Calendarium
- Authority group
- Geminus Astron. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Calendarium [Sp.?], ed. Aujac, op. cit., 98– 108.
- CTS identifier
urn:cts:greekLit:tlg1383.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
101
Ἐν δὲ τῇ κβῃ Εὐδόξῳ Ὑάδες ἀκρόνυχοι ἐπιτέλλουσιν.
Ἐν δὲ τῇ κηῃ Καλλίππῳ τοῦ Ταύρου κέρκος δύνει·
ἐπισημαίνει.
Ἐν δὲ τῇ κθῃ Εὐδόξῳ βορέας καὶ νότος πνέουσιν.
Ἐν δὲ τῇ λῃ Εὐκτήμονι χειμὼν κατὰ θάλασσαν πολύς.
Τὸν δὲ Σκορπίον ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λ̅.
Ἐν μὲν οὖν τῇ γῃ Δοσιθέῳ χειμαίνει.
Ἐν δὲ τῇ δῃ ἡμέρᾳ Δημοκρίτῳ Πλειάδες δύνουσιν ἅμα
ἠοῖ· ἄνεμοι χειμέριοι ὡς τὰ πολλά, καὶ ψύχη, ἤδη καὶ
πάχνη· ἐπιπνεῖν φιλεῖ· φυλλορροεῖν ἄρχεται τὰ δένδρα
102
μάλιστα. Καλλίππῳ τοῦ Σκορπίου τὸ μέτωπον ἐπιτέλλει
πνευματῶδες.
Ἐν δὲ τῇ εῃ Εὐκτήμονι Ἀρκτοῦρος ἑσπέριος δύεται· καὶ
ἄνεμοι μεγάλοι πνέουσιν.
Ἐν δὲ τῇ ηῃ Εὐδόξῳ Ἀρκτοῦρος ἀκρόνυχος δύνει· καὶ
ἐπισημαίνει· καὶ ἄνεμος πνεῖ.
Ἐν δὲ τῇ θῃ Καλλίππῳ τοῦ Ταύρου δύνει κεφαλή· ὑετοί.
Ἐν δὲ τῇ ιῃ Εὐκτήμονι Λύρα ἑῷος ἐπιτέλλει· καὶ ἐπιχει-
μάζεται ὑετῷ.
Ἐν δὲ τῇ ιβῃ Εὐδόξῳ Ὠρίων ἀκρόνυχος ἄρχεται ἐπι-
τέλλειν.
Ἐν δὲ τῇ ιγῃ Δημοκρίτῳ Λύρα ἐπιτέλλει ἅμα ἡλίῳ ἀνίσ-
χοντι· καὶ ὁ ἀὴρ χειμέριος γίνεται ὡς ἐπὶ τὰ πολλά.
Ἐν δὲ τῇ ιδῃ Εὐδόξῳ ὑετία.
Ἐν δὲ τῇ ιεῃ Εὐκτήμονι Πλειάδες δύνουσι· καὶ ἐπιση-
μαίνει· καὶ Ὠρίων ἄρχεται 〈δύνειν· καὶ ἀρχομένῳ〉 καὶ
μεσοῦντι καὶ λήγοντι ἐπιχειμάζει.
Ἐν δὲ τῇ ιϚῃ Καλλίππῳ 〈ὁ〉 ἐν τῷ Σκορπίῳ λαμπρὸς ἀστὴρ
ἀνατέλλει· ἐπισημαίνει· καὶ Πλειάδες δύνουσι φανεραί.
Ἐν δὲ τῇ ιηῃ Εὐδόξῳ Σκορπίος ἄρχεται ἐπιτέλλειν ἑῷος.
Ἐν δὲ τῇ ιθῃ Εὐδόξῳ Πλειάδες ἑῷαι δύνουσι, καὶ Ὠρίων
ἄρχεται δύνειν· καὶ χειμάζει.
Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Λύρα ἑῷος ἐπιτέλλει.
Ἐν δὲ τῇ κζῃ Εὐκτήμονι Ὑάδες δύονται· καὶ ἔτι ὕει.
Ἐν δὲ τῇ κηῃ Καλλίππῳ τοῦ Ταύρου τὰ κέρατα δύεται·
ὑετία.
103
Ἐν δὲ τῇ κθῃ Εὐδόξῳ Ὑάδες δύνουσι· καὶ χειμαίνει
σφόδρα.
Τὸν δὲ Τοξότην ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις κ̅θ̅.
Ἐν μὲν οὖν τῇ ζῃ Εὐκτήμονι Κύων δύεται· καὶ ἐπιχειμάζει.
Καλλίππῳ ὁ Τοξότης ἄρχεται ἀνατέλλειν, καὶ Ὠρίων
δύνει φανερός· χειμαίνει.
Ἐν τῇ ηῃ Εὐδόξῳ Ὠρίων ἑῷος δύνει.
Ἐν δὲ τῇ ιῃ Εὐκτήμονι τοῦ Σκορπίου τὸ κέντρον ἐπιτέλλει.
Ἐν δὲ τῇ ιβῃ Εὐδόξῳ Κύων ἑῷος δύνει· χειμαίνει.
Ἐν δὲ τῇ ιδῃ Εὐδόξῳ ὑετός.
Ἐν δὲ τῇ ιεῃ Εὐκτήμονι Ἀετὸς ἐπιτέλλει· νότος πνεῖ.
Ἐν δὲ τῇ ιϚῃ Δημοκρίτῳ Ἀετὸς ἐπιτέλλει ἅμα ἡλίῳ·
καὶ ἐπισημαίνειν φιλεῖ βροντῇ καὶ ἀστραπῇ καὶ ὕδατι ἢ
ἀνέμῳ ἢ ἀμφότερα ὡς ἐπὶ τὰ πολλά. Εὐδόξῳ Κύων ἀκρό-
νυχος ἐπιτέλλει· νότια. Καλλίππῳ οἱ Δίδυμοι μετίασι
δυόμενοι· νότια.
Ἐν δὲ τῇ ιθῃ Εὐκτήμονι Αἲξ δύνει.
Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Σκορπίος ἑῷος ἐπιτέλλει· καὶ
χειμαίνει.
Ἐν δὲ τῇ κγῃ Εὐδόξῳ Αἲξ ἑῴα δύνει.
Ἐν δὲ τῇ κϚῃ Εὐδόξῳ Ἀετὸς ἑῷος ἐπιτέλλει.
Τὸν δὲ Αἰγόκερω ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις κ̅θ̅.
Ἐν μὲν οὖν τῇ αῃ ἡμέρᾳ Εὐκτήμονι τροπαὶ χειμεριναί·
104
ἐπισημαίνει. Καλλίππῳ Τοξότης λήγει ἀνατέλλων· τρο-
παὶ χειμεριναί· χειμαίνει.
Ἐν δὲ τῇ βᾳ Εὐκτήμονι Δελφὶς ἐπιτέλλει· χειμαίνει.
Ἐν δὲ τῇ δῃ Εὐδόξῳ τροπαὶ χειμεριναί· χειμαίνει.
Ἐν δὲ τῇ ζῃ Εὐκτήμονι Ἀετὸς ἑσπέριος δύεται· καὶ
χειμαίνει.
Ἐν δὲ τῇ θῃ Εὐδόξῳ Στέφανος ἀκρόνυχος δύνει.
Ἐν δὲ τῇ ιβῃ Δημοκρίτῳ νότος πνεῖ ὡς 〈τὰ πολλά· Εὐδόξῳ
Δελφὶς ἑῷος〉 ἐπιτέλλει.
Ἐν δὲ τῇ ιδῃ Εὐκτήμονι μέσος χειμών· νότος πολὺς
ἐπιπνεῖ χειμερινὸς κατὰ θάλασσαν.
Ἐν δὲ τῇ ιεῃ Καλλίππῳ Αἰγόκερως ἄρχεται ἀνατέλλειν·
νότος.
Ἐν δὲ τῇ ιϚῃ Εὐκτήμονι νότος χειμέριος κατὰ θάλασσαν.
Ἐν δὲ τῇ ιηῃ 〈Εὐδόξῳ Ἀετὸς〉 ἀκρόνυχος ἐπιδύνει· καὶ
νότος πνεῖ.
Ἐν δὲ τῇ κζῃ Εὐκτήμονι Δελφὶς ἑσπέριος δύνει. Καλλίππῳ
Καρκίνος δύνων λήγει· χειμαίνει.
Τὸν δὲ Ὑδροχόον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ̅.
Ἐν μὲν οὖν τῇ βᾳ Καλλίππῳ Λέων ἄρχεται δύνειν·
ὑετία.
Ἐν δὲ τῇ γῃ Εὐκτήμονι Λύρα ἑσπέριος δύνει· ὑετία.
Δημοκρίτῳ χειμών.
Ἐν δὲ τῇ δῃ ἡμέρᾳ Εὐδόξῳ Δελφὶς ἀκρόνυχος δύνει.
105
Ἐν δὲ τῇ ιαῃ Εὐδόξῳ Λύρα ἀκρόνυχος δύνει· ὑετός.
Ἐν δὲ τῇ ιδῃ Εὐδόξῳ εὐδία· ἐνίοτε καὶ ζέφυρος πνεῖ.
Ἐν δὲ τῇ ιϚῃ Δημοκρίτῳ ζέφυρος πνεῖν ἄρχεται ἡμέραις
γ̅ καὶ μ̅ ἀπὸ τροπῶν καὶ παραμένει.
Ἐν δὲ τῇ ιζῃ Εὐκτήμονι ζέφυρον ὥρα πνεῖν. Καλλίππῳ
Ὑδροχόος μέσος ἀνατέλλει· ζέφυρος πνεῖ.
Ἐν δὲ τῇ κεῃ Εὐκτήμονι 〈Ὀϊστὸς〉 ἑσπέριος δύνει· καὶ
σφόδρα ἐπιχειμάζει.
Τοὺς δὲ Ἰχθύας ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λ̅.
Ἐν μὲν οὖν τῇ βᾳ χελιδόνα ὥρα φαίνεσθαι· καὶ ὀρνιθίαι
πνέουσι. Καλλίππῳ δὲ Λέων δύνων λήγει· καὶ χελιδὼν
φαίνεται· ἐπισημαίνει.
Ἐν δὲ τῇ δῃ Δημοκρίτῳ ποικίλαι ἡμέραι γίνονται, ἁλκυο-
νίδες καλούμεναι. Εὐδόξῳ δὲ Ἀρκτοῦρος ἀκρόνυχος
ἐπιτέλλει· καὶ ὑετὸς γίνεται· καὶ χελιδὼν φαίνεται· καὶ τὰς
ἑπομένας ἡμέρας λ̅ βορέαι πνέουσι, καὶ μάλιστα οἱ προορ-
νιθίαι καλούμενοι.
Ἐν δὲ τῇ ιβῃ Εὐκτήμονι Ἀρκτοῦρος ἑσπέριος ἐπιτέλλει,
καὶ Προτρυγητὴρ ἐκφανής· ἐπιπνεῖ βορέας ψυχρός.
Ἐν δὲ τῇ ιδῃ Δημοκρίτῳ ἄνεμοι πνέουσι ψυχροί, οἱ
ὀρνιθίαι καλούμενοι, ἡμέρας μάλιστα θ̅. Εὐκτήμονι δὲ
Ἵππος ἐπιτέλλει· ἐπιπνεῖ βορέας ψυχρός.
Ἐν δὲ τῇ ιζῃ Εὐδόξῳ χειμαίνει· καὶ ἰκτῖνος φαίνεται.
Καλλίππῳ τῶν Ἰχθύων ὁ νότιος ἐπιτέλλει· λήγει βορέας.
106
Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Στέφανος ἀκρόνυχος ἐπιτέλλει.
ἄρχονται ὀρνιθίαι πνέοντες.
Ἐν δὲ τῇ κβῃ Εὐκτήμονι ἰκτῖνος φαίνεται· ὀρνιθίαι
πνέουσι μέχρις ἰσημερίας.
Ἐν δὲ τῇ κθῃ Εὐκτήμονι τοῦ Σκορπίου οἱ πρῶτοι ἀστέρες
δύνουσιν· ἐπιπνεῖ βορέας ψυχρός.
Ἐν δὲ τῇ λῃ Καλλίππῳ τῶν Ἰχθύων ὁ βόρειος ἐπιτέλλων
λήγει· ἰκτῖνος φαίνεται· βορέας πνεῖ.
Τὸν δὲ Κριὸν διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ̅α̅.
Ἐν μὲν τῇ αῃ Καλλίππῳ Σύνδεσμος τῶν Ἰχθύων ἀνατέλλει·
ἰσημερία ἐαρινή. Εὐκτήμονι ἰσημερία ἐαρινή, καὶ ψεκὰς
λεπτή· ὕσει· ἰσημερινὸς χειμαίνει σφόδρα· ἐπισημαίνει.
Ἐν δὲ τῇ γῃ Καλλίππῳ Κριὸς ἄρχεται ἐπιτέλλων· ὑετὸς
ἢ νιφετός.
Ἐν δὲ τῇ Ϛῃ Εὐδόξῳ ἰσημερία· ὑετὸς γίνεται.
Ἐν δὲ τῇ ιῃ Εὐκτήμονι Πλειάδες ἑσπέριοι κρύπτονται.
Ἐν δὲ τῇ ιγῃ Εὐδόξῳ Πλειάδες ἀκρόνυχοι δύνουσι, καὶ
Ὠρίων ἄρχεται δύνειν ἀπὸ ἀκρονύχου· ὑετὸς γίνεται.
Δημοκρίτῳ Πλειάδες κρύπτονται ἅμα ἡλίῳ δύνοντι καὶ
ἀφανεῖς γίνονται νύκτας μ̅.
Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Ὑάδες ἀκρόνυχοι δύνουσιν.
Ἐν δὲ τῇ κγῃ Εὐκτήμονι Ὑάδες κρύπτονται· καὶ χάλαζα
ἐπιγίνεται, καὶ ζέφυρος πνεῖ. Καλλίππῳ Χηλαὶ ἄρχονται
δύνουσαι· πολλαχῇ δὲ καὶ χάλαζα.
Ἐν δὲ τῇ κζῃ Εὐδόξῳ Λύρα ἀκρόνυχος ἐπιτέλλει.
107
Τὸν δὲ Ταῦρον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ̅β̅.
Ἐν μὲν οὖν τῇ αῃ ἡμέρᾳ Εὐδόξῳ Ὠρίων ἀκρόνυχος δύνει·
ὑετία. Καλλίππῳ ὁ Κριὸς λήγει ἐπιτέλλων· ὑετία, πολλαχῇ
δὲ καὶ χάλαζα.
Ἐν δὲ τῇ βᾳ Εὐκτήμονι Κύων κρύπτεται· καὶ χάλαζα
γίνεται· τῇ δὲ αὐτῇ Λύρα ἐπιτέλλει. Εὐδόξῳ Κύων ἀκρό-
νυχος δύνει· καὶ ὑετὸς γίνεται. Καλλίππῳ τοῦ Ταύρου
ἡ κέρκος ἐπιτέλλει· νότια.
Ἐν δὲ τῇ ζῃ Εὐδόξῳ ὑετὸς γίνεται.
Ἐν δὲ τῇ ηῃ Εὐκτήμονι Αἲξ ἑῴα ἐπιτέλλει· εὐδία· ὕει
νοτίῳ ὕδατι.
Ἐν δὲ τῇ θῃ Εὐδόξῳ Αἲξ ἑῴα ἐπιτέλλει.
Ἐν δὲ τῇ ιαῃ Εὐδόξῳ Σκορπίος ἑῷος δύνειν ἄρχεται· καὶ
ὑετὸς γίνεται.
Ἐν δὲ τῇ ιγῃ Εὐκτήμονι Πλειὰς ἐπιτέλλει· θέρους ἀρχή·
καὶ ἐπισημαίνει. Καλλίππῳ ἡ τοῦ Ταύρου κεφαλὴ ἐπι-
τέλλει· ἐπισημαίνει.
Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Σκορπίος ἑῷος ὅλος δύνει.
Ἐν δὲ τῇ κβῃ Εὐδόξῳ Πλειάδες ἐπιτέλλουσι· καὶ ἐπιση-
μαίνει.
Ἐν δὲ τῇ λαῃ Εὐκτήμονι Ἀετὸς ἑσπέριος ἐπιτέλλει.
Ἐν δὲ τῇ λβῃ Εὐκτήμονι Ἀρκτοῦρος ἑῷος δύνει· ἐπιση-
μαίνει. Καλλίππῳ ὁ Ταῦρος λήγει ἀνατέλλων. Εὐκτήμονι
Ὑάδες ἑῷαι ἐπιτέλλουσιν· ἐπισημαίνει.
108
Τοὺς δὲ Διδύμους ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λ̅β̅.
Ἐν μὲν οὖν τῇ βᾳ Καλλίππῳ οἱ Δίδυμοι ἄρχονται ἐπι-
τέλλειν· νότια.
Ἐν δὲ τῇ εῃ Εὐδόξῳ Ὑάδες ἑῷαι ἐπιτέλλουσιν.
Ἐν δὲ τῇ ζῃ Εὐδόξῳ Ἀετὸς ἀκρόνυχος ἐπιτέλλει.
Ἐν δὲ τῇ ιῃ Δημοκρίτῳ ὕδωρ γίνεται.
Ἐν δὲ τῇ ιγῃ Εὐδόξῳ Ἀρκτοῦρος ἑῷος δύνει.
Ἐν δὲ τῇ ιηῃ Εὐδόξῳ Δελφὶς ἀκρόνυχος ἐπιτέλλει.
Ἐν δὲ τῇ κδῃ Εὐκτήμονι Ὠρίωνος ὦμος ἐπιτέλλει. Εὐδόξῳ
Ὠρίων ἄρχεται ἐπιτέλλειν.
Ἐν δὲ τῇ κθῃ Δημοκρίτῳ ἄρχεται Ὠρίων ἐπιτέλλειν, καὶ
φιλεῖ ἐπισημαίνειν ἐπ' αὐτῷ.
Ὅτι αἱ πρὸς ὄμμα τε καὶ ὀρθογώνιοι στοαὶ πόρρωθενμείουροι φαίνονται, καὶ τῶν πύργων οἱ τετράγωνοι στρογ-γύλοι καὶ προσπίπτοντες πόρρωθεν ὁρώμενοι, ἄνισα δὲτὰ ἴσα φατνώματα παρὰ τὰς θέσεις καὶ τὰ μήκη. ὅτι ὑποτίθεται ἡ ὀπτικὴ τὰς ἀπὸ τοῦ ὄμματος ὄψειςκατ' εὐθείας γραμμὰς φέρεσθαι καὶ τοῦ ὄμματος συμπερι-φερομένου συμπεριφέρεσθαι καὶ τὰς ὄψεις καὶ ἅμα τῷὄμματι διανοιγομένῳ πρὸς τὸ ὁρώμενον τὰς ὄψεις γίνεσθαι.καὶ καθ' ἕτερον δὲ τρόπον ὑποτίθεται τὰ μὲν δι' αἰθέροςκαὶ ἀέρος ὁρώμενα κατ' εὐθείας γραμμὰς ὁρᾶσθαι· φέρε-σθαι γὰρ πᾶν φῶς κατ' εὐθείας γραμμάς· ὅσα δὲ διαφαίνε-ται δι' ὑέλων ἢ ὑμένων ἢ ὕδατος, κατὰ κεκλασμένας· τὰδὲ ἐμφαινόμενα ἐν τοῖς κατοπτρίζουσι κατὰ ἀνακλωμέναςγωνίας. ὅτι οὔτε φυσιολογεῖ ἡ ὀπτικὴ οὔτε ζητεῖ, εἴτε ἀπόρ-ροιαί τινες ἐπὶ τὰ πέρατα τῶν σωμάτων φέρονται ἀπὸ τῶνὄψεων ἀκτίνων ἐκχεομένων, εἴτε ἀπορρέοντα εἴδωλα ἀπὸτῶν αἰσθητῶν εἴσω τῶν ὄψεων εἰσδύεται κατὰ στάθμηνἐνεχθέντα, εἴτε συνεκτείνεται ἢ συμφέρεται ὁ μεταξὺ ἀὴρτῷ τῆς ὄψεως αὐγοειδεῖ πνεύματι. μόνον δὲ σκοπεῖ εἰ σώζε-ται καθ' ἑκάστην ὑπόθεσιν ἡ ἰθυτένεια τῆς φορᾶς ἢ τάσεωςκαὶ τὸ κατὰ τὴν συναγωγὴν εἰς γωνίαν τὴν σύννευσινγίνεσθαι, ἐπειδὰν μειζόνων ἢ ἐλαττόνων ὄψεως ᾖ θεωρία.προηγουμένως τε σκέπτεται ὡς ἀπὸ παντὸς τῆς κόρηςἢ τοῦ ὁρωμένου μέρους ἡ ὄψις ἐγγίνεται, οὐχὶ δὲ ἀπότινος ὡρισμένου σημείου, καὶ ὅτι κατὰ γωνίαν ὁτὲ μὲνεἴσω νενευκυῖαν, ὁτὲ δὲ ἔξω κορυφουμένην, ὁτὲ δὲ κατὰπαραλλήλους. ὀπτικῆς μέρη λέγοιτο μὲν ἂν κατὰ τὰς διαφόρουςὕλας καὶ πλείω, τὰ δὲ γενικώτατα τρία· τὸ μὲν ὁμωνύμωςτῷ ὅλῳ καλούμενον ὀπτικόν, τὸ δὲ κατοπτρικόν, τὸ δὲσκηνογραφικόν. 〈.......〉. κατοπτρικὸν δὲ λέγεται ὁλο-σχερέστερον μὲν τὸ περὶ τὰς ἀνακλάσεις τὰς ἀπὸ τῶνλείων, οὐ μόνον περὶ ἓν κάτοπτρον, ἔστι δ' ὅτε καὶ περὶπλείω στρεφόμενον, ἔτι μὴν καὶ περὶ τὰ ἐν ἀέρι δι' ὑγρῶνἐμφαινόμενα χρώματα, ὁποῖά ἐστι τὰ κατὰ τὰς ἴριδας.ἕτερον δὲ τό τε θεωροῦν τὰ συμβαίνοντα περὶ τὰς τοῦἡλίου ἀκτῖνας ἔν τε κλάσει καὶ φωτισμοῖς αὐτοῖς καὶ σκιαῖς·οἷον ὁποία τις ἡ διορίζουσα γραμμὴ τὴν σκιὰν ἐν ἑκάστῳσχήματι γίνεται. καὶ τὸ περὶ τὰ πυρεῖα προσαγορευό-μενον τὸ σκοποῦν περὶ τῶν κατὰ ἀνάκλασιν συνιουσῶνἀκτίνων, αἳ κατὰ σύννευσιν ἀθρόαν τῆς τοῦ φωτὸς ἀνα-κλάσεως παρὰ τὴν ποιὰν κατασκευὴν τοῦ κατόπτρουεἰς ἓν συνιοῦσαι ἢ κατὰ γραμμὴν εὐθεῖαν ἢ κυκλοτερὲςἐκπυροῦσί τινα τόπον. αὗται δ' αἱ θεωρίαι τὰς αὐτὰςὑποθέσεις ἔχουσαι τῇ περὶ τὰς ὄψεις τὸν αὐτὸν ἐκείνῃτρόπον ἐφοδεύονται. ὁποία γὰρ ἡ τῶν ὄψεων πρόπτωσις,τοιοῦτος καὶ ὁ καταφωτισμὸς ὑπὸ τοῦ ἡλίου γίνεται·καὶ τοτὲ μὲν κατ' εὐθείας ἀκλάστους, τοτὲ δὲ κατὰ διαδυ-ομένας ὥσπερ ἐπὶ τῶν ὑέλων—κατακλώμεναι γὰρ καὶεἰς ἓν συννεύουσαι ἐξάπτουσι παρὰ τὰ ποιὰ σχήματα—τοτὲ δὲ κατὰ ἀνάκλασιν, ὥσπερ οἱ ἀχιλλεῖς φαίνονταιἐπὶ τῶν ὀροφῶν· ὥς τ' ἀπὸ πάσης τῆς ὄψεως ἡ θεωρία,καὶ ἀπὸ παντὸς μέρους τοῦ ἡλίου ὁ φωτισμὸς γίνεται. ἡ δ' ἐπὶ τῶν ὑδάτων καὶ τῶν ὑμένων τὰ κατὰ διάδυσινθεωροῦσα ὀπτικὴ ἐλάττω μὲν θεωρίαν ἔχει, αἰτιολογεῖ δὲτὰ ὑπὸ τοῖς ὕδασι καὶ ὑμέσι καὶ ὑέλοις, ὁπότε διασπαρατ-τόμενα φαίνεται τὰ ἡνωμένα καὶ σύνθετα τὰ ἁπλᾶ καὶτὰ ὀρθὰ κεκλασμένα καὶ τὰ μένοντα κινούμενα.{Τί τὸ σκηνογραφικόν.} τὸ σκηνογραφικὸν τῆς ὀπτικῆς μέρος ζητεῖ πῶς προ-σήκει γράφειν τὰς εἰκόνας τῶν οἰκοδομημάτων. ἐπειδὴ γὰροὐχ οἷα [τε] ἔστι τὰ ὄντα, τοιαῦτα καὶ φαίνεται, σκοποῦσινπῶς μὴ τοὺς ὑποκειμένους ῥυθμοὺς ἐπιδείξονται, ἀλλ' ὁποῖοιφανήσονται ἐξεργάσονται. τέλος δὲ τῷ ἀρχιτέκτονι τὸπρὸς φαντασίαν εὔρυθμον ποιῆσαι τὸ ἔργον καὶ ὁπόσονἐγχωρεῖ πρὸς τὰς τῆς ὄψεως ἀπάτας ἀλεξήματα ἀνευρίσκεινοὐ τῆς κατ' ἀλήθειαν ἰσότητος ἢ εὐρυθμίας, ἀλλὰ τῆςπρὸς ὄψιν στοχαζομένῳ. οὕτω γοῦν τὸν μὲν κυλινδρ〈ικ〉ὸνκίονα ἐπεὶ κατεαγότα ἔμελλε θεωρήσειν κατὰ μέσον πρὸςὄψιν στενούμενον, εὐρύτερον κατὰ ταῦτα ποιεῖ· καὶ τὸνμὲν κύκλον ἔστιν ὅτε οὐ κύκλον γράφει, ἀλλ' ὀξυγωνίουκώνου τομήν, τὸ δὲ τετράγωνον προμηκέστερον καὶ τοὺςπολλοὺς καὶ μεγέθει διαφέροντας κίονας ἐν ἄλλαις ἀνα-λογίαις κατὰ πλῆθος καὶ μέγεθος. τοιοῦτος δ' ἐστὶ λόγοςκαὶ τῷ κολοσσοποιῷ διδοὺς τὴν φανησομένην τοῦ ἀπο-τελέσματος συμμετρίαν, ἵνα πρὸς τὴν ὄψιν εὔρυθμος εἴη,ἀλλὰ μὴ μάτην ἐργασθείη κατὰ τὴν οὐσίαν σύμμετρος.οὐ γὰρ οἷα ἔστι τὰ ἔργα, τοιαῦτα φαίνεται ἐν πολλῷἀναστήματι τιθέμενα.