The Greek Library Catalogue

Anonymous

Evangelium Mariae

Edition reference
Evangelium Mariae (P. Oxy. 3525), ed. C. Tuckett, The Gospel of Mary, Oxford: Oxford University Press, 2007: 108. Pap,
CTS identifier
urn:cts:greekLit:tlg1369.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

a

Ἄλλοι δὲ οὐκ αἰσχύνονται λέγοντες Εὐαγγέλιον Εὔας. εἰς

ὄνομα γὰρ αὐτῆς δῆθεν ὡς εὑρούσης τὸ βρῶμα τῆς γνώσεως [ὡς] ἐξ

ἀποκαλύψεως τοῦ λαλήσαντος αὐτῇ ὄφεως, σπορὰν ὑποτίθενται· καὶ

ὥσπερ ἐν ἀστάτῳ γνώμῃ μεθύοντος ἢ παραλαλοῦντος οὐκ ἴσα 〈ἂν〉

εἴη τὰ ῥήματα, ἀλλὰ τὰ μὲν γέλωτι πεποιημένα, ἕτερα δὲ κλαυθμοῦ

ἔμπλεα, οὕτως ἡ τῶν ἀπατεώνων γέγονε κατὰ πάντα τρόπον τῆς

κακίας ὑποσπορά. ὁρμῶνται δὲ ἀπὸ μωρῶν ὀπτασιῶν καὶ μαρτυριῶν

ἐν ᾧ εὐαγγελίῳ ἐπαγγέλονται. φάσκουσι γὰρ οὕτως, ὅτι Ἔστην ἐπὶ

ὄρους ὑψηλοῦ καὶ εἶδον ἄνθρωπον μακρὸν καῖ ἄλλον κολοβὸν καὶ

ἤκουσα ὡσεὶ φωνὴν βροντῆς καὶ ἤγγισα τοῦ ἀκοῦσαι καὶ ἐλάλησε

πρός με καὶ εἶπεν· ἐγὼ σὺ καὶ σὺ ἐγώ· καὶ ὅπου ἐὰν ᾖς ἐγὼ ἐκεῖ

εἰμι καὶ ἐν ἅπασίν εἰμι ἐσπαρμένος. καὶ ὅθεν ἐὰν θέλῃς συλλέ-

γεις με, ἐμὲ δὲ συλλέγων ἑαυτὸν συλλέγεις. [Epiphanius, h. 26, 2 sq.]

b

Διὸ καὶ ἐν ἀποκρύφοις ἀναγινώσκοντες ὅτι Εἶδον δένδρον

φέρον δώδεκα καρποὺς τοῦ ἐνιαυτοῦ καὶ εἶπέν μοι, τοῦτό ἐστι

τὸ ξύλον τῆς ζωῆς, ὃ αὐτοὶ ἀλληγοροῦσιν εἰς τὴν κατὰ μῆνα γινο-

μένην γυναικείαν ῥύσιν. [Epiph., l. c. 5.]