Fragmenta
- Edition reference
- Fragmenta, ed. A. Barigazzi, Favorino di Arelate. Opere, Florence: Monnier, 1966: 152–161, 163–166, 171, 174, 179–186, 190– 191, 193–194, 196–207, 216–219, 221–239, 241, 375–409, 525–526, 528–551.
- CTS identifier
urn:cts:greekLit:tlg1377.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
7
Phryn., ecl. § 232, p. 324 Rutherford (p. 260 Lobeck) <πλό-
κιον>· ἐπὶ ὑποθέσεως πεπλεγμένης οἱ εἰκαῖοι τιθέασι. θαυμάζω
οὖν πῶς ὁ πρῶτος δόξας τῶν Ἑλλήνων εἶναι Φαβωρῖνος ἐχρῆτο
ἐν συγγράμματι ἐπιγραφομένῳ Περὶ τῆς δημώδους σωφροσύνης.
8
Phrynich., ecl. § 220, p. 315 Ruth. (p. 244 Lobeck) <δι-
δοῦσιν>· ἐν τῷ Περὶ εὐχῆς Φαβωρῖνος οὕτω λέγει, δέον δι-
δόασι· τὸ γὰρ διδοῦσιν ἄλλο τι σημαίνει[, τὸ δεῖν].
9
πολύς τοι μόχθος ἐν μακρῷ χρόνῳ
10
Ἐρατοσθένης ὁ Κυρηναῖος τῆς ἡλικίας ἔφη τὸ μὲν ἀκμάζον
ἔαρ εἶναι, θέρος δὲ καὶ μετόπωρον τὸ μετὰ τὴν ἀκμήν, χειμῶνα
δὲ τὸ γῆρας.
11
τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι τῶν κακῶν· εἰς αὐτὸ γοῦν πάντα
καταφεύγειν.
12
Οὐδὲ γὰρ τοῦτο ἐάσω ἄρρητον, ὅτι καὶ Πλάτωνι καὶ Πυθαγόρᾳ
δοκεῖ τὸ γῆρας οὐκ ἐπ' ἐξόδῳ τοῦ βίου εἶναι, ἀλλ' ἐπ' ἀρχῇ μα-
καρίας ζωῆς.
13
Ἡδονῆς γὰρ ὁ μὲν ἑκὼν εἰργόμενος σοφός, ὁ δὲ μὴ δεόμενος
μακάριος. τὸ δὲ γῆρας πρὸς ἀμφότερα ἐπιτήδειον· καὶ γὰρ φρονι-
μωτέρους τοὺς ἀνθρώπους ἀπεργάζεται καὶ τῶν ἡδέων ἀμελεστέρους.
14
Ἄξιον δέ ἐστιν εἰς τὸν περὶ τῆς ἡδονῆς λόγον προελθόντα μηδὲ
ἐκείνην ἀμνημόνευτον ἐᾶσαι, τὴν παρὰ πᾶσι τοῖς νοῦν ἔχουσιν εὐδο-
κιμοῦσαν, ἣν ἡδονὴν ὀνομάζουσι καὶ χαρὰν καὶ τέρψιν· περιγίνεται
δ' ἐκ τῶν καλῶν μαθημάτων καὶ τῶν ἐνδόξων κατορθωμάτων. ἀμφο-
τέρων δὲ τούτων ὑπάρχει τῷ γέροντι πρὸς ἑαυτὸν ἀναμιμνήσκεσθαι
καὶ καθάπερ κτήμασι τέρπεσθαι, λογιζόμενον ὅτι ἡ τύχη, ἡ πάν-
των κυρία, ταῦτα ἄκυρός ἐστιν ἀφελέσθαι.
15
Ὁ Βοιωτὸς ἐντυχὼν θησαυρῷ μετὰ ἑβδομήκοντα ἔτη ἐπάρας
τὸ σκέλος ἀπεματάισε καὶ παρῆλθεν, ὡς οὐκέτι οὐδὲν ὄντα πρὸς
αὐτόν. ὥστε καὶ πολυχρηματίας ἄμα παύει τὸ γῆρας καὶ πολυπραγ-
μοσύνης.
16
Ὅτι παραπλήσια τοῖς μετοικιζομένοις πάσχομεν. καὶ γὰρ
ἐκείνων οἱ μὲν εὐγνώμονες ταχέως ἐξίασιν, οἱ δὲ μὴ βουλόμενοι
πρὸς βίαν.
17
Θεόδωρος μὲν γὰρ ὁ Κυρηναῖος οὐδεμίαν ἱκανὴν πρόφασιν ἔφα-
σκεν εἶναι τῷ σοφῷ πρὸς τὴν τοῦ βίου κατάλυσιν· καὶ τό γε ἀκό-
λουθον οὕτως ἠρώτα· τὸ γὰρ καταφρονοῦντα τῶν ἀνθρωπείων
συμπτωμάτων ἀπωστὸν ὑπ' αὐτῶν ἐκ τοῦ βίου γίγνεσθαι πῶς οὐχ
ὑπεναντίον τῷ μόνον μὲν τὸ καλὸν ἀγαθόν, μόνον δὲ τὸ αἰσχρὸν
κακὸν εἰρηκότι;
18
Πάθος τί μοι προσέπεσε τῇ ψυχῇ, καὶ τί μέν ἐστιν οὐκ οἶδα·
ἔρωτα δὲ αὐτὸ λέγουσιν εἶναι οἱ μεμυημένοι. βάσκανε δαῖμον καὶ
ἀλόγιστε, ἀσθενεῖ προσελήλυθας σώματι φέρειν σε μὴ δυναμένῳ·
ἐξίσταμαί σοι, δαῖμον, παραχωρῶ σοι τῆς μάχης· οὐκ εἰμί σου
στρατιώτης.
19
Ἡ φύσις ἢ ἑστῶσα σῴζεται ἢ φερομένη· [ἡ] ἑστῶσα μὲν ἐξ
ἀθανασίας, φερομένη δὲ ἐξ ἐπιγονῆς. πρὸς ταῦτα γελοῖος ἂν φανείη
ὁ Ἀνακρέων καὶ μικρολόγος τῷ παιδὶ μεμφόμενος ὅτι τῆς κόμης
ἀπεκείρατο, λέγων ταῦτα·
ἀπέκειρας δ' ἁπαλῆς κόμης ἄμωμον ἄνθος.
ἀλλ', ὦ Ἀνάκρεον, μικρὸν ἐπίμεινον, καὶ ὄψει πάντα ἀποκεκαρμένα·
ἀποκεκαρμένην μὲν τὴν τῶν ὀμμάτων αὐγήν, ἀποκεκαρμένην δὲ
τὴν τοῦ μετώπου χάριν ἀτεχνῶς κατὰ τὸν Ὅμηρον·
κάρψε μέν οἱ χρόα καλὸν ἐπὶ γναμπτοῖσι μέλεσσιν,
ξανθὰς δ' ἐκ κεφαλῆς ὄλεσεν τρίχας· ἀμφὶ δὲ δέρμα
πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος.
ταῦτα δ' Ἀθηνᾶ μὲν διέθηκε τὸν Ὀδυσσέα, ὁ δὲ χρόνος πάντας
τοὺς καλούς. εἶτα Ὀδυσσεὺς μὲν ἀναλήψεται καὶ σάρκας καὶ κό-
μην καὶ χρῶμα· σὺ δέ, ὦ καλὲ παίδων, ἐπειδὰν ἅπαξ ταῦτα ἀπο-
βάλῃς, οὐκ ἔστι σοι πάλιν ἀνηβῆσαι.
20
Ἔτι καὶ νῦν Σωκράτης καλός· Ἀλκιβιάδην δὲ καὶ ζῶντα ἐπι-
λελοίπει τὸ κάλλος, καὶ πολλοὶ κατόπιν τῆς ὥρας ἀφιγμένον, ἔνιοι
δὲ καὶ τῶν τεθεαμένων αὐτὸν καὶ νέον, ὁρῶντες ἐζήτουν τὸν Ἀλκι-
βιάδην.
21
Ἱκανὸν μὲν οὖν ἴσως καὶ τὸ τῆς ὄψεως· ἂν δὲ ὁ καλὸς καὶ αἱμύ-
λος ᾖ καὶ λεκτικός—λέγε, ὦ νεανίσκε· λέγε, Ἀντίλοχε· γλυκερώ-
τερον Νέστορος ἐρεῖς· λέγε, Τηλέμαχε· σφοδρότερον Ὀδυσσέως
ἐρεῖς· λέγε, Ἀλκιβιάδη· κἂν μεθύῃς, ἀκουσόμεθα τοῦ μεθύοντος
ἡδέως. τοιοῦτόν ἐστι τὸ καλὸν εἶναι· εὐφραίνει μὲν βλεπόμενος,
εὐφραίνει δὲ ἀκουόμενος. εἰ δέ τῳ κατὰ Πλάτωνα τὸ θάρρος ἦν,
εἶπον ἂν ὅτι καὶ πάσας τὰς αἰσθήσεις ὁ καλὸς εὐφραίνει καὶ οὐκ ἂν
ἔδεισα τὴν εὐωχίαν τὴν τῶν καλῶν. τί γὰρ ἄλλο ποιοῦσιν οἱ τῷ στό-
ματι ψαύοντες; συνάπτουσι τὰς ψυχάς. εἰ γὰρ θέμις ἦν τὸ σῶμα
ὑπερβῆναι· νῦν δὲ ἐοίκασιν περὶ τὸ στόμα λιπαρεῖν ὡς περὶ θύρας.
25
Phrynich., ecl. § 223, p. 318 Ruth. (p. 248 Lobeck) <σύμ->
πτωμα πολλάκις εὗρον κείμενον παρὰ Φαβωρίνῳ ἐν τῷ Περὶ ἰδεῶν
λόγῳ, πόθεν δὲ λαβὼν ἔθηκεν, οὐκ οἷδα. χρὴ οὖν συντυχίαν λέγειν
ἢ λύσαντας οὕτω· συνέπεσεν αὐτῷ τόδε γενέσθαι. Δημοσθένης μέν-
τοι ἐν τῷ κατὰ Διονυσοδώρου ἅπαξ εἴρηκε τοὔνομα.
27
Philostr., vit. Soph. I, 8 (post verba quae sub titulo operis
protulimus) τοὺς γὰρ Πυρρωνείους ἐφεκτικοὺς ὄντας οὐκ ἀφαι-
ρεῖται (sc. Favorinus) καὶ τὸ δικάζειν δύνασθαι.
28
Galeni περὶ ἀρίστης διδασκαλίας.
28,1
Τὴν εἰς ἐκάτερα ἐπιχείρησιν ἀρίστην εἶναι διδασκαλίαν ὁ
Φαβωρῖνός φησιν. ὀνομάζουσι δ' οὕτως οἱ Ἀκαδημαϊκοὶ καθ'
ἣν τοῖς ἀντικειμένοις συναγορεύουσιν. οἱ μὲν οὖν παλαιότεροι τελευ-
τᾶν αὐτὴν εἰς ἐποχὴν ὑπολαμβάνουσιν, ἐποχὴν καλοῦντες τὴν ὡς
ἂν εἴποι τις ἀοριστίαν, ὅπερ ἐστὶ περὶ μηδενὸς πράγματος ὁρίσασθαι
μηδ' ἀποφήνασθαι βεβαίως· οἱ νεώτεροι δέ, οὐ γὰρ μόνος ὁ Φαβω-
ρῖνος, ἐνίοτε μὲν εἰς τοσοῦτον προάγουσι τὴν ἐποχήν, ὡς μηδὲ τὸν
ἥλιον ὁμολογεῖν εἶναι καταληπτόν, ἐνίοτε δ' εἰς τοσοῦτον τὴν γνῶ-
σιν, ὡς καὶ τοῖς μαθηταῖς ἐπιτρέπειν αὐτὴν ἄνευ τοῦ διδαχθῆναι
πρότερον ἐπιστημονικὸν κριτήριον. οὐδὲ γὰρ ἄλλο τί ἐστιν ὃ Φα-
βωρῖνος εἴρηκεν ἐν τῷ ‘Περὶ τῆς Ἀκαδημαϊκῆς διαθέσεως’, ὃ
‘Πλούταρχος’ ἐπιγέγραπται. λέγει δὲ 〈τ〉αὐτὸ〈ν〉 ἐν τῷ ‘Πρὸς
Ἐπίκτητον’, ἐν ᾧ δῆθέν ἐστιν Ὀνήσιμος ὁ Πλουτάρχου δοῦλος
Ἐπικτήτῳ διαλεγόμενος. καὶ μέντοι κἀν τῷ μετὰ ταῦτα γραφέν-
τι βιβλίῳ, τῷ ‘Ἀλκιβιάδῃ’, καὶ τοὺς ἄλλους [τοὺς] Ἀκαδημαϊκοὺς
ἐπαινεῖ συναγορεύοντας μὲν ἑκατέρῳ τῶν ἀντικειμένων ἀλλήλοις
λόγων, ἐπιτρέποντας δὲ τοῖς μαθηταῖς αἱρεῖσθαι τοὺς ἀληθεστέ-
ρους. ἀλλ' ἐν τούτῳ μὲν εἴρηκε πιθανὸν ἑαυτῷ φαίνεσθαι μηδὲν
εἶναι καταληπτόν, ἐν δὲ τῷ Πλουτάρχῳ συγχωρεῖν ἔοικεν εἶναί
τι βεβαίως γνωστόν. ἄμεινον γὰρ οὕτως ὀνομάζειν τὸ καταληπτὸν
ἀποχωροῦντας ὀνόματος Στωικοῦ. καὶ ἔγωγ' ἐθαύμαζον νὴ τοὺς
θεούς, ὅπως ὁ Φαβωρῖνος εἰς τὴν τῶν Ἀττικῶν φωνὴν εἰωθὼς
μεταλαμβάνειν ἕκαστα τῶν ὀνομάτων οὐ παύεται λέγων οὔτε τὸ
καταληπτὸν οὔτε τὴν κατάληψιν οὔτε τὴν καταληπτικὴν φαντασίαν
οὔτε τὰ τούτοις ἀντικείμενα, οἷον στερητικῶς λεγόμενα, 〈τὴν〉
ἀκατάληπτον φαντασίαν ἢ τὴν ἀκαταληψίαν αὐτήν· ὥστε καὶ τρία
βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανόν, ἕτερον δὲ πρὸς Δρύσωνα καὶ
τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα ‘Περὶ τῆς καταληπτικῆς φαντα-
σίας’ ἐπέγραψε, καὶ καθ' ὅλα γε αὐτὰ γενναίως ἀγωνίζεται πειρώ-
μενος ἐπιδεικνύναι τὴν καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.
28,2
Ἐγὼ δὲ οὔτ' ἄλλο τι 〈τὸ〉 καταληπτὸν ἡγοῦμαι σημαίνειν
παρὰ τὸ βεβαίως γνωστὸν οὔτ' ἄλλο τι τὸ καταλαμβάνεσθαι τοῦ
βεβαίως γιγνώσκειν, ἀνάλογον δ' αὐτοῖς λέγεσθαι τήν τε κατάληψιν
καὶ τὴν καταληπτικὴν φαντασίαν. ἐπειδὴ γὰρ ἔνια μὲν οἰόμεθα
βλέπειν ἢ ἀκούειν ἢ ὅλως αἰσθάνεσθαι, καθάπερ ἐν ὀνείροις καὶ
μανίαις, ἔνια δ' οὐκ οἰόμεθα μόνον ἀλλὰ καὶ κατ' ἀλήθειαν ὁρῶμεν
ἢ ὅλως αἰσθανόμεθα, ταυτὶ μὲν τὰ δεύτερα πάντες ἄνθρωποι πλὴν
Ἀκαδημαϊκῶν τε καὶ Πυρρωνείων εἰς βεβαίαν γνῶσιν ἥκειν νομίζου-
σιν, ἃ δ' ὄναρ ἢ παραπαιόντων ἡ ψυχὴ φαντάζεται, ψευδῆ πάνθ'
ὑπάρχειν. εἰ μὲν δὴ συγχωροῦσιν αὐτὸ τοῦθ' οὕτως ἔχειν, ἐξαλει-
ψάτωσαν ἐν οἷς γράφουσιν μήτε τοῦ μαινομένου τὸν σωφρονοῦντα
μήτε τοῦ νοσοῦντος τὸν ὑγιαίνοντα μήτε τοῦ κοιμωμένου τὸν ἐγρη-
γορότα πιστότερον ὑπάρχειν εἰς τὴν τῶν πραγμάτων γνῶσιν. εἰ
δ' οὐδὲν μᾶλλον ἐκείνοις ἐστὶν ἢ τοῖς ἐναντίως διακειμένοις γνω-
στόν, συγκέχυται μὲν δήπου τὰ τῆς ἀληθείας κριτήρια 〈καὶ〉 οὐτ'
αὐτὸς ὁ διδάσκαλος ὁ Ἀκαδημαϊκὸς οὔθ' ὁ μαθητὴς αὐτοῦ δυνή-
σεται κρῖναι τοὺς εἰς ἑκάτερα τῶν ἀντικειμένων εἰρημένους λόγους.
ἔτι δὲ οὐ δεησόμεθα τὴν ἀρχὴν ἡμεῖς τοιούτων διδασκάλων, δυνάμενοί
γε καὶ αὐτοὶ τὰ γεγραμμένα τοῖς ἀπὸ τῶν αἱρέσεων ἀναγιγνώσκειν
καὶ οὐδὲν ἧττον τῶν Ἀκαδημαϊκῶν εἰδέναι, κἂν ἀσαφὲς αὐτῶν τι
ᾖ, τὸ μὲν παρὰ τῷ Χρυσίππῳ τοῖς Στωικοῖς διδασκάλοις ἀσφαλέ-
στερον ἀναφέρειν ἐστί, τὸ δὲ παρὰ Θεοφράστῳ καὶ Ἀριστοτέλει
τοῖς Περιπατητικοῖς. οὕτω δὲ κἀπὶ τῶν ἄλλων, ὥστε οὐδὲν ἄν τι
λείποιτο πρὸς διδασκαλίαν τοῖς Ἀκαδημαϊκοῖς, 〈ὅσ〉ον ἐπὶ τῷ
Φαβωρίνου λόγῳ. τοῖς μὲν γὰρ πρεσβυτέροις αὐτὸ δὴ τοῦτο ἦν
δίδαγμα, τὸ μηδὲν εἶναι κριτήριον ἀνθρώπῳ δεδομένον ὑπὸ τῆς
φύσεως, ᾧ παραβάλλων ἕκαστον τῶν ὄντων ἀκριβῶς διαγνώσεται·
διὸ μηδ' ἀποφήνασθαι περὶ μηδενὸς ἠξίουν ἀλλὰ περὶ πάντων ἐπέχειν.
Ἀλλ' εἰ δὴ τοῖς φυσικοῖς κριτηρίοις αἴσθησιν ἱκανῶς συγχω-
ρήσουσιν ἡμῖν, οὐδὲν ἔτι δεησόμεθα τῆς εἰς ἑκάτερα ἐπιχειρήσεως,
ἀλλ' ἑτέρου τινός· ἀπαιτήσεις μᾶλλον μὲν τοὺς τεχνίτας, παρέχον-
τας τοῖς μαθηταῖς, εὐθέως [ἀλλ' ἑτέρου] τὸ λογίζεσθαι, τὸ καλού-
μενον ὑπὸ τῶν πολλῶν ψηφίζειν. τοῦτο δ' ἔστι 〈...〉 ἐπιστατεῖ τῷ
γυμναζομένῳ καὶ τούτοις προσέχων τὸν νοῦν ἐν οἷς σφάλλεται καὶ
ταῦτα ἐπανορθούμενος μόνα. παραπλησίως δὲ καὶ ὁ παιδοτρίβης
ἐπανορθοῦται τὰ τῶν παλαιόντων ἁμαρτήματα, καὶ ὁ γραμματικὸς
καὶ ὁ ῥήτωρ καὶ ὁ γεωμέτρης καὶ ὁ μουσικὸς οὕτω διδάσκουσιν,
οὐ διασείοντες οὐδὲ σαλεύοντες τῶν μαθητῶν ἣν ἔχουσι πίστιν ἐπὶ
τοῖς φυσικοῖς κριτηρίοις, ἀλλ' ἐφεστῶτες αὐτοῖς γυμναζομένοις ἄχρι
περ ἂν ἀναμαρτήτους ἀποδείξωσι τὰς κατὰ μέρος ἐνεργείας· ἀλλ'
οὐχ 〈οἱ〉 τὴν ἐποχὴν εἰσάγοντες· οὗτοι γάρ εἰσιν οἱ καὶ ταῖς ἐναρ-
γέσιν αἰσθήσεσιν ἀπιστεῖν ἀνατιθέντες ἢ τῶν ὑπό του βεβαίως γιγ-
νωσκομένων καταφρονεῖν. ὁ γοῦν Καρνεάδης οὐδὲ τοῦτο τὸ πάντων
ἐναργέστατον συγχωρεῖ πιστεύειν, ὅτι τὰ τῷ αὐτῷ ἴσα μεγέθη καὶ
ἀλλήλοις ἴσα γίγνεται. καὶ μὲν οὖν λόγους, οἷς ἐπιχειρεῖ λύειν καὶ
ταῦτα καὶ ἄλλα πάμπολλα τῶν ἐναργῶς τι εἶναί σοι φαινομένων
τε καὶ πιστευομένων, ἔτι καὶ εἰς τόδε σωζομένους ἔχομεν· ἀπό-
κεινται γὰρ ἐν γράμμασιν ὑπὸ τῶν μαθητῶν αὐτοῦ θησαυρισθέντες·
αἱ λύσεις δ' οὔθ' ὑπ' ἐκείνου οὔθ' ὑπ' ἄλλου τινὸς εἴρηνται τῶν μετ'
αὐτὸν Ἀκαδημαϊκῶν. ἆρ' οὖν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἐδή-
λωσε μόνον ὅτι σοφίσματά εἰσιν οἱ λόγοι πάντες οὗτοι καὶ ζητητέον
τὴν λύσιν αὐτῶν ὑμῖν, ὦ μαθηταί; μοχθηρὸν μὲν γὰρ τοῦτο, με-
τριώτερον δ' ὅμως οὗ πεποιήκασιν οἱ γράψαντες μὲν αὐτούς, μὴ
δηλώσαντες δ' ἡμῖν ὁποῖοί τινές εἰσιν.
28,3
Ἡδέως δ' ἂν ἠρόμην, εἰ παρῆν ὁ Φαβωρῖνος, ἆρά γε κελεύει
με πείθεσθαι αὐτοῖς ἅπασι τοῖς λόγοις ἢ σκοπεῖσθαι πότερον
ἀληθεῖς εἰσιν ἢ ψευδεῖς. εἰ γὰρ δὴ σκοπεῖσθαι συνεχώρησεν, ἠρό-
μην [δ'] ἂν ἐπὶ τῷδε πάντως, εἰ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει
διακρίνειν ἀληθεῖς λόγους ψευδῶν ἢ μέθοδός ἐστι τῆς ἑκατέρων
γνώσεως. εἰ μὲν γὰρ φύσει, πῶς οὐχ ὁμολογοῦμεν ἀλλήλοις ἅπαν-
τες οὐδ' ὡσαύτως ἀποφαινόμεθα περὶ τῶν αὐτῶν; εἰ δὲ μέθοδός
τίς ἐστιν, αὐτὴν 〈μὲν ἂν〉 πρώτην μαθεῖν ἐδεήθην, ἑξῆς δὲ ἐπιστα-
τοῦντος αὐτοῦ γυμνάσασθαι πολυειδῶς ἐπὶ παραδειγμάτων πλειόνων,
ὥσπερ οἱ παλαίειν μανθάνοντες ἢ σκυτοτομεῖν ἢ οἰκοδομεῖν ἢ ναυ-
πηγεῖν ἢ ῥητορεύειν ἢ ἀναγιγνώσκειν ἢ γράφειν ἢ ὅλως ὁτιοῦν ἐνερ-
γεῖν κατὰ τέχνην.
Εἰ μὲν οὖν ἔγραψέ τις τῶν Ἀκαδημαϊκῶν, οἷον μέν τι χρῆμά
ἐστιν ἀπόδειξις, οἷον δὲ σόφισμα καὶ ὡς χρὴ διαγιγνώσκειν αὐτὰ
καὶ ὡς χρὴ γυμνάζεσθαι κατὰ ταῦτα, προσηκόντως [ὡς] ὁ Φαβω-
ρῖνος ἐπιτρέπει τὴν κρίσιν τῶν εἰς ἑκάτερα ἐπιχειρουμένων τοῖς μα-
θηταῖς, πλὴν ὅτι περιττόν ἐστι, εἰ διδάσκει ὁ Ἀκαδημαϊκὸς ἕκα-
στον τῶν εἰρημένων, ἐχόντων γε ἡμῶν τοὺς ἰδίους τῶν δογμάτων
διδασκάλους· εἰ δ' οὔτ' ἔργαψέ τις ὑπὲρ τῆς διαφορᾶς αὐτῶν οὔτ'
ἐγύμνασεν, ὅμοιόν τι ποιεῖ τέκτονι κελεύοντι τῷ μαθητῇ μετρῆσαί
τε καὶ στῆσαι καὶ ἀποτεῖναι καὶ κύκλον γράψαι χωρὶς τοῦ πῆχυν
δοῦναι καὶ ζυγὸν καὶ κανόνα καὶ καρκίνον. ἀλλ' ἴσως φησὶ μηδὲν
εἶναι τοιοῦτον ἐν φιλοσοφίᾳ καὶ δόγμασι. μὴ τοίνυν ἔτι προσποιοῦ
γιγνώσκειν τι μηδ' ἀποφάναι μηδ' ἀποδίδρασκε τὴν ὑπὸ τῶν πρε-
σβυτέρων Ἀκαδημαϊκῶν εἰσαγομένην ἐποχήν, μηδὲ σεμνύνου γραμ-
ματικοῦ ποιῶν ἔργον, ἃ μὲν εἰρήκασιν οἱ πρόσθεν ἐκμεμελετηκώς,
ὅ τι δὲ αὐτῶν ὑγιές ἐστιν οὐδ' ὅλως ἐννοῶν· οὐδὲ γὰρ διδασκάλου
τό γε τοιοῦτόν ἐστιν, ἀλλ' ἀδολεσχία τις ἢ λῆρος.
Πόθεν οὖν ἐλπὶς ὑπολείπεται τῆς τῶν ἀληθῶν εὑρέσεως; ᾧ
γὰρ οὐδὲν ὑπάρχει κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀνέλπιστος ἡ
γνῶσις αὐτῶν. ἐνεχείρησε 〈δ' οὗτος〉 διδάξαι μόνον σοφιστὰς μη-
δὲν ἡμῖν ὑπάρχειν κριτήριον σύμφυτον, ὥστε γε μετὰ τοῦτο τολ-
μηρῶς 〈....〉. ἡμῖν μέντοι ἴσως, φᾶσιν αἴσθησίν τε καὶ νόησιν
ἐναργῆ κριτήρια τῆς ἀληθείας εἷναι, συγχωρήσειεν ἄν τις ἐν λογι-
κοῖς καλινδεῖσθαι, βουκολούμενος ἐλπίσι ματαίαις· ὅσοι δ' ἀνῃ-
ρήκασιν ὅλην τὴν ἐλπίδα, καθάπερ οὗτος, μάτην ἐφλυάρουν. εὔδη-
λος οὖν ἐστιν ὁ Φαβωρῖνος αἰδούμενος μὲν ἀνατρέπειν πάντα καὶ
ἀγνοῶν ὑπάρχειν ὁμολογεῖν ὃ μὴ ὑπάρχειν οἱ πρόσθεν ἔλεγον Ἀκα-
δημαϊκοί τε καὶ Πυρρώνειοι, προσποιούμενος δ' ἐπιτρέπειν τὴν
κρίσιν τοῖς μαθηταῖς, ἣν οὐδ' ἑαυτοῖς ἐπέτρεψαν οἱ πρὸ αὐτοῦ.
28,4
Ὅτι μὲν οὖν ἡ τοιαύτη διδασκαλία τῶν μανθανόντων ὁτιοῦν,
οἵαν ἐννοεῖται Φαβωρῖνος, οὐ μόνον οὐκ ἔστιν ἀρίστη τῶν ἄλλων,
ἀλλ' οὐδὲ διδασκαλία, τὴν ἀρχὴν ἐναργῶς οἶμαι δεδιδάχθαι· ἃς
δ' οἱ λοιποὶ πάντες, διδασκαλίαι μέν εἰσιν, εἰ δ' ἄρισται σκοπῶμεν
ἐξ ἀρχῆς, ἀπὸ τῶν αὐτῶν αὖθις ἀρξάμενοι. φαίνεται γὰρ ἡμῖν ἐναρ-
γῶς τοῦτο, κἂν ὅτι μάλιστ' αὑτοῖς ἄπιστον ἐργάσασθαι σπουδάζω-
σιν οἱ σοφισταί, [μηδὲν] εἶναι κριτήριον φυσικόν· ὁ μὲν γὰρ καρκίνος
γράφει τὸν κύκλον, ὁ δὲ πῆχυς διακρίνει τὰ μήκη καθάπερ ὁ ζυγὸς
τὰ βάρη. ταῦτα δ' αὐτὸς κατεσκεύασεν ἅνθρωπος ἐκ τῶν φυσικῶν
ὀργάνων τε καὶ κριτηρίων ὁρμώμενος, ὧν ἀπωτέρω κριτήριον οὔτε
πρεσβύτερον οὔτε σεμνότερον ἔχομεν. δεῖ τοίνυν ἐντεῦθεν ἄρχεσθαι.
λέγει γὰρ πάλιν ὁ νοῦς ὡς πιστεῦσαι μὲν ἢ ἀπιστῆσαι τῷ φυσικῷ
κριτηρίῳ δυνατὸν ἡμῖν ἐστι, κρῖναι δὲ οὐ δυνατὸν αὐτὸ δι' ἑτέρου
τινός· ᾧ γὰρ κρίνεται τἆλλα πάντα, πῶς ἂν τοῦτο πρὸς ἄλλου κρι-
θείη; πιστεύειν βούλει τοῖς ὀφθαλμοῖς ἐναργῶς ὁρῶσι καὶ τῇ
γλώττῃ γευομένῃ τουτὶ μὲν μῆλον εἷναι, τουτὶ δὲ σῦκον, ἢ μὴ πι-
στεύειν; πείσομαι ὃ βούλει ποιεῖν ἐφ' ἡμῖν. εἰ μέντοι σπεύδεις
διαλέγεσθαί μοι, 〈....〉 μὴ πιστεύοντος δὲ ὡς παρὰ φύσιν ἔχοντος
ἀφίσταμαι. κείσθω πρότερον ἀπιστεῖν σε, μηδὲν ἔλπιζε μαθήσεσθαι
παρ' ἐμοῦ· τοῦτο γὰρ ἄρτι πέπαυμαι λέγων. ὑποκείσθω δέ σε πι-
στεύειν, ἔλπιζε μαθήσεσθαι παρ' ἐμοῦ κρίνειν ἃ λέγω, τὰ μὲν αἰσθη-
τὰ τοῖς ἐναργῶς αἰσθήσει φαινομένοις, τὰ δὲ νοητὰ τοῖς ἐναργῶς
νοουμένοις. ἐπεὶ δ' ἐκ τῶν φυσικῶν κριτηρίων αἱ τέχναι πᾶσαι
κατασκευάζουσιν ὄργανά τε καὶ κριτήρια τεχνικά, δι' ὧν τὰ μὲν
αὐτοὶ συντιθέασι, τὰ δ' ὑφ' ἑτέρων συγκείμενα κρίνουσι, κἀγὼ δι-
δάξω λόγων ὄργανά τε καὶ κριτήρια, τὰ μὲν οἷς κατασκευάσεις
τοὺς ἀληθεῖς, τὰ δ' οἷς τοὺς ὑφ' ἑτέρων γεγονότας κρινεῖς. ἔχει
γὰρ οὕτω τὸ πᾶν· εἰ μὲν ἐξ αὑτοῦ τι φαίνεται πρὸς αἴσθησιν ἢ
νόησιν ἐναργῶς, οὐ χρῄζει τοῦτο ζητήσεως, εἰ δὲ μή τι τοιοῦτον
ὑπάρχει, τῆς ἐξ ἑτέρου δὴ προσδεῖται γνώσεως. ἐγὼ μὲν ἐπαγγέλλο-
μαί σοι διδάξειν ἔνια μὲν τοῖς κατὰ τὰς τέχνας ὀργάνοις ἀνάλογα,
ἐξ ὧν εὑρήσεις τὸ ζητούμενον, ἔνια δὲ τοῖς κριτηρίοις, ἐξ ὧν τὸ
δοκοῦν εὑρῆσθαι κρινεῖς. ἐπειδὰν δὲ μάθῃς ταῦτα, ἐπὶ πολλῶν
παραδειγμάτων γυμνάσω σε ταχέως τε ἅμα καὶ ἀκριβῶς εὑρίσκειν
καὶ κρίνειν τὸ ζητούμενον, ὥστ' οὔτε βιβλίου δεήσῃ τινὸς ἔτι ἤδη
πρὸς τὴν τῶν ἀληθῶν εὕρεσιν οὔτε διδασκαλίας ἑτέρας, εὐθὺς δὲ
δήπου καὶ τοὺς ἄλλο τι λέγοντας ὧν εὗρες ἑτοίμως γνωριεῖς· ὥσπερ
γὰρ ὁ τὴν εὐθεῖαν ὁδὸν γιγνώσκων μίαν οὖσαν οὐ δεῖται διδασκαλίας
ἑτέρας εἰς ἔλεγχον τῶν πεπλανημένων, οὕτως ὁ τὴν εὐθεῖαν ὁδὸν
τῆς ἀποδείξεως ἐκμαθὼν εὐθὺς ἅμα ταύτῃ καὶ τὰς πεπλανημένας
γνωρίζει.
28,5
Φαβωρῖνος δέ μοι δοκεῖ παραπλήσιόν τι ποιεῖν τῷ φάσκοντι
τυφλὸν μὲν εἷναι Δίωνα φύσει, δύνασθαι δὲ κρῖναι πότερος ἡμῶν
ἐστι ῥυπαρώτερος ἢ λευκότερος, οὐκ ἐννοῶν ὅτι τῷ [μὲν] μέλλοντι
τὰ τοιαῦτα κρίνειν ὑπάρχειν χρὴ πρότερον ὄψιν. οὐ μὴν οὐδὲ δια-
φέρει πρὸς τὴν κρίσιν ἢ μηδ' ὅλως ἔχειν ὄψιν ἢ ἔχοντα μὴ πιστεύειν
αὐτῇ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅσα νῷ κρίνομεν, ὁποῖόν ἐστι καὶ
〈τὸ〉 ὅσα τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα ὑπάρχει, καθάπερ τοῖς
ὄνοις οὐκ ἄν τις ἐπιτρέψειεν, ὅτι μηδ' ὅλως ἔχουσι νοῦν, οὕτως οὐδὲ
τοῖς ἀνθρώποις, εἰ μηδ' οὗτοι πιστὸν ἔχουσι τὸν νοῦν· οὐδὲν γὰρ
διαφέρει πρὸς τὴν τῶν κρινομένων διδασκαλίαν [ἀπιστίαν] ἢ μηδ'
ὅλως ἔχειν τι κριτήριον ἢ μὴ πιστεύειν αὐτῷ. γελοῖος οὖν ἐστιν ὁ
Φαβωρῖνος ἐπιτρέπων κρίνειν τοῖς μαθηταῖς ἄνευ τοῦ συγχωρῆσαι
τὴν πίστιν τοῖς κριτηρίοις. εἰ γὰρ οὐδέν ἐστιν ἐναργὲς τῷ νῷ ἢ
πιστὸν ἐξ αὑτοῦ, διέφθαρται πάντων ἡ κρίσις. εἰ δ' ἔστι μὲν ὥσπερ
ὀφθαλμὸς ἐν σώματι τοιοῦτος ἐν ψυχῇ νοῦς, οὐ μὴν ἅπασί γε ὁμοίως
ὀξύς, ἐγχωρεῖ, καθάπερ 〈ὁ〉 βλέπων ὀξύτερον ἐπάγει πρὸς τὸ θέαμα
τὸν ἀμβλύτερον ὁρῶντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νοημά-
των ὑπὸ τοῦ φθάσαντος ἰδεῖν ἐναργῶς τὸ νοητὸν ἐπάγεσθαι πρὸς
τὴν θέαν αὐτοῦ τὸν ἀμβλύτερον. καὶ τοῦτ' ἔστιν ὁ διδάσκαλος, ὡς
ὁ Πλάτων τέ φησι κἀγὼ πείθομαι. καὶ γέγραπταί γέ μοι περὶ τού-
των ἐπὶ πλέον ἐν τῇ τῆς ἀποδείξεως πραγματείᾳ, ὅτι, τοιαύτη τις
οὖσα, ἦν πρὸς τὴν νόησιν ἐνεργὴς ἡ διδασκαλία· γέγραπται δὲ
καὶ ὅπως ἄν τις ὁρμώμενος ἀπὸ τῶν ἐν ἑκάστῳ στοιχείων καὶ ἀρχῶν
ἀποδεικνύοι κάλλιστα πᾶν ὅσον ἀποδειχθῆναι δυνατόν, οὐχ ὡς ὁ
θαυμαστὸς Φαβωρῖνος, 〈ὃς〉 ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι
μηδὲ τὸν ἥλιον εἶναι καταληπτόν, ὡς ἐπιλήσμοσιν ἡμῖν ἑτέρωθι
διαλέγεται συγχωρῶν τι βεβαίως εἶναι γνωστὸν καὶ τοῦτ' ἐπιτρέ-
πων αἱρεῖσθαι τοῖς μαθηταῖς.
29
Galen., de opt. gen. doc. c. 1 fin. (p. 179, 26 sqq.) ὥστε καὶ
τρία βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανόν, ἕτερον δὲ πρὸς Δρύ-
σωνα καὶ τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα Περὶ τῆς καταληπτικῆς
φαντασίας ἐπέγραψε, καὶ καθ' ὅλα γ' αὐτὰ γενναίως ἀγωνίζεται
πειρώμενος ἐπιδεικνύναι τὴν καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.
30
Galen., de opt. gen. doc. c. 1 (p. 179, 12 sq.) λέγει δὲ 〈τ〉αὐ-
τὸ〈ν〉 ἐν τῷ Πρὸς Ἐπίκτητον, ἐν ᾧ δῆθέν ἐστιν Ὀνήσιμος ὁ Πλου-
τάρχου δοῦλος Ἐπικτήτῳ διαλεγόμενος.
31
Galen., de opt. gen. doc. c. 1 (p. 179, 14 sqq.) καὶ μέντοι
κἂν τῷ μετὰ ταῦτα γραφέντι βιβλίῳ, τῷ Ἀλκιβιάδῃ, καὶ τοὺς
ἄλλους Ἀκαδημαϊκοὺς ἐπαινεῖ συναγορεύοντας μὲν ἑκατέρῳ τῶν
ἀντικειμένων ἀλλήλοις λόγων, ἐπιτρέποντας δὲ τοῖς μαθηταῖς αἱρεῖ-
σθαι τοὺς ἀληθεστέρους. ἀλλ' ἐν τούτῳ μὲν εἴρηκε πιθανὸν ἑαυτῷ
φαίνεσθαι μηδὲν εἶναι καταληπτόν, ἐν δὲ τῷ Πλουτάρχῳ συγχω-
ρεῖν ἔοικεν εἶναί τι βεβαίως γνωστόν.
Galen., ib. c. 5 (p. 186, 9 sqq.) οὐχ ὡς ὁ θαυμαστὸς Φαβω-
ρῖνος, 〈ὃς〉 ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι μηδὲ τὸν ἥλιον εἶναι
καταληπτόν, ὡς ἐπιλήσμοσιν ἡμῖν ἑτέρωθι διαλέγεται συγχωρῶν
τέ τι βεβαίως εἶναι γνωστὸν καὶ τοῦτ' ἐπιτρέπων αἱρεῖσθαι τοῖς
μαθηταῖς.
32
Diog. L. I 79 (de Pittaco) γέγονε δὲ καὶ ἕτερος Πιττακὸς
νομοθέτης, ὥς φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ
καὶ Δημήτριος ἐν Ὁμωνύμοις, ὃς καὶ μικρὸς προσηγορεύθη.
33
Diog. L. II 23 (de Socrate) (Ἴων δὲ ὁ Χῖος καὶ νέον ὄντα εἰς
Σάμον σὺν Ἀρχελάῳ ἀποδημῆσαι· καὶ Πυθώδε ἐλθεῖν Ἀριστο-
τέλης φησίν·) ἀλλὰ καὶ εἰς Ἰσθμόν, ὡς Φαβωρῖνος ἐν τῷ πρώτῳ
τῶν Ἀπομνημονευμάτων.
34
Diog. L. II, 39—40 (de Socrate) Φαβωρῖνος δέ φησιν ἐν τῷ
πρώτῳ τῶν Ἀπομνημονευμάτων μὴ εἶναι ἀληθῆ τὸν λόγον τὸν
Πολυκράτους κατὰ Σωκράτους· ἐν αὐτῷ γάρ, φησί, μνημονεύει
τῶν ὑπὸ Κόνωνος τειχῶν ἀνασταθέντων, ἃ γέγονεν ἔτεσιν ἓξ τῆς
τοῦ Σωκράτους τελευτῆς ὕστερον. καὶ ἔστιν οὕτως ἔχον. ἡ δ' ἀν-
τωμοσία τῆς δίκης τοῦτον εἶχε τὸν τρόπον· ἀνάκειται γὰρ ἔτι καὶ
νῦν, φησὶ Φαβωρῖνος, ἐν τῷ Μητρῴῳ· «τάδε ἐγράψατο καὶ ἀν-
τωμόσατο Μέλητος Μελήτου Πιτθεὺς Σωκράτει Σωφρονίσκου
Ἀλωπεκῆθεν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς
οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσηγούμενος· ἀδικεῖ δὲ καὶ
τοὺς νέους διαφθείρων. τίμημα θάνατος».
35
Diog. L. III, 20 (de Platone) τὸν μέντοι Πόλλιν λόγος ὑπό
τε Χαβρίου ἡττηθῆναι καὶ μετὰ ταῦτα ἐν Ἡλίκῃ καταποντωθῆναι,
τοῦ δαιμονίου μηνίσαντος διὰ τὸν φιλόσοφον, ὡς καὶ Φαβωρῖνός
φησιν ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων.
36
Diog. L. III 25 (de Platone) ἐν δὲ τῷ πρώτῳ τῶν Ἀπομνη-
μονευμάτων Φαβωρίνου φέρεται ὅτι Μιθριδάτης ὁ Πέρσης ἀνδριάν-
τα Πλάτωνος ἀνέθετο εἰς τὴν Ἀκαδήμειαν καὶ ἐπέγραψε· «Μιθρι-
δάτης ὁ Ῥοδοβάτου Πέρσης Μούσαις εἰκόνα ἀνέθηκε Πλάτωνος,
ἣν Σιλανίων ἐποίησε».
37
Diog. L. V 76 (de Demetrio Phalereo) .... οὐκ εὐγενὴς ὤν.
ἦν γὰρ ἐκ τῆς Κόνωνος οἰκίας, ὡς Φαβωρῖνος ἐν πρώτῳ τῶν Ἀπομ-
νημονευμάτων φησίν· ἀλλ' ἀστῇ καὶ εὐγενεῖ συνῴκει Λαμίᾳ τῇ
ἐρωμένῃ, καθάπερ ὁ αὐτὸς ἐν τῷ πρώτῳ φησίν.
38
Diog. L. IX 20 (de Xenophane) δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ
〈.... καὶ λελύσθαι ὑπὸ〉 τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ Ὀρε-
στάδου, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ.
39
Diog. L. IV 5 (de Speusippo) φησὶ δὲ καὶ Φαβωρῖνος ἐν
δευτέρῳ Ἀπομνημονευμάτων ὡς Ἀριστοτέλης αὐτοῦ τὰ βιβλία
τριῶν ταλάντων ὠνήσατο.
40
Diog. L. V 21 (de Aristotele) φησὶ δὲ Φαβωρῖνος ἐν τῷ
δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι· ‘ᾧ φίλοι,
οὐδεὶς φίλος’.
41
Diog. L. V 76 (de Demetrio Phalereo; post ea quae sunt
in fr. 37) ἀλλὰ καὶ ὑπὸ Κλέωνος πεπονθέναι ἐν τῷ δευτέρῳ ἱστο-
ρεῖ (sc. Favorinus).
42
παρακαλῶν (sc. Crates) περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων
αὐτοῦ ἥπτετο· ἀγανακτοῦντος δέ, ἔφη· ‘τί γάρ; οὐχὶ καὶ ταῦτα
σά ἐστι, καθάπερ καὶ τὰ γόνατα;’
43
Diog. L. III 40 (de Platone) καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν
τρόπον (III 2), Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ
καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων τρίτῳ.
44
Diog. I. VIII 12 (de Pythagora) λέγεται δὲ καὶ πρῶτος
κρέασιν ἀσκῆσαι ἀθλητάς, καὶ πρῶτόν γ' Εὐρυμένην, καθά φησι
Φαβωρῖνος ἐν τρίτῳ τῶν Ἀπομνημονευμάτων.
45
Diog. L. III 62 (de Platone) ὧν (τῶν νοθευομένων διαλόγων)
ἡ Ἀλκυὼν Λέοντός τινος εἶναι δοκεῖ, καθά φησι Φαβωρῖνος ἐν
τῷ πέμπτῳ τῶν Ἀπομνημονευμάτων.
46
Diog. L. IX 23 (de Parmenide) καὶ δοκεῖ πρῶτος πεφω-
ρακέναι τὸν αὐτὸν εἶναι Ἕσπερον καὶ Φωσφόρον, ὥς φησι Φαβω-
ρῖνος ἐν πέμπτῳ τῶν Ἀπομνημονευμάτων· οἱ δὲ Πυθαγόραν.
47
Diog. L. III 48 (de Platone) (διαλόγους τοίνυν φασὶ πρῶτον
γράψαι Ζήνωνα τὸν Ἐλεάτην·) Ἀριστοτέλης δὲ ἐν πρώτῳ Περὶ
ποιητῶν (fr. 72 R.) Ἀλεξαμενὸν Στυρέα ἢ Τήιον, ὡς καὶ Φαβω-
ρῖνος ἐν Ἀπομνημονεύμασιν.
48
Diog. L. VIII 53 (de Empedocle) ἐγὼ δὲ εὗρον ἐν τοῖς
Ὑπομνήμασι Φαβωρίνου ὅτι καὶ βοῦν ἔθυσε τοῖς θεωροῖς ὁ Ἐμπε-
δοκλῆς ἐκ μέλιτος καὶ ἀλφίτων· καὶ ἀδελφὸν ἔσχε Καλλικρατίδην.
49
Diog. L. VIII 63 (de Empedocle) αὐτοὺς δὲ τούτους τοὺς
Καθαρμοὺς Ὀλυμπίασι ῥαψῳδῆσαι λέγεται Κλεομένη τὸν ῥαψῳδόν,
ὡς καὶ Φαβωρῖνος ἐν Ἀπομνημονεύμασι.
50
Diog. L. VIII 73 (de Empedocle) πορφύραν τε ἀναλαβεῖν
αὐτὸν καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρῖνος ἐν Ἀπομνη-
μονεύμασιν, ἔτι τ' ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. κόμη
τε ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι, καὶ αὐτὸς ἀεὶ σκυθρω-
πὸς ἐφ' ἑνὸς σχήματος ἦν. τοιοῦτος δὴ προῄει τῶν πολιτῶν ἐντυ-
χόντων καὶ τοῦτο ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον.
51
Diog. L. VIII 90 (de Eudoxo Cnidio) ὅτε δὲ συνεγένετο
ἐν Αἰγύπτῳ Χονούφιδι τῷ Ἡλιουπολίτῃ, ὁ Ἆπις αὐτοῦ θοἰμάτιον
περιελιχμήσατο. ἔνδοξον οὖν αὐτόν, ἀλλ' ὀλιγοχρόνιον, ἔφασαν οἱ
ἱερεῖς ἔσεσθαι, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονεύμασιν.
53
Steph. Byz. s. v. Τετράπολις τῆς Ἀττικῆς (p. 618, 6 Mei-
neke): ... οἱ οἰκήτορες Τετραπολιεῖς καὶ Τετραπολῖται, ὡς Φαβω-
ρῖνος ἐν πρώτῳ Παντοδαπῆς ὕλης ἱστορικῆς.
54
Steph. Byz. s. v. Ἀλεξάνδρειαι (p. 72, 3 M.) ... τὸ ἐθνικὸν
Ἀλεξανδρεύς ... Δίδυμος δὲ παρατίθεται χρῆσιν ἐξ Ἐρατοσθένους
τὸ Ἀλεξανδρίτης. Φαβωρῖνος δὲ ἐν 〈πρώ〉τῳ Περὶ παντοδαπῆς
ὕλης Ἀλεξανδρειώτην φησί.
55
Diog. L. III 57 (de Platone) ἣν (sc. τὴν Πολιτείαν) καὶ
εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόρᾳ ἐν τοῖς Ἀντιλογικοῖς
(fr. 5, I 265 Diels) φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας
δευτέρῳ.
56
Versio armena Alex. hist. (R. Raabe, ἱστορία Ἀλεξάνδρου,
die arm. Uebers. 1886, p. 8) (post Alexandri educatores me-
moratos) ἐμνήσθη δὲ καὶ Παφώρανος (= Φαβωρῖνος) τούτων ἐν
τῷ τετάρτῳ τόμῳ ἐν ταῖς Παντοδαπαῖς Χαριέσσαις Ἱστορίαις αὐτοῦ.
57
Diog. L. III 24 (de Platone) οὗτος πρῶτος ἐν ἐρωτήσει
λόγον παρήνεγκεν, ὥς φησι Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστο-
ρίας· καὶ πρῶτος τὸν κατὰ τὴν ἀνάλυσιν τῆς ζητήσεως τρόπον
εἰσηγήσατο Λεωδάμαντι τῷ Θασίῳ· καὶ πρῶτος ἐν φιλοσοφίᾳ
ἀντίποδα ὠνόμασε καὶ στοιχεῖον καὶ διαλεκτικὴν καὶ ποιότητα
καὶ τοῦ ἀριθμοῦ τὸν προμήκη καὶ τῶν περάτων τὴν ἐπίπεδον ἐπι-
φάνειαν καὶ θεοῦ πρόνοιαν.
58
Diog. L. VIII 12 (de Pythagora) λέγεται δὲ καὶ πρῶτος
κρέασιν ἀσκῆσαι ἀθλητὰς .... τῶν πρότερον ἰσχάσι ξηραῖς καὶ τυροῖς
ὑγροῖς, ἀλλὰ καὶ πυροῖς, σωμασκούντων αὐτούς, καθάπερ ὁ αὐτὸς
Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστορίας φησίν.
59
Diog. L. VIII 47—48 (de Pythagora) Ἐρατοσθένης δέ φησι,
καθὸ καὶ Φαβωρῖνος ἐν τῇ ὀγδόῃ Παντοδαπῆς ἱστορίας παρατί-
θεται, τοῦτον εἶναι τὸν πρῶτον ἐντέχνως πυκτεύσαντα ἐπὶ τῆς
ὀγδόης καὶ τετταρακοστῆς Ὀλυμπιάδος, κομήτην καὶ ἁλουργίδα φο-
ροῦντα, ἐκκριθῆναί τ' ἐκ τῶν παίδων καὶ χλευασθέντα αὐτίκα
προσβῆναι τοὺς ἄνδρας καὶ νικῆσαι. δηλοῦν δὲ τοῦτο καὶ τοὐπί-
γραμμα, ὅπερ ἐποίησε Θεαίτητος.
Πυθαγόρην τινά, Πυθαγόρην, ὦ ξεῖνε, κομήτην,
ᾀδόμενον πύκτην εἰ κατέχεις Σάμιον,
Πυθαγόρης ἐγώ εἰμι. τὰ δ' ἔργα μου εἴ τιν' ἔροιο
Ἠλείων, φήσεις αὐτὸν ἄπιστα λέγειν.
59a
τοῦτον 〈πρῶτον〉 ὁ Φαβωρῖνός φησιν ὅροις χρήσασθαι διὰ
τῆς μαθηματικῆς ὕλης, ἐπὶ πλέον δὲ Σωκράτην καὶ τοὺς ἐκείνῳ
πλησιάσαντας, καὶ μετὰ ταῦτ' Ἀριστοτέλην καὶ τοὺς Στωϊκούς.
ἀλλὰ μὴν καὶ τὸν οὐρανὸν πρῶτον ὀνομάσαι κόσμον καὶ τὴν γῆν
στρογγύλην· ὡς δὲ Θεόφραστος (Phys. Opin. 17) Παρμενίδην (A 44,
I 225, 13 Diels)· ὡς δὲ Ζήνων (I 276 Arnim), Ἡσίοδον (Th.
127 = fr. 254 Rzach).
60
Diog. L. II 1—2 (de Anaximandro) εὗρε δὲ καὶ γνώμονα
πρῶτος καὶ ἔστησεν ἐπὶ τῶν σκιοθήρων ἐν Λακεδαίμονι, καθά φησι
Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, τροπάς τε καὶ ἰσημερίας σημαί-
νοντα, καὶ ὡροσκοπεῖα κατεσκεύασε· καὶ γῆς καὶ θαλάσσης περί-
μετρον πρῶτος ἔργαψεν· ἀλλὰ καὶ σφαῖραν κατεσκεύασε.
61
Diog. L. II 11 (de Anaxagora) δοκεῖ δὲ πρῶτος, καθά φησι
Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, τὴν Ὁμήρου ποίησιν ἀποφή-
νασθαι εἶναι περὶ ἀρετῆς καὶ δικαιοσύνης· ἐπὶ πλεῖον δὲ προστῆ-
ναι τοῦ λόγου Μητρόδωρον τὸν Λαμψακηνόν (A 2 Vors. II 49, 12),
γνώριμον ὄντα αὐτοῦ, ὃν καὶ πρῶτον σπουδάσαι τοῦ ποιητοῦ περὶ
τὴν φυσικὴν πραγματείαν.
62
Diog. L. II 20 (de Socrate) καὶ γὰρ πρῶτος, ὥς φησι Φαβω-
ρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητο-
ρεύειν ἐδίδαξε· λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τῷ περὶ τῶν Σω-
κρατικῶν· (καὶ πρῶτος περὶ βίου διελέχθη καὶ πρῶτος φιλοσόφων
καταδικασθεὶς ἐτελεύτα).
63
Diog. L. II 38 (de Socrate) οὐ φέρων (Anytus) τὸν ὑπὸ Σω-
κράτους χλευασμὸν πρῶτον μὲν ἐπήλειψεν αὐτῷ τοὺς περὶ Ἀριστο-
φάνην, ἔπειτα καὶ Μέλητον συνέπεισεν ἀπενέγκασθαι κατ' αὐτοῦ
γραφὴν ἀσεβείας καὶ τῶν νέων διαφθορᾶς. ἀπηνέγκατο μὲν οὖν
τὴν γραφὴν ὁ Μέλητος, εἶπε δὲ τὴν δίκην Πολύευκτος, ὥς φησι
Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ .... προητοίμασε δὲ πάντα Λύκων
ὁ δημαγωγός.
64
Diog. L. III 3 (de Platone) καὶ ἐγεννήθη κατά τινας ἐν Αἰγίνῃ,
ἐν τῇ Φειδιάδου οἰκίᾳ τοῦ Θάλητος, ὥς φησι Φαβωρῖνος ἐν Παντο-
δαπῇ ἱστορίᾳ, τοῦ πατρὸς αὐτοῦ μετὰ καὶ ἄλλων πεμφθέντος κλη-
ρούχου καὶ ἐπανελθόντος εἰς Ἀθήνας, ὁπόθ' ὑπὸ Λακεδαιμονίων
ἐξεβλήθησαν βοηθούντων Αἰγινήταις.
65
Diog. L. III 19 (de Platone) παρέδωκε (Dionysius tyrannus)
δ' αὐτὸν Πόλλιδι τῷ Λακεδαιμονίῳ κατὰ καιρὸν διὰ πρεσβείαν
ἀφιγμένῳ, ὥστε ἀποδόσθαι. κἀκεῖνος ἀγαγὼν αὐτὸν εἰς Αἴγιναν
ἐπίπρασκεν, ὅτε καὶ Χάρμανδρος Χαρμανδρίδου ἐγράψατο αὐτῷ
δίκην θανάτου κατὰ τὸν παρ' αὐτοῖς τεθέντα νόμον, τὸν πρῶτον
ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνῄσκειν. ἦν δ' αὐτὸς ὁ
θεὶς τὸν νόμον, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ. εἰπόν-
τος δέ τινος, ἀλλὰ κατὰ παιδιάν, φιλόσοφον εἶναι τὸν ἐπιβάντα,
ἀπέλυσαν.
66
Diog. L. IV 54 (de Bione Borysthenita) (καὶ ὕστερόν ποτε
ἐμπεσὼν εἰς νόσον, ὡς ἔφασκον οἱ ἐν Χαλκίδι—αὐτόθι γὰρ καὶ
κατέστρεψε—, περίαπτα λαβεῖν ἐπείσθη καὶ μεταγινώσκειν ἐφ' οἷς
ἐπλημμέλησεν εἰς τὸ θεῖον). ἀπορίᾳ δὲ καὶ τῶν νοσοκομούντων δει-
νῶς διετίθετο, ἕως Ἀντίγονος αὐτῷ δύο θεράποντας ἀπέστειλε,
καὶ ἠκολούθει γε αὐτῷ ἐν φορείῳ, καθά φησι Φαβωρῖνος ἐν Παντο-
δαπῇ ἱστορίᾳ.
67
Diog. L. IV 63—64 (de Carneade) οὗτός ποτε, Μέντορος τοῦ
Βιθυνοῦ μαθητοῦ ὄντος καὶ παρ' αὐτὸν ἐλθόντος εἰς τὴν διατριβήν,
ὡς ἐπείρα αὐτοῦ τὴν παλλακὴν ὁ Μέντωρ, καθά φησι Φαβωρῖνος
ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰς αὐτόν·
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,
Μέντορι εἰδόμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
τοῦτον σχολῆς τῆσδ' ἐκκεκηρῦχθαι λέγω.
Καὶ ὃς ἀναστάς·
οἱ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μαλ' ὦκα.
68
Diog L V 5—6 (de Aristotele) ὁ δ' οὖν Ἀριστοτέλης .... ὑπε-
ξῆλθεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτὸν τοῦ ἱεροφάντου δίκην
ἀσεβείας γραψαμένου, ἢ Δημοφίλου, ὥς φησι Φαβωρῖνος ἐν Παν-
τοδαπῇ ἱστορίᾳ, ἐπειδήπερ τὸν ὕμνον ἐποίησεν εἰς τὸν προειρημέ-
νον Ἑρμίαν (fr. 675 Rose).
69
Diog. L. V 9 (de Aristotele) τοῦτον πρῶτον Φαβωρῖνος ἐν
Παντοδαπῇ ἱστορίᾳ λόγον δικανικὸν ὑπὲρ ἑαυτοῦ συγγράψαι φησὶν
ἐπ' αὐτῇ ταύτῃ τῇ δίκῃ καὶ λέγειν ὡς Ἀθήνησιν
ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, σῦκον δ' ἐπὶ σύκῳ.
70
Diog. L. V 77 (de Demetrio Phalereo) Φαβωρῖνος δέ φησιν
ἐν Παντοδαπῇ ἱστορίᾳ τοῦτο ποιῆσαι (sc. κατασπάσαι τὰς Δ. εἰκό-
70a
νας) τοὺς Ἀθηναίους Δημητρίου κελεύσαντος τοῦ βασιλέως.
ἀλλὰ καὶ τῷ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἐπέγραψαν ἀνομίας, ὡς Φαβω-
ρῖνος.
71
Diog. L. VI 25 (de Diogene) καί ποτε Πλάτωνα ἐν δείπνῳ
πολυτελεῖ κατανοήσας ἐλάας ὀψώμενον, ‘τί, φησίν, ὁ σοφὸς εἰς
Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων
οὐκ ἀπολαύεις;’. Καὶ ὅς· ‘ἀλλὰ νὴ τοὺς θεούς, φησί, Διόγενες,
κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην’. Ὁ δέ· ‘τί
οὖν ἔδει πλεῖν εἰς Συρακούσας; ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας;’
Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ Ἀρίστιππον εἰπεῖν τοῦτο.
(I A 24 Giann.).
72
Diog. L. VI 73 (de Diogene) (.... εἴ γ' αὐτοῦ αἱ τραγῳδίαι
καὶ μὴ Φιλίσκου τοῦ Αἰγινήτου, ἐκείνου γνωρίμου), ἢ Πασιφῶντος
τοῦ Λουκιανοῦ, ὅν φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ μετὰ
τὴν τελευτὴν αὐτοῦ συγγράψαι.
73
Diog. L. VIII 15 (de Pythagora) Μεταποντῖνοί γε μὴν τὴν
μὲν οἰκίαν αὐτοῦ Δήμητρος ἱερὸν ἐκάλουν, τὸν στενωπὸν δὲ Μου-
σεῖον, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπαῖς ἱστορίαις.
74
Diog. L. VIII 83 (de Alemaeone) δοκεῖ δὲ πρῶτος φυσικὸν
λόγον συγγεγραφέναι, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστο-
ρίᾳ, καὶ τὴν σελήνην καθόλου 〈τε τὰ ὑπὲρ〉 ταύτην ἔχειν ἀίδιον
φύσιν.
75
Diog. L. IX 23 (de Parmenide) καὶ (λέγεται) πρῶτος ἐρω-
τῆσαι τὸν Ἀχιλλέα λόγον, ὡς Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ.
Diog. L. IX 29 (de Zenone Eleata) οὗτος καὶ τὸν Ἀχιλλέα
πρῶτος λόγον ἠρώτησε—Φαβωρῖνος δέ φησι Παρμενίδην—καὶ
ἄλλους συχνούς.
76
Diog. L. IX 34—35 (de Democrito) Φαβωρῖνος δέ φησιν ἐν
Παντοδαπῇ ἱστορίᾳ λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου ὡς οὐκ
εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλ' ἀρχαῖαι·
τὸν δὲ ὑφῃρῆσθαι· διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως
καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν.
77
Diog. L. IX 50 (de Protagora) (διήκουσε δ' ὁ Πρωταγόρας
Δημοκρίτου)—ἐκαλεῖτό [τε] Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παν-
τοδαπῇ ἱστορίᾳ—καὶ πρῶτος ἔφη....
78
σητάνειος σῖτος
79
Ἄργιλος ἡ πρὸς τῷ Στρυμόνι ποταμῷ πόλις. ὠνομάσθη δὲ
ἐπειδὴ ὑπὸ Θρᾳκῶν ὁ μῦς ἄργιλος καλεῖται, σκαπτόντων δὲ εἰς
τὸ θεμελίους καταβαλέσθαι πρῶτος μῦς ὤφθη.
80
Steph. Byz. Αὐταριᾶται· ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδό-
μῃ Χρονικῶν (fr. 21 Jac. F Gr Hist II A, p. 48) καὶ Φαβωρῖνος
ἐν Παντοδαπαῖς καὶ Ἐρατοσθένης.
81
Steph. Byz. Χελιδόνιοι· ἔθνος Ἰλλυρικόν· ... εἰσὶ καὶ Χελιδό-
νιαι πέτραι ... δύο δέ εἰσι κεκλημέναι ἡ μὲν Κορύδελα, ἡ δὲ Μελα-
νίππεια, ὡς Φαβωρῖνος ἐν ταῖς Παντοδαπαῖς.
82
Προσαγορεύουσι δὲ τὴν Ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν
βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες Μεγάλην θάλατταν,
οἱ δ' Ἕλληνες Ἀτλαντικὸν πέλαγος.
83
Steph. Byz. Αἰθίοψ· ... πρῶτοι καὶ θεοὺς ἐτίμησαν καὶ νό-
μοις ἐχρήσαντο. ὀνομάζουσι δὲ τοὺς αἰτίους τούτων Μίθραν καὶ
Φλεγύαν, ἄνδρας Αἰθίοπας τὸ γένος, ὡς Φαβωρῖνος.
84
Steph. Byz. Ἀκτή· οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου
τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ
καὶ ἀφ' ἑαυτοῦ οὕτως τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς.
85
Steph. Byz. Ἀραχωτοί· πόλις Ἰνδικῆς, ἀπὸ Ἀραχώτου πο-
ταμοῦ ῥέοντος ἀπὸ τοῦ Καυκάσου, ὡς Φαβωρῖνος καὶ Στράβων
ἑνδεκάτῃ.
86
Steph. Byz. Βισαλτία· πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βι-
σάλτου τοῦ Ἡλίου καὶ Γῆς. περὶ ταύτην οἱ λαγοὶ σχεδὸν πάντες
ἁλίσκονται δύο ἥπατα ἔχοντες, ὡς Θεόπομπος ἱστορεῖ καὶ Φα-
βωρῖνος.
87
Βυζαντίων λιμὴν Βόσπορος καλεῖται.
88
Steph. Byz. Κρεμμυών· κώμη Κορίνθου· ... ‘ἐν ᾗ μυθεύουσι
τὰ περὶ τὴν Κρεμμυωνίαν ὗν, ἣν μητέρα τοῦ Καλυδωνίου κάπρου
φασὶ καὶ τῶν Θησέως ἄθλων 〈ἕνα〉’. Φαβωρῖνος δὲ ὅτι τοῦ Ἐρυ-
μανθίου καὶ τοῦ Καλυδωνίου μήτηρ ἦν.
89
Steph. Byz. Σφακτηρία· ... ἔστι καὶ νῆσος Σφακτηρία, ἧς
μνημονεύει Παυσανίας ἐν τρίτῳ Περιηγήσεως Ἑλλάδος. ἐκαλεῖτο
καὶ Σφαγία, ὡς Φαβωρῖνος.
90
Steph. Byz. Ῥοπεῖς· ἔθνος, οὗ μέμνηται Φαβωρῖνος 〈 〉
ἐν Ἐπιτομῇ δ' τῆς Παμφίλης.
91
Diog. L. III 37 (de Platone) τοῦτον μόνον (Aristotelem)
παραμεῖναι Πλάτωνι Φαβωρῖνός πού φησιν ἀναγινώσκοντι τὸν Περὶ
ψυχῆς, τοὺς δ' ἄλλους ἀναστῆναι πάντας.
92
Diog. L. V 41 (de Theophrasto) Φαβωρῖνος δέ φησι γηρά-
σαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον,
παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε
πρὸς Λακύδην τὸν Κυρηναῖον.
93
Ἀρχύτας Ταραντῖνος τὰ ἄλλα καὶ μηχανικὸς ὢν ἐποίησεν πε-
ριστερὰν ξυλίνην πετομένην· ὁπότε καθίσειεν, οὐκέτι ἀνίστατο.
μέχρι γὰρ τούτου ....
96
{〈ΠΕΡΙ ΦΥΓΗΣ〉}
96,1
Ἀνὴρ δὲ ἐν μεγαλοψυχίᾳ ἀληθινῇ καὶ φιλοσοφίᾳ τεθραμμέ-
νος πρὸ τῶν ξυμφορῶν τὴν εὐθυμίαν ἐν τῇ γνώμῃ ἀπόθετον ἔχει·
τὸ δὲ ἐπὶ τοῖς δεινοῖς τῆς ἐξ ἑτέρου παρηγορίας χρῄζειν τὸν καιρὸν
τῆς εὐθυμίας ὑπερβαίνει.
[ad 7 ll.] οιμην κἄν? τις ὑ[π]ο?πτεύ[σ]ῃ τ?[ὴ]ν? | [ad 7 ll.] τ?οῦδ?ε?
τοῦ λ?[όγο]υ? ὡς ἐπ' ἀλαζ[ο]νείᾳ | [ad 7 ll.] περιασ!![!!] τινι ἀκαί-
ρῳ ἐπὶ [!]ι? | [ad 7 ll. ξ]υγκειμ[ένου.] εἰ γὰρ αὐτὸς μὲν | [ad. 5 ll.
παρ]α?κελεύ[ομα]ι?, αὐτὸς δὲ ὁ πειθ[όμ]ε?|[νος ταῦτ]α? δράσ[ω, ἐγὼ]
οὕτως ἔχω ὡς φ[έρω] | [!!!! τὰ πα]ρόντα. [ἀλλ'] ὡς ἴσως τις καὶ
π[!!!] | [ad 10 ll.]ε?λ[!!!!]αι βούλ[ε]τ?αι, ὅδε ὁ λό?[γος] | [ad
16 ll.] τα?ι? ἡ γνώμη βεβα?ι?| [ad 21 ll.] ἡγοῦμαι ἐμαυ|[τὸν ad 17 ll.
ἐ]πιδεῖξαι ὅτι [ἂ]ν? | [ad 19 ll. τῷ λ]όγῳ ὁρμὴν? | [ad 20 ll. κα]ταφρο-
νήσειε? | [ad 21 ll.] ἀμέλει τῷ λ[ό]|[γῳ ad 19 ll.]θρασύτατοι ο?υ|
[ad 20 ll.] μᾶλλον ἡ φρόνη|[σις ad 18 ll.] ησιν, ἀλλὰ οὓς | [ad 17 ll.
τῇ ἀρ]ε?τ?ῆς ἀσκήσει | [ad 24 ll. τ]οια?ύ?της | [ad 28 ll.]![!]![!] |
[ad 27 ll.] ενγ!! | [ad 10 ll.] απ[ad 10 ll. ἄ]λλης αἰκί|[ας ad 20 ll.]
οὐκ ἐπὶ ταῖς | [ad. 7 ll.]!α!!εφ!!στ[!!! Ἐμπε]δ?οκλῆς τε |
[καὶ Ἡρακλ]ῆς καὶ ὁ Ῥωμαίων στρατηγὸς [Μού]|[κιος; Ἐμ]πε-
δοκλῆς μὲν γὰρ ἀρετῆς, Ἡρακλ[ῆς] | [δὲ ἀθ]ανασίας, Μούκιος δὲ
ἀνδρείας ἕ[νε]|[κεν ἐπα]ι?ν?ο?ύμενοι.
96,2
Φυγῆς δ' ἂν καὶ ἕτεροι | [δι' ἄλλας α]ἰτίας καταφρονήσαιεν,
ἀλλ' ὁ [Σι]|[νωπεὺς Διογέν]ης κ?α?ὶ? Κ?[ρ]ά[τ]ης [ὁ Θηβ]α?[ῖος καὶ] |
!! [ad 10 ll.] ιπ[πο]ς? [κα]ὶ? [ad 11 ll.] | [!!!! καὶ ὁ Τυ]ρ?ρηνὸς
Μου?σ?ώνιος κατεφρό[νη]|σ[αν οὔτοι] δὴ? μίσει τῶν πατρίδων οὐδὲ
ἔχ?[θρᾳ] | [τῶν σφετ]έ?ρ?ων πολιτῶν, ἀλλὰ τὰ παρόντα | π?ταί?σ?ματα
πάντα ὡς ἀνθρώπινα ἀσπαζόμε[νο]ι. | καὶ [ἵν]α μὴ πλέον διεξίω παρα-
βάλλων [ὁμ]οί|ω[ν] π?α?θ?η?μάτων ἀνομοίους τὰς αἰτίας, βραχεῖ | μὲν
λόγῳ μεγάλῳ δὲ ἔργῳ ἔστω διακεκρι|μένον ᾧ τὸ εὔθυμον ἀπὸ τοῦ
ἀκολάστου δ?ι?α?|κέ?κ?ρι?ται. ὅστις δ' ἀρετῆς ἐφιέμενος ἐν τοῖς τοι|ού-
τ?ο[ις] εὐθυμεῖται, αὐτὸς μὲν ἱκανὸς προσ[δέ]ξ?α?ς|[θ]α[ι], ε?ὐ?φ?υ?έ?σ?τα-
τος δὲ καὶ ἄλλῳ ξυμβουλεῦσαι οὐ λό|γῳ μόνον, ἀλλὰ καὶ τῷ οἰκείῳ
παραδείγματι | προτρέπων, τοὺς μὲν λόγους τῶν ἔργων διδας|κά-
λους ποιούμενος, τὰ δὲ ἔργα ἀκόλουθα τοῖς λόγοις παρεχόμενος.
2. ἀνακείσεται δὲ ἥδε ἡ γρα|φὴ κτῆμα καὶ ἄλλῳ ποτὲ αὖθις, ὅστις
ὁμοίᾳ | τύχῃ περιπεσὼν οὐχ ἱκανὸς αὐτὸς αὑτῷ πο|ρίζειν τὰ τοιαῦτα,
τοῦ μή τινας ἴσα τῶν ἰ?δι?ωτῶν | τοῖς ἀφρονεστάτοις τὰς τῶν πάλαι
γενομένων ‖ ἀ?νδρῶν? ἢ [τῶν νῦ]ν ὄντ[ω]ν? ξυμφορ[ὰς πα]|[ρ]η?γορίαν?
τ[ῶν ἰδίων] κακῶν νομίζει[ν κ]α?ὶ | τ?ἀ?νθρώπεια [τοῖς ἀ]λλοτρίοις
πταίσμ[ασι]ν | [ἐ]πικουφίζ[ειν, ἀλ]λὰ τοὐναντίον ἐκ[εῖν]α | ὁρῶντας
ἐξ[ιδιάζεσ]θ?αι ἅπερ οἱ πάλαι ἀξιέ|παινοι ἄν[δρες ὅμο]ι?α παθόντες
διελ[έ]χθη|σάν τε περὶ [τούτων κ]αὶ ἔδρασαν, καὶ [εἰ] μὲν | Ἀλκι-
βιάδης [καὶ Θε]μιστοκλῆς καὶ ὁ [Κο]ριο|λα[ν]ὸ?ς? ἐπὶ τῇ π?α?[τρί]δι
ἀλγήσαντες τῇ πατρί|δι [ἐ]πεβούλευον, [μήτ' ἐπιδ]έ?χ?εσθαι μήτε
μι|μεῖσθαι, μηδὲ ε[ἰ] ἄ?[λλος] ἀνάνδρως ἢ πάλιν | α?ὖ? μ?ανικῶς φυγὴν
[ἢ] θάν?α?τ?ον ἤνεγκεν, ἐκεῖ|να δὲ θα?υ?μά?[ζειν κ]α?ὶ πα?ρ?α?μ?υ?θ?ίαν οἴεσθαι
ἃ | Σωκράτης [!!!!!!]ος ε?[ἶ]πέ?ν? ποτε καὶ ἔδρα|σεν ἐν τ[ῷ δε-
σμωτ]ηρ?ί?ῳ?. 3. ἐξὸν μὲν αὐτῷ δι|ὰ? [τῶν] φ?ί?λ?[ων !!!!!]![!], τοῖς
δὲ καταψηφισα|μ?[ένοις μέ?μψασθαι,…
πόλεως…
…
The complete text is available when the reading interface loads.