The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Hecataeus (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, FGrH #264: 3A:12–64.
CTS identifier
urn:cts:greekLit:tlg1390.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3a,264,F

5*

οὐδ' ἔσπενδον ὡς φίλιον θεοῖς ἀλλ' ὡς αἷμα τῶν πολεμησάντων ποτὲ τοῖς θεοῖς .... ταῦτα

μὲν οὖν Εὔδοξος ἐν τῆι δευτέραι τῆς Περιόδου (V).

6*

PHOT. Bibl. 244 p. 380a 7 (= DIODOR. 40, 3):

ἐκ τοῦ μ̅ λόγου περὶ τὸ μέσον. ἡμεῖς δὲ μέλλοντες ἀναγράφειν τὸν πρὸς Ἰουδαίους πόλεμον

οἰκεῖον εἶναι διαλαμβάνομεν προδιελθεῖν ἐν κεφαλαίοις τήν τε τοῦ ἔθνους

τούτου ἐξ ἀρχῆς κτίσιν καὶ τὰ παρ' αὐτοῖς νόμιμα.

(1a) κατὰ τὴν Αἴγυπτον τὸ παλαιὸν λοιμικῆς περιστάσεως γενομένης,

ἀνέπεμπον οἱ πολλοὶ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὸ δαιμόνιον· πολλῶν γὰρ καὶ

παντοδαπῶν κατοικούντων ξένων καὶ διηλλαγμένοις ἔθεσι χρωμένων περὶ

τὸ ἱερὸν καὶ τὰς θυσίας, καταλελύσθαι συνέβαινε παρ' αὐτοῖς τὰς πατρίους

τῶν θεῶν τιμάς· ὅπερ οἱ τῆς χώρας ἐγγενεῖς ὑπέλαβον, ἐὰν μὴ τοὺς ἀλλοφύ-

λους μεταστήσωνται, κρίσιν οὐκ ἔσεσθαι τῶν κακῶν. (2) εὐθὺς οὖν ξενηλα-

τουμένων τῶν ἀλλοεθνῶν, οἱ μὲν ἐπιφανέστατοι καὶ δραστικώτατοι συστρα-

φέντες ἐξερρίφησαν, ὥς τινές φασιν εἰς τὴν Ἑλλάδα καί τινας ἑτέρους τό-

πους, ἔχοντες ἀξιολόγους ἡγεμόνας (?), ὧν ἡγοῦντο Δαναὸς καὶ Κάδμος τῶν

ἄλλων ἐπιφανέστατοι· ὁ δὲ πολὺς λεὼς ἐξέπεσεν εἰς τὴν νῦν καλουμένην

Ἰουδαίαν, οὐ πόρρω μὲν κειμένην τῆς Αἰγύπτου, παντελῶς δὲ ἔρημον οὖσαν

κατ' ἐκείνους τοὺς χρόνους. (3) ἡγεῖτο δὲ τῆς ἀποικίας ὁ προσαγορευόμενος

Μωσῆς, φρονήσει τε καὶ ἀνδρείαι πολὺ διαφέρων. οὗτος δὲ καταλαβόμενος

τὴν χώραν ἄλλας τε πόλεις ἔκτισε καὶ τὴν νῦν οὖσαν ἐπιφανεστάτην, ὀνομα-

ζομένην Ἱεροσόλυμα. ἱδρύσατο δὲ καὶ τὸ μάλιστα παρ' αὐτοῖς τιμώμενον

ἱερόν, καὶ τὰς τιμὰς καὶ ἁγιστείας τοῦ θείου κατέδειξε, καὶ τὰ κατὰ τὴν πολι-

τείαν ἐνομοθέτησέ τε καὶ διέταξε. διεῖλε δὲ τὸ πλῆθος εἰς δώδεκα φυλὰς διὰ

τὸ τὸν ἀριθμὸν τοῦτον τελειότατον νομίζεσθαι καὶ σύμφωνον εἶναι τῶι πλήθει

τῶν μηνῶν τῶν τὸν ἐνιαυτὸν συμπληρούντων. (4) ἄγαλμα δὲ θεῶν τὸ σύνολον

οὐ κατεσκεύασε διὰ τὸ μὴ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸν θεόν, ἀλλὰ

τὸν περιέχοντα τὴν γῆν οὐρανὸν μόνον εἶναι θεὸν καὶ τῶν ὅλων κύριον. τὰς δὲ

θυσίας ἐξηλλαγμένας συνεστήσατο τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι, καὶ τὰς κατὰ

τὸν βίον ἀγωγάς· διὰ γὰρ τὴν ἰδίαν ξενηλασίαν ἀπάνθρωπόν τινα καὶ μισό-

ξενον βίον εἰσηγήσατο. ἐπιλέξας δὲ τῶν ἀνδρῶν τοὺς χαριεστάτους καὶ μά-

λιστα δυνησομένους τοῦ σύμπαντος ἔθνους προίστασθαι, τούτους ἱερεῖς ἀπέ-

δειξε· τὴν δὲ διατριβὴν ἔταξεν αὐτῶν γίνεσθαι περὶ τὸ ἱερὸν καὶ τὰς τοῦ θεοῦ

τιμάς τε καὶ θυσίας. (5) τοὺς αὐτοὺς δὲ καὶ δικαστὰς ἀπέδειξε τῶν μεγίστων

κρίσεων, καὶ τὴν τῶν νόμων καὶ τῶν ἐθῶν φυλακὴν τούτοις ἐπέτρεψε· διὸ καὶ βασι-

λέα μὲν μηδέποτε τῶν Ἰουδαίων, τὴν δὲ τοῦ πλήθους προστασίαν δίδοσθαι

διὰ παντὸς τῶι δοκοῦντι τῶν ἱερέων φρονήσει καὶ ἀρετῆι προέχειν. τοῦτον

δὲ προσαγορεύουσι ἀρχιερέα, καὶ νομίζουσιν αὑτοῖς ἄγγελον γίνεσθαι τῶν

τοῦ θεοῦ προσταγμάτων. (6) τοῦτον δὲ κατὰ τὰς ἐκκλησίας καὶ τὰς ἄλλας

συνόδους φησὶν ἐκφέρειν τὰ παραγγελλόμενα, καὶ πρὸς τοῦτο τὸ μέρος οὕτως

εὐπιθεῖς γίνεσθαι τοὺς Ἰουδαίους ὥστε παραχρῆμα πίπτοντας ἐπὶ τὴν γῆν

προσκυνεῖν τὸν τούτοις ἑρμηνεύοντα ἀρχιερέα. προσγέγραπται δὲ καὶ τοῖς νόμοις

ἐπὶ τελευτῆς ὅτι Μωσῆς ἀκούσας τοῦ θεοῦ τάδε λέγει τοῖς Ἰουδαίοις. (6a)

ἐποιήσατο δ' ὁ νομοθέτης τῶν τε πολεμικῶν ἔργων πολλὴν πρόνοιαν, καὶ τοὺς

νέους ἠνάγκαζεν ἀσκεῖν ἀνδρείαν τε καὶ καρτερίαν καὶ τὸ σύνολον ὑπομονὴν

πάσης κακοπαθείας. (7) ἐποιεῖτο δὲ καὶ στρατείας εἰς τὰ πλησιόχωρα τῶν

ἐθνῶν, καὶ πολλὴν κατακτησάμενος χώραν κατεκληρούχησε, τοῖς μὲν ἰδιώ-

ταις ἴσους ποιήσας κλήρους, τοῖς δ' ἱερεῦσι μείζονας, ἵνα λαμβάνοντες ἀξιο-

λογωτέρας προσόδους ἀπερίσπαστοι συνεχῶς προσεδρεύωσι ταῖς τοῦ θεοῦ τιμαῖς.

οὐκ ἐξῆν δὲ τοῖς ἰδιώταις τοὺς ἰδίους κλήρους πωλεῖν, ὅπως μή τινες διὰ πλεονέ-

ξιαν ἀγοράζοντες τοὺς κλήρους ἐκθλίβωσι τοὺς ἀπορωτέρους καὶ κατασκευά-

ζωσιν ὀλιγανδρίαν. (8) τεκνοτροφεῖν τε ἠνάγκαζε τοὺς ἐπὶ τῆς χώρας· καὶ δι'

ὀλίγης δαπάνης ἐκτρεφομένων τῶν βρεφῶν ἀεὶ τὸ γένος τῶν Ἰουδαίων ὑπῆρχε

πολυάνθρωπον. (8a) καὶ τὰ περὶ τοὺς γάμους δὲ καὶ τὰς τῶν τελευτώντων

ταφὰς πολὺ τὸ παρηλλαγμένον ἔχειν ἐποίησε νόμιμα πρὸς τὰ τῶν ἄλλων

ἀνθρώπων. (8b) κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν

ἀλλοφύλων ἐπιμιξίας, ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην

καταλυσάντων Μακεδόνων, πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων

ἐκινήθη.

(8c) οὕτως μὲν κἀνταῦθά φησιν περὶ τῶν παρὰ Ἰουδαίοις ἐθῶν τε καὶ νομίμων καὶ αὐτῶν

ἐκείνων τῆς ἐξ Αἰγύπτου ἀπαλλαγῆς καὶ τοῦ θείου Μωυσέως, ψευδολογῶν τὰ πλεῖστα

καὶ διερχόμενος πρὸς τοὺς ἐλέγχους πάλιν ὧν κατεψεύσατο τῆς ἀληθείας ἀναχώρησιν

ἑαυτῶι μεθοδευσάμενος εἰς ἕτερον καὶ νῦν ἀναφέρει τῶν εἰρημένων τὴν παριστορίαν· ἐπάγει γὰρ

περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Μιλήσιος ταῦτα ἱστόρηκεν.

7

DIODOR. 2, 47 (NATAL. COM. Myth. 9, 6): ἡμεῖς δ' ἐπεὶ

τὰ πρὸς ἄρκτους κεκλιμένα μέρη τῆς Ἀσίας ἠξιώσαμεν ἀναγραφῆς οὐκ ἀνοίκειον εἶναι

νομίζομεν τὰ περὶ τῶν Ὑπερβορέων μυθολογούμενα διελθεῖν. τῶν γὰρ τὰς παλαιὰς

μυθολογίας ἀναγεγραφότων Ἑκαταῖος καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας

τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας.

ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομα-

ζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι τῆς βορείου πνοῆς. οὖσαν

δ' αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δ' εὐκρασίαι διαφέρουσαν, διττοὺς κατ'

ἔτος ἐκφέρειν καρπούς.

(2) μυθολογοῦσι δ' ἐν αὐτῆι τὴν Λητὼ γεγονέναι· διὸ καὶ τὸν Ἀπόλλω μάλιστα

τῶν ἄλλων θεῶν παρ' αὐτοῖς τιμᾶσθαι. εἶναι δ' αὐτοὺς ὥσπερ ἱερεῖς τινας

Ἀπόλλωνος διὰ τὸ τὸν θεὸν τοῦτον καθ' ἡμέραν ὑπ' αὐτῶν ὑμνεῖσθαι μετ'

ὠιδῆς συνεχῶς καὶ τιμᾶσθαι διαφερόντως. ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον

τέμενός τε Ἀπόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναθήμασι πολλοῖς

κεκοσμημένον, σφαιροειδῆ τῶι σχήματι. (3) καὶ πόλιν μὲν ὑπάρχειν ἱερὰν τοῦ

θεοῦ τούτου, τῶν δὲ κατοικούντων αὐτὴν τοὺς πλείστους εἶναι κιθαριστάς, καὶ

συνεχῶς ἐν τῶι ναῶι κιθαρίζοντας ὕμνους λέγειν τῶι θεῶι μετ' ὠιδῆς, ἀποσεμ-

νύνοντας αὐτοῦ τὰς πράξεις.

(4) ἔχειν δὲ τοὺς Ὑπερβορέους ἰδίαν τινὰ διάλεκτον, καὶ πρὸς τοὺς Ἕλλη-

νας οἰκειότατα διακεῖσθαι, καὶ μάλιστα πρὸς τοὺς Ἀθηναίους καὶ Δηλίους,

ἐκ παλαιῶν χρόνων παρειληφότας τὴν εὔνοιαν ταύτην. καὶ τῶν Ἑλλήνων

τινὰς μυθολογοῦσι παραβαλεῖν εἰς Ὑπερβορέους, καὶ ἀναθήματα πολυτελῆ

καταλιπεῖν γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένα. (5) ὡσαύτως δὲ καὶ ἐκ

τῶν Ὑπερβορέων Ἄβαριν εἰς τὴν Ἑλλάδα καταντήσαντα τὸ παλαιὸν ἀνα-

σῶσαι τὴν πρὸς Δηλίους εὔνοιαν τε καὶ συγγένειαν.

(5a) φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς

ὀλίγον ἀπέχουσαν τῆς γῆς, καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὐτῆι φανεράς·

(6) λέγεται δὲ καὶ τὸν θεὸν δι' ἐτῶν ἐννεακαίδεκα καταντᾶν εἰς τὴν νῆσον, ἐν

οἷς καὶ αἱ τῶν ἄστρων ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται, καὶ διὰ τοῦτο

τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν Ἑλλήνων μέγαν ἐνιαυτὸν ὀνομάζεσθαι.

(7) κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς

τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις

εὐημερήμασι τερπόμενον.

(7a) βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς

ὀνομαζομένους Βορεάδας, ἀπογόνους ὄντας Βορέου, καὶ κατὰ γένος ἀεὶ

διαδέχεσθαι τὰς ἀρχάς.

8*

STRABON 7, 3, 6 p. 299: ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας

βαδίζει (Apollodoros 244 F 157) Ῥιπαῖα ὄρη λέγοντας καὶ τὸ Ὠγύιον ὄρος καὶ τὴν τῶν

Γοργόνων καὶ Ἑσπερίδων κατοικίαν (Hekataios von Milet 1 F 194) καὶ τὴν παρὰ

Θεοπόμπωι (115 F 75) Μεροπίδα γῆν, παρ' Ἑκαταίωι δὲ Κιμμερίδα πόλιν,

παρ' Εὐημέρωι (63 T 5) δὲ τὴν Παγχ〈α〉ίαν γῆν.

9*

SCHOL. PIND. O 3, 28a: πανταχοῦ δὲ οἱ Ὑπερβόρεοι ἱεροὶ

Ἀπόλλωνος. ἐκλήθησαν δὲ Ὑπερβόρεοι ἀπὸ Ὑπερβορέου τινὸς Ἀθηναίου, ὥς 〈φησι〉

Φανόδημος (III B)· Φιλοστέφανος (IV) δὲ τὸν Ὑπερβόρεον Θεσσαλόν φησιν εἶναι·

ἄλλοι ἀπὸ Ὑπερβορέου Πελασγοῦ τοῦ Φορωνέως καὶ Περιμήδας τῆς Αἰόλου. ὁ δὲ

Φερένικος τοὺς Ὑπερβορέους ἀπὸ τοῦ Τιτανικοῦ γένους φησὶν εἶναι. ὁ δὲ Ἑκαταῖος

ἄλλως ἱστορεῖ.

10

(1; B 4) SCHOL. APOLL. RHOD. 2, 675: Ὑπερβορέους μὴ εἶναι τελέως

φησὶν Ἡρόδοτος (4, 36) .... Ποσειδώνιος (87 F 103) δὲ εἶναί φησι τοὺς Ὑπερβορέους,

κατοικεῖν δὲ περὶ τὰς Ἄλπεις τῆς Ἰταλίας· Μνασέας (V) δέ φησι νῦν τοὺς Ὑπερβορέους

Δελφοὺς λέγεσθαι. Ἑκαταῖος δὲ μέχρι τῶν αὑτοῦ χρόνων εἶναί φησι τὸ τῶν

Ὑπερβορέων ἔθνος· ἔστι δὲ αὐτῶι βιβλία ἐπιγραφόμενα Περὶ Ὑπερβορέων.

τιμᾶται δὲ παρὰ τοῖς Ὑπερβορέοις ὁ Ἀπόλλων, διὸ καὶ ἐκεῖσε χωρῶν ὤφθη. τρία δὲ ἔθνη τῶν

Ὑπερβορέων· Ἐπιζεφύριοι καὶ Ἐπικνημίδιοι καὶ Ὀζόλαι.

11a*

STEPH. BYZ. s. Ἐλίξοια· νῆσος Ὑπερβορέων, οὐκ

ἐλάσσων Σικελίας, ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβῦκαι ἀπὸ

τοῦ ποταμοῦ, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.

11b*

—s. Καραμβύκαι· ἔθνος

Ὑπερβορέων ἀπὸ ποταμοῦ Καραμβύκα, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.

12

AELIAN. NA 11, 1: ἀνθρώπων Ὑπερβορέων γένος καὶ τιμὰς

Ἀπόλλωνος τὰς ἐκεῖθι ἄιδουσι μὲν [καὶ] ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς,

ἐν δὲ τοῖς καὶ Ἑκαταῖος, οὐχ ὁ Μιλήσιος ἀλλ' ὁ Ἀβδηρίτης. ἃ δὲ λέγει πολλά

τε καὶ σεμνὰ ἕτερα, οὔ μοι νῦν ἡ χρεία παρακαλεῖν δοκεῖ αὐτά .... ἃ δέ με

μόνα ἥδε ἡ συγγραφὴ παρακαλεῖ ἔστι ταῦτα· ἱερεῖς εἰσι τῶιδε τῶι δαίμονι

Βορέου καὶ Χιόνης υἱέες, τρεῖς τὸν ἀριθμόν, ἀδελφοὶ τὴν φύσιν, ἑξαπήγεις

τὸ μῆκος. ὅταν οὖν οὗτοι τὴν νενομισμένην ἱερουργίαν κατὰ τὸν συνήθη καιρὸν

τῶι προειρημένωι ἐπιτελῶσιν, ἐκ τῶν Ῥιπαίων οὕτω καλουμένων παρ'

αὐτοῖς ὀρῶν καταπέτονται κύκνων ἀμήχανα τῶι πλήθει νέφη, καὶ περιελθόντες

τὸν νεὼν καὶ οἱονεὶ καθήραντες αὐτὸν τῆι πτήσει, εἶτα μέντοι κατίασιν ἐς

τὸν τοῦ νεὼ περίβολον, μέγιστόν τε τὸ μέγεθος καὶ τὸ κάλλος ὡραιότατον

ὄντα. ὅταν οὖν οἵ τε ὠιδοὶ τῆι σφετέραι μούσηι τῶι θεῶι προσάιδωσι καὶ

μέντοι καὶ οἱ κιθαρισταὶ συγκρέκωσι τῶι χορῶι παναρμόνιον μέλος, ἐνταῦθά

τοι καὶ οἱ κύκνοι συναναμέλπουσιν ὁμορροθοῦντες καὶ οὐδαμῶς οὐδαμῆ ἀπηχὲς

καὶ ἀπωιδὸν ἐκεῖνοι μελωιδοῦντες, ἀλλὰ ὥσπερ οὖν ἐκ τοῦ χορολέκτου τὸ

ἐνδόσιμον λαβόντες καὶ τοῖς σοφισταῖς τῶν ἱερῶν μελῶν τοῖς ἐπιχωρίοις

συνάισαντες. εἶτα τοῦ ὕμνου τελεσθέντος, οἳ δὲ ἀναχωροῦσι τῆι πρὸς τὸν

δαίμονα τιμῆι τὰ εἰθισμένα λατρεύσαντες, καὶ τὸν θεὸν ἀνὰ πᾶσαν τὴν ἡμέραν

οἱ προειρημένοι ὡς εἰπεῖν χορευταὶ πτηνοὶ τέρψαντές τε ἅμα καὶ ἄισαντες.

13

ANON. Peripl. Pont. Eux. 49, 6(= PS. SKYMN. 865 ff.):

ἀπὸ δὲ τῶν Μαιωτῶν λαβοῦσα τὸ ὄνομα Μαιῶτις ἑξῆς ἐστι λίμνη κειμένη,

εἰς ἣν ὁ Τάναις, ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμα Ἀράξεως, ἐπιμίσγεται,

ὡς Ἑκαταῖος εἶφ' ὁ Τήιος· ὡς δὲ Ἔφορος (70 F 159) ἱστόρηκεν, ἐκ λίμνης τινός,

ἧς τὸ πέρας ἐστὶν ἄφραστον.

14

PLIN. NH 4, 94 (SOLIN. 19, 2): exeundum deinde est, ut

extera Europae dicantur, transgressisque Ripaeos montes litus oceani septentrionalis in

laeva, donec perveniatur Gadis, legendum. insulae complures sine nominibus eo situ

traduntur, ex quibus ante Scythiam quae appellatur Baunonia unam abesse diei cursu ....

Timaeus (III B) prodidit. reliqua litora incerta; signata fama septentrionalis oceani:

Amalcium eum Hecataeus appellat a Parapaniso amne qua Scythiam

adluit, quod nomen eius gentis lingua significat congelatum.

15

AETIOS Plac. 2, 20, 16: Ἡράκλειτος (22 [12] A 12) καὶ

Ἑκαταῖος ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον.

17

PLUTARCH. Quaest. conviv. 4, 3, 1 p. 666 D E: ....

περὶ τῆς αἰτίας, δι' ἣν πλεῖστοι τῶν ἄλλων ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμ-

βάνονται, διηπόρησε (sc. Sossius Senecio). καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῆι

πολυτελείαι κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους

καλουμένων τὸ πλῆθος. ὁ γὰρ εἰπὼν (ἔφη) περὶ τῆς αἰτίας αὐτῆς τῶν παλαιῶν

φιλοσόφων οὐδὲν ἐμοὶ γοῦν κριτῆι πιθανὸν εἴρηκεν Ἑκαταῖος ὁ Ἀβδηρίτης· λέγει

δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν ἵνα πολλοὶ

συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρ' ἐλευθέρων γαμοῦσι.

18

EROTIAN. p. 55, 7 Na: κυρβασίην· τὴν λεγομένην τιάραν. Ἑκαταῖος

δέ φησιν, ὅτι πῖλον βαρβαρικὸν οἱ κωμικοὶ λέγουσιν.

19a

PORPHYR. Quaest. Hom. (I 383) I 138, 18

Schr: νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι

περὶ τὴν Διόσπολιν πολλῶν πυλῶν ἴχνη. ὡς δὲ† Κάτων ἱστορεῖ, ἡ Διόσπολις

ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι κώμας μὲν εἶχε τρισμυρίας

γ̅λ̅, 〈ἀρούρας δὲ γ̅ψ̅〉, ἀνθρώπων δὲ μυριάδας ψ̅, ρ̅ δὲ πύλαις διεκοσμεῖτο. ταύτην

ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων ὅτι ρ̅ εἶχε πύλας, ἐξ ἑκάστης

δὲ ὁπλῖται 〈μὲν〉 μύριοι, χίλιοι δὲ ἵπποι ἐξεστράτευον, 〈ἁρμελάται δὲ Ϛ̅〉.

19b

STEPH.

BYZ. s. Διόσπολις· .... κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. πρὶν δὲ ὑπὸ Περσῶν

ἀφανισθῆναι φησὶ † Κάτων, ὅτι 〈τρισ〉μυρίας τρισχιλίας κώμας εἶχε καὶ

τριάκοντα, ἀνθρώπων δὲ μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρη-

μένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλαις διακεκοσμημένη, τετρα-

κόσια στάδια τὸ μῆκος.

20

NATAL. COM. Myth. 9, 15: alii dicunt, inter quos fuit Callisthenes

in Navigatione (fehlt nr. 124) et Hecataeus de Hyperboreis, duos colles fuisse in Phrygia,

qui Aures asini vocarentur, super quibus munitissima oppida condita fuerunt, e quibus

latrones complures viatores et peregrinos adoriebantur. his locis cum arma Midas in-

tulisset ac oppidis per vim potitus fuisset, obtruncatis eorum locorum latronibus, dictus

est fabulose aures asini habere.

21

JOSEPH. c. Ap. 1, 186 (EUSEB. PE 9, 4): (T 7 a) λέγει τοίνυν ὁ

Ἑκαταῖος πάλιν τάδε· ὅτι μετὰ τὴν ἐν Γάζηι μάχην ὁ Πτολεμαῖος ἐγένετο τῶν περὶ Συρίαν

τόπων ἐγκρατὴς, καὶ πολλοὶ τῶν ἀνθρώπων πυνθανόμενοι τὴν ἠπιότητα καὶ φιλανθρωπίαν

τοῦ Πτολεμαίου συναπαίρειν εἰς Αἴγυπτον αὐτῶι καὶ κοινωνεῖν τῶν πραγμάτων ἠβουλή-

θησαν. (187) <«ὧν εἷς ἦν> (φησίν) <Ἐξεκίας ἀρχιερεὺς τῶν Ἰουδαίων,

ἄνθρωπος τὴν μὲν ἡλικίαν ὡς ἑξήκοντα ἓξ ἐτῶν, τῶι δὲ

ἀξιώματι τῶι παρὰ τοῖς ὁμοέθνοις μέγας καὶ τὴν ψυχὴν

οὐκ ἀνόητος, ἔτι δὲ καὶ λέγειν δυνατός, καὶ [τοῖς περὶ] τῶν

πραγμάτων, εἴπερ τις ἄλλος, ἔμπειρος.> (188) <καίτοι> (φησιν)

<οἱ πάντες ἱερεῖς τῶν Ἰουδαίων οἱ τὴν δεκάτην τῶν γινο-

μένων λαμβάνοντες καὶ τὰ κοινὰ διοικοῦντες περὶ χιλίους

μάλιστα καὶ πεντακοσίους εἰσίν»>. (189) πάλιν δὲ τοῦ προειρημένου

μνημονεύων ἀνδρός <«οὗτος> (φησίν) <ὁ ἄνθρωπος τετευχὼς τῆς τιμῆς

ταύτης καὶ συνήθης ἡμῖν γενόμενος, παραλαβών τινας

τῶν μεθ' ἑαυτοῦ τήν τε διαφορὰν ἀνέγνω πᾶσαν †αὐτοῖς·

εἶχεν γὰρ τὴν κατοίκησιν αὐτῶν καὶ τὴν πολιτείαν γεγραμ-

μένην».>

(190) εἶτα Ἑκαταῖος δηλοῖ πάλιν πῶς ἔχομεν πρὸς τοὺς νόμους, ὅτι πάντα πάσχειν

ὑπὲρ τοῦ μὴ παραβῆναι τούτους προαιρούμεθα καὶ καλὸν εἶναι νομίζομεν. (191) <«τοι-

γαροῦν> (φησί) <καὶ κακῶς ἀκούοντες ὑπὸ τῶν ἀστυγειτόνων

καὶ τῶν εἰσαφικνουμένων πάντες καὶ προπηλακιζόμενοι πολ-

λάκις ὑπὸ τῶν Περσικῶν βασιλέων καὶ σατραπῶν οὐ δύνανται

μεταπεισθῆναι τῆι διανοίαι, ἀλλὰ γεγυμνωμένως περὶ τούτων

καὶ αἰκίαις καὶ θανάτοις δεινοτάτοις μάλιστα πάντων

ἀπαντῶσι μὴ ἀρνούμενοι τὰ πάτρια».> (192) παρέχεται δὲ καὶ τεκμήρια

τῆς ἰσχυρογνωμοσύνης τῆς περὶ τῶν νόμων οὐκ ὀλίγα. φησὶ γὰρ Ἀλεξάνδρου ποτὲ ἐν

Βαβυλῶνι γενομένου καὶ προελομένου τὸ τοῦ Βήλου πεπτωκὸς ἱερὸν ἀνακαθᾶραι καὶ πᾶσιν

αὐτοῦ τοῖς στρατιώταις ὁμοίως φέρειν τὸν χοῦν προστάξαντος, μόνους τοὺς Ἰουδαίους

οὐ προσ〈σ〉χεῖν ἀλλὰ καὶ πολλὰς ὑπομεῖναι πληγὰς καὶ ζημίας ἀποτῖσαι μεγάλας, ἕως

αὐτοῖς συγγνόντα τὸν βασιλέα δοῦναι τὴν ἄδειαν. (193) <«ἔτι γε μὴν τῶν εἰς

τὴν χώραν> (φησί) <πρὸς αὐτοὺς ἀφικνουμένων νεὼς καὶ βωμοὺς

κατασκευασάντων ἅπαντα ταῦτα κατέσκαπτον, καὶ τῶν

μὲν ζημίαν τοῖς σατράπαις ἐξέτινον, περί τινων δὲ καὶ συγ-

γνώμης μετελάμβανον».> καὶ προσεπιτίθησιν ὅτι δίκαιον ἐπὶ τούτοις αὐτούς ἐστι

θαυμάζειν.

(194) λέγει δὲ καὶ περὶ τοῦ πολυανθρωπότατον γεγονέναι ἡμῶν τὸ ἔθνος. <«πολλὰς

μὲν γὰρ ⟦ἡμῶν⟧> (φησίν), <ἀνασπάστους εἰς Βαβυλῶνα Πέρσαι

πρότερον αὐτῶν ἐποίησαν μυριάδας, οὐκ ὀλίγοι δὲ καὶ μετὰ

τὸν Ἀλεξάνδρου θάνατον εἰς Αἴγυπτον καὶ Φοινίκην μετέ-

στησαν διὰ τὴν ἐν Συρίαι στάσιν».> (195) ὁ δὲ αὐτὸς οὗτος ἀνὴρ καὶ τὸ

μέγεθος τῆς χώρας ἣν κατοικοῦμεν καὶ τὸ κάλλος ἱστόρηκεν. <«τριακοσίας γὰρ

μυριάδας ἀρουρῶν σχεδὸν τῆς ἀρίστης καὶ παμφορωτάτης

χώρας νέμονται> (φησίν)· <ἡ γὰρ Ἰουδαία τοσαύτη πλῆθός ἐστιν».>

(196) ἀλλὰ μὴν ὅτι καὶ τὴν πόλιν αὐτὴν τὰ Ἱεροσόλυμα καλλίστην τε καὶ μεγίστην

ἐκ παλαιοτάτου κατοικοῦμεν, καὶ περὶ πλήθους ἀνδρῶν, καὶ περὶ τῆς τοῦ νεὼ κατασκευῆς

οὕτως ὁ αὐτὸς διηγεῖται· (197) <«ἔστι γὰρ τῶν Ἰουδαίων τὰ μὲν πολλὰ

ὀχυρώματα κατὰ τὴν χώραν καὶ κῶμαι, μία δὲ πόλις ὀχυρά,

πεντήκοντα μάλιστα σταδίων τὴν περίμετρον, ἣν οἰκοῦσι

μὲν ἀνθρώπων περὶ δώδεκα μυριάδες, καλοῦσι δ' αὐτὴν Ἱε-

ροσόλυμα. (198) ἐνταῦθα δ' ἐστὶ κατὰ μέσον μάλιστα τῆς

πόλεως περίβολος λίθινος, μῆκος ὡς πεντάπλεθρος, εὖρος

δὲ πηχῶν ρ̅, ἔχων διπλᾶς πύλας, ἐν ὧι βωμός ἐστι τετράγω-

νος ἀτμήτων συλλέκτων ἀργῶν λίθων οὕτως συγκείμενος,

πλευρὰν μὲν ἑκάστην εἴκοσι πηχῶν, ὕψος δὲ δεκάπηχυ· καὶ

παρ' αὐτὸν οἴκημα μέγα, οὗ βωμός ἐστι καὶ λυχνίον, ἀμφό-

τερα χρυσᾶ δύο τάλαντα τὴν ὁλκήν. (199) ἐπὶ τούτων φῶς

ἐστιν ἀναπόσβεστον καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας. ἄγαλμα

δὲ οὐκ ἔστιν οὐδὲ ἀνάθημα τὸ παράπαν οὐδὲ φύτευμα παν-

τελῶς οὐδέν, οἷον ἀλσῶδες ἤ τι τοιοῦτον. διατρίβουσι δ' ἐν

αὐτῶι καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας ἱερεῖς, ἁγνείας τινὰς

ἁγνεύοντες καὶ τὸ παράπαν οἶνον οὐ πίνοντες ἐν τῶι ἱερῶι».>

(200) ἔτι γε μὴν ὅτι καὶ Ἀλεξάνδρωι τῶι βασιλεῖ συνεστρατεύσαντο καὶ μετὰ ταῦτα τοῖς

διαδόχοις αὐτοῦ μεμαρτύρηκεν· οἷς δ' αὐτὸς παρατυχεῖν φησιν ὑπ' ἀνδρὸς Ἰουδαίου κατὰ

τὴν στρατείαν γενομένοις, τοῦτο παραθήσομαι. (201) λέγει δ' οὕτως· <«ἐμοῦ γοῦν

ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν βαδίζοντος συνηκολούθει τις

μετὰ τῶν ἄλλων τῶν παραπεμπόντων ἡμᾶς ἱππέων Ἰου-

δαῖος ὄνομα Μοσόλλαμος, ἄνθρωπος ἱκανῶς κατὰ ψυχὴν

εὔρωστος καὶ τοξότης δὴ πάντων ὁμολογουμένως καὶ τῶν

Ἑλλήνων καὶ τῶν βαρβάρων ἄριστος. (202) οὗτος οὖν ὁ ἄνθρω-

πος, διαβαδιζόντων πολλῶν κατὰ τὴν ὁδόν, καὶ μάντεώς

τινος ὀρνιθευομένου καὶ πάντας ἐπισχεῖν ἀξιοῦντος, ἠρώ-

τησε διὰ τί· προσμένουσι. (203) δείξαντος δὲ τοῦ μάν-

τεως αὐτῶι τὸν ὄρνιθα καὶ φήσαντος, ἐὰν μὲν αὐτοῦ μένηι

προσμένειν συμφέρειν πᾶσιν, ἂν δ' ἀναστὰς εἰς τοὔμπροσ-

θεν πέτηται προάγειν, ἐὰν δὲ εἰς τοὔπισθεν ἀναχωρεῖν αὖθις,

σιωπήσας καὶ παρελκύσας τὸ τόξον ἔβαλε, καὶ τὸν ὄρνιθα

πατάξας ἀπέκτεινεν. (204) ἀγανακτούντων δὲ τοῦ μάντεως

καί τινων ἄλλων καὶ καταρωμένων αὐτῶι ‘τί μαίνεσθε (ἔφη)

κακοδαίμονες’; εἶτα τὸν ὄρνιθα λαβὼν εἰς τὰς χεῖρας ‘πῶς

γάρ (ἔφη) οὗτος τὴν αὐτοῦ σωτηρίαν οὐ προιδὼν περὶ τῆς

ἡμετέρας πορείας ἡμῖν ἄν τι ὑγιὲς ἀπήγγελλεν; εἰ γὰρ ἐδύ-

νατο προγιγνώσκειν τὸ μέλλον, εἰς τὸν τόπον τοῦτον οὐκ

ἂν ἦλθε φοβούμενος, μὴ τοξεύσας αὐτὸν ἀποκτείνηι Μο-

σόλλαμος ὁ Ἰουδαῖος».>

(205) ἀλλὰ τῶν μὲν Ἑκαταίου μαρτυριῶν ἅλις· τοῖς γὰρ βουλομένοις πλείω μαθεῖν τῶι

βιβλίωι ῥάδιόν ἐστι ἐντυχεῖν.

22*

JOSEPH. c. Ap. 2, 42: οὐ γὰρ ἀπορίαι γε τῶν οἰκησόντων τὴν μετὰ

σπουδῆς ὑπ' αὐτοῦ πόλιν κτιζομένην Ἀλέξανδρος τῶν ἡμετέρων τινὰς ἐκεῖ συνήθροισεν,

ἀλλὰ πάντας δοκιμάζων ἐπιμελῶς ἀρετῆς καὶ πίστεως τοῦτο τοῖς ἡμετέροις τὸ γέρας

ἔδωκεν. (43) <ἐτίμα γὰρ ἡμῶν τὸ ἔθνος, ὡς καί φησιν Ἑκαταῖος

περὶ ἡμῶν, ὅτι διὰ τὴν ἐπιείκειαν καὶ πίστιν, ἣν αὐτῶι παρέσ-

χον οἱ Ἰουδαῖοι, τὴν Σαμαρεῖτιν χώραν προσέθηκεν ἔχειν

αὐτοῖς ἀφορολόγητον.> (44) ὅμοια δὲ Ἀλεξάνδρωι καὶ Πτολεμαῖος ὁ Λάγου περὶ

τῶν ἐν Ἀλεξανδρείαι κατοικούντων ἐφρόνησεν· καὶ γὰρ τὰ κατὰ τὴν Αἴγυπτον αὐτοῖς

ἐνεχείρισε φρούρια πιστῶς ἅμα καὶ γενναίως φυλάξειν ὑπολαμβάνων, καὶ Κυρήνης ἐγκρατῶς

ἄρχειν βουλόμενος, καὶ τῶν ἄλλων τῶν ἐν τῆι Λιβύηι πόλεων εἰς αὐτὰς μέρος Ἰουδαίων

ἔπεμψε κατοικῆσον. (45) ὁ δὲ μετ' αὐτὸν Πτολεμαῖος ὁ Φιλάδελφος ἐπικληθεὶς οὐ μόνον

εἴ τινες ἦσαν αἰχμάλωτοι παρ' αὐτῶι τῶν ἡμετέρων πάντας ἀπέδωκεν, ἀλλὰ καὶ χρήματα

πολλάκις ἐδωρήσατο, καὶ τὸ μέγιστον ἐπιθυμητὴς ἐγένετο τοῦ γνῶναι τοὺς ἡμετέρους

νόμους καὶ ταῖς τῶν ἱερῶν γραφῶν βίβλοις ἐντυχεῖν. (46) ἔπεμψε γοῦν ἀξιῶν ἄνδρας

ἀποσταλῆναι τοὺς ἑρμηνεύσοντας αὐτῶι τὸν νόμον, καὶ τοῦ γραφῆναι ταῦτα καλῶς τὴν

ἐπιμέλειαν ἐπέταξεν οὐ τοῖς τυχοῦσιν, ἀλλὰ Δημήτριον τὸν Φαληρέα καὶ Ἀνδρέαν καὶ

Ἀριστέα, (47) τὸν μὲν παιδείαι τῶν καθ' ἑαυτὸν διαφέροντα Δημήτριον, τοὺς δὲ τὴν τοῦ

σώματος αὐτοῦ φυλακὴν ἐγκεχειρισμένους, ἐπὶ τῆς ἐπιμελείας ταύτης ἔταξεν.

23

ARIST. ad Aristocr. ep. 31

δέον δ' ἐστὶ καὶ ταῦθ' ὑπάρχειν παρά σοι διηκριβω-

μένα διὰ τὸ καὶ φιλοσοφωτέραν εἶναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην ὡς ἂν οὖσαν

θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν πλῆθος

τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων καὶ τῶν κατ' αὐτὰ πεπολιτευμένων [καὶ πολι-

τευομένων] ἀνδρῶν, διὸ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν, ὥς φησιν

Ἑκαταῖος ὁ Ἀβδηρίτης.

24

CLEM. AL. Strom. 5, 113, 1 (EUSEB. PE 13, 13, 40): (112, 4)

ναὶ μὴν καὶ ἡ τραγωιδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει.

ὁ μὲν Σοφοκλῆς (F 1025 N2), ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῶι

Κατ' Ἄβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾶι· «εἷς ταῖς ἀληθείαι-

σιν, εἷς ἐστιν θεός, / ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν / πόντου τε χαροπὸν οἶδμα καὶ

ἀνέμων βίας. / θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι, / ἱδρυσάμεσθα πημάτων παραψυχὴν /

θεῶν ἀγάλματα ἐκ λίθων ἢ χαλκέων / ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· / θυσίας τε

τούτοις καὶ κακὰς πανηγύρεις / στέφοντες οὕτως εὐσεβεῖν νομίζομεν».

25

DIODOR. 1, 10: φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν

πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ

τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον

ῥαιδίως ἐκτρέφειν τὰ ζωογονηθέντα· τήν τε γὰρ τοῦ καλάμου ῥίζαν καὶ τὸν λωτόν, ἔτι δὲ

τὸν Αἰγύπτιον κύαμον καὶ τὸ καλούμενον κορσαῖον καὶ πολλὰ τοιαῦθ' ἕτερα τροφὴν ἑτοίμην

παρέχεσθαι τῶι γένει τῶν ἀνθρώπων. (2) τῆς δ' ἐξ ἀρχῆς παρ' αὐτοῖς ζωογονίας τεκμή-

ριον πειρῶνται φέρειν τὸ καὶ νῦν ἔτι τὴν ἐν Θηβαίδι χώραν κατά τινας καιροὺς τοσούτους

καὶ τηλικούτους μῦς γεννᾶν ὥστε τοὺς ἰδόντας τὸ γινόμενον ἐκπλήττεσθαι· ἐνίους γὰρ

αὐτῶν ἕως μὲν τοῦ στήθους καὶ τῶν ἐμπροσθίων ποδῶν διατετυπῶσθαι καὶ σκαρίζειν καὶ

κίνησιν λαμβάνειν, τὸ δὲ λοιπὸν τοῦ σώματος ἔχειν ἀδιατύπωτον, μενούσης ἔτι κατὰ φύσιν τῆς

βώλου. (3) ἐκ τούτου δ' εἶναι φανερόν, ὅτι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν τῆς

γῆς εὐκράτου καθεστώσης μάλιστ' ἂν ἔσχε τὴν γένεσιν τῶν ἀνθρώπων ἡ κατ' Αἴγυπτον

χώρα· καὶ γὰρ νῦν οὐδαμοῦ τῆς ἄλλης γῆς φυούσης οὐδὲν τῶν τοιούτων, ἐν μόνηι ταύτηι

θεωρεῖσθαί τινα τῶν ἐμψύχων παραδόξως ζωογονούμενα. (4) καθόλου δὲ λέγουσιν, εἴτε

κατὰ τὸν ἐπὶ Δευκαλίωνος γενόμενον κατακλυσμὸν ἐφθάρη τὰ πλεῖστα τῶν ζώιων, εἰκὸς

μάλιστα διασεσῶσθαι τοὺς κατὰ τὴν Αἴγυπτον ὑπὸ τὴν μεσημβρίαν κατοικοῦντας, ὡς ἂν τῆς

χώρας αὐτῶν οὔσης ἀνόμβρου κατὰ τὸ πλεῖστον· εἴτε (καθάπερ τινές φασι) παντελοῦς

γενομένης τῶν ἐμψύχων φθορᾶς ἡ γῆ πάλιν ἐξ ἀρχῆς καινὰς ἤνεγκε τῶν ζώιων φύσεις,

ὅμως καὶ κατὰ τοῦτον τὸν λόγον πρέπειν τὴν ἀρχηγὸν τῶν ἐμψύχων γένεσιν προσάπτειν

ταύτηι τῆι χώραι. (5) τῆς γὰρ παρὰ τοῖς ἄλλοις ἐπομβρίας τῶι παρ' ἑαυτοῖς γινομένωι

καύματι μιγείσης εἰκὸς εὐκρατότατον γενέσθαι τὸν ἀέρα πρὸς τὴν ἐξ ἀρχῆς τῶν πάντων

ζωογονίαν. ⟦(6) καὶ γὰρ ἐν τοῖς καθ' ἡμᾶς ἔτι χρόνοις ....⟧.

(11) τοὺς δ' οὖν κατ' Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους, ἀναβλέψαντας

εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν

εἶναι δύο θεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν,

τὴν δὲ Ἶσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεθείσης ἑκατέρας τῆς προσηγορίας ταύτης.

(2) μεθερμηνευομένων γὰρ τούτων εἰς τὸν Ἑλληνικὸν τῆς διαλέκτου τρόπον εἶναι τὸν μὲν

Ὄσιριν πολυόφθαλμον εἰκότως· πανταχῆι γὰρ ἐπιβάλλοντα τὰς ἀκτῖνας ὥσπερ ὀφθαλμοῖς

πολλοῖς βλέπειν ἅπασαν γῆν καὶ θάλατταν. καὶ τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις

(Γ 277; λ 109; 423) «Ἠέλιός θ' ὃς πάντ' ἐφορᾶι καὶ πάντ' ἐπακούει». ⟦(3) τῶν δὲ παρ'

Ἕλλησι παλαιῶν μυθολόγων τινὲς τὸν Ὄσιριν Διόνυσον προσονομάζουσι ....⟧ (4) .... τὴν

δὲ Ἶσιν μεθερμηνευομένην εἶναι παλαιάν, τεθειμένης τῆς προσηγορίας ἀπὸ τῆς ἀιδίου καὶ

παλαιᾶς γενέσεως .... (5) τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν,

τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις ἀοράτωι κινήσει τὴν περίοδον ἀπαρτιζού-

σαις, τῆι τε ἐαρινῆι καὶ θερινῆι καὶ χειμερινῆι. ταύτας δ' ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν

ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστηι συμφωνίαι. φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν

τῶν ἁπάντων ζωογονίαν τῶν θεῶν τούτων, τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ

ξηροῦ, κοινῆι δ' ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. (6) διὸ

καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων

μέρη πέντε τὰ προειρημένα—τό τε πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρόν, καὶ τὸ

τελευταῖον τὸ ἀερῶδες—ὥσπερ ἐπ' ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τἄλλα μέρη

καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων.

(12) τούτων δ' ἕκαστον θεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστωι θεῖναι κατὰ τὸ οἰκεῖον

τοὺς πρώτους διαλέκτωι χρησαμένους διηρθρωμένηι τῶν κατ' Αἴγυπτον ἀνθρώπων.

(2) τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως, ὃν αἴτιον ὄντα τοῦ

ψυχικοῦ τοῖς ζώιοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα. συμφωνεῖν δὲ τούτοις

φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ' Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τούτου λέγοντα

(Α 544 ö.) «πατὴρ ἀνδρῶν τε θεῶν τε». (3) τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον

ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ

τελείαν αὔξησιν. (4) τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα

προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητραν καλεῖν, βραχὺ

μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως· τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι Γῆν μητέρα, καθάπερ

καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα (F 302 Ke) «Γῆ μήτηρ πάντων, Δημήτηρ πλου-

τοδότειρα». (5) τὸ δ' ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεάνην, ὃ μεθερμηνευό-

μενον μὲν εἶναι τροφὴν μητέρα. παρ' ἐνίοις δὲ τῶν Ἑλλήνων Ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι,

περὶ οὗ καὶ τὸν ποιητὴν λέγειν (Ξ 201) «Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν».

(6) οἱ γὰρ Αἰγύπτιοι νομίζουσι Ὠκεανὸν εἶναι τὸν παρ' αὐτοῖς ποταμὸν Νεῖλον, πρὸς ὧι

καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι. τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον

εἶναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας, οἷον Διός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλω-

νος, Πανός, Εἰλειθυίας, ἄλλων πλειόνων. (7) τὸν δ' ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν

μεθερμηνευομένης τῆς λέξεως, καὶ Διὸς θυγατέρα νομίσαι ταύτην, καὶ παρθένον ὑποστή-

σασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμ-

παντος κόσμου· διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυθολογηθῆναι ταύτην γενέσθαι. (8)

ὠνομάσθαι δὲ αὐτὴν Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν φύσιν κατ' ἐνιαυτόν,

ἔαρος καὶ θέρους καὶ χειμῶνος. λέγεσθαι δ' αὐτὴν καὶ Γλαυκῶπιν οὐχ ὥσπερ ἔνιοι τῶν

Ἑλλήνων ὑπέλαβον ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς ἔχειν γλαυκούς—τοῦτο μὲν γὰρ εὔηθες ὑπάρ-

χειν—ἀλλ' ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον. (9) φασὶ δὲ τοὺς πέντε

θεοὺς τοὺς προειρημένους τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι, φανταζομένους τοῖς

ἀνθρώποις ἐν ἱερῶν ζώιων μορφαῖς, ἔστι δ' ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μετα-

βάλλοντας· καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν ἀλλὰ δυνατόν, εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν

οἱ πάντα γεννῶντες. (10) καὶ τὸν ποιητὴν δὲ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα

παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων θεῖναί που κατὰ τὴν ποίησιν τὸ προειρημένον ὡς

γινόμενον (ρ 4857) «καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδάποισι / παντοῖοι τελέθοντες ἐπι-

στρωφῶσι πόληας / ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες».

(13) περὶ μὲν οὖν τῶν ἐν οὐρανῶι θεῶν καὶ γένεσιν ἀίδιον ἐσχηκότων τοσαῦτα λέγουσιν

Αἰγύπτιοι· ἄλλους δ' ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ

δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασι-

λεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. (2) μεθερμηνευομένων δ' αὐτῶν τινὰς μὲν ὁμωνύμους

ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ' ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν

ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαι-

στον, ἔτι δ' Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. (3) καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι

τῶν κατ' Αἴγυπτον, ὁμώνυμον ὄντα τῶι κατ' οὐρανὸν ἄστρωι. ἔνιοι δὲ τῶν ἱερέων φασὶ

πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον καὶ διὰ τὴν εὐχρηστίαν ταύτην

τυχόντα τῆς ἡγεμονίας· γενομένου γὰρ ἐν τοῖς ὄρεσι κεραυνοβόλου δένδρου καὶ τῆς πλησίον

ὕλης καομένης, προσελθόντα τὸν Ἥφαιστον κατὰ τὴν χειμέριον ὥραν ἡσθῆναι διαφερόντως

ἐπὶ τῆι θερμασίαι, λήγοντος δὲ τοῦ πυρὸς ἀεὶ τῆς ὕλης ἐπιβάλλειν, καὶ τούτωι τῶι τρόπωι

διατηροῦντα τὸ πῦρ προκαλεῖσθαι τοὺς ἄλλους ἀνθρώπους πρὸς τὴν ἐξ αὐτοῦ γινομένην

εὐχρηστίαν. (4) μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεν-

νῆσαι ⟦κατὰ μὲν τινὰς τῶν μυθολόγων Ὄσιριν καὶ Ἶσιν, κατὰ δὲ τοὺς πλείστους⟧ Δία τε καὶ

Ἥραν, οὓς δι' ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. (4a) ἐκ δὲ τούτων γενέσθαι

πέντε θεούς, καθ' ἑκάστην τῶν ἐπαγομένων παρ' Αἰγυπτίοις πένθ' ἡμερῶν ἑνὸς γεν-

νηθέντος· ὀνόματα δὲ ὑπάρξαι τοῖς τεκνωθεῖσιν Ὄσιριν καὶ Ἶσιν, ἔτι δὲ Τυφῶνα καὶ

Ἀπόλλωνα καὶ Ἀφροδίτην. (5) καὶ τὸν μὲν Ὄσιριν μεθερμηνευόμενον εἶναι Διόνυσον,

τὴν δὲ Ἶσιν ἔγγιστά πως Δήμητραν. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν

διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ βίου.

(14) πρῶτον μὲν γὰρ παῦσαι τῆς ἀλληλοφαγίας τὸ τῶν ἀνθρώπων γένος, εὑρούσης

μὲν Ἴσιδος τόν τε τοῦ πυροῦ καὶ τῆς κριθῆς καρπόν, φυόμενον μὲν ὡς ἔτυχε κατὰ τὴν

χώραν μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοούμενον δ' ὑπὸ τῶν ἀνθρώπων, τοῦ δὲ Ὀσίριδος ἐπι-

νοησαμένου τὴν τούτων κατεργασίαν τῶν καρπῶν, ἡδέως μεταθέσθαι πάντας τὴν τροφὴν

διά τε τὴν ἡδονὴν τῆς φύσεως τῶν εὑρεθέντων καὶ διὰ τὸ φαίνεσθαι συμφέρον ὑπάρχειν

ἀπέχεσθαι τῆς κατ' ἀλλήλων ὠμότητος. (2) μαρτύριον δὲ φέρουσι τῆς εὑρέσεως τῶν

εἰρημένων καρπῶν τὸ τηρούμενον παρ' αὐτοῖς ἐξ ἀρχαίων νόμιμον· ἔτι γὰρ καὶ νῦν κατὰ

τὸν θερισμὸν τοὺς πρώτους ἀμηθέντας στάχυς θέντας τοὺς ἀνθρώπους κόπτεσθαι πλησίον

τοῦ δράγματος καὶ τὴν Ἶσιν ἀνακαλεῖσθαι, καὶ τοῦτο πράττειν ἀπονέμοντας τιμὴν τῆι

θεῶι τῶν εὑρημένων κατὰ τὸν ἐξ ἀρχῆς τῆς εὑρέσεως καιρόν. (3) παρ' ἐνίαις δὲ τῶν πόλεων

καὶ τοῖς Ἰσείοις ἐν τῆι πομπῆι μετὰ τῶν ἄλλων φέρεσθαι καὶ πυθμένας πυρῶν καὶ κριθῶν,

ἀπομνημονεύματα τῶν ἐξ ἀρχῆς τῆι θεῶι φιλοτέχνως εὑρεθέντων. (4) θεῖναι δέ φασι

καὶ νόμους τὴν Ἶσιν, καθ' οὓς ἀλλήλοις διδόναι τοὺς ἀνθρώπους τὸ δίκαιον, καὶ τῆς ἀθέσμου

βίας καὶ ὕβρεως παύσασθαι διὰ τὸν ἀπὸ τῆς τιμωρίας φόβον· διὸ καὶ τοὺς παλαιοὺς Ἕλ-

ληνας τὴν Δήμητραν θεσμοφόρον ὀνομάζειν, ὡς τῶν νόμων πρῶτον ὑπὸ ταύτης τεθειμένων.

(15) κτίσαι δέ φασι τοὺς περὶ τὸν Ὄσιριν πόλιν ἐν τῆι Θηβαίδι τῆι κατ' Αἴγυπτον ἑκα-

τόμπυλον, ἣν ἐκείνους μὲν ἐπώνυμον ποιῆσαι τῆς μητρός, τοὺς δὲ μεταγενεστέρους αὐτὴν

ὀνομάζειν Διὸς πόλιν, ἐνίους δὲ Θήβας. (2) ἀμφισβητεῖται δ' ἡ κτίσις τῆς πόλεως ταύτης

οὐ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρ' αὐτοῖς τοῖς κατ' Αἴγυπτον ἱερεῦσι· πολλοὶ

γὰρ ἱστοροῦσιν οὐχ ὑπὸ τῶν περὶ τὸν Ὄσιριν κτισθῆναι τὰς Θήβας, ἀλλὰ πολλοῖς ὕστερον

ἔτεσιν ὑπό τινος βασιλέως ⟦περὶ οὗ τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν

(45, 4—7)⟧. (3) ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων Διός τε καὶ Ἥρας ἀξιόλογον τῶι

τε μεγέθει καὶ τῆι λοιπῆι πολυτελείαι, καὶ ναοὺς χρυσοῦς δύο Διός, τὸν μὲν μείζονα τοῦ

οὐρανίου, τὸν δὲ ἐλάττονα τοῦ βεβασιλευκότος καὶ πατρὸς αὐτῶν, ὅν τινες Ἄμμωνα καλοῦσι.

(4) κατασκευάσαι δὲ καὶ τῶν ἄλλων θεῶν τῶν προειρημένων ναοὺς χρυσοῦς, ὧν ἑκάστωι τιμὰς

ἀπονεῖμαι καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς. (4a) προτιμᾶσθαι δὲ παρὰ τῶι

Ὀσίριδι καὶ τῆι Ἴσιδι τοὺς τὰς τέχνας ἀνευρίσκοντας ἢ μεθοδεύοντάς τι τῶν χρησίμων·

(5) διόπερ ἐν τῆι Θηβαίδι χαλκουργείων εὑρεθέντων καὶ χρυσείων, ὅπλα τε κατασκευά-

σασθαι, δι' ὧν τὰ θηρία κτείνοντας καὶ τὴν γῆν ἐργαζομένους φιλοτίμως ἐξημερῶσαι τὴν

χώραν, ἀγάλματά τε καὶ χρυσοῦς ναοὺς κατασκευάσασθαι τῶν θεῶν διαπρεπεῖς. ⟦(6)

γενέσθαι δὲ καὶ φιλογέωργον τὸν Ὄσιριν καὶ τραφῆναι μὲν τῆς εὐδαίμονος Ἀραβίας ἐν

Νύσηι ....⟧ (9) τιμᾶσθαι δ' ὑπ' αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν, διαφόρωι φύσει

κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον. (16) ὑπὸ

γὰρ τούτου πρῶτον μὲν τήν τε κοινὴν διάλεκτον διαρθρωθῆναι, καὶ πολλὰ τῶν ἀνωνύμων

τυχεῖν προσηγορίας, τήν τε εὕρεσιν τῶν γραμμάτων γενέσθαι καὶ τὰ περὶ τὰς τῶν θεῶν

τιμὰς καὶ θυσίας διαταχθῆναι· περί τε τῆς τῶν ἄστρων τάξεως καὶ περὶ τῆς τῶν φθόγγων

ἁρμονίας καὶ φύσεως τοῦτον πρῶτον γενέσθαι παρατηρητήν· καὶ παλαίστρας εὑρετὴν

ὑπάρξαι, καὶ τῆς εὐρυθμίας καὶ τῆς περὶ τὸ σῶμα πρεπούσης πλάσεως ἐπιμεληθῆναι·

λύραν τε εὑρεῖν, ἣν ποιῆσαι τρίχορδον μιμησάμενον τὰς κατ' ἐνιαυτὸν ὥρας· τρεῖς γὰρ

αὐτὸν ὑποστήσασθαι φθόγγους, ὀξὺν καὶ βαρὺν καὶ μέσον, ὀξὺν μὲν ἀπὸ τοῦ θέρους, βαρὺν

δὲ ἀπὸ τοῦ χειμῶνος, μέσον δὲ ἀπὸ τοῦ ἔαρος. καὶ τοὺς Ἕλληνας διδάξαι τοῦτον τὰ περὶ

τὴν ἑρμηνείαν, ὑπὲρ ὧν Ἑρμῆν αὐτὸν ὠνομάσθαι. (2) καθόλου δὲ τοὺς περὶ τὸν Ὄσιριν

τοῦτον ἔχοντας ἱερογραμματέα ἅπαντ' αὐτῶι προσανακοινοῦσθαι, καὶ μάλιστα χρῆσθαι

τῆι τούτου συμβουλίαι. καὶ τῆς ἐλαίας δὲ τὸ φυτὸν αὐτὸν εὑρεῖν ἀλλ' οὐκ Ἀθηνᾶν, ὥσπερ

Ἕλληνές φασι. ⟦17, 1—20, 5⟧. (20, 6) μετὰ δὲ ταῦτ' ἐξ ἀνθρώπων εἰς θεοὺς μετα-

στάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ θυσιῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν

θεοῖς τιμῶν· τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ μυστικῶς εἰσηγήσασθαι, μεγα-

λύνοντας τοῦ θεοῦ τὴν δύναμιν. (21) τῶν δ' ἱερέων περὶ τῆς Ὀσίριδος τελευτῆς ἐξ

ἀρχαίων ἐν ἀπορρήτοις παρειληφότων, τῶι χρόνωι ποτὲ συνέβη διά τινων εἰς τοὺς πολλοὺς

ἐξενεχθῆναι τὸ σιωπώμενον. (2) φασὶ γὰρ νομίμως βασιλεύοντα τῆς Αἰγύπτου τὸν Ὄσιριν

ὑπὸ Τυφῶνος ἀναιρεθῆναι τἀδελφοῦ, βιαίου καὶ ἀσεβοῦς ὄντος, ὃν διελόντα τὸ σῶμα τοῦ

φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιθεμένων ἑκάστωι μερίδα, βουλόμενον

πάντας μετασχεῖν τοῦ μύσους, καὶ διὰ τούτου νομίζοντα συναγωνιστὰς ἕξειν καὶ φύλακας τῆς

βασιλείας βεβαίους. (3) τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν

τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου· ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς

συμπράξαντας βασιλεῦσαι τῆς Αἰγύπτου. (4) γενέσθαι δὲ τὴν μάχην παρὰ τὸν ποταμὸν

πλησίον τῆς νῦν Ἀνταίου κώμης καλουμένης, ἣν κεῖσθαι μὲν λέγουσιν ἐν τῶι κατὰ τὴν

Ἀραβίαν μέρει, τὴν προσηγορίαν δ' ἔχειν ἀπὸ τοῦ κολασθέντος ὑφ' Ἡρακλέους Ἀνταίου

⟦τοῦ κατὰ τὴν Ὀσίριδος ἡλικίαν γενομένου⟧. (5) τὴν δ' οὖν Ἶσιν πάντα τὰ μέρη τοῦ

σώματος πλὴν τῶν αἰδοίων ἀνευρεῖν. βουλομένην δὲ τὴν τἀνδρὸς ταφὴν ἄδηλον ποιῆσαι

καὶ τιμωμένην παρὰ πᾶσι τοῖς τὴν Αἴγυπτον κατοικοῦσι, συντελέσαι τὸ δόξαν τοιῶιδε

τινὶ τρόπωι. (6) ἑκάστωι τῶν μερῶν περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ,

παραπλήσιον Ὀσίριδι τὸ μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ· εἰσκαλεσαμένην δὲ κατὰ γένη

τῶν ἱερέων ἐξορκίσαι πάντας μηδενὶ δηλώσειν τὴν δοθησομένην αὐτοῖς πίστιν, κατ' ἰδίαν

δὲ ἑκάστοις εἰπεῖν ὅτι μόνοις ἐκείνοις παρατίθεται τὴν τοῦ σώματος ταφήν· καὶ τῶν εὐερ-

γεσιῶν ὑπομνήσασαν παρακαλέσαι θάψαντας ἐν τοῖς ἰδίοις τόποις τὸ σῶμα τιμᾶν ὡς θεὸν

τὸν Ὄσιριν, καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρ' αὐτοῖς ζώιων ἓν ὁποῖον ἂν βουληθῶσι,

καὶ τοῦτ' ἐν μὲν τῶι ζῆν τιμᾶν καθάπερ καὶ πρότερον τὸν Ὄσιριν, μετὰ δὲ τὴν τελευτὴν

τῆς ὁμοίας ἐκείνωι κηδείας ἀξιοῦν. (7) βουλομένην δὲ τὴν Ἶσιν καὶ τῶι λυσιτελεῖ προ-

τρέψασθαι τοὺς ἱερεῖς ἐπὶ τὰς προειρημένας τιμάς, τὸ τρίτον μέρος τῆς χώρας αὐτοῖς δοῦναι

πρὸς τὰς τῶν θεῶν θεραπείας τε καὶ λειτουργίας. (8) τοὺς δ' ἱερεῖς λέγεται, μνημονεύοντας

τῶν Ὀσίριδος εὐεργεσιῶν καὶ τῆι παρακαλούσηι βουλομένους χαρίζεσθαι, πρὸς δὲ

τούτοις τῶι λυσιτελεῖ προκληθέντας πάντα πρᾶξαι κατὰ τὴν Ἴσιδος ὑποθήκην. (9) διὸ

καὶ μέχρι τοῦ νῦν ἑκάστους τῶν ἱερέων ὑπολαμβάνειν παρ' ἑαυτοῖς τετάφθαι τὸν Ὄσιριν,

καὶ τά τε ἐξ ἀρχῆς καθιερωθέντα ζῶια τιμᾶν, καὶ τελευτησάντων αὐτῶν ἐν ταῖς

ταφαῖς ἀνανεοῦσθαι τὸ τοῦ Ὀσίριδος πένθος. (10) τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τόν

τε…

καθάπερ…

ε…

The complete text is available when the reading interface loads.