The Greek Library Catalogue

Anonymous

Ars astronomica

Edition reference
Ars astronomica [Sp.] (P. Par. 1), ed. F. Blass, Eudoxi ars astronomica qualis in charta Aegyptiaca superest [Programm Kiel. 1887]: 12–25.
CTS identifier
urn:cts:greekLit:tlg1358.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

col4

τοξότης αἰγόκε[ρως] ὑδρ[οχόο]ς ἰχθύες. Extra orbem sunt sex stellae errantes: ἑωσφόρος

(in confinio arietis et tauri), Ἄρεως (in confinio tauri et geminorum), Φαέθων (i. e. Iovis

stella, i. c. geminorum et cancri); tum his per diametrum oppositae: ἰ]σόχρονος τ[ῶι

ἑωσφόρωι] (e regione Luciferi, apud libram), Στίλβων sive potius Σπέλβων (Mercurii stella,

e reg. Martis, apud scorpium), Φαίνων (Saturni st., e reg. Phaethontis, ap. Sagittarium).

col5

<Ἀ]στέρων π[ο]ρεία τῶν εʹ πλα-

ν]ητῶν>. Ἑωσφόρος ὁ τῆς Ἀφροδί-

της λεγόμενοςἀστὴρ τὴν ἕλικα

διεξέρχετ' ἐν ἐνιαυτῶι, μησὶν

τρισὶν κ[αὶ ἡμέ]ραις δʹ.

ὁ [αὐτ]ὸςδ[ὲ κ]αὶ ἕσπερος τ[ὸ]ν αὐτὸν

ἔχων δρόμον, τὴν αὐτὴν πορείαν

ἰσοχρόνω[ς], τῆιὀνομασίαι διαλλάσ-

σων. — (Subscr. ἑωσφόρος, sub eo nomine figurae tres: circulus cuius unus quadrans coloreobductus; cornua lunae; circulus cuius duo quadrantes sibi oppositi colore obducti.)

Στίλβων [ὁ Ἑρμ]οῦ τὴν ἕλι[κα διε]ξέρ-

χετ' ἐν μη[σὶν τ]ρισὶν κα[ὶ εἴκοσιν] ἓξ

ἡμέραις. — (Nomen Στίλβων et figura in lacuna intercidit.)

—Πυροειδὴς τὸ[ν ζωιδίων] κύ(κλον)

διεξέρχετ' ἐν [ἔτεσιν βʹ]. Φαέθων

δ' ὁ τοῦ[Διὸς ἀστὴρ τὸν

ζωιδίων κύ(κλον)

διεξέρχετ' ἐν

ἔτεσιν ιβʹ. (Subscr. Πυροειδής Φαέθων; figura circuli.)

Φαίνων δ' ὁ τοῦ Ἡλίου τὸ[ν ζωιδί-

ων κύ(κλον) διεξέρχεται ἐν ἔτεσιν λʹ. (Subscr. Φαίνων; circulus cuius duo quadrantes colorati.)

col6

<Οὐράνιος κύκλος σφαιροειδή[ς>.

Νοείσθω <ὁρίζων> κύκλος ὁ δοκῶν

συνάπτεσθαικοινὸς τόπος τ[ῆς

γῆς 〈καὶ τοῦ οὐρανοῦ〉 καὶ τὸν κόσμον δίχα διαιρῶν—,

τὰ μὲνὑπὲρ [γῆς], * τὰ δ' ὑπὸ γῆς. —

<Ἀεὶ> δὲ <φανερὸς> ὁ μηδέποτε δύνων, 〈ἐν〉

ὧι εἰσὶναἱ ἄρκτοι· <ἀεὶ> δὲ <ἀφανὴς>

ὁ μηδέποτε ἐπιτέλλων. —

<Θερινὸς> δὲ <τροπικός>,καθ' ὃν ὁ ἥλι-

ος φερόμενος τὴν μὲν ἡμέραν

* μακροτάτην ποεῖ—, τὴν δὲ νύ-

κτα* βραχυτάτην. —<Χειμερινὸς>

δὲ <τροπικός>, καθ' ὃν ὁ ἥλιος φερό-

μενος τὴν μὲνἡμέραν * βραχυ-

τάτην ποιεῖ, τὴν δὲ νύκτα * μακρο-

τάτην. <Ἰσημερινὸς> δέ, κα

θ'ὃν ὁ ἥλιος φερόμενος ἴσην τὴν

ἡμέραν τῆι νυκτὶ σημαίνει. —

Ὁ [δ]ὲ <τῶν ιβʹζωιδίων κύκλος>,

ἐν ὧι ὁ ἥλιος ἐνιαυτῶι διατρίβει. —

ὁ δὲ <τῆς σελήνηςκύκλος>, ὃν

ἡ σελήνη διὰ τῶν ιβʹ ζωιδί-

ων διεξέρχεται, ὑπὸ τῶι ἡλί-

ωι φερομένη.<πόλοι> δ' εἰσὶ τοῦ

κ[όσ]μου δύο, πε(ρὶ) οὓς ὁ κόσμ[ο]ς στρέ-

φε[τ]αι. ἡ δὲ γῆ σφαιροειδὴςοὖ-

σα ἐν μέσωι τῶι κόσμωι κεῖ-

ται σφαιροειδεῖ ὄντι, καὶ οἱ * πόλοι

μέν[ο]υσιν,περὶ οὓς ὁ κόσμος στρέ-

φετα[ι]. * <Ἀπόδειξις>. εἰ μὲγ γὰρ ὁ πό-

λ[ο]ς ἀνανεύσει ἢκαταν[ε]ύσει,

αἱ ἄρ[κτ]οι δύσονται καὶ ἐπι[τε]λοῦ-

σιν· οὐ δύνουσιν δέ. εἰ δὲ πρὸςἀ-

νατο[λ]ὰς ὁ πόλος νεύσει ἢ πρὸς δυ-

σμ[άς], οὐκέτι τἀπλανῆ ἄ[στρα

col7

κατὰ τὸναὐτ[ὸ]ν *τόπον ἀνατελεῖ τῆς

γῆς· ἀνατέλλε[ι] δέ. ὁ κόσμος *ἄρα στρέ-

φεται περὶδύο πόλους μένοντας· ἔδει

δὲ δεῖξαι. — (Subiecta figura: orbis inclusus altero; anulus intermedius in duodecim partes divisus.)

<Οὐρανίου κόσμου τάξις>. Κόσμος νοεῖται

ἔκ τε γῆς καὶ σελήνης καὶ ἡλίου καὶ πέν-

τε πλανητῶν ἀστέρων καὶ ἀπλανῶν—

καὶ τοῦ περιέχοντος τὸν οὐρανὸν καὶ τὴν

γῆνἀέρος. ἀπλανεῖς δὲ λέγομεν ἀσ-

τέρας εἶναι, ὅτι *συντηροῦσι τὰς τά-

ξεις· τρίγωνα δὲκα(ὶ) τετράγωνα καὶ

κύκλους καὶ εὐθε[ί]ας γραμμὰς τὰ ἄστρα

συντηροῦσιν ἐν τῆιπε[ρι]φορᾶι τῆς σ(φ)αίρα[ς. —

ὅ τε γὰρ τοῦ Ὠρίωνος ὦμος καὶ ὁ κύων

καὶ ὁπροκύων τρίγωνόν τι νοεῖται, οἵ

τε τοῦ Κηφέως ἀστέρες καὶ ὁ λαμ-

πρὸς ἀστὴρ τῆςμικρᾶς ἄρκτου—

ἄλλο τρίγωνον δηλοῖ. τετράγωνα δὲ

οἱ ἀπὸ τοῦ ἵππου ἀστέρεςκαὶ ἀπὸ

τῶν ἄρ[κ]των. [εὐ]θείας δὲ γραμ-

μὰς οἱ]— —

col8

κα]ὶ οἱ ἀπὸ τῶν διδύμωνπόδες.

κ]ύκλ[ο]υς δὲ οἱ ἀπὸ τοῦ στεφάνου

ἀστέρ[ε]ς καὶ ἀπὸ τῆς κεφαλῆς

τοῦλέοντος. καθόλου δὲ τῶν

ἄστρων οὐθὲν τὴν τάξιν με-

ταλλάσσει· οὔτε ὁ Ὠρίων ἀπὸ

τῶν Πλειάδων μεθίσταται, νεύ-

ει δὲ καὶ ἀνατέλλει κατὰ τὰ αὐτά. —

διὸ καὶ ἀπλανῆνοεῖται τὰ ἄστρα

ὄντα. — (Subiecta figura: circulus ab utraque parte coloratus, in medio delineata est bestia.)

<Ἄστρων τάξις>. Ἕκαστον τῶν

ἀπλανῶν ἄστρων κύκλον

περιφέρεται. περὶ γὰρ τὸνμέν-

οντα πόλον ἕκαστον αὐτῶν

τὸ ἴσον ἔχον περιφέρεται τῆι

ἰδίαι διαστάσει· ὥστεκύ-

κλον ἂν περιφέροιτο ἕκασ-

τον αὐτῶν. — (Subiecta figura eadem quae erat sub col. IV.)

col9

Οἱ δ[ὲ πλανώμενοι ἀστέ]ρες καὶ σελήνη

καὶ ἥλ[ι]ος ἕλικα περιφέρονται. οὐ

γὰρ τῆιἰδίαι διαστάσει περιφέρον-

ται περὶ τὸν μένοντα πόλον—,

ἀλλ' ὅταν μὲν ὦσι ἐν τῶικαρκί-

νω[ι], ἐν τῆι ἐλαχίστηι διαστάσει

εἰσίν· ὅταν δ' ἐν ταῖς χηλαῖς, ἐν

μείζονι·ὅταν δ' ἐν τῶι αἰγόκερωι,

ἐν τῆι μεγίστηι. διὰ ταύτην οὖν

τὴν αἰτίαν ἕλικα περι-φέρον-

ται πάντα τὰ πλανώμενα ἄστρα. (Subiecta figura: circulus a superiore et ab inferiore parte coloratus).

Οἱ δὲ (ἀ)πλανεῖς ἀστέρες παραλλήλους

τοὺς κύκλους περιφέρονται. ἐπεὶ

γὰρ ἀπ'ἀλλήλων ἴσον ἀπέχουσιν—,

καὶ οἱ κύκλοι αὐτῶν ἴσον ἀφέξου-

σιν· ὅ ἐστιν παραλλή-λους εἶναι τοὺς

κύκλους. — (Subiecta figura, quae erat in col. VII; intra delineatus est scarabaeus.).

col10

Ὅσοι τῶν ἀπλανῶν ἀστέρων ἅμα

ἀνατέλλουσιν, οἱ πρὸς νότον πρότεροι δύ-

νουσιν. τοῦμὲν γὰρ χειμερινοῦ κύκλου

πλέον ἐστὶν ἢ τὸ ἥμισυ * ὑπὸ γῆς—,

τοῦ δὲ ἰσημερινοῦτὸ ἥμισυ, τοῦ δὲ θε-

ρινοῦ ἔλαττον ἢ τὸ ἥμισυ—· ὥστε τῶν

ἅμα ἀνατελλόντων ἀστέρωνπρότεροι

δύνουσιν οἱ πρὸς νότον. — (Subiecta figura lunulae cum linea transversa.)

Τῶν δὲ ἅμα δυνόντων ἀστέρων πρότεροι

ἐπιτέλλουσιν οἱ πρὸς ἄρκτους τοῦ μὲν γὰρ

θερινοῦ κύκλου ἔλαττόν ἐστιν ἢ τὸ ἥμι-

συ * ὑπὸ γῆς, τοῦ δὲ ἰσημερινοῦ τὸ ἥμισυ—,

τοῦ δὲ χειμερινοῦ τροπικοῦ πλεῖον ἢ τὸἥμισυ—· ὥστε τῶν ἅμα δυνόντων

ἀστέρων πρότεροι ἐπιτέλλουσιν οἱ πρὸς

ἄρκτους. — (Infra appictus est scorpius.)

col11

Ὁ τῶν ζωιδίων κύκλος πρὸς

νότον ἐγκέκλικεν τῆς ἡμε-

τέρας οἰκήσεως, * αἱ δὲ σκιαὶπρὸς

ἄρκτους. εἰ μὲν γὰρ ἔσται ὁ τῶν

ζωι[δ]ίων κύ(κλος) ὑπὲρ ἡμῶν, τὸ μέ-

σον τῆς ἡμέραςοὐ ποιήσει σκι-

ὰν ἡμῶν ὁ ἥλιος—·

εἰ δὲ πρὸς ἄρκτους ἐγκλινεῖ, πρὸς νό-

τον ἡμῶναἱ σκιαί. οὐ πίπτουσιν

δέ· ἄρα ὁ τῶν ζωιδίων κύκλος

πρὸς νότον ἐγκέκλικεν τῆς

ἡμετέρας [ο]ἰκήσεως, αἱ δὲ σκι-

αὶ πρ[ὸ]ς ἄρκτους. — (Subiecta figura: orbes intra quos bestia delineata est.)

Ἡ σελήνη φέγγος ἴδιον οὐκ ἔχει,

ἀλλ' ἀπὸ τοῦ ἡλίου προσλαμβά-

νει. εἰ μὲν γὰρεἶχεν φέγγος ἴδι-

ον ἡ σελήνη, ἔδει αὐτῆς τὸ μὲν

κατὰ πρόσωπον μέρος τοῦ ἡλί-

ουἀμαυρὸν εἶναι, τὸ δ' ἐπίλοιπον

λαμπρόν. νῦν δὲ ἐκ τῶν ἐναν-

τίων τὸ μὲν κατὰπρόσωπά ἐσ-

τιν αὐτῆς μέρος λαμπρόν, τὸ

δ' ἐπίλ[ο]ιπον σκιερόν, ὅπερ γίνεται

καὶ

ἐπ[ὶ τῆς γῆς—

col12

τῆς μὴ ἐχούσης ἴδιον φέγγος. (Subiecta figura circuli, cuius superiori parti curva linea separatae inscriptum Ἥλιος,inferiori coloratae Σελήνη.)

Ἡ σελήνη σφαιροειδής ἐστιν. εἰ

μὲν γὰρ ἦν δισκοειδής, αὐθη-

μερὸν ἂν αὐτὴν κατέ-λαμ-

ψεν ὁ ἥλιος, [γί]νεται δὲ με-

τὰ πεντε[κα]ίδεχ' ἡμέρας

λαμπρά· —ὥστε οὐκ ἂνεἴη

δισκοειδὴς ἡ σελήνη εἰ δὲ ἔσ-

ται σκαφοειδὴς καὶ τὰ κοῖλα αὐ-

τῆς ἐστραμμένα,οὐχ ἕξει τὸ

πρὸς τῶι ἡλίωι αὐτῆς μέρος

πρῶτον λαμπ[ρ]όν. νῦν δὲ ἐκ

τῶνἐναντίων τὸ μὲν κατὰ

τὸν ἥλιόν ἐστιν αὐτῆς μέ-

ρος πρῶτον λ[α]μπρόν, τὸ δὲ λοι-

πὸνσκιερόν· ὅπερ γίνεται καὶ

ἐπὶ τῆς γῆς τῆς μὴ ἐχούσης

ἴδιον φέγγος. — (Subiecta figura circuli, quo inclusi sunt duo alii inter se secantes.)

col13

Ὁ μεὶς ὁ κατὰ σελήνην ἐστὶν ἡμερῶν

κθ𐅵ʹ. ὁρμήσασα γὰρ ἡ σελήνη ἀπὸ τοῦ (ἡλίου)

ἐπὶ τὸν ἥλιον παραγίνεται δὶς ἐν

ἡμέραις νθʹ, ὅ ἐστιν δυεῖν μη-

νῶν χρόνος, ὥστ'εἶναι ἂν τὸ ἥμισυ

μηνὸς χρόνον, ἡμέρας κθ𐅵ʹ. — (Subiecta figura eadem quae erat sub col. VIII.)

Ὁ καθ' ἥλιον ἐνιαυτὸς μῆνας ἔχει

τοὺς κατὰ σελήνην ιβʹ καὶ ἡμέ-

ρας ιαʹ—, ὄντοςτοῦ μὲν καθ' ἥλιον

ἐνιαυτοῦ ἡμερῶν τξεʹ, τοῦ

δὲ κατὰ σελήνην τνδʹ. — (Subiecta figura quae erat in media col. VIII, nisi quod in medio nihil delineatum.)

Εἰς τὴν ὀκταετηρίδα μῆνες εἰ-

σὶν ἐμβόλιμοι τρεῖς, οὕτω δὲ ἀ-

γομένου, τοῦ μὲνπρώτου κα-

θ' ἥλιον ἐνιαυτοῦ ἡμερῶν τξεʹ,

τοῦ δὲ κατὰ σελήνην μηνὸς

ἡμερῶνκθ𐅵ʹ, καὶ τοῦ δευτέρ(ο)υ

ἐνιαυτοῦ ἡμερῶν τξεʹ—,

τοῦ δὲ τρίτου τρεισκαίδεκα-

μήνουἡμερῶν τϞεʹ, καὶ

τοῦ τετάρτου καὶ πέμπ[το]υ

ἐνιαυτοῦ ἡμερῶν τξεʹ,

col14

τοῦ δὲ ἕκτουτρεισκαιδεκαμήνου—,

τοῦ δὲ ἑβδόμου δωδεκαμήνου—,

τοῦ δὲ ὄγδου τρεισκαιδεκαμήνου—

μιᾶς * τε, καὶ οὕτως εἰς τὴν ὀκτα-

ετηρίδα—μῆνές εἰσιν ἐμβόλιμοι

τρεῖς. — (Subiecta figura lunulae, cuius cavum sursum versum; inscriptum est Σελήνη.)

Δύντος τοῦ ἡλίου, οὐκ εὐθέως

φαίνεται τὰ ἄστρα, ἀλλ' ὅταν ὁ

ἥλιος ἀπὸ τοῦὁρίζοντος ἀπόσ-

χη[ι] ἥμισυ ζωιδίου, τότε φαίνε-

ται τὰ ἄστρα. ὅ ἐστιν ὥρας ἥμισυ. —

Ἀπόδειξις. δύντος τοῦ ἡλίου,

ἄφες ὕδωρ διὰ κλεψύδρας δια-

ρεῖν εἰς ἀγγεῖόν τι,ἕως (ἂν) ἀνατεί-

ληι τὰ ἄστρα—, τῆι δὲ ἐχομένηι

τὸ αὐτὸ ὕδωρ τῶι αὐτῶι τρόπωι—

ἅπαν ἀπορεῖν, τῶν ἄστρων

ἀνατεταλκότων. —ἅμα τῶι

ὕ[δ]ατι καὶ τὸ ζώιδιονὅλον

ἀπολείψει. — (Subiecta figura, quae quid ad rem faciat intellegi nequit.)

col15

Ὁ ἥλιος [τ]ὰς θερινὰς τροπὰς ἐν καρκί-

νωι π[ο]εῖται—, τὰς δὲ χειμερινὰς

ἐν αἰγό[κ]ερωι,τὰς δὲ *ἰσημερίας ἐν

κριῶι καὶ χηλαῖς. καθόλου δὲ ἐν ὧι

ἂν ἦι ζωιδίωι ὁ ἥλιος,ἐκεῖνο τὸ ζώ-

ιδιον οὐχ ὁρᾶται· ἡμέρας (γὰρ) ἐπανατέλλει. (Sequuntur figurae, de quibus idem dicendum est.)

Ἕνδεκα τὰ πάντα ὁρᾶται ἐν ἁπάσηι

νυκτὶ ζώιδια. ἐν ὧι γὰρ ἂν ᾖ ζω-

ιδίωι ὁἥλιος—, ἐκεῖνο τὸ ζώιδιον

οὐχ ὁρᾶται· ἡμέρας γὰρ ἐπανατέλ-

λει. ὥστε φανερὸν ἂνεἴη ὅτι ιαʹ τὰ

πάντα ὁρᾶται ἐν ἁπάσηι νυκτὶ

ζώιδια. — (Subiecta figura non magis perspicua.)

Ἡ σελήνη ἐν τῶι μηνὶ τὸν τῶν

ζωιδίων κύκλον διεξέρ[χεται], ἐν

ὧι ὁ ἥλιοςἐνιαυτῶι διατ[ρίβ]ει, κα[ὶ]

τὴν μηνιείαν περιφέρειαν προσ-

διίησιν (?) ἐπὶ τοῦ κύ(κλου).ἐπὰν γὰρ ἡ σε-

λήνη ἀπὸ τοῦ ἡλίου ἐπὶ τὸν ἥλιον

παραγίνηται ἐν ἡμέραις κθ𐅵ʹ,

οὐκ ἔσταιμόνον διαπεπορευμένη

τὸν τῶν ζωιδίων κύκλον. —

col16

Ὁ ἥλιος ἐν * ἑκάστωι τῶν ζωιδίων—

ποεῖ ἡμέρας λʹ καὶ ὥρας εʹ, ὄντος

τοῦ ἡλίου [corr. τοῦ καθ' ἥλιον ἐνιαυτοῦ] ἡμερῶντξεʹ· τῶν

γὰρ τξεʹ ἡμερῶν τοῦτ' ἔστιν

δωδεκατημόριον. — (Subiecta est figura non magis quam reliquae perspicua.)

Ἡ σελήνη ἐν * ἑκάστωι τῶν

ζωιδίων ποιεῖ ἡμέρας δύο

καὶ τέταρτον ἡμέρας,καταδι-

ηιρημένου τοῦ μηνὸς εἰς [μόρ-

ια ιγʹ· τῶν γὰρ κθ𐅵ʹ ἡμερῶν

τοῦτ' ἔστιν* τρεισκαιδεκατημόριον. —

ἄρα γ' ὁμαλὴν τὴν πορείαν ἡ

σελήνη ὑπὸ τῶι ἡλίωι διεξέρ-

χεται. (Subiecta figura: lunula supraque eam circulus sine colore.)

Καὶ οἱ ἀπλανεῖς ἀστέρες ἰσόχρονοί

εἰσ[ι]ν ἀλλήλων καὶ οἱ κύκλοι αὐ-

τῶν ἴσοι.ταύτην ἐροῦμεν τὴν

αἰτίαν· διότι ὁ κόσμος στρέφε-

ται περὶ δύο πόλους μένοντας,

[ο]ὐθεὶς χρόνος ἐστὶν * ἀνάμεσος ἡ-

μ]έ[ρ]ας καὶ νυκτός· πᾶσα δὲ

π]άση[ι] νὺξ σὺνἡμέραι τὸν ἴσον

col17

χρόνον διεξέρχεται. ὅ τε γὰρ

θερινὸς καὶ (με)σημβρινὸς καὶ

* μεσο-νύκτιος καὶ ὁ τῶν ἐ-

πιτολῶν καὶ δυσμῶν χρόνος

ἔνεστιν ἐν τῶι τῆς ἡμέρας

καὶνυκτὸς διαστήματι. — (Subiecta vox ἡμέρα, deinde figura, quae quid ad rem faciat non perspicitur.)

Ὁ ἥλιος λείπεται τῶν ἀπλα-

νῶν ἄστρων τῆς ἐπὶ τοῦ

κόσμου περιφορᾶς. ἐν ὧι γὰρ

ἂν ἦι ζωιδίωι ὁ ἥλιος, ἐκεῖ-

νο τὸ ζώιδιον οὐχ ὁρᾶται· ἡ-

μέρας γὰρ ἀνατέλλει·με-

τὰ δὲ τριάκοντα ἡμέρας

προανατέλλον το[ῦ] ἡλίου φαί-

νεται. Ἀπόδειξις. νοείσθω

καταδιηιρημένος ὁ τῶν ζω-

ιδίων κύκλος εἰς μόρια τξεʹ. —

ἐὰν [οὖ]ν ἑκάστης ἡμέρας

κ[αὶ] νυκτὸς λείπ[ητ]αι ὁ ἥλιος

τῆς ἐπὶ τοῦ κ[όσμο]υ περιφο-

ρᾶς τὸ αὐτὸ μόρ[ιο]ν,ἐν τῶι

ἐνιαυτῶι π[οι]ήσει χρόνον

ἐκτὸς ἡμέραν μίαν καὶ

νύκτα. —ἄρα γελείπεται

ὁ ἥλιος τῶν ἀπλανῶν ἄσ-

τρων τῆς ἐπὶ τοῦ κόσμου

περιφο[ρᾶ]ς. — (Subiecta figura eadem quae extabat in media col. IX.)

col18

Αἱ τοῦ ἡλίου ἐγλείψεις γίνον-

ται νουμηνίαι, ὅταν ἡ σελή-

νη τῶι ἡλίωι ἐπισκοτήση[ι

ἀντὶ τῆς ὄψεως ἡμῶν. διὰ

τί δὲ νουμηνίαι ἐγλείπει

ὁ ἥλιος; ὅτι ἐν ταύτηι τῆι

ἡμέραι συνανατέλλει καὶ

συγκαταδύνει τῆι σελήνηι

ὁ ἥλιος. — (Subiecta figura trium circulorum qui se invicem includunt; supra scriptum Ἥλιος.)

Οὐ πάσηι νουμηνίαι ἐγλείπει

ὁ ἥλιος, ἀλλ' ὅταν ἐπὶ τῆς αὐ-

τῆς εὐθείας καὶ ἐντῶι α[ὐ-

τῶι σ[υ]νδέσμωι γενη[θῆι

τῆς σελήνης ὁ ἥλιος, τό[τε

μεγίστη ἡλίου ἔγλειψις·

ὅταν δὲ ἀποτέρω καὶ ἀπ[ο-

τέρω, ἐλάττους καὶ ἐλά[τ-

τους αἱ ἐγλείψεις τοῦ ἡλ[ίο]υ—

φαίνονται. οὐ πάσηι ἄρα ν[ου-

μηνίαι ἐγλείπει ὁ ἥλιος,

ἐγλείπει δὲ νουμη[ν]ίαι. — (Subiecta est figura, quae quid ad rem faciat non perspicitur.)

col19

Αἱ τῆς σελήνης ἐγλείψεις γί-

νονται διχομηνίαι, ὅταν ἐ-

πὶ τῆς αὐτῆς εὐθείας καὶ ἐν τῶι

αὐτῶι συνδέσμωι γενηθῆι—

τῆς σελήνης ὁ ἥλιος. —διὰ τί δὲ

διχομηνίαι ἐγλείπειἡ σελήνη; —

ὅτι ἐν ταύτηι τῆι ἡμέραι συν-

ανατέλλει καὶ συγκαταδύνει

τῆι σελήνηιὁ ἥλιος, ἡμικυ-

κλίου διάστημα ἔχων. — (Subiecta figura, de qua idem dicendum est.)

Αἱ τοῦ ἡλίου καὶ τῆ[ς] σελήνης ἐγ-

λείψεις αἱ μὲν ἐλά[σ]σους μηνο-

ειδεῖς, αἱ δὲμείζους ἁψιδοει-

δεῖς, αἱ δὲ [ἔ]τ[ι] μείζους ὠι-

οειδεῖς. — (Subiecta figura, de qua idem dicendum est.)

Ὁ ἥλιος οὐδέποτε ὅλος ἐγλεί-

πει, ἡ σελήνη δὲ ἐγλείπει. —

διὰ τί δὲ ἡ σελήνηἐγλεί-

πει; τὸ διάστημα τοῦ κώνου

ὅτ' ἀπὸ τῆς ὄψειος ἡμῶν—

γινομέν[ου οὐ]περιλαμβάνον-

τος τὸν ἥλιον. [μ]είζων

γάρ ἐσθ' [ὁ ἥλιος—

col20

τῆς σελήνης, ἡ σελήνηδὲ τῆς

γῆς. <Ἀπόδειξις>. τὸ μέγεθος

τὸ ἐπισκοτοῦν *ἡμῶν τῆι ὄψει

καὶ μεῖζονὑπάρχον τῶι δι-

αστήματι τὸν ὀφθαλμὸν μεί-

ζονι τόπωι περιλαμβάνει. —

ἡ δὲ σελήνη, ἣμείζων ἐσ-

τὶν τοῦ διαστήματος ἐν τῶι

ὑπεραυγεῖν τὴν γῆν, οὐχ * ὅλωι

τῶι ἡλίωι ἐπισκοτεῖἐν τῆι με-

γίστηι τοῦ ἡλίου ἐγλείψει. μεί-

ζων ἄρα ἔσθ' ὁ ἥλιος τῆς σελή-

νης, ἡσελήνη δὲ τῆς γῆς,

ὅσωι ἡ διὰ πέντε τῆς

διὰ τεσσάρων συμφω-

ν[ί]ας.

Οἱ πλανώμενοι ἀστέρες καὶ ἥ-

λιος καὶ σελήνη ἕλικα περι-

φέρονται. οὐ γὰρ τῆιαὐτῆι

διαστάσει περιφέρονται πε-

ρὶ τὸν μένοντα πόλον, ἀλ-

λ' ὅταν μὲν ὦσιν ἐν τῶικαρ-

κίνωι, ἐν τῆι ἐλαχίστηι δι-

αστάσει εἰσίν· ὅτ[α]ν δὲ ἐν

ταῖς χηλαῖς, ἐν μείζονι·

ὅταν δὲ ἐν τῶι αἰγόκερωι, ἐν

τῆι μεγίστηι. διὰ ταύτην

οὖν [τὴ]ν αἰτίαν ἕλικα

col21

περ[ι]φέροντ[αι οἱ πλα-

νώμενοι. — (Subiecta figura, de qua idem dicendum.)

Ἀνατολ[αὶ τοῦ] ἡλίου τροπικαὶ

τρεῖς [καὶ δ]ύσεις τρε[ῖς], * θερι-

νὴ ἰσ[ημερι]νὴχειμε[ρ]ινή. ἀ-

νατέλ[λει] δὲ ὁ ἥλιος τὸ μὲν

* θέρος ἐ[κ τοῦ ἑ]λλησποντίου, δ]ύ-

νειδὲ [ἐν τ]ῶι ἀργεστῆι· τὴν

δὲ ἰσημερίαν ἐκ τοῦ ἀπηλι-

ώτου, δύ[νει] δὲ ἐκ τῶν ἐν

τῶιζ[εφύ]ρω[ι]· τὸν χειμῶ-

να ἐκ τοῦ εὔ[ρ]ου, δύνει δὲ ἐν

τῶι λι[βί. —

Πορεῖαι [δὲ τοῦ] ἡλίου δύο· μία μὲν

ἡ διορί[ζουσα] τὸ θέρος καὶ

τὸν χει[μῶν]α,μία δὲ ἡ νύκτα

καὶ ἡ[μέρ]αν.<Ἄστρων δι-

αστήμ[ατα].> Ἀπὸ Ὠρίωνος εἰς

κύνα ἡ[μέραι] ... Ἀπὸ κυνὸς

εἰςἀρ[κτούρο]υ ἐπιτολὴν

ἡμέ[ραι ...

col22

Ἀπὸ τρ[οπῶν θερινῶ]ν (εἰς) ἰσημε-

ρίαν[μεθοπωρινὴν] ἡμέραι. —

Ἀπ[ὸ ...... εἰς ἀρ]κτούρου

ἐπι[τολὴν ἡμέραι] μγʹ. —

Ἀπὸ Πλε[ιάδων εἰς] Ὠρίωνος δύσιν

ἡμέραι κβʹ. —

Ἀπὸ Ὠρίωνος εἰς κυνὸς δύσιν

ἡμέραι δύο. —

Ἀπὸ κυνὸς ἐφ' ἡλίου τροπὰς

ἡμέραι κδʹ. —

Ἀπὸ τροπῶν χειμε-ρινῶν εἰς

ζέφυρον ἡμέραι μέ. —

Ἀπὸ ζεφύρου (εἰς) ἰσημερίαν

ἡμέραι μδʹ. —

Ἀπὸ ἰσημερίας ἐαρινῆς εἰς

Πλειάδα ἡμέραι νʹ. —

Ἀπὸ Πλειάδος ἐπιτολῆς εἰς τρο-

πὰς θερινὰς ἡμέραι μεʹ. —

Ἀπὸ τροπῶν θερινῶν εἰς ἰση-

μερίαν μεθοπωρινὴνἡμέραι Ϟαʹ. —

Εὐδόξωι Δημοκρίτωι χειμε-

ριναὶ τροπαὶ ἀθὺρ ὁτὲ μὲν κʹ

ὁτὲ δὲ ιθʹ. —

ΕὐδόξωιΔημοκρίτωι ἀπὸ τ[ρο-

πῶν θερινῶν εἰς ἰσημ[ερί]αν [με-

θοπωρινὴν ἡ[μέρα]ι .., —

col23

Εὐκτήμονι Ϟʹ—,

Καλλίππωι Ϟβʹ. —

Ἀπὸ ἰσημερίας μεθοπωρινῆς

ἐπὶ χειμερινὰςτροπὰς Εὐ-

δόξωι ἡμέραι Ϟβʹ—,

Δημοκρίτωι ἡμέραι Ϟαʹ, —

Εὐκτήμονι Ϟʹ, —

Καλλίππωι πθʹ. —

Ἀπὸ τροπῶν χειμερινῶν

εἰς ἰσημερίαν ἐαρινὴν

Εὐδόξωικαὶ Δη[μ]οκρίτωι

ἡμέραι Ϟαʹ—,

Εὐκτήμονι Ϟβʹ, —

Καλλίππωι Ϟʹ. —

Κύκλος οὐράνιος.

Σαράπιος χρησμ[οί. Reliqua pars columnae vacua relicta.

col24

Iterum appictus orbis signifer, inscriptis nominibus: κ]ριός ταῦρος δίδυμοι καρκ[ί]νοςλέων παρθένος χη]λαί σκορπί[ος τόξον αἰγόκερως ὑδροχόος ἰχθύες. Intra orbem: Κύκλουοὐρανί[ου. Σαράπιος χρησμο[ί. Infra orbem: Πονεῖτε ὦ ἄνδρες [ἵ]να μηκέτι [πονῆτε. Tum:

Βασιλεῦσιν

οὐράνιος

διδασκαλέα (i. e. διδασκαλεία).

Σαράπιος χρησμοί

Λε-πτίνου π...

Ἑρμοῦ χρησμ[ο]ί.