Fragmentum alchemicum
- Edition reference
- Fragmentum alchemicum (sine titulo) (e cod. Venet. Marc. 299, fol. 99v), ed. Berthelot and Ruelle, op. cit., 280.
- CTS identifier
urn:cts:greekLit:tlg1379.tlg062.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
λάμβανε αἰθάλας καὶ αἰθάλας. Εὑρίσκουσι δὲ οὗτοι τὸ μὲν πρῶτον,ξανθὸν, τὸ δὲ δεύτερον, λευκὸν, τὸ δὲ τρίτον, μέλαν.{ΑΛΛΗ ΟΙΚΟΝΟΜΙΑ ΤΗΣ ΑΣΒΕΣΤΟΥ} Ἔνιοι δὲ ξανθὸν βαλόντες ὕδωρ ἐν ταῖς ἰώσεσιν ἢ λευκὸν κατὰ φύσινἅπαξ ἀνασπάσαντες ἠρκέσθησαν αἰθάλαις αἰθαλῶν, τὴν πρώτην καὶτὴν δευτέραν μετὰ τὴν ἴωσιν κρίναντες. Ἔλεγεν γὰρ ὅτι οὐ τὸ πολ-λάκις ἀνάγεσθαι χαρίζεται τοῖς ὑγροῖς τὸν κάτοχον καὶ τὴν εἴσκρισιν,ἀλλ' ἡ τῶν σωμάτων συμπλοκὴ, καὶ ἡ τῶν ὀργάνων ἰδιότης, καὶ ἡ διὰτῆς κηροτακίδος διαφορὰ, καὶ ἡ ποσότης τῶν ἡμερῶν ἐν τῇ σήψει. Συμβαίνει δὲ τὸν ἰόχαλκον ταῖς πολλαῖς αἰθάλαις μὴ μόνονμελαίνεσθαι τῇ τῶν στερεῶν σωμάτων χροιᾷ βαπτόμενον, ἀλλ' ἔσθ'ὅτε καὶ δαπανᾶσθαι τελείως. Τοῦτο δὲ οἱ τελέσαντες παραχρῆμαἑτέραις αἰθάλαις ὁμοχρώοις τῆς κινναβάρεως συνέμιξαν καὶ ἀπέθηκαν·ἡ αἰθάλη τῆς ὑδραργύρου αἰθάλῃ μιγεῖσα παραμονιμώτερον τηρεῖ τὸποίημα τῆς ὑδραργύρου· καὶ πάλιν τάχα οὖν ὑπὸ ἑτέρας τῆς φύσεωσνεφέλης κατέχεται.{ΕΤΕΡΑ ΠΟΙΗΣΙΣ ΑΣΒΕΣΤΟΥ} Ἄλλοι δὲ ἄσβεστον μόνην λευκὴν ἐχρήσαντο πρὸς τὴν σῆ-ψιν· ἀλλ' ἐπὶ μὲν τοῦ λευκοῦ κομάρεως ἔβαλλον ὕδαταλευκὰ ὀργανιστὰ, ἐπὶ δὲ τῶν ξανθῶν ἔβαλλεν ὕδατα ξανθά· καὶπέψεως γενομένης ἡμερῶν τριῶν ἀνεκομίζετο, καὶ προσφάτοις ὁμοειδέσινπροσέπλεκον, ὡς ἐπὶ τῆς πορφύρας τὸ τριακοστόδυον βάλλοντες.Ἔλεγεν γὰρ <Ἑρμῆς> ὅτι πορφύραν οἱ παλαιοὶ καὶ πορφυρόχρωμονλίθον οἶδαν τὸν ἰόχαλκον. Ἰδοὺ γὰρ <Ἑρμῆς,> πρὸς τὸν Παύσηρινγράφων, ἔλεγεν ὅτι «Ἐὰν εὕρῃς τὸν πορφυρόχρωμον λίθον, γίνωσκε ὅτιἐκεῖνός ἐστιν· ἔχεις δὲ αὐτὸν, ὦ <Παύσηρι,> κεχαραγμένον ἐν τῷκλειδίῳ·» καίτοι τοῦ <Ἑρμοῦ> οὐδαμοῦ βαφὴν λίθων ἢ πορφύραςποιησαμένου συγγραφὴν, ἀλλὰ καὶ τὸ κλείδιον περὶ τῆς κατὰ δύοσυνθέματα κωμάρεως γέγραπται, ὡς ἀνοικτικῆς τοῦ ἰοῦ δυσχερείας·τῆς μέντοι ἀσβέστου πολλὴν φροντίδα πεποίηται.{ΑΛΛΩΣ} Τινὲς δὲ τὴν ἄσβεστον ὁμοίοις ὕδασι μίξαντες ὡς εἰ ὥραν μίανδιανέστησαν καὶ ἀνεκομίσαντο, φάσκοντες ὡς τὸ <Μαρίας> μολίβουμονοήμερον, εὑρίσκοντες <Ζώσιμον> λέγοντα· «Ἀλλὰ τὸν τοῦ λίθουχρήσιμον»· καὶ ταύτην ἡγοῦντο σῆψιν καὶ ἴωσιν. Διότι γράφει<Δημόκριτος·> «Τινὲς δὲ ἐν τοῖς ὀργάνοις ἴωσαν». Ὃν ἑρμηνεύων<Πετάσιος> ἔφασκεν· «Ἀντὶ τοῦ· διὰ τῶν ὀργάνων ἐποίησαν τὸνἰόχαλκον· καὶ τοῦτο λαβόντες ὕδωρ εἵνωσαν ἄλλο ὕδατι ἀνασπάστῳ,ἐν ᾧ ἦν ἄσβεστος ὀστρακίτης· ὡς αὕτως ἴσον αὐτῷ βαλόντες διὰ τὸλέγειν τὸν φιλόσοφον· »Λάβε τοῦ ἐν ὑστέροις σου δηλωθησομένουμέρος ἓν, καὶ χρυσοζωμίου ὅ ἐστιν χρυσάνθιον καὶ χρυσο-κογχύλιον. Τοῦτο γὰρ <Ἑρμῆς> τὸ ταὐτὸν ἔφησεν ὡς πολυώνυμονἀγαθόν. Λαβὼν οὖν καὶ αὐτοῦ μέρος ἓν, ἐπιβαλὼν ὕδωρ θείου ἀθίκτουκαὶ κόμμι ὀλίγον, πᾶν σῶμα βάψεις«. Τῇ δὲ αὐτῇ ἀγωγῇ ἐπ'ἀμφοτέρων τῶν ὑδάτων ἐχρῆτο.{〈ΑΛΛΩΣ〉} Ἕτεροι δὲ τὸν σποδὸν τῶν πρώτων ὑδάτων ταῖς ἀπ' αὐτῶν αἰθά-λαις ἑνώσαντες ὡς εἰ ⸔ τῇ 𐆄 βαλόντες καὶ προδιχάσαντες, ταύ-τας ἔβρεχον ὡς ὥραν μίαν, καὶ ἀνεκομίζοντο ὕδωρ. Καὶ πάλιν ἑτέ-ραν βαλόντες, ἀπέβρεχον καὶ ἀνεκομίζοντο. Καὶ τρίτον καὶ σποδῷμίξαντες, ἀνελάμβανον τὰς αἰθάλας, καὶ οὕτω ταῖς ὑπολελειμμέναιςαἰθάλαις ἔμισγον, λευκαῖς καὶ ξανθαῖς ἢ ἀλλοίαις, τοῦ σταθμοῦ μὴφροντίσαντες· καὶ οὗτοι <Ζωσίμῳ> τῷ μεγάλῳ ἐξακολουθοῦντεςεἰπόντι· »Πάντη γὰρ ἢ πλεῖον ἢ ἔλαττον, οὐδὲν ἀδικήσεις· ἓν γάρἐστι τὸ ζητούμενον ἀπ' αἰῶνος, ἡ τῆς ποιήσεως ἀγωγή.«{ΑΛΛΩΣ} Ἔνιοι δὲ τὰς σκώριας ἀπέσταζον ὡς ἐπὶ τῆς σαπωναρικῆς ἐργα-σίας, δεύτερον καὶ τρίτον ταύτας ἐν ἡμέρᾳ μιᾷ ὑπαλλάττεσθαιὁμοειδέσι καὶ ὁμοχρώοις ἑνοῦντες ὕδασιν· ἀρκεῖσθαι γὰρ ἔφασκον τῇπρώτῃ ἐξαιθαλώσει.{ΕΤΕΡΩΣ. Η ΠΟΙΗΣΙΣ} Τινὲς δὲ οὐκ ἐν ἡμέρᾳ μιᾷ μόνον, ἀλλ' ἐν ἡμέραις ἐννέα, διὰτριῶν ἀποστάζοντες τῶν ὑγρῶν τὴν ποσότητα, καὶ προσπλέκοντεςτὴν ἴσην καὶ ὁμοίαν ποσότητα τῶν ὑδάτων, ἐφύλαττον εἰςκαιρὸν καταβαφῆς.{ΕΤΕΡΩΣ. Η ΑΓΩΓΗ} Ἄλλοι δὲ οὕτως ἐποίουν· ἀνέσπων ἐκ τρίτου τὰς αἰθάλας· καὶτότε τῷ ὑπολείμματι ἔβαλλον ἐξ αὐτοῦ δύο καὶ τῇ 𐆄, καὶεἶχον τὸ φάρμακον.{ΣΥΜΠΕΡΑΣΜΑ ΤΗΣ ΠΟΙΗΣΕΩΣ} Ἐγὼ δὲ τοὺς πόνους πάντων ἀποδεξάμενος, ἔλεγον μὴ μάτηνεἰρηκέναι <Ζώσιμον> Θεοσεβείᾳ γράφοντα· »Μέγας γὰρ διδάσκαλοςπεῖρα τοῖς ἐχέφροσιν ἐκ τῶν ἀναδεικνυμένων, ἀεὶ μηνύουσα τὰ συμ-φέροντα. Οὗτός ἐστιν ὁ περὶ τῆς ἀσβέστου λόγος τῆς παγκράτουτιτάνου, τῆς ἀηττήτου καὶ μόνης ἀφελεστάτης, ἣν ὁ εὑρὼν ἄνωθεννικήσει μεθόδῳ τὴν ἀνίατον πενίαν νόσον. Ἔρρωσθε, φίλοι καὶ δοῦ-λοι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.{ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΚΑΙ ΙΕΡΑΣ ΤΕΧΝΗΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ} Ἡμεῖς μὲν ἐν αἰνίγμασιν γράψαντες, ἐῶμεν ἡμῖν τοῖς ἐντυγχά-νουσιν τῷ παρόντι βιβλίῳ ἐπιμόνως σχολάσαι καὶ ἀνερευνῆσαι τοῦμυστηρίου τὴν ὑπόθεσιν· φησὶν γὰρ ὁ φιλόσοφος ὅτι ἄνθρωποι γεγρά-φασιν, δαίμονες δὲ φθονοῦσιν. Καὶ εἰκότως ἐπὶ βασιλείας οὐράνων οἱπλείονες ἐντυγχάνοντες ἠξιώθησαν· σὺ δὲ τῆς Κλεοπάτρας βραχείᾳἐξηγήσει ἐξακολουθῶν, οἴσεις εἰς φῶς τὸ σκοτεινὸν εὕρημα, καὶ χαρίσῃ.«Ἄνελθε, φησὶν ἐκείνη, εἰς τὴν στέγην τὴν ἀνωτάτην». Ἐγὼ δέ σοιπλέον εἴποιμι ἐν τῷ πετηνῷ τῷ τετραστοίχῳ τῷ μέσον κειμένῳ τῶνδύο φωστήρων, ἡλίου φημὶ καὶ σελήνης, ὅπερ ἐστὶν ὠὸνἀλαβαστροειδὲς, οὐκ ὠὸν ὄρνιθος, ἄπαγε, ἀλλ' ἐμφερὲς τῇ ἰδέᾳ ὠόν. Ἀποδερμάτωσον, ἄνοιξον προσεχῶς, σύντριψον ἀνηλεῶς. Εἶταλείωσον, καὶ λαβὼν σκεῦος ὑέλινον, ἐν αὐτῷ θὲς τὸ κόμαρι· πολυώνυμοςγὰρ καλεῖται· καὶ πηλώσας ἔνδοθεν ἑτέραν χύτραν, βάλλε γανωτὴν,χῶσον ἐν ἱππείᾳ κόπρῳ θερμοτάτην ἡμέρας μʹ, ἀνὰ ἑπτὰ ἡμέρας παραλ-λάσσων τὸν τόπον. Μετὰ δὲ τὴν ἐμπρόθεσμον, λαβὼν αὐτὸ τὸ ἄγγος,καὶ ἐξελὼν τὸ ἐν αὐτῷ, λείωσον καλῶς ἐν πορφυρῷ τάφῳ, καὶ ἔσχετὸν νεκρόν. Αὕτη πρώτη ποίησις καὶ πρῶτος τάφος. Εἶτα λαβὼν τὸν νεκρὸν τὸν φύσει ὀδωδότα, θὲς δι' ἄμβικος, καὶπυρὶ φλογὸς δρὸν σύγκαυσον ἀνασπῶν ὕδωρ ἂς μίγον. Καὶ τὸ μὲν ὕδωρτὸ πρῶτον ἔχε ἰδίως, ὁμοίως καὶ δεύτερον ἐν σκεύεσιν ὑελίνοις· τὸδὲ ἐναπομένον κάτω ἐξελὼν, τρίψας ἡμέρας ζʹ, μετὰ δευτέρου ὕδατοςἐν τάφῳ πορφυρῷ· τὸ δὲ πρῶτον ὕδωρ φύλαξον· εἶτα θάψον τὸν νεκρὸνπάλιν ὡς ἀνωτέρω ἐν ἱππείᾳ κόπρῳ ἡμέρας μʹ, ἀνὰ ἑπτὰ ἡμέρας παραλ-λάσσων τὴν κόπρον. Δεύτερος τάφος καὶ καῦσις πρώτη αὕτη. Μετὰ δὲ τὴν ἐμπρόθεσμον ἐξελὼν ἐκ τῆς κόπρου, λείωσον πάλιναὐτὸ ἐν μαρμάρῳ, τοῦ φυλαχθέντος 〈ὡς〉 ἀνωτέρω πρώτου ὕδατος,καὶ θὲς ἐν τοῖς ἄμβιξι, καὶ ἀνάσπα ὕδατα ὡς καὶ πρότερον· καὶ τὸ μὲνφύλαξον, τὸ δὲ ἐνλειώσας τῇ τέφρᾳ, θὲς πάλιν ἐν ἱππείᾳ κόπρῳ ὀμοίωςἐν ἡμέραις μʹ, ἀνὰ ἑπτὰ ἡμέρας παραλλάσσων τὸν τόπον. Τρίτος τάφοςπέφυκε καῦσις δευτέρα. Ἔπειτα λαβὼν τὸ καταχώσας μετὰ τὸν ἀριθμὸν τῆν μʹ ἡμερῶν,λείωσον μετὰ τοῦ φυλαχθέντος ὕδατος, καὶ θὲς πάλιν ἐν ἄμβιξι, καὶἀνάσπα ὕδατα ὡς ἀνωτέρω· καὶ τὸ μὲν φύλαξον, τὸ δὲ συλλείωσον τῷ