Testimonia
- Authority group
- Hecataeus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Testimonia, ed. H. Diels and W. Kranz, Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn., Berlin: Weidmann, 1952: 240–241.
- CTS identifier
urn:cts:greekLit:tlg1390.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
αὐτῶν χρόνωι ὕστερον. εἴρηται δὲ καὶ περὶ Ἀπελλικῶντος ὅτι Τήιος ἦν κἀκεῖνος·
γέγονε δὲ καὶ συγγραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως. SCYMN. q. d.
perieg. 869 ὡς Ἑκαταῖος εἶφ' ὁ Τήιος.
3
DIOG. IX 69 πρὸς τούτοις διήκουε τοῦ Πύρρωνος
Ἑ. τε ὁ Ἀβδηρίτης καὶ Τίμων ὁ Φλιάσιος.
4
CLEM. Str. II 130 [II 184, 14 St.; s. II 133, 11]
Ἑ. δὲ αὐτάρκειαν [τέλος ὑπάρχειν]
5
PLUT. Quaest. conv. IV 3, 1 p. 666 E τῶν νομοθετῶν τοὺς τῆι
πολυτελείαι κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους κα-
λουμένων τὸ πλῆθος. ‘ὁ γὰρ εἰπών, ἔφη [Sossios], περὶ τῆς αἰτίας αὐτῆς τῶν
παλαιῶν φιλοσόφων οὐδὲν ἐμοὶ γοῦν κριτῆι πιθανὸν εἴρηκεν Ἑ. ὁ Ἀβδηρίτης·
λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ
συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρ' ἐλευθέρων γαμοῦσι.
6
PLUT. Lyc. 20 [=Apophth. Lac. 218 B] Ἀρχιδαμίδας δὲ μεμφομένων
τινῶν Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον οὐδὲν ἔλεγεν· ’ὁ
εἰδώς, ἔφη, λόγον καὶ καιρὸν οἶδεν‘.
{ΕΚΑΤΑΙΟΥ ΠΕΡΙ ΥΠΕΡΒΟΡΕΩΝ} STEPH. BYZ. <Ἐλίξοια> νῆσος Ὑπερβορέων οὐκ ἐλάσσων Σικε-λίας ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται <Καραμβῦκαι> ἀπὸ τοῦ ποταμοῦ,ὡς Ἑ. ὁ Ἀβδηρίτης [vgl. s. v. Καραμβῦκαι]. [6] STRAB. VII 299 τὴν παρὰΘεοπόμπωι [F GrHist. 115 F 75 II 552] Μεροπίδα γῆν, παρ' Ἑκαταίωι δὲ<Κιμμερίδα> πόλιν. PLIN. N. H. VI 55 de his [Attacori] privatim condiditvolumen Amometus, sicut H. de Hyperboreis. IV 94 septentrionalis oceanus:<Amalchium> eum H. appellat a Parapaniso amne qua Scythiam adluit,quod nomen eius gentis lingua significat ’congelatum‘. AEL. N. H. XI 1 ἀνθρώπων Ὑπερβορέων γένος καὶ τιμὰς Ἀπόλλω-νος τὰς ἐκεῖθι ἄιδουσι μὲν ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς, ἐν δὲ τοῖς καὶ Ἑ.ὁ Μιλήσιος οὔ, ἀλλ' ὁ Ἀβδηρίτης. SCHOL. APOLL. II 675 Ἑ. δὲ μέχρι τῶν αὑτοῦ χρόνων εἶναί φησι τὸτῶν Ὑπερβορέων ἔθνος. ἔστι δὲ αὐτῶι βιβλία ἐπιγραφόμενα <Περὶ Ὑπερβορέων.>τιμᾶται δὲ παρὰ τοῖς Ὑπερβορέοις ὁ Ἀπόλλων· διὸ καὶ ἐκεῖσε χωρῶν ὤφθη. τρίαδὲ ἔθνη τῶν Ὑπερβορέων 〈...〉, Ἐπιζεφύριοι καὶ Ἐπικνημίδιοι καὶ Ὀζόλαι. DIODOR. II 47, 1ff. τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότωνἙ. καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκε-ανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας. ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους,κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαιτῆς βορείου πνοῆς· οὖσαν δ' αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δ' εὐκρασίαιδιαφέρουσαν, διττοὺς κατ' ἔτος ἐκφέρειν καρπούς.(5) φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγονἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὑτῆι φανεράς. (6) λέ-γεται δὲ καὶ τὸν θεὸν δι' ἐτῶν ι̅θ̅ καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς αἱ τῶν ἄστρωνἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται· καὶ διὰ τοῦτο τὸν ἐννεακαιδεκαετῆ χρόνονὑπὸ τῶν Ἑλλήνων μέγαν ἐνιαυτὸν ὀνομάζεσθαι. (7) κατὰ δὲ τὴν ἐπιφάνειανταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίαςἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον. βασιλεύεινδὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς ὀνομαζομένους Βορεάδαςἀπογόνους ὄντας Βορέου καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.{ΠΕΡΙ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΦΙΛΟΣΟΦΙΑΣ Α̅Β̅ [...?] (ΑΙΓΥΠΤΙΑΚΩΝ?)} DIOG. I 9—11 (9) ὃς [Theop. F Gr Hist. 115 F 64II 547] καὶ ἀναβιώ-σεσθαι κατὰ τοὺς Μάγους φησὶ τοὺς ἀνθρώπους καὶ ἀθανάτους ἔσεσθαι, καὶ τὰ ὄνταταῖς αὑτῶν περικυκλήσεσι διαμενεῖν. ταῦτα δὲ καὶ Εὔδημος ὁ Ῥόδιος [fr. 51 Sp.]ἱστορεῖ. Ἑκαταῖος δὲ καὶ γενητοὺς τοὺς θεοὺς εἶναι κατ' αὐτούς. Κλέαρχος δὲὁ Σολεὺς ἐν τῶι Περὶ παιδείας [fr. 28 FHG II 313] καὶ τοὺς Γυμνοσοφιστὰς ἀπο-γόνους εἶναι τῶν Μάγων φησίν· ἔνιοι δὲ καὶ τοὺς Ἰουδαίους ἐκ τούτων εἶναι.πρὸς τούτοις καταγινώσκουσιν Ἡροδότου οἱ τὰ περὶ Μάγων γράψαντες· μὴ γὰρἂν ἐς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδ' εἰς τὴν θάλασσαν πέδας καθεῖναι,θεοὺς ὑπὸ τῶν Μάγων παραδεδομένους. τὰ μέντοι ἀγάλματα εἰκότως καθαιρεῖν.(10) τὴν δὲ τῶν Αἰγυπτίων φιλοσοφίαν εἶναι τοιαύτην περί τε θεῶν καὶ ὑπὲρδικαιοσύνης. φάσκειν τε ἀρχὴν μὲν εἶναι τὴν ὕλην, εἶτα τὰ τέσσαρα στοιχεῖα ἐξαὐτῆς διακριθῆναι, καὶ ζῶια παντοῖα ἀποτελεσθῆναι. θεοὺς δ' εἶναι ἥλιον καὶσελήνην, τὸν μὲν Ὄσιριν, τὴν δ' Ἶσιν καλουμένην· αἰνίττεσθαί τε αὐτοὺς διά τεκανθάρου καὶ δράκοντος καὶ ἱέρακος καὶ ἄλλων, ὥς φησι Μανέθως ἐν τῆι τῶνΦυσικῶν ἐπιτομῆι καὶ Ἑ. <ἐν τῆι πρώτηι Περὶ τῆς Αἰγυπτίων φιλοσοφίας>.κατασκευάζειν δὲ 〈καὶ〉 ἀγάλματα καὶ τεμένη τῶι μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν.(11) τὸν κόσμον γενητὸν καὶ φθαρτὸν καὶ σφαιροειδῆ· τοὺς ἀστέρας πῦρ εἶναι,καὶ τῆι τούτων κράσει τὰ ἐπὶ γῆς γίγνεσθαι· σελήνην ἐκλείπειν εἰς τὸ σκίασματῆς γῆς ἐμπίπτουσαν· τὴν ψυχὴν καὶ ἐπιδιαμένειν καὶ μετεμβαίνειν· ὑετοὺς κατὰἀέρος τροπὴν ἀποτελεῖσθαι· τά τε ἄλλα φυσιολογεῖν, ὡς Ἑκαταῖός τε καὶ Ἀριστα-γόρας ἱστοροῦσιν. ἔθεσαν δὲ καὶ νόμους ὑπὲρ δικαιοσύνης, οὓς εἰς Ἑρμῆν ἀνή-νεγκαν· καὶ τὰ εὔχρηστα τῶν ζώιων θεοὺς ἐδόξασαν. λέγουσι δὲ καὶ ὡς αὐτοὶγεωμετρίαν τε καὶ ἀστρολογίαν καὶ ἀριθμητικὴν ἀνεῦρον. καὶ τὰ μὲν περὶ τῆςεὑρέσεως ὧδε ἔχει. DIODOR. I 11, 1ff. τοὺς δ' οὖν κατ' Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸνγενομένους ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγένταςτε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τεἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν τὴν δὲ Ἶσιν ὀνομάσαι ... (5) τού-τους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶαὔξοντας πάντα τριμερέσιν ὥραις ἀοράτωι κινήσει τὴν περίοδον ἀπαρτιζούσαις,τῆι τε ἐαρινῆι καὶ θερινῆι καὶ χειμερινῆι· ταύτας δ' ἐναντιωτάτην ἀλλήλαις τὴνφύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστηι συμφωνίαι· φύσιν δὲ συμβάλλεσθαιπλείστην εἰς τὴν τῶν ἁπάντων ζωογονίαν τῶν θεῶν τούτων τὸν μὲν πυρώδουςκαὶ πνεύματος τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῆι δ' ἀμφοτέρους ἀέρος· καὶ διὰ τού-των πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. (6) διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶνὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰπροειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευ-ταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ' ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τἆλλαμέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶνἐκ τῶν προειρημένων. c. 12, 1 τούτων δ' ἕκαστον θεὸν νομίσαι καὶ προσηγο-ρίαν ἰδίαν ἑκάστωι θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτωι χρησαμένουςδιηρθρωμένηι τῶν κατ' Αἴγυπτον ἀνθρώπων. (2) τὸ μὲν οὖν πνεῦμα Δία προσ-αγορεῦσαι ... (3) τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι νομίσαν-τας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαναὔξησιν. (4) τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας