The Greek Library Catalogue

Anonymous

Evangelium Aegyptium

Edition reference
Evangelium Aegyptium, ed. E. Klostermann, Apocrypha II. Evangelien, 2nd edn. [Kleine Texte 8. Bonn: Marcus & Weber, 1910]: 12–13.
CTS identifier
urn:cts:greekLit:tlg1364.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Clem. Alex. Strom. III 9 64. Ὅθεν εἰκότως περὶ συντελείας μηνύ-

σαντος τοῦ λόγου ἡ Σαλώμη φησί·

Μέχρι τίνος οἱ ἄνθρωποι ἀποθανοῦνται;

... διὸ καὶ παρατετηρημένως ἀποκρίνεται ὁ κύριος·

Μέχρις ἂν τίκτωσιν αἱ γυναῖκες.

... τί δὲ οὐχὶ καὶ τὰ ἑξῆς τῶν πρὸς Σαλώμην εἰρημένων ἐπιφέρουσιν

οἱ πάντα μᾶλλον ἢ τῷ κατὰ τὴν ἀλήθειαν εὐαγγελικῷ στοιχήσαντες

κανόνι· φαμένης γὰρ αὐτῆς·

Καλῶς οὖν ἐποίησα μὴ τεκοῦσα,

ὡς οὐ δεόντως τῆς γενέσεως παραλαμβανομένης ἀμείβεται λέγων ὁ κύριος·

Πᾶσαν φάγε βοτάνην, τὴν δὲ πικρίαν ἔχουσαν μὴ φάγῃς.

2

Clem. Alex. Strom. III 13 92. Διὰ τοῦτό τοι ὁ Κασσιανός φησι· πυνθα-

νομένης τῆς Σαλώμης, πότε γνωσθήσεται τὰ περὶ ὧν ἤρετο, ἔφη ὁ κύριος·

Ὅταν τὸ τῆς αἰσχύνης ἔνδυμα πατήσητε καὶ ὅταν γέ-

νηται τὰ δύο ἓν καὶ τὸ ἄρρεν μετὰ τῆς θηλείας οὔτε ἄρρεν

οὔτε θῆλυ.

πρῶτον μὲν οὖν ἐν τοῖς παραδεδομένοις ἡμῖν τέτταρσιν εὐαγγελίοις

οὐκ ἔχομεν τὸ ῥητόν, ἀλλ' ἐν τῷ κατ' Αἰγυπτίους κτλ.

3

Clem. Alex. Strom. III 9 63. Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ

θεοῦ διὰ τῆς εὐφήμου ἐγκρατείας κἀκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην

εἰρημένα, ὧν πρότερον ἐμνήσθημεν—φέρεται δέ, οἶμαι, ἐν τῷ κατ'

Αἰγυπτίους εὐαγγελίῳ—φασὶ γὰρ ὅτι αὐτὸς εἶπεν ὁ σωτήρ·

Ἦλθον καταλῦσαι τὰ ἔργα τῆς θηλείας·

θηλείας μὲν τῆς ἐπιθυμίας, ἔργα δὲ γένεσιν καὶ φθοράν.