιπὸν καὶ τῆς Ὕδρας .... 〈μέχρι τοῦ Κρατῆρος〉 .... Βορρόθεν δέ ἐστι

Δελφίν, Λύρα, τὸ Ζεῦγμα, Ὄρνις πλὴν τοῦ λαμπροῦ ἀστέρος κατὰ τὸ ὀρθοπύγιον

αὐτοῦ καὶ τοῦ Ἵππου ἡ κεφαλή.

86

ARAT. ib. 596—606

Οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει

Παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη

καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός.

Σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέσφα παρ' αὐτὴν

οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται.

Δύνει δ' Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.

Ἀντέλλει δ' Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ' αὐτὸν

Κρητῆρα. Φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους,

ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς.

Ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατ' αὐτόν,

Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.

87

HIPPARCH. ib. II 2 36 Τῷ δὲ Ἀράτῳ τὰ αὐτὰ

καὶ ὁ Εὔδοξος λέγει .... 37 Ἐν μὲν οὖν τοῖς ἄλλοις συμφωνοῦσι τοῖς φαι-

νομένοις. Ὁ δὲ Ὀϊστὸς οὐ τῷ Λέοντι ἀντικαταδύνει μόνον, ἀλλὰ καὶ

τῷ Καρκίνῳ .... 38 Ὁ δὲ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς οὐ <τῷ Λέοντι>

ἄρχεται ἀντικαταδύνειν, ὡς οἱ περὶ τὸν Εὔδοξόν φασιν, ἀλλὰ τῇ Παρθένῳ.

88

ARAT. ib. 607—616 (om. 613); 625—633

Οὐδ' ἂν ἐπερχόμεναι Χηλαὶ καὶ λεπτὰ φάουσαι

ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης

ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.

Ἀργὼ δ' εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη·

ἀλλ' Ὕδρη, κέχυται γὰρ ἐν οὐρανῷ ἤλιθα πολλή,

οὐρῆς ἂν δεύοιτο. Μόνην δ' ἐπὶ Χηλαὶ ἄγουσιν

δεξιτερὴν κνήμην, αὐτῆς ἐπιγουνίδος ἄχρις,

αἰεὶ γνύξ, αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος,

ὅντινα τοῦτον ἄϊστον ὑπουρανίων εἰδώλων ... — — — — — — — — — — — — — —

Ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν

Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί.

Τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος,

καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρή.

Δύνει δ' Ἀνδρομέδης κεφαλή· τὸ δέ οἱ μέγα δεῖμα

Κήτεος ἠερόεις ἐπάγει νότος· ἀντία δ' αὐτὸς

Κηφεὺς ἐκ βορέω μεγάλῃ ἀνὰ χειρὶ κελεύει.

Καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρ' αὐτὴν

δύνει, ἀτὰρ Κηφεὺς κεφαλῇ καὶ χειρὶ καὶ ὤμοις.

89

HIPPARCH. ib. II 2 46 Ὁμοίως δὲ καὶ ἐν τούτοις ὁ

Ἄρατος τρόπον τινὰ παραγέγραφε τὰ τοῦ Εὐδόξου. 47 Τὰ μὲν οὖν

λοιπὰ ὑπ' αὐτῶν ὑγιῶς εἴρηται. Περὶ δὲ τοῦ Κενταύρου ὁλοσχερῶς

ἠγνοήκασιν· οὔτε γὰρ ἡ οὐρὰ αὐτοῦ καὶ καθόλου τὰ ὀπίσθια πάντα

ἀνατέλλει, ἀλλὰ ὁ ἀριστερὸς ὦμος· πολλῷ γάρ ἐστι βορειότερος· οὔτε

<τῇ Παρθένῳ> ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ ταῖς Χηλαῖς ....

48 Τῆς δὲ Ἀνδρομέδας οὐ μόνον ἡ κεφαλὴ δέδυκε τῶν Χηλῶν πρὸς τῇ

ἀνατολῇ οὐσῶν, ἀλλὰ καὶ αἱ χεῖρες ἀμφότεραι. 49 Τὸ δὲ Κῆτος οὐ <τῇ

Παρθένῳ> ἄρχεται ἀντικαταδύνειν, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Λέοντι ....

50 Τοῦ δὲ Κηφέως ἡ κεφαλὴ μόνον δύνει .... Οὐ μόνον δὲ κατ' αὐτὸ ἀγνο-

οῦσιν, ἀλλὰ καὶ καθ' ὅ φασι <τῇ Παρθένῳ> ἀντικαταδύνειν τὴν κεφαλὴν

αὐτοῦ· οὐ γὰρ <τῇ Παρθένῳ>, ἀλλὰ ταῖς Χηλαῖς ἄρχεται ἀντικαταδύνειν.

90

ARAT. ib. 634—636, 647—651, 654—657, 659—663

Καμπαὶ δ' ἂν Ποταμοῖο καὶ αὐτίκ' ἐπερχομένοιο

Σκορπίου ἐμπίπτοιεν ἐϋρρόου ὠκεανοῖο·

ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα. — — — — — — — — — — — — — —

Οὐδὲ μὲν Ἀνδρομέδης καὶ Κήτεος ὅσς' ἐλέλειπτο

κείνου ἔτ' ἀντέλλοντος ἀπευθέες, ἀλλ' ἄρα καὶ τοὶ

πανσυδίῃ φεύγουσιν· ὁ δὲ ζώνῃ τότε Κηφεὺς

γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα

βάπτων ὠκεανοῖο ... — — — — — — — — — — — — —

Ἡ δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο

δειλὴ Κασσιέπεια· τὰ δ' οὐκέτι οἱ κατὰ κόσμον

φαίνεται ἐκ δίφροιο πόδες καὶ γούναθ' ὕπερθεν,

ἀλλ' ἥγ' ἐς κεφαλὴν ἴση δύετ' ἀρνευτῆρι

μειρομένη γονάτων. — — — — — — — — — — — — — —

Ἡ μὲν ἄρ' εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα

οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα

Ὕδρης τ' ἐσχατιήν· φορέει τ' ἐπὶ Κενταύροιο

σῶμά τε καὶ κεφαλήν, καὶ Θηρίον ὅ ῥ' ἐνὶ χειρὶ

δεξιτερῇ Κένταυρος ἔχει.

91

— —666—672

Καρήατα δ' αὐτὸς ἀγινεῖ

Σκορπίος ἀντέλλων, ἀνάγει δ' αὐτὰς Ὀφιούχου

χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν.

Τοῦ γε μὲν Ἐνγόνασιν (περὶ γὰρ τετραμμένος αἰεὶ

ἀντέλλει) τότε μὲν περάτης ἐξέρχεται ἄλλα,

γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος

δεξιτερῇ σὺν χειρί· ...

92

HIPPARCH. ib. II 2 57 ad ARAT. 683 de Auriga Ἔτι δὲ τὴν

κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα <τῷ Τοξότῃ> ἀντικαταδύνειν (sc. dicit

Aratus), τὰ δὲ πρὸς τοὺς πόδας <τῷ Σκορπίῳ>.

93

— —II 2 53 Ὁ δὲ Εὔδοξος τὰ μὲν λοιπὰ ὁμοίως ἀναγράφει

(sc. ut ARAT. 634—672)· τὴν δὲ κεφαλὴν τοῦ Ὀφιούχου γράφει ἀνα-

τέλλουσαν καὶ τὴν ἀριστερὰν μόνον χεῖρα· ...

94

— —II 2 53 Τὴν δὲ ἄλλην καὶ τὸ Θηρίον οὐ

τοῦ Σκορπίου ἀλλὰ τοῦ Τοξότου ἀνατέλλοντος ὑπὲρ γῆν καταφαίνεσθαι.

54 Καὶ τὰ μὲν ἄλλα συμφώνως ἀναγράφουσι τοῖς φαινομένοις. Τὸ δὲ

Θηρίον οὔτε ταῖς Χηλαῖς 〈οὔτε τῷ Σκορπίῳ συνανατέλλει, ἀλλὰ τὸ μὲν

σῶμα <ταῖς Χηλαῖς>〉, τὸ δὲ λοιπὸν <τῷ Σκορπίῳ> συναναφέρεται, ὡς

καὶ ὁ Εὔδοξός φησι. Δῆλον ὅτι καὶ ταῖς Χηλαῖς μέρος τι αὐτοῦ δεῖ κατὰ

τὸν Εὔδοξον συνανατέλλειν. Ὁ δὲ Ἄρατος ἀγνοεῖ ἐν τοῖς περὶ τὸν

Ὀφιοῦχον· ἡ γὰρ ἀριστερὰ χεὶρ αὐτοῦ μόνον ταῖς Χηλαῖς συνανατέλλει,

ἡ δὲ κεφαλὴ καὶ ἡ δεξιὰ χεὶρ τῷ Σκορπίῳ.

95

ARAT. ib. 663—666

Τοὶ δ' αὖθι μένουσιν

<Τόξον> ἐπερχόμενον πρότεροι πόδες ἱππότα φηρός.

Τόξῳ καὶ σπείρη Ὄφιος καὶ σῶμ' Ὀφιούχου

ἀντέλλει ἐπιόντι· ...

96

— —672—678

Κάρη δ' ἑτέρης μετὰ χειρὸς

Τόξῳ ἀνέρχονται καὶ Τοξότῃ ἀντέλλοντι.

Σὺν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις

Κηφεὺς ἠῴου παρελαύνεται ὠκεανοῖο,

ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ

δύνουσιν, καὶ πάντα κατέρχεται Ὠρίωνος,

πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.

97

— —684—688

Τὰ δὲ νείατα πάντα

αὐτῷ Τοξευτῆρι κατέρχεται· οὐδέ τι Περσεύς,

οὐδέ τι ἄκρα κόρυμβα μένει πολυτειρέος Ἀργοῦς·

ἀλλ' ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε

δεξιτεροῦ δύεται, πρύμνης δ' ὅσον ἐς περιαγήν.

98

HIPPARCH. ib. II 3 2 Τὰ μὲν οὖν ἄλλα

συμφώνως ὑπ' αὐτῶν λέγεται τοῖς φαινομένοις. Τὰ δὲ κατὰ τὸν Ὄρνιθα

ἠγνόηται μὲν ὑπ' ἀμφοτέρων, μᾶλλον δὲ ὑπὸ τοῦ Ἀράτου. Ὁ μὲν γὰρ

Εὔδοξος τῷ <Σκορπίῳ> φησὶ συνανατέλλειν τὴν δεξιὰν πτέρυγα τοῦ

Ὄρνιθος, τῷ δὲ <Τοξότῃ> τὸ λοιπὸν αὐτοῦ σῶμα. Ἐξ ὧν δῆλον ὅτι τὴν

δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος κατὰ τὸν Εὔδοξον δεῖ τοῖς ἐσχάτοις μέρεσι

τοῦ Σκορπίου συναναφέρεσθαι. Ὁ δὲ Ἄρατός φησι τῷ Τοξότῃ μόνον

συνανατέλλειν αὐτόν.

99

— —II 2 58 Διὸ καὶ ἐν τοῖς πρότερον περὶ τὴν <τοῦ

Σκορπίου> ἀνατολὴν ἀγνοεῖ λέγων (sc. de Ingeniculato)·

Κάρη δ' ἑτέρης μετὰ χειρὸς

τόξῳ ἀνέλκονται.

59 Κατηκολούθηκε δὲ καὶ κατὰ τοῦτο τῷ Εὐδόξῳ.

100

— —II 2 59 Διαφωνοῦσι δὲ πρὸς τὸ φαι-

νόμενον καὶ ἐν τοῖς περὶ τοῦ Κηφέως .... 60 Ὁ δὲ Περσεὺς ὅλος τῷ <Σκορ-

πίῳ> ἀντικαταδύνει καὶ οὐχ, ὡς οὗτοί φασιν, ὁ δεξιὸς ποὺς καὶ τὸ δεξιὸν

γόνυ τῷ <Τοξότῃ> ἀντικαταφέρεται.

101

— —II 2 61 Ἠγνοήκασι δὲ καὶ τὰ περὶ

τὴν Ἀργώ· ἄρχεται γὰρ ἀντικαταδύνειν οὐ <τῷ Σκορπίῳ>, ἀλλὰ

μέσαις ταῖς Χηλαῖς. Ἔδει οὖν ἀρχομένου τοῦ Σκορπίου ἀνατέλλειν λέγειν

τὴν τῆς Ἀργοῦς πρύμναν δεδυκέναι, καὶ μὴ τοῦ Τοξότου ἀναφερομένου.

102

ARAT. ib. 679—684

Ἀλλ' οὐχ Ἡνιόχῳ Ἔριφοι οὐδ' ὠλενίη Αἲξ

εὐθὺς ἀπέρχονται· τά τέ οἱ μεγάλην ἀνὰ χεῖρα

λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων

κινῆσαι χειμῶνας, ὅτ' ἠελίῳ συνίωσιν.

Ἀλλὰ τὰ μὲν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν,

Αἰγόκερως ἀνιὼν κατάγει· ...

103

— —689—692

Αὐτὴ δ' Αἰγοκερῆϊ κατέρχεται ἀντέλλοντι,

ἦμος καὶ Προκύων δύεται, τὰ δ' ἀνέρχεται ἄλλα,

Ὄρνις τ' Αἰητός τε, τά τε πτερόεντος Ὀϊστοῦ

τείρεα, καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη.

104

HIPPARCH. ib. II 3 1 Πάλιν δὲ τοῦ Αἰγόκερω

πρὸς τῇ ἀνατολῇ ὄντος, <τῷ Τοξότῃ> φασὶν ἀντικαταδύνειν τήν τε

Ἀργὼ ὅλην καὶ τὸν Προκύνα, συνανατέλλειν δὲ τόν τε Ὄρνιθα, καὶ τὸν

Ἀετόν, καὶ τὸν Ὀϊστόν, καὶ τὸ Θυμιατήριον.

105

SPHAERICA ANON. ib. p. 11, 21 (<Αἰγόκερως>) Κατὰ 〈δὲ τὰ〉 Σφαιρικὰ βορ-

ρόθεν ἀνατέλλει Κασσιέπεια 〈καὶ τὰ〉 δεξιὰ μέρη τοῦ Ἵππου· νοτόθεν δύνει τὰ ὀπίσθια

τοῦ Κενταύρου καὶ τὰ σκέλη τῆς Ὕδρας ἄχρι τοῦ Κρατῆρος .... Βορρόθεν οὐδέν ἐστιν.

106

HIPPARCH. ib. II 3 4 Τοῦ δὲ Ὑδροχόου ἀρχομένου

ἀνατέλλειν φησὶ (sc. Aratus) συνανατεταλκέναι <τῷ Αἰγόκερῳ> τοῦ

Ἵππου τήν τε κεφαλὴν καὶ τοὺς πόδας, δύνειν δὲ τὰ ὀπίσθια τοῦ Κεν-

ταύρου, καὶ τοῦ Ὕδρου τὸ ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας.

Ὁ δὲ Εὔδοξός φησι καὶ τὴν Κασσιέπειαν ἀνατέλλειν καὶ τὸν Δελφῖνα.

107

SPHAERICA ANON. ib. p. 12, 9 (<Ὑδροχόος>) Κατὰ δὲ τὰ Σφαιρικὰ βορ-

ρόθεν ἀνατέλλει Ἀνδρομέδας μέρη τινὰ τῶν δεξιῶν καὶ τοῦ Ἵππου τὰ λοιπά, νοτόθεν

ὁ νότιος τῶν Ἰχθύων πλὴν τῆς κεφαλῆς .... Βορρόθεν 〈οὐδὲν〉 δύνει. Νοτόθεν δὲ τοῦ

Κενταύρου τὰ λοιπὰ καὶ τῆς Ὕδρας ἄχρι τοῦ Κόρακος.

108

HIPPARCH. ib. II 3 11 Τῆς δὲ ἀρχῆς τῶν Ἰχθύων ἀνατελ-

λούσης ὁ μὲν Ἄρατός φησι δεδυκέναι τά τε λοιπὰ τοῦ Ὕδρου καὶ τὸν

Κένταυρον, ἀνατεταλκέναι δὲ τὸν νότιον Ἰχθὺν οὐχ ὅλον, ἀλλὰ παρὰ

μικρόν, καὶ τῆς Ἀνδρομέδας τὰ δεξιὰ μέρη κατὰ μῆκος. 12 Ὁ δὲ Εὔδοξος

ἐν μὲν τῷ ἑνὶ συντάγματι, ᾧ δὴ καὶ ὁ Ἄρατος κατακολουθεῖ, καὶ τοῦ

Περσέως τὴν δεξιὰν χεῖρά φησιν ἀνατέλλειν ...

109

SPHAERICA ANON. ib. p. 13, 11 (<Ἰχθύες>) Βορρόθεν συνανατέλλει τὰ

λειπόμενα τῆς Ἀνδρομέδας καὶ τὰ λοιπὰ τοῦ Περσέως, τὰ δὴ ἐν δεξιῷ, καὶ τὸ ὑπὲρ τὸν

Κριὸν Τρίγωνον, νοτόθεν τοῦ νοτίου Ἰχθύος 〈ἡ〉 κεφαλή .... Νοτόθεν δύνει Θυμιατήριον

καὶ τὰ λειπόμενα τῆς Ὕδρας, βορρόθεν οὐδέν.

110

ARAT. ib. 708—714

Τὰ δ' ἀριστερὰ νειόθεν ἕλκει

Κριὸς ἀνερχόμενος. Τοῦ καὶ περιτελλομένοιο

ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλλῃ

Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους·

αὐτὴ δὲ ζώνη καί κ' ἀμφήριστα πέλοιτο

ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρῳ,

σὺν τῷ πανσυδίῃ ἀνελίσσεται.

111t

{ΦΑΙΝΟΜΕΝΑ}

111

HIPPARCH. ib. II 3

29 Δοκεῖ δέ μοι διηπορῆσθαι ὁ

Ἄρατος παρὰ τὴν αὐτὴν αἰτίαν,

παρ' ἣν καὶ ὁ Εὔδοξος, ᾧ κατηκο-

λούθηκεν ὁ Ἄρατος. Ἐν μὲν γὰρ

τῷ συντάγματι <τῷ περὶ τῶν

φαινομένων> γράφει, ὅτι τοῖς

Ἰχθύσι συνανατέλλει τὰ δεξιὰ τοῦ

Περσέως, ὥστε τῆς ἀρχῆς τοῦ

Κριοῦ πρὸς τῇ ἀνατολῇ οὔσης τὰ

δεξιὰ μόνον τοῦ Περσέως μέρη κατ'

αὐτὸν ὑπὲρ γῆν φαίνεσθαι.

112t

{ΕΝΟΠΤΡΟΝ}

112a

— —II 3 12

Ἐν δὲ <τῷ Ἐνόπτρῳ>,

ὅλον αὐτὸν ἀνατεταλκέναι πλὴν

μικροῦ τινος.

112b

— —

Ἐν δὲ τῷ ἑτέρῳ συντάγματι, ὃ

ἐπιγράφεται <Ἔνοπτρον>, τοῖς

Ἰχθύσι φησὶν αὐτὸν ὅλον πλὴν

ὀλίγου συνανατέλλειν. 30 Ἐν πᾶσιν

οὖν σχεδὸν τοῖς περὶ τὰς ἀνατολὰς

τῶν ἄστρων συμφωνούντων ἀλλή-

λοις τῶν δύο συνταγμάτων, περὶ

δὲ τοῦ Περσέως διαφόρου τῆς ἀνα-

γραφῆς οὔσης, εὐλόγως ὁ Ἄρατος,

διαπορῶν, ποίᾳ τις κατακολου-

θήσει ἀποφάσει, ἀμφήριστόν φησιν

εἶναι καὶ δισταζόμενον, πότερον

καὶ ἡ ζώνη τοῦ Περσέως μετὰ τῶν

ὤμων καὶ τῆς κεφαλῆς τοῦ Κριοῦ

ἀνατέλλοντος μετέωρος φαίνεται ἢ

τοῦ Ταύρου ἀναφερομένου, ὡς τὸ

ἕτερον τῶν τοῦ Εὐδόξου συνταγ-

μάτων περιέχει.

113

— —II 2 11 Περὶ δὲ τοῦ Ἀρκτοφύλακος ὁλοσχερῶς

δοκοῦσί μοι ἀγνοεῖν· φασὶ γὰρ αὐτὸν τέσσαρσι ζῳδίοις ἀντικαταδύνειν,

Κριῷ τε καὶ Ταύρῳ καὶ Διδύμοις καὶ Καρκίνῳ .... 13 Ὁ δὲ Εὔδοξος γράφει

οὕτως·

«<Ὅταν ὁ Κριὸς ἀνατέλλῃ>, τῶν μὲν πρὸς ἄρκτους τοῦ Ἀρκτοφύ-

λακος οἱ πόδες δύνουσι, τῶν δὲ πρὸς νότον τοῦ Θηρίου τὸ λοιπόν.»

114

SPHAERICA ANON. ib. p. 6, 10 (<Κριός>) Συναναφέρεται δὲ αὐτῷ ἀπὸ τῶν

ἀρκτῴων τὰ πρῶτα Περσέως τὰ λειπόμενα, καὶ τὰ ἀριστερὰ τοῦ Ἡνιόχου, νοτόθεν δὲ

τοῦ Κήτους ἡ λοφιὰ καὶ ἡ οὐρά· βορρόθεν δὲ δύνουσιν Ἀρκτοφύλακος πόδες, νοτόθεν

δὲ τοῦ Θηρίου τὸ λειπόμενον.

115

HIPPARCH. ib. II 3 33 Τῆς δὲ ἀρχῆς τοῦ Ταύρου

ἀνατελλούσης φησὶν ὁ Ἄρατός τε καὶ ὁ Εὔδοξος τὸν Περσέα ὅλον φαί-

νεσθαι ὑπὲρ γῆν, καὶ τοῦ Ἡνιόχου τὴν ἀριστερὰν χεῖρα, ἐν ᾗ οἱ Ἔριφοι

κεῖνται, καὶ τὸν ἀριστερὸν πόδα, καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως

τῆς λοφίας. Δεδυκέναι δέ φησι τοῦ Βοώτου τι μέρος. 34 Ἀγνοοῦσιν οὖν

τὰ ἀριστερὰ μόνον ὑπολαμβάνοντες τοῦ Ἡνιόχου <τῷ Κριῷ> συνανα-

τέλλειν.

116

ARAT. ib. 718—719

Ἀλλ' Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ

Ταύρῳ…

117

SPHAER…

The complete text is available when the reading interface loads.