The Greek Library Author

Anonymous

Testimonia

Authority group
Hecataeus (catalogue association; authorship remains anonymous)
Edition reference
Testimonia, FGrH #264: 3A:11–12.
CTS identifier
urn:cts:greekLit:tlg1390.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3a,264,T

1

SUID. s. Ἑκαταῖος Ἀβδηρίτης·

φιλόσοφος, ὃς ἐπεκλήθη καὶ κριτικὸς γραμματικός, οἷα γραμματικὴν ἔχων

παρασκευήν. γέγονε δὲ ἐπὶ τῶν διαδόχων. βιβλία αὐτοῦ ταῦτα· Περὶ τῆς

ποιήσεως Ὁμήρου καὶ Ἡσιόδου **.

2a

STRABON 14, 1, 30 p. 644: Τέως .... γέγονε δὲ καὶ συγ-

γραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως.

3a

DIOG. LAERT. 9, 69: .... διήκουσε τοῦ Πύρρωνος

Ἑκαταῖός τ' ὁ Ἀβδηρίτης καὶ Τίμων ὁ Φλιάσιος .... ἔτι τε Ναυσιφάνης 〈ὁ〉 Τήιος ....

3b

CLEM. AL. Strom. 2, 130, 4: ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν

διδάσκουσι, Δημόκριτος μὲν ἐν τῶι Περὶ τέλους (Vorsokr. 68 [55] F 4) τὴν εὐθυμίαν,

ἣν καὶ εὐεστὼ προσηγόρευσεν .... Ἑκαταῖος δὲ αὐτάρκειαν· (5) καὶ δὴ Ἀπολλόδωρος

ὁ Κυζικηνὸς (74 [61] A 1) τὴν ψυχαγωγίαν, καθάπερ Ναυσιφάνης (75 [62] B 3) τὴν ἀκα-

ταπληξίαν· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι.

4

DIODOR. 1, 46, 8 (F 25): πολλοὶ τῶν Ἑλλήνων τῶν παρα-

βαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων

δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑκαταῖος.

5

PLUT. Lyk. 20, 3 (Apophth. Lac. 218 B): Ἀρχιδαμίδας

(294a) δὲ μεμφομένων τινῶν Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς

τὸ συσσίτιον οὐδὲν ἔλεγεν, «ὁ εἰδώς» ἔφη «λόγον καὶ καιρὸν οἶδεν».

6a

SCHOL. APOLL. RHOD. 2, 675: ἔστι δὲ αὐτῶι (F 10)

βιβλία ἐπιγραφόμενα Περὶ Ὑπερβορέων.

6b

PLIN. NH 6, 55: .... pri-

vatim condidit volumen .... Hecataeus de Hyperboreis.

7a

JOSEPH. c. Apion. 1, 183: Ἑκαταῖος δὲ ὁ Ἀβδηρίτης, ἀνὴρ φιλό-

σοφος ἅμα καὶ περὶ τὰς πράξεις ἱκανώτατος, Ἀλεξάνδρωι τῶι βασιλεῖ συνακμάσας καὶ

Πτολεμαίωι τῶι Λάγου συγγενόμενος, οὐ παρέργως 〈ἡμῶν ἐμνημόνευσεν〉, ἀλλὰ περὶ αὐτῶν

Ἰουδαίων συγγέγραφε βιβλίον, ἐξ οὗ βούλομαι κεφαλαιωδῶς ἐπιδραμεῖν ἔνια τῶν εἰρη-

μένων. (184) καὶ πρῶτον ἐπιδείξω τὸν χρόνον· μνημονεύει γὰρ τῆς Πτολεμαίου περὶ Γάζαν

πρὸς Δημήτριον μάχης· αὕτη δὲ γέγονεν ἑνδεκάτωι μὲν ἔτει τῆς Ἀλεξάνδρου τελευτῆς, ἐπὶ

δὲ ὀλυμπιάδος ζ̅ καὶ ι̅ καὶ ρ̅ ὡς ἱστορεῖ Κάστωρ (250 F 12) .... (185) .... Ἀλέ-

ξανδρον δὲ τεθνάναι πάντες ὁμολογοῦσιν ἐπὶ τῆς ρ̅ι̅δ̅ ὀλυμπιάδος. δῆλον οὖν ὅτι καὶ

κατ' ἐκεῖνον καὶ κατὰ Ἀλέξανδρον ἤκμαζεν ἡμῶν τὸ ἔθνος. λέγει τοίνυν ὁ Ἑκαταῖος (F

21) ....

7b

——1, 213: ὅτι δὲ οὐκ ἀγνοοῦντες ἔνιοι τῶν συγγραφέων τὸ ἔθνος ἡμῶν, ἀλλ'

ὑπὸ φθόνου τινὸς ἢ δι' ἄλλας αἰτίας οὐχ ὑγιεῖς τὴν μνήμην παρέλιπον, τεκμήριον οἶμαι παρέ-

ξειν· Ἱερώνυμος γάρ, ὁ τὴν περὶ τῶν διαδόχων ἱστορίαν συγγεγραφὼς (154 T 6) κατὰ τὸν

αὐτὸν μὲν ἦν Ἑκαταίωι χρόνον, φίλος δ' ὢν Ἀντιγόνου τοῦ βασιλέως τὴν Συρίαν ἐπε-

τρόπευεν· (214) ἀλλ' ὅμως Ἑκαταῖος μὲν καὶ βιβλίον ἔγραψεν περὶ ἡμῶν, Ἱερώνυμος δ'

οὐδαμοῦ κατὰ τὴν ἱστορίαν ἐμνημόνευσε.

7c

ORIGEN. c. Cels. 1, 15: καὶ Ἑκαταίου δὲ

τοῦ ἱστορικοῦ φέρεται περὶ Ἰουδαίων βιβλίον, ἐν ὧι προστίθεται μᾶλλόν πως ὡς σοφῶι

τῶι ἔθνει ἐπὶ τοσοῦτον, ὡς καὶ Ἑρέννιον Φίλωνα ἐν τῶι περὶ Ἰουδαίων συγγράμματι

πρῶτον μὲν ἀμφιβάλλειν εἰ τοῦ ἱστορικοῦ ἐστι τὸ σύγγραμμα, δεύτερον

δὲ λέγειν ὅτι εἴπερ ἔστιν αὐτοῦ, εἰκὸς αὐτὸν συνηρπάσθαι ἀπὸ τῆς παρὰ Ἰουδαίοις

πιθανότητος καὶ συγκατατεθεῖσθαι αὐτῶν τῶι λόγωι.

8a

JOSEPH. AJ 1, 158: μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἀβράμου Βηρωσ-

σός (III C u. Assyrien), οὐκ ὀνομάζων λέγων δ' οὕτως .... (159) Ἑκαταῖος δὲ καὶ τοῦ

μνησθῆναι πλεῖόν τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε.

8b

CLEM.

AL. Strom. 5, 113, 1: Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῶι κατ' Ἄβραμον

καὶ τοὺς Αἰγυπτίους (F 24).

9

AGATHARCHIDES. (De M. r.) —PHOT. Bibl. 250 p. 454 b 30: τῆς ὅλης οἰκου-

μένης ἐν τέτταρσι κυκλιζομένης μέρεσιν .... τὰ μὲν πρὸς ἑσπέραν ἐξείργασται Λύκος (III B u.

Sicilien) τε καὶ Τίμαιος (III B), τὰ δὲ πρὸς ἀνατολὰς Ἑκαταῖος (1 T 14) τε καὶ Βάσιλις

(III u. Indien), τὰ δὲ πρὸς τὰς ἄρκτους Διόφαντος (III C u. Pontos) καὶ Δημήτριος (V),

τὰ δὲ πρὸς μεσημβρίαν .... ἡμεῖς.

DIOG. LAERT. 1, 10: τὴν δὲ τῶν Αἰγυπτίων φιλοσοφίαν εἶναι τοιαύτηνπερί τε θεῶν καὶ ὑπὲρ δικαιοσύνης· φάσκειν τε ἀρχὴν μὲν εἶναι τὴν ὕλην, εἶτα τὰ τέσσαραστοιχεῖα ἐξ αὐτῆς διακριθῆναι, καὶ ζῶιά τινα ἀποτελεσθῆναι. θεοὺς δ' εἶναι ἥλιον καὶσελήνην, τὸν μὲν Ὄσιριν, τὴν δ' Ἶσιν καλουμένην· αἰνίττεσθαί τε αὐτοὺς διά τεκανθάρου καὶ δράκοντος καὶ ἱέρακος καὶ ἄλλων, ὥς φησι Μανέθως ἐν τῆι τῶν Φυσικῶν ἐπιτομῆικαὶ Ἑκαταῖος ἐν τῆι πρώτηι περὶ τῆς τῶν Αἰγυπτίων φιλο-σοφίας· κατασκευάζειν δὲ ἀγάλματα καὶ τεμένη τῶι μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν. (11)τὸν κόσμον γενητὸν καὶ φθαρτὸν καὶ σφαιροειδῆ· τοὺς ἀστέρας πῦρ εἶναι, καὶ τῆι τούτωνκράσει τὰ ἐπὶ γῆς γίγνεσθαι· σελήνην ἐκλείπειν εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν· τὴνψυχὴν καὶ ἐπιδιαμένειν καὶ μετεμβαίνειν· ὑετοὺς κατὰ ἀέρος τροπὴν ἀποτελεῖσθαι·τά τε ἄλλα φυσιολογεῖν, ὡς Ἑκαταῖός τε καὶ Ἀρισταγόραςἱστοροῦσιν. ἔθεσαν δὲ καὶ νόμους ὑπὲρ δικαιοσύνης, οὓς εἰς Ἑρμῆν ἀνήνεγκαν·καὶ τὰ εὔχρηστα τῶν ζώιων θεοὺς ἐδόξασαν. λέγουσι δὲ καὶ ὡς αὐτοὶ γεωμετρίαν τεκαὶ ἀστρολογίαν καὶ ἀριθμητικὴν ἀνεῦρον. καὶ τὰ μὲν περὶ τῆς εὑρέσεως ὧδε ἔχει. DIODOR. 1, 46, 8: οὐ μόνον δ' οἱ κατ' Αἴγυπτον ἱερεῖςἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν, ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων (T 4) .... ὧνἐστι καὶ Ἑκαταῖος, συμφωνοῦσι τοῖς ὑφ' ἡμῶν εἰρημένοις DIOG. LAERT. 1, 9:Ἑκαταῖος δὲ καὶ γενητοὺς τοὺς θεοὺςεἶναι κατ' αὐτούς. Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τῶι Περὶ παιδείας (IV) καὶ τοὺς Γυμνο-σοφιστὰς ἀπογόνους εἶναι τῶν μάγων φησίν· ἔνιοι δὲ καὶ τοὺς Ἰουδαίους ἐκ τούτων εἶναι.πρὸς τούτοις καταγινώσκουσιν Ἡροδότου (7, 35) οἱ τὰ περὶ μάγων γράψαντες· μὴ γὰρ ἂνεἰς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδ' εἰς τὴν θάλασσαν πέδας καθεῖναι, θεοὺς ὑπὸτῶν μάγων παραδεδομένους. τὰ μέντοι ἀγάλματα εἰκότως καθαιρεῖν. PLUTARCH. De Is. 9 p. 354 CD: ἔτι δὲ τῶν πολλῶν νομι-ζόντων ἴδιον παρ' Αἰγυπτίοις ὄνομα τοῦ Διὸς εἶναι τὸν Ἀμοῦν, ὃ παράγοντες ἡμεῖςἌμμωνα λέγομεν, Μανέθως μὲν ὁ Σεβεννύτης (III C) τὸ κεκρυμμένον οἴεται καὶ τὴν κρῦψινὑπὸ ταύτης δηλοῦσθαι τῆς φωνῆς, Ἑκαταῖος δ' ὁ Ἀβδηρίτης φησὶ τούτωι καὶ πρὸςἀλλήλους τῶι ῥήματι χρῆσθαι τοὺς Αἰγυπτίους, ὅταν τινὰ προσκαλῶνται· προσ-κλητικὴν γὰρ εἶναι τὴν φωνήν. διὸ τὸν πρῶτον θεόν, 〈ὃν〉 τῶι παντὶ τὸν αὐτὸννομίζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι καὶ παρακαλοῦν-τες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς Ἀμοῦν λέγουσιν. ——6 p. 353 B: οἶνον δ' οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντεςτὸν θεὸν οὐκ εἰσφέρουσιν τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ὑπηρέτας πίνειν τοῦκυρίου καὶ βασιλέως ἐφορῶντος, οἱ δ' ἄλλοι χρῶνται μὲν ὀλίγωι δέ· πολλὰς δ' ἀοίνουςἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν.οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑκαταῖοςἱστόρηκεν, ἱερεῖς ὄντες. ἤρξαντο δὲ πίνειν ἀπὸ Ψαμμητίχου· πρότερον δ' οὐκ ἔπινον οἶνον