The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period, Åbo: Åbo Akademi, 1965: 88.
CTS identifier
urn:cts:greekLit:tlg1362.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

88

{<Περὶ τύχας>}

Stob. 1.6.19 p. 89 Wa. (Mullach 2 p. 112) Εὐρύσω Περὶ τύχας. Δοκεῖ

δέ μοι τύχα καὶ τὸ ἀπὸ τᾶς τύχας γινόμενον πᾶν οὐχ ὡς ὑπό τινος

αἰτίας ἀφωρισμένας καὶ ὡς ὑποκειμένας γίνεσθαι, ἀλλ' ὡς ἐπισυμβαῖνον

καὶ ἐπισυνιστάμενον ἁτέραις τισὶν αἰτίαις. ἁ τύχα ὦν καὶ τὸ ἀπὸ τύχας

γινόμενον οὔθ' ὡς φύσις ἐντὶν ὑπὸ φύσεώς τε γινόμενον, οὔτε ὡς τέχνα

καὶ φρόνασίς τις ἀνθρωπίνα καὶ θεία, ἀλλὰ ἐπισυμβαῖνον παραλόγως

τε καὶ ἀπροαισθήτως τούτοις. ἐπεὶ γὰρ δύο φύσιες ἐν τῷ ὅλῳ τῷδε

καὶ τῷ παντὶ ἐνυπάρχοντι ἐναντίαι ἀλλάλαις καὶ τούτων ἁ μέν ἐντι

ῥητὰ καὶ τεταγμένα καὶ λόγον ἔχουσα ποτὶ πάντα, ἁ δ' ἄρρητος καὶ

ἄτακτος καὶ ἄλογος καὶ οὐδεμίαν σύνταξιν ἔχουσα, αὐταυτόθεν φανερὸν

ὅτι τὸ μὲν ἀπὸ τύχας καὶ τῶ αὐτομάτω γινόμενον γίνεται ἐμπεσούσας

τᾶς ἀλόγω καὶ ἀτάκτω φύσιος ἐς τὰ πράγματα. πάντα δὲ τὰ σύστοιχα

ταῖς καθόλω φύσεσιν ἀεὶ κατὰ τὸ βέλτιον καὶ τὸ χεῖρον ἀντιδιαιρέονται

[τὰ] πράγματα, τὰ μὲν ὡς ἀγαθοποιῶ τινος φύσιος καὶ βασιλικᾶς

ἐπικρατευσάσας, τὰ δ' ὡς κακοποιῶ καὶ τυραννικᾶς.

IAMBL. V. P. 148 Εὔρυτος μὲν ὁ Κροτωνιάτης, Φιλολάου ἀκουστής, ποιμέ-νος τινὸς ἀπαγγείλαντος αὐτῶι ὅτι μεσημβρίας ἀκούσειε Φιλολάου φωνῆς ἐκ τοῦτάφου καὶ ταῦτα πρὸ πολλῶν ἐτῶν τεθνηκότος ὡσανεὶ ἄιδοντος, ‘καὶ τίνα πρὸςθεῶν’ εἶπεν ‘ἁρμονίαν;’ THEOPHR. Metaphys. 11 p. via 19 Usener (Ross—Fobes) τοῦτο γὰρ[μὴ μέχρι του προελθόντα παύεσθαι] τελέου καὶ φρονοῦντος, ὅπερἈρχύτας [47 A 13] ποτ' ἔφη ποιεῖν Εὔρυτον διατιθέντα τινὰς ψήφους· λέγεινγὰρ ὡς ὅδε μὲν ἀνθρώπου ὁ ἀριθμός, ὅδε δὲ ἵππου, ὅδε δ' ἄλλου τινὸς τυγχάνει.νῦν δ' οἵ γε πολλοὶ μέχρι τινὸς ἐλθόντες καταπαύονται, καθάπερ καὶ οἱ τὸ ἓν καὶτὴν ἀόριστον δυάδα ποιοῦντες· τοὺς γὰρ ἀριθμοὺς γεννήσαντες καὶ τὰ ἐπίπεδακαὶ τὰ σώματα σχεδὸν τὰ ἄλλα παραλείπουσιν πλὴν ὅσον ἐφαπτόμενοι καὶ τοσοῦτομόνον δηλοῦντες, ὅτι τὰ μὲν ἀπὸ τῆς ἀορίστου δυάδος οἷον τόπος καὶ κενὸν ἄπειρον,τὰ δ' ἀπὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνὸς οἷον ψυχὴ καὶ ἄλλ' ἄττα· [χρόνον δ' ἅμα καὶοὐρανὸν καὶ ἕτερα δὴ πλείω,] τοῦ δ' οὐρανοῦ πέρι καὶ τῶν λοιπῶν οὐδεμίαν ἔτιποιοῦνται μνείαν. ARISTOT. Metaphys. N 5. 1092b 8 οὐθὲν δὲ διώρισται οὐδὲ ὁποτέρως οἱἀριθμοὶ αἴτιοι τῶν οὐσιῶν καὶ τοῦ εἶναι, πότερον ὡς ὅροι οἷον αἱ στιγμαὶ τῶνμεγεθῶν, καὶ ὡς Εὔρυτος ἔταττε, τίς ἀριθμὸς τίνος, οἷον ὁδὶ μὲν ἀνθρώπου ὁδὶ δὲἵππου, ὥσπερ οἱ τοὺς ἀριθμοὺς ἄγοντες εἰς τὰ σχήματα τρίγωνον καὶ τετράγωνον,οὕτως ἀφομοιῶν ταῖς ψήφοις τὰς μορφὰς τῶν 〈ζώιων καὶ〉 φυτῶν. [ALEX.] z. d. St.p. 827, 9 κείσθω λόγου χάριν ὅρος τοῦ ἀνθρώπου ὁ σ̅ν̅ ἀριθμός, ὁ δὲ τ̅ξ̅ τοῦ φυτοῦ·τοῦτο θεὶς ἐλάμβανε ψηφῖδας διακοσίας πεντήκοντα τὰς μὲν πρασίνας τὰς δὲ με-λαίνας, ἄλλας 〈δὲ〉 ἐρυθρὰς καὶ ὅλως παντοδαποῖς χρώμασι κεχρωσμένας· εἶταπεριχρίων τὸν τοῖχον ἀσβέστωι καὶ σκιαγραφῶν ἄνθρωπον καὶ φυτὸν οὕτωςἐπήγνυ τάσδε μὲν τὰς ψηφῖδας ἐν τῆι τοῦ προσώπου σκιαγραφίαι, τὰς δὲ ἐν τῆιτῶν χειρῶν, ἄλλας δὲ ἐν ἄλλοις, καὶ ἀπετέλει τὴν τοῦ μιμουμένου ἀνθρώπου διὰψηφίδων ἰσαρίθμων ταῖς μονάσιν, ἃς ὁρίζειν ἔφασκε τὸν ἄνθρωπον.