The Greek Library Catalogue

Anonymous

Epigramma

Edition reference
Epigramma, AG: 7.436.
CTS identifier
urn:cts:greekLit:tlg1391.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

436

{ΗΓΗΜΟΝΟΣ}

Εἴποι τις παρὰ τύμβον ἰὼν ἀγέλαστος ὁδίτας

τοῦτ' ἔπος· „Ὀγδώκοντ' ἐνθάδε μυριάδας

Σπάρτας χίλιοι ἄνδρες ἐπέσχον λήματι Περσῶν

καὶ θάνον ἀστρεπτεί· Δώριος ἁ μελέτα.“

{Δαρδανικά} STEPH. BYZ. s. Ἀλεξάνδρεια· .... β̅ ἔστι πόλις Τροίας, ἐν ἧι ἐγένετοἩγήμων ἐποποιός, ὃς ἔγραψε τὸν Λευκτρικὸν πόλεμον τῶν Θηβαίων καὶ Λακε-δαιμονίων. AELIAN. N A VIII 11: Ἡγήμων ἐν τοῖς Δαρδανικοῖς μέτροις περὶἈλεύα τοῦ Θετταλοῦ φησι καὶ ἄλλα μέν, ἐν δὲ τοῖς καὶ ὅτι ἠράσθη δράκων αὐτοῦ.καὶ ὅτι μὲν εἶχε κόμην χρυσῆν ὅδε ὁ Ἀλεύας λέγων τερατεύεται [ὁ Ἡγήμων δηλονότι],ἐμοὶ δὲ ἔστω ξανθή. καὶ βουκολεῖν μὲν αὐτὸν ἐν τῆι Ὄσσηι φησὶν ὡς ἐν τῆι Ἴδηιτὸν Ἀγχίσην, παρὰ δὲ τῆι κρήνηι νέμειν τὰς βοῦς τῆι καλουμένηι Αἱμονίαι. Θετταλὴδ' ἂν καὶ ἡ κρήνη εἴη. δράκοντα οὖν μεγέθει μέγιστον ἐρασθῆναι τοῦ Ἀλεύα καὶἀνέρπειν ἐς αὐτὸν καὶ τὴν κόμην οἱ καταφιλεῖν καὶ τῆι γλώττηι περιλιχμώμενον τὸπρόσωπον τοῦ ἐρωμένου καθαίρειν καὶ δωροφορεῖν αὐτῶι θηρῶντα πάμπολλα.