Dedicatio ad Theodorum
- Edition reference
- Dedicatio ad Theodorum (e cod. Venet. Marc. 299, fol. 5v), ed. M. Berthelot and C. É. Ruelle, Collection des anciens alchimistes grecs, vol. 2, Paris: Steinheil, 1888: 3–4.
- CTS identifier
urn:cts:greekLit:tlg1379.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
3
νοὸς τὸ φαιδρὸν ὄμμα πρὸς θείας φύσεις,
ὕψει διάρας πανσόφοις εὐοπτίαις,
οὕτω γραφὴν δίελθε τὴν σοφωτάτην,
καὶ πλοῦτον εὕροις γνώσεως ὑπερτέρας,
ζητῶν, ἐρευνῶν τὴν τρισολβίαν φύσιν,
μόνην φύσεις νικῶσαν ἐνθέῳ τρόπῳ,
καὶ χρυσὸν αἰγλήεντα τίκτουσαν μόνην,
τὴν παντοποιὸν, ἢν φρεσὶν μουσοστόλοις,
θείας ἐρασταὶ γνώσεως εὗρον μόνοι.
Ταύτην ἐφευρὼν, μὴ γὰρ ὅστις ᾖ φράσω,
θαύμαζε νοῦν, φρόνησιν ἀνδρῶν ἐνθέων,
ὡς δημιουργῶν σωμάτων καὶ πνευμάτων,
πῶς ἔσχον οὕτως γνώσεως ὕψος μέγα,
ψυχοῦν, ἀποκτένειν τε καὶ ζωοῦν πάλιν,
4
ὥστε ξένως πλάττειν τε καὶ μορφοῦν ξένως.
Ὦ θαῦμα, τὴν ἄνασσαν ὕλην ὀλβίαν!
ἧσπερ διαγνοὺς καὶ μαθὼν τὰς ἐκβάσεις
αἰνιγματώδως ἔνδον ἐγκεκρυμμένας,
ὁ νοῦς ὁ παγγέραστος, αἱ κλειναὶ φρένες
<Θεοδώρου> πλουτοῦντος ἐνθέοις τρόποις,
πιστοῦ τελοῦντος δεσποτῶν παραστάτου
συνῆψεν, ἐντέθεικε συλλογὴν ξένην
ἐν τῇδε βίβλῳ πανσόφων νοημάτων,
ὅνπερ σκέπων, φύλαττε, Χριστὲ παντάναξ.
{ΛΕΞΙΚΟΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΤΗΣ ΧΡΥΣΟΠΟΠΑΣΑ}<Ἀφροδίτης σπέρμα> ἐστὶν ἄνθος χαλκοῦ.<Ἀλάβαστρός> ἐστιν ἄσβεστος, ἀπὸ τῶν φλοιῶν τῶν ὠῶν, καὶ ἅλας ἄνθιον, καὶ ἅλας ἀμμωνιακὸν, καὶ ἅλας κοινόν.<Ἄσβεστος Ἑρμοῦ> τῶν ὠῶν ἐστιν ἡ αἰθαλουμένη δι' ὄξους καὶ ἡλιαζομένη· κρείττων γάρ ἐστιν χρυσοῦ.<Ἅλας> ἄνθιόν ἐστι θάλασσα, καὶ ἅλμη καὶ ἁλὸς ἄχνη.<Ἀφρὸς> παντὸς εἴδους ἐστὶν ὑδράργυρος.<Ἀργύρεον> νᾶμα, αἰθάλη θείου καὶ ὑδραργύρου.<Ἄσημός> ἐστιν ὁ ἰὸς ὁ ἀπὸ τῆς αἰθάλης.<Ἀχίας>, ἄνθος λαχάς ἐστιν.<Ἄνθος> χαλκοῦ καλάκανθος καὶ χαλκιτάριν καὶ πυρίτης καὶ θεῖον λευκὸν οἰκονομηθέν ἐστιν.<Ἅλας> ἐστὶ τὸ ὄστρακον τοῦ ὠοῦ, τὸ θεῖον δὲ, τὸ λευκὸν αὐτοῦ, χάλκανθον δὲ, ὁ κρόκος αὐτοῦ.<Ἀνδροδάμας> ἐστὶ πυρίτης καὶ ἀρσενικόν.<Ἀφαίρεμά> ἐστι πίτυρα σίτου.<Αἰθάλη> ἐστὶν ὕδωρ θείου καὶ μολυβδοχάλκου.<Ἀφροσέληνόν> ἐστι κώμαρις καὶ κουφόλιθος.<Ἀκρατοφόρος> ἄγγος ἐστὶν ὀστράκινον.<Ἀφροσύαλον> ὑδράργυρός ἐστιν ἡ ἀπὸ ἀργύρου καὶ λίθος σκυθερίτης.<Ἀποσπερματισμὸς δράκοντός> ἐστιν ὑδράργυρος.<Ἄρρηκτον> ἐστιν ἄφευκτον.<Ἀετίτης> λίθος ἐστὶν χρυσόλιθος, καὶ πορφυρίτης, καὶ πορφυρόχρωμος μακεδωνικὸς καὶ πολύχρωμος.<Ἀκαύστωσίς> ἐστι λεύκωσις.<Ἄσκιος χαλκός> ἐστιν ἄνθος χαλκοῦ.<Ἀλλοίωσίς> ἐστι βαφή.<Ἁλμυρία> ἐστὶ χρυσόκολλα.<Ἀργυρόλιθός> ἐστιν ἀφροσέληνον.<Ἅπασα ὑδράργυρος> λέγεται ἡ διὰ τριῶν θείων ἀπύρων σύνθετος.<Ἄθικτον,> τὸ καθαρὸν καὶ ἀμόλυντον.<Ἄθικτον> κυρίως λέγεται τὸ ἀψηλάφητον καὶ ἀσκίαστον, καὶ χρυ- σάνθεμον.{Β}<Βατράχιόν> ἐστι χρυσόκολλα, καὶ χρυσόπρασον.<Βῶλος> θεῖόν ἐστιν ὠμόν.<Βοστρυχίτης,> πυρίτης καὶ ἐτήσιος καὶ χρυσόλιθός ἐστιν.<Βασανιστὴς> θυία ἐστίν.<Βαφὴ> ἀλλοίωσίς ἐστιν.<Βοτάναι> πᾶσαι ξανθαὶ χρυσόλιθοί εἰσιν.<Βύνη,> βλαστάριον ζύθου.{Γ}<Γάλα βοὸς μελαίνης> ἐστὶν ὑδράργυρος ἀπὸ θείου.<Γῆ ἀστερίτης> ἐστὶ πυρίτης, καὶ γῆ χεία, καὶ λιθάργυρος, καὶ θεῖον λευκὸν, καὶ στυπτηρία, καὶ καδμεία λευκὴ, καὶ μαστίχη.<Γῆ αἰγυπτία> ἐστὶν ἡ κεραμική.<Γῆ σαμία> ἐστὶν ἀρσενικὸν, καὶ θεῖον λευκόν.<Γάλα> ἑκάστου ζώου ἐστὶ θεῖον.<Γύψος> ἐστὶν ἡ παγεῖσα ὑδράργυρος.{Δ}<Δρόσος> ἐστὶν ἡ ἀπὸ ἀρσενίκου ὑδράργυρος.<Δίφρας> ἐστὶν ὕδωρ ὑδραργύρου.<Δράκοντος χολή> ἐστιν ὑδράργυρος ἀπὸ κασσιτέρου.{Ε}<Ἕλκυσμά> ἐστιν ὁ ἀνακαυθεὶς μόλυβδος.<Ἐγκέφαλός> ἐστιν ἄσβεστος τῶν ὠῶν τῶν φλοιῶν.<Ἕψησίς> ἐστι σκόπησις καὶ λείωσις καὶ ὄπτησις.<Ἐπίβλησίς> ἐστι συλλείωσις κατασπωμένη.<Ἔλαιον> τὰ ἄνθη τῶν βαφῶν εἰσιν.<Ἐκλείωσίς> ἐστι λεύκωσις, καὶ ἐπιστροφὴ καὶ ὑδραργύρωσις.<Ἐξίωσίς> ἐστιν ἔκστρεψις μετὰ ζωμοῦ, τουτέστι μεταβολή.<Ἐτήσιος,> ὁ χρυσόλιθος.{Ζ}<Ζυμάριόν> ἐστι θεῖον.<Ζωμὸς βαφικός> ἐστι καλακάνθη οἰκονομηθεῖσα.{Η}<Ἡμισώματά> εἰσιν αἱ αἰθάλαι.<Ἠχουμένιόν> ἐστι κνήκου ἄνθος.<Ἤλεκτρόν> ἐστι τὸ τέλειον ξηρίον.<Ἡλίου χαίται> εἰσὶν θεῖον ἀπὸ ἡλίου.<Ἡλίου δίσκος> ἐστὶν ὑδράργυρος ἀπὸ χρυσοῦ.{Θ}<Θεῖον λευκόν> ἐστιν αἰθάλη ὑδραργύρου παγεῖσα μετὰ τοῦ λευκοῦ συνθέματος.<Θεῖον λευκόν> ἐστιν ὁ χρυσετήσιος λίθος, ὁ αἱματίτης.<Θεῖον ὑγρόν> ἐστι τὰ δύο στίμμι καὶ λιθάργυρος.<Θεῖον> ἄκαυστόν ἐστιν αἰθάλη καὶ ὑδράργυρος.<Θεῖον ὕδωρ> ἐστὶ τὰ ἀσπρὰ τῶν ὠῶν, καὶ μάρμαρον τὸ διοργανι- ζόμενον.<Θαλλοὶ> φοινίκων εἰσὶ θεῖον λευκόν.<Θεῖον ἄκαυστον,> τὸ ἀπὸ ἀρσενίκου καὶ σανδαράχης ὕδωρ μιγὲν καὶ λευκανθέν.<Θεῖον ἄθικτόν> ἐστιν ἐν τοῖς ζωμοῖς ὁ κρόκος, καὶ θεῖον ὕδωρ ἐστὶ τὸ ἀπολελυμένον τὸ δι' ἀσβέστου καὶ ἀλαβάστρου.<Θεῖον> κρεμαστόν ἐστιν ὕδωρ.<Θειώδη> εἰσὶ τὰ μεταλλικά.<Θεῖον ὕδωρ> ἐστὶ τὸ ἐκ μολύβδου ἑψούμενον.<Θεῖον ὕδωρ> εἰς τὴν ξάνθωσιν ὅτι οἶνος ἀμηναῖος μετὰ ἐλυδρίου.<Θεῖον σχιστόν> ἐστιν ἀρσενικόν.<Θεῖα> δύο λέγονται, καὶ οὐκ εἰσὶ δὲ συνθέματα, ὅτι θεῖον ἔργον ἀποτελοῦσι.<Θηβαϊκὸν μάρμαρόν> ἐστιν ἄσβεστος τῶν ὠῶν καὶ τί- τανος, καὶ σχιστὴ στυπτηρία, καὶ ἡ ἀπὸ Μήλου ὅ ἐστι θεῖον ἄπυρον.<Θεῖόν> ἐστι τὸ ἡμέτερον ὄξος.<Θεῖον λευκόν> ἐστι μόλυβδος οἰκονομηθείς.<Θεῖον> χαλκός ἐστιν οἰκονομηθείς.{Ι}<Ἰὸς ξυστός> ἐστιν αἰθάλη, καὶ χρυσόκολλα.<Ἰός> ἐστι ξάνθωσις, καὶ ὕδωρ θεῖον ἄθικτον, καὶ κώμαρις σκυθικὴ, καὶ ἴσατις ἰνδικὴ, καὶ βατράχιον, καὶ χρυσόπρασον, καὶ χρυσό- κολλα.<Ἱερὸς λίθος> ἐστὶ χρυσόλιθος.<Ἱερὸς λίθος> ἐστὶ τὸ ἀπόκρυφον μυστήριον.{Κ}<Καυστὴ κοπτική> ἐστι φέκλη καὶ ἀφρὸς ἀργύρου.<Κόπρος χρυσοῦ> ἄμμος ἐστὶ χρυσόλιθος<Κασσίτερός> ἐστι κιννάβαρις.<Καλάϊνόν> ἐστιν ὕδωρ ἀσβέστου.<Κιννάβαρίς> ἐστιν ἡ ἐν λέβησιν ἑψουμένη αἰθάλη.<Κνούφιόν> ἐστιν ἄμπυξ.<Καπνὸς κωβαθίων> ἐστὶν αἰθάλη.<Κόλλα ἀττικὴ,> ἀμυγδάλης δάκρυον.<Κόμμι> ἐστὶ λέκιθος.<Κλαυδιανός> ἐστιν ἄσβεστος τῶν ὠῶν, καὶ αἴγειρος καὶ κασσία.<Κώμαρις σκυθική> ἐστι θεῖον, καὶ ἀρσένικον μετὰ πάντων αὐτῆς τῶν ὀνομάτων.<Καδμεία> ἐστὶ μαγνησία.<Κίκινον ἔλαιόν> ἐστι τὸ ἀπὸ τῶν ἀγρίων σύκων· πολλοὶ γὰρ τοιοῦτον σκευάζουσι.<Κηρίον τὸ στερεόν> εἰσι τὰ στερεὰ σώματα.<Καῦσόν> ἐστι λεύκανον.<Κάλαμός> ἐστι τὸ θεῖον.<Κώμαρίς> ἐστιν ἀρσένικον.<Κνίπειον αἷμά> ἐστιν ὕδωρ ἀλαβάστρου οἰκονομηθέν.{Λ}<Λαπάθου> χαλκός ἐστιν ὄξος.<Λίθος Διονυσίου> ἐστὶν ἄσβεστος.<Λευκόλιθός> ἐστι πυρίτης.<Λίθον τὸν οὐ λίθον> ἄσβεστον εἶναι λέγουσιν, καὶ αἰθάλην λειουμέ- νην δι' ὄξους.<Λιθοφρύγιόν> ἐστι στυπτηρία.<Λέπυρα τῶν κωβαθίων> εἰσὶ τὰ θειώδη, πλέον δὲ τὸ ἀρσένικον.<Λαχᾶς> χιᾶς ἐστιν ἄνθος.<Λιθάργυρος λευκή> ἐστι ψιμμύθιον.<Λευκοχάλκιόν> ἐστιν ὕδωρ θείου ἀπύρου.<Λοκόπινός> ἐστιν ὁ βάπτων εἰς βάθος καὶ μὴ ἀποπτύων.<Λίθος φρύγιός> ἐστι στυπτηρία, ἤγουν θεῖον.<Λευκόφανόν> ἐστι τὸ δύνον εἰς βάθος.{Μ}<Μόλυβδός> ἐστιν παρεμφερὲς ψιμμύθιον.<Μαγνησία> ἐστὶ μόλυβδος λευκὸς καὶ πυρίτης.<Μαγνησία> ἐστὶν ἀπαλάκιστον ὄξος, καὶ ἡ ἀνάσπασις.