De quattuor elementis
- Edition reference
- De quattuor elementis (tractatus qui incipit a vocibus ἀρχὴ τῆς κατὰ πλάτος τοῦ ἔργου ἐξηγήσεως) (e cod. Paris. B.N. gr. 2327, fol. 227r), ed. Berthelot and Ruelle, op. cit., 337–342.
- CTS identifier
urn:cts:greekLit:tlg1379.tlg027.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Η ΕΝΩΣΙΣ ΤΩΝ ΤΕΣΣΑΡΩΝ ΣΟΙΧΕΙΩΝ. —Πρόσχες, ὦ φίλε,ἂν μὴ κατὰ τὸν εἰρημένον σοι τρόπον καλῶς οἰκονομήσῃς τὰ τέσσαραστοιχεῖα, μὴ ἐπιχειρήσῃς τὴν ἕνωσιν αὐτῶν, ἵνα μὴ ἀκαίρως κομήσῃς,σὺ δὲ αὐτὸς τὸν κάματον ὑποστῇς μόνος. ΠΡΟΣΧΕΣ. —Λάβε ἀπὸ τοῦ ᾠκονομημένου πυρὸς μέρος ἓν, καὶ ἀπὸτῆς ᾠκονομημένης γῆς μέρη δʹ, καὶ λειώσας, βάλε εἰς ἄγγος, καὶἐπάνω βάλε τοῦ ᾠκονομημένου ἀέρος διπλάσιον τοῦ πυρός· καὶ κρέμασοντὸ ἄγγος μέσον ἑτέρου μεγάλου ἄγγους ἔχοντος ἔξος δριμὺ, καὶ πώμασοντὸ ἄγγος, καὶ ἔα ἡμέρας τινὰς ἕως γένηται ὡς ζύμη. Γίνωσκε ὅτι τινὲς ἔβαλον μέρη δύο τῆς γῆς, καὶ ἓν τοῦ πυρός·καὶ ἄλλοι γʹ τῆς γῆς, καὶ ἓν τοῦ πυρός· καὶ ἄλλοι δʹ καὶ πλεῖον 〈τῆςγῆς〉, καὶ ἓν τοῦ πυρός. Καὶ ταῦτά εἰσι πάντα καλά· ἀλλὰ τὸ κρεῖττοντὸ ἄνωθέν ἐστιν εἰρημένον. Τοῦτο δὲ πρὸς σὲ, ὦ φίλε, γεγράφαμεν, ἔξω τοῦ φθόνου ὄντες,ἵνα μὴ πλανηθῇς. Μετὰ δὲ τὸ γενέσθαι ὡς ζύμην τὸ σύνθημα, ἐξελὼν,ὄπτησον εἰς ἐλαφρὰν πύραν, ἵνα ξηρανθῇ. Εἶτα πάλιντρίψον αὐτὸ ἐν ῥωμαίῳ μαρμάρῳ, καὶ βάλε ἐν τῷ ἄγγει, καὶ βάλεκαὶ ἐκ τοῦ ἀέρος διπλάσιον τοῦ πυρός· καὶ ἀπαιώρησον ὡς καὶ πρώηντὸ ἄγγος μέσον τοῦ ὄξους· καὶ οὕτως ποίει κατὰ τὸν ἄνω τύπον μέχρικαὶ φορὰς ζʹ· κάτε φορὰν δὲ βάνε διπλάσιον τοῦ πυρὸς τὸν ἀέρα· μετὰδὲ τὴν ζʹ, ἐξελὼν, ξῄρανον καὶ λειοτρίβησον μετὰ διπλοῦ τῆς γῆς τοῦἀέρος· καὶ βάλε τὸ ἄγγος εἰς σαρζεῖν (?) ἡμερονύκτιον. Εἶτα ἐκβαλὼν,σκόπησον τί χροιᾶς ἐστί· καὶ εἰ ἐνήλλακται ἡ χροιὰ αὐτοῦ, σκόπησονὅτι ἤρξατο τῆς ὁδοῦ πορεύεσθαι· εἰ δὲ οὔ, στρέψον αὐτὸ εἰς τὴνἐργασίαν αὐτοῦ ἕως φέρῃ θεωρίαν ἑτέραν· καὶ οὕτως ἐξελὼν, λειοτρί-βησον χωρὶς τοῦ ἀέρος, ἀλλὰ μίξον τὸν ἀέρα, καὶ τὸ θεῖον, ἤγουν τὸὄξος θεῖον μετ' αὐτοῦ λειότριψον πολλάκις τὴν ἡμέραν· εἶτα σῆψονπάλιν, ὡς ἀνωτέρω προείπομεν, εἰς ἄγγος μετὰ ὄξους δριμέως ἡμέρας δύο·λύεται γὰρ ὡς ὕδωρ· καὶ οὕτως γενόμενον ἔκβαλε τοῦ ὄξους, καὶ πῆξονἐν μαλθακῷ πυρὶ καὶ ἀρτίῳ, ἕως εἰς λίθον κηροῦ στερεωτάτου πήξῃ.Καὶ οὕτως ἔχε Θεοῦ χάριν ἄφθονον εἰς αὐτοῦ τιμὴν καὶ πενίας λύσιν.{ΠΕΡΙ ΒΑΦΗΣ ΣΙΔΗΡΟΥ} Βαφὴ σιδήρου ἐστὶν ἡ σχεδὸν ἅπασι γνώσει τε λεπτὴ χρήσει τεπολλή. Ἐπειδὰν κέρας (?) αἰγὸς λαβὼν, πυρί τε καύσας καὶ τρίψας, ἅλατοςἑνώσῃς διπλασίῳ, οὐ τῇ ὁλκῇ μόνον, τῷ δέ γε μεγέθει, ὕδατί τε τῷγνωρίμῳ προσβαλὼν, καὶ φυράσας τοσοῦτον, ὥστε τὴν μίξιν δίυγρονγενέσθαι· ἔξεστι γάρ σοι μετὰ ταῦτα ξίφος οἷον δ' ἂν καὶ βούλῃ,ἐπαλείψαντα κατά γε τὸ καλούμενον στόμα, καὶ ἄνθραξιν ἐμβάλλοντα,ἱκανῶς γέ πως πυρακτῶσαι· μετὰ δὲ ταῦτα γνωρίμῳ ὕδατιἐπιρρίψαν, ἐστομωμένον βαφικῇ στομώσει ἔχειν τὸ ξίφος. Κοινὴ δὲ,ὡς εἴρηται, αὕτη καὶ πασίγνωστος ἐγγὺς ἡ βαφή. Ἡ δὲ εἰς ὕδωρἐπίρριψις οὐχ ἁπλῆ τις εἴη, ἀλλὰ πρὸς τὴν τοῦ ξίφους κατά τε τὸσχῆμα καὶ τὴν χρῆσιν διαφοράν. Ὅσα μὲν γὰρ λιθουργικὰ, καὶ ἁπλῶς,ὅσα οὐκ εἰσάγαν ὀξὺ τὸ λεγόμενον ἔχει στόμα, ταῦτα ἁπλῶς μετὰτὴν ἐκπύρωσιν ὕδατι ἐπιρρίπτονται· ὅσα δὲ τοὐναντίον, οἷον αἵ τελεγόμεναι μάχαιραι καὶ αἱ σπάθαι, οὐχ ἁπλῶς, ἀλλ' ἢ ῥάκους τινὸςἀναδευθέντος τῷ ὕδατι, ἢ τοῦ ἐξ ἐρίου εἰς ὄμβρων ἐπίκλυσιν ἐπινενοη-μένου ὁμοίως ἀναδευθέντος, κατὰ τὸ λεγόμενον στόμα, ἐπιτιθέμεναστόματί τινι τούτων ἀπολαμβάνει, ἢ τὴν κατὰ τὴν βαφὴν στόμωσιν.Καὶ οὕτως μὲν αὕτη. ΔΕΥΤΕΡΑ ΒΑΦΗ. —Ἔστι δέ τις καὶ ἄλλη βαφῆς ἰδέα, ἡ οὐμόνον τὸ κοινὸν τῶν σιδήρων ἀποβάπτουσα, στίλβον τε καὶ λαμπρότερονἤπερ ἡ προειρημένη βαφὴ, ἀπεργάζεται, ἀλλά γε καὶ τὸν ὀνομαζόμενονἰνδικὸν παραπλησίως ἢ μικρὸν πλέον στομοῦσα. Σμήχουσι τὴν κεφαλὴνἔνιοι μὲν λευκογέω, τῶν ὀρνίθων δὲ τοῖς ὠοῖς ἕτεροι, καὶ ἄλλοι ἄλλοις,ἢ ἁπλοῖς καὶ τοῖς ἐκ φύσεως, ἢ συνθέτοις, καὶ τοῖς ἐκ τέχνης. Ἕν τιτῶν σμηχόντων ἐκ τέχνης ἐστὶ καὶ ἡ τῆς τοιαύτης βαφῆς ἰδέα ἣσκευάζεται ἔκ τε τῆς 〈πυρᾶς〉 ἀπὸ ξύλων· εἰ καὶ μὴ ἀπὸ πάντωντέφρας, ἐλαίου τε καί τινων ἑτέρων. Οὐκ ἄδηλόν ἐστι τοῖς πολλοῖς ὃλέγω. Τοῦτο δὴ οὖν λαβὼν καὶ ἐκκαύσας καθάπερ καὶ ταῖςχρυσοχοϊκαῖς χρήσεσιν ἐκκαίεσθαι εἴθισται, ἅλατι τε ἑνώσας τριτημό-ριον ὁλκὴν ἕλκοντι, εἰ δέ γε πάνυ εἴη ὁ σίδηρος τῶν εὐέκτων καὶἡμίσειαν, ἐπαλείψας τὸ τοῦ σιδήρου καλούμενον στόμα, πυράκτωσον.Εἶτα κατὰ τὸν προϋφηγημένον σοι τρόπον, πρός τε τὴν τοῦ σχήματοςδιαφορὰν, καὶ τὴν χρῆσιν τῶν ὀργάνων, προσάγαγε τῷ ὕδατι. Ἔστωδέ σοι γνωστὸν ὡς εἴ γε ὡς εἰκὸς εὔθραυστον συμβῇ τὸ στομωθὲν διὰτὴν σκληρότητα, ἐλαίῳ ἐμβαλὼν ἢ ἀκαύστῳ καὶ ἀμίκτῳ παντελῶς τῷσμήγματι, ἀποκαταστήσεις τὴν συμμετρίαν ἁρμόζουσαν· ἕξεις γὰρ,οὕτω ποιῶν καὶ ἐργαζόμενος, ἀποτελεσθέν σοι καθαρῶς τὸ βούλημα. ΤΡΙΤΗ ΒΑΦΗ. —Φθέγξομαι δή που βαφὴν τῆς μυστικῆςἐχέγγυον φιλοσοφίας· ξένον γὰρ τὸ χρῆμα τῇ γνώσει, καὶ θαυμαστὸντῇ καταλήψει, χρῆμα δυσεύρετον καὶ πασίγνωστον, περισπούδαστοντῇ φύσει, εἰ καὶ τοῖς ἀνθρώπων πλείστοις εὐκατάγνωστον. Οὐ γὰρπᾶσι τίκτει μὲν τοῦτο γῆ, οὐκ ἀπὸ τῆς χείρονος μοίρας, ἀλλ' ἐκ τῆςλεπτῆς καὶ διειδεστάτης καὶ ἀνωφεροῦς· συνεργεῖ δὲ τῶν ὄντων τὸτίμιον, χρυσόν· τίκτουσα δὲ, οὐκ ἀπωθεῖται, ἀλλ' ἐν τοῖς κόλποιςἴσχουσα τροφῆς ἐμπιπλᾷ· οὐκ ἐν τούτῳ δὲ μόνη, ἀλλ' ἔχει κἀν τούτῳτὸν χρυσὸν κοινόν. Τί οὖν τοῦτο; πολλὰ γὰρ τοιαῦτα, ὑγρὸν, πεπηγός·οὐχ ὅτι μετὰ τὴν γέννησιν πέπηγεν, ἀλλ' ὅτι πηκτὸν τὸ λυσίσωμονκαὶ σωματοειδὲς, τὸ παντόρευστον, καὶ ἄρρευστον καὶ αὐτόρρευστον·τοῦτο οὖν ὃ ἐγὼ λέγω, οὐκ ἔστιν ἄλλο ἢ τοῦτο· τοῦτολαβὼν τὸ μυστήριον, διάστησον κατὰ μικρὸν, διαστήσας δὲ ὕδατιἐθίμῳ καὶ κοινῷ, ἐπαφιείς τε ὀλιγίστῳ ὅσον δίυγρον γενέσθαι, ἕξεις τὴνμυστικὴν σιδήρου βαφήν. Ἐν αὐτῇ δ' οὖν καθὼς κἀν ταῖς ἄλλαιςνενόμισται τῇ φύσει βαφαῖς ἐνεργοῦν ὄψει παράδοξον. Ἔσται γάρ σοιστερρὸς ἐν πᾶσι καὶ ἀκάματος ὁ καταβαφεὶς σίδηρος, σιδηρωλέτης·τοῦτο καὶ μαρμάρων σιδηροφάγων δουλεύει γένη καὶ ὑποτάσσεται. Αὕτηἐστὶν ἡ μυστικωτάτη βαφὴ, τὸν ἰνδικὸν ἐκβάπτουσα σίδηρον. Σκόπειδέ· ἂν γὰρ ᾖ λίαν σκληρὸς ὁ μέλλων στομοῦσθαι σίδηρος, μὴ προσ-φέρῃς αὐτῷ ἀκράτῳ, καὶ, ὡς εἴπομεν, τῷ μυστηρίῳ. Ἐκδαπανεῖ γὰρκαὶ καταθραύει ἅπαν τὸ ἀντιστατοῦν· ἀλλ' οἰκονομήσας δι' ἐξελαιώ-σεως, ἢ δι' ἐπομβρίας ἱκανῶς, οὕτω χρῶ τοδὶ ἐπὶ ποσὸν ἡ διὰ πείραςτριβὴ ἀταλαιπώρως ἐκδιδάξει. ΤΕΤΑΡΤΗ ΒΑΦΗ. —Τετάρτη δὲ πρὸς τοὺς εἰρημένους κρείσσωντε καὶ ἀγνωστοτέρα καὶ θαυμασιωτέρα τῶν εἰρημένων, ἔτι δὲ καὶἁπλουστέρα. Ἐπεὶ γὰρ τὸ τίμιον ζῷον ὁ ἄνθρωπος, ὅρα οἵαν ἐν θνητοῖςἔλαχεν δόξαν· πολλὰ μὲν γὰρ ἂν ἔχοι τις τῶν αὐτοῦ ἀπαριθμεῖνγέμοντα θαύματος. Ὁμῶς δ' οὖν ἐκεῖνο χρεὼν εἰπεῖν ὃ τὴν βαπτικὴνκαὶ στομωτικὴν δύναμιν εἴληφεν. Πολλὰ μὲν ὁ ἄνθρωπος, καὶ πολλα-χόθεν τὴν τῶν περιττωμάτων ποιεῖται κένωσιν· διχόθεν δὲ μάλισταδι' ὧν καὶ τὰ κενούμενα πλείω φέρεται. Οὐ τὸ αὐτὸ δὲ τῶν περιττω-μάτων ἀμφοτέρωθεν ἀπορρέον, τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρὸν ἀπεκληρώθηκαλεῖσθαι. Ἔχει μὲν ἑκάτερον αὐτῶν μυρίας καὶ παντοδαπὰς τὰςἐνεργείας καὶ δυνάμεις· καί γε περιττώματα καὶ ἀχρεῖα ἐν