Evangelium Evae
- Edition reference
- Evangelium Evae, ed. E. Klostermann, Apocrypha II. Evangelien, 2nd edn. [Kleine Texte 8. Bonn: Marcus & Weber, 1910]: 15.
- CTS identifier
urn:cts:greekLit:tlg1372.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
EPIPH. HAER. 26 2. Ἄλλοι δὲ (sc. τῶν Γνωστικῶν) οὐκ αἰσχύνονται
2
λέγοντες εὐαγγέλιον Εὔας· εἰς ὄνομα γὰρ αὐτῆς δῆθεν ὡς εὑρούσης τὸ
3
βρῶμα τῆς γνώσεως ἐξ ἀποκαλύψεως τοῦ λαλήσαντος αὐτῇ ὄφεως σπορὰν
4
ὑποτίθενται ... ὁρμῶνται δὲ ἀπὸ μωρῶν ὀπτασιῶν καὶ μαρτυριῶν ἐν ᾧ
5
εὐαγγελίῳ ἐπαγγέλλονται· φάσκουσι γὰρ οὕτως ὅτι
6
ἔστην ἐπὶ ὄρους ὑψηλοῦ καὶ εἶδον ἄνθρωπον μακρὸν καὶ
7
ἄλλον κολοβὸν καὶ ἤκουσα ὡσεὶ φωνὴν βροντῆς καὶ ἤγγισα
8
τοῦ ἀκοῦσαι καὶ ἐλάλησε πρός με καὶ εἶπεν· ἐγὼ σὺ καὶ
9
σὺ ἐγώ, καὶ ὅπου ἐὰν ᾗς, ἐγὼ ἐκεῖ εἰμι καὶ ἐν ἅπασίν εἰμι
10
ἐσπαρμένος· καὶ ὅθεν ἐὰν θέλῃς, συλλέγεις με, ἐμὲ δὲ
11
συλλέγων ἑαυτὸν συλλέγεις ......
12
Διὸ καὶ ἐν ἀποκρύφοις ἀναγινώσκοντες ὅτι
13
εἶδον δένδρον φέρον δώδεκα καρποὺς τοῦ ἐνιαυτοῦ, καὶ
14
εἶπέν μοι· τοῦτό ἐστι τὸ ξύλον τῆς ζωῆς,
15
ὃ αὐτοὶ ἀλληγοροῦσιν εἰς τὴν κατὰ μῆνα γινομένην γυναικείαν ῥύσιν.