The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. J. U. Powell, Collectanea Alexandrina, Oxford: Clarendon Press, 1925 (repr. 1970): 8–9.
CTS identifier
urn:cts:greekLit:tlg1393.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Πᾶσα μὲν ἥδε πέριξ πυρὶ λάμπεται, ἐν δ' ἄρα μέσσῃ

γλαυκότερον κυάνοιο φαείνεται ἠΰτε κούρης

ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν.

2

Ἢ πόντου μέγα κῦμα καταντία κυμαίνοντος

δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου

{Φαινόμενα}{de luna}

1

πᾶσα μὲν ἥδε πέριξ πυρὶ λάμπεται, ἐν δ' ἄρα μέσσῃ

γλαυκότερον κυάνοιο φαείνεται ἠΰτε κούρης

ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν.

2

ἢ πόντου μέγα κῦμα καταντία κυμαίνοντος

δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου.

{ΤΡΩΙΚΑ.} Parthenius Erot. c. 4: <Περὶ Οἰνώνης.> (Ἱστο-ρεῖ Νίκανδρος ἐν τῷ Περὶ ποιητῶν καὶ Κεφάλων ὁ Γερ-γίθιος ἐν Τρωικοῖς.) Ἀλέξανδρος ὁ Πριάμου βουκολῶνκατὰ τὴν Ἴδην ἠράσθη τῆς Κεβρῆνος θυγατρὸς Οἰνώ-νης· λέγεται δὲ ταύτην ἔκ του θεῶν κατεχομένην θε-σπίζειν περὶ τῶν μελλόντων, καὶ ἄλλως δὲ ἐπὶ συνέσειφρενῶν ἐπὶ μέγα διαβεβοῆσθαι. Ὁ οὖν Ἀλέξανδροςαὐτὴν ἀγαγόμενος παρὰ τοῦ πατρὸς εἰς τὴν Ἴδην,ὅπου αὐτῷ οἱ σταθμοὶ ἦσαν, εἶχε γυναῖκα καὶ αὐτῇφιλοφρονούμενος μηδαμᾶ ** προλείψειν, ἐν περισσοτέρᾳτε τιμῇ ἄξειν· ἡ δὲ συνιέναι μὲν ἔφασκεν, εἰς τὸ παρὸνὡς δὴ πάνυ αὐτῆς ἐρῴη, χρόνον μέντοι τινὰ γενήσε-σθαι, ἐν ᾧ ἀπαλλάξας αὐτὴν εἰς τὴν Εὐρώπην περαιω-θήσεται κἀκεῖ πτοηθεὶς ἐπὶ γυναικὶ ξένῃ πόλεμον ἐπά-ξεται τοῖς οἰκείοις. Ἐξηγεῖτο δὲ ὡς δεῖ αὐτὸν ἐν τῷπολέμῳ τρωθῆναι, καὶ ὅτι οὐδεὶς αὐτὸν οἷός τε ἔσταιὑγιῆ ποιῆσαι ἢ αὐτή. Ἑκάστοτε δὲ ἐπιλεγομένης αὐτῆςἐκεῖνος οὐκ εἴα μεμνῆσθαι. Χρόνου δὲ προϊόντος, ἐπειδὴἙλένην ἔγημεν, ἡ μὲν Οἰνώνη μεμφομένη τῶν πρα-χθέντων τὸν Ἀλέξανδρον εἰς Κεβρῆνα, ὅθεν περ ἦν γένος,ἀπεχώρησεν, ὁ δὲ παρήκοντος ἤδη τοῦ πολέμου διατο-ξευόμενος Φιλοκτήτῃ τιτρώσκεται. Ἐν νῷ δὲ λαβὼν τὸτῆς Οἰνώνης ἔπος, ὅτε ἔφατο αὐτὸν πρὸς αὐτῆς μόνηςοἷόν τε εἶναι ἰαθῆναι, κήρυκα πέμπει δεησόμενον,ὅπως ἐπειχθεῖσα ἀκέσηταί τε αὐτὸν καὶ τῶν παροιχο-μένων λήθην ποιήσηται, ἅτε δὴ κατὰ θεῶν βούλησίνγε ἀφικομένων· ἡ δὲ αὐθαδέστερον ἀπεκρίνατο, ὡς χρὴπαρ' Ἑλένην αὐτὸν ἰέναι κἀκείνης δεῖσθαι, αὐτὴ δὲμάλιστα ἠπείγετο, ἔνθα δὴ ἐπέπυστο κεῖσθαι αὐτόν.Τοῦ δὲ κήρυκος τὰ λεχθέντα παρὰ τῆς Οἰνώνης θᾶττονἀπαγγείλαντος ἀθυμήσας ὁ Ἀλέξανδρος ἐξέπνευσεν,Οἰνώνη δὲ, ἐπεὶ νέκυν ἤδη κατὰ γῆς κείμενον ἐλθοῦσαἴδεν, ἀνῴμωξέν τε καὶ πολλὰ κατολοφυραμένη διεχρή-σατο ἑαυτήν. Parthenii Erotic. c. 34: <Περὶ Κορύθου.> (Ἱστο-ρεῖ Ἑλλάνικος (fr. 126) Τρωικῶν * καὶ Κεφάλωνὁ Γεργίθιος.) Ἐκ δὲ Οἰνώνης καὶ Ἀλεξάνδρου παῖςἐγένετο Κόρυθος. Οὗτος ἐπίκουρος ἀφικόμενος εἰς ἼλιονἙλένης ἠράσθη καὶ αὐτὸν ἐκείνη μάλα φιλοφρόνωςὑπεδέχετο· ἦν δὲ τὴν ἰδέαν κράτιστος· φωράσας δὲαὐτὸν ὁ πατὴρ ἀνεῖλεν. Νίκανδρος μέντοι τὸν Κόρυθονοὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης καὶ Ἀλεξάνδρου φησὶν γε-νέσθαι. Athenaeus IX: Ὁ δὲ τὰ Κεφαλίωνος ἐπι-γραφόμενα Τρωικὰ συνθεὶς Ἡγησιάναξ ὁ Ἀλεξανδρεὺςκαὶ τὸν Ἀχιλλεῖ μονομαχήσαντα Κύκνον φησὶ τραφῆ-ναι ἐν Λευκόφρυϊ πρὸς τοῦ ὁμωνύμου ὄρνιθος. Dionys. Hal. A. R. I, 49, de Aenea:Τὰ δὲ μετὰ τὴν ἔξοδον ἔτι πλείω παρέχει τοῖς πολλοῖςἀπορίαν. Οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν,ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἔστι Κεφάλωντε Γεργίθιος καὶ Ἡγήσιππος ὁ Περὶ Παλλήνης γράψας,ἄνδρες ἀρχαῖοι καὶ λόγου ἄξιοι. Steph. Byz.: Ἀρίσβη, πόλις τῆς Τρωάδος, Μυτι-ληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκά-νιος υἱὸς Αἰνείου. Κεῖται μεταξὺ Περκώτης καὶ Ἀβύδου.Κεφάλων δέ φησιν, ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκηςἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς τὴνθυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαναὐτήν φησι. Stephan. Byz.: Γραικός, ὁ Ἕλλην, ὀξυτόνως,ὁ Θεσσαλοῦ υἱὸς, ἀφ' οὗ Γραικοὶ οἱ Ἕλληνες. Κε-φάλων δὲ καὶ τὸν Γράνικον ποταμὸν ἐντεῦθεν κλη-θῆναι. Festus: Romam appellatamesse Cephalon Gergithius (qui de adventu Aeneae inItaliam videtur conscripsisse) ait ab homine quo-dam comite Aeneae; eum enim occupato monte,qui nunc Palatius [Palatinus] dicitur, urbem con-didisse, atque eam Rhomam nominasse. Dionys. Hal. A. R. I, 72: Κεφάλωνμὲν γὰρ ὁ Γεργίθιος συγγραφεὺς παλαιὸς πάνυ, δευτέρᾳγενεᾷ μετὰ τὸν Ἰλιακὸν πόλεμον ἐκτίσθαι φησὶ τὴνπόλιν ὑπὸ τῶν ἐξ Ἰλίου διασωθέντων σὺν Αἰνείᾳ· οἰ-κιστὴν δὲ αὐτῆς ἀποφαίνει τὸν ἡγησάμενον τῆς ἀποικίαςῬῶμον· τοῦτον δ' εἶναι τῶν Αἰνείου παίδων ἕνα· τέτ-ταρας δέ φησιν Αἰνείᾳ γενέσθαι παῖδας, Ἀσκάνιον,Εὐρυλέοντα, Ῥωμύλον, Ῥῶμον. Εἴρηται δὲ Δημα-γόρᾳ καὶ Ἀγαθύλλῳ καὶ ἄλλοις συχνοῖς ὅ τε χρόνοςκαὶ ὁ τῆς ἀποικίας ἡγεμὼν ὁ αὐτός. Etym. M.: Καπύη, πόλις Ἰταλίας, ἣνῬῶμος καὶ Ῥωμύλος υἱοὶ Ἄρεως ἔκτισαν, ὥς φησιΚεφάλων ὁ Γεργίθιος. Οὕτως Ὧρος· ἄλλοι δὲ ἀπὸΚάπυος τοῦ Τρωικοῦ. Strabo XIII: Ἡγησιάναξ δὲ τοὺς Γαλάταςπεραιωθέντας ἐκ τῆς Εὐρώπης ἀναβῆναι μὲν εἰς τὴνπόλιν (sc. τὸ Ἴλιον) δεομένους ἐρύματος· παραχρῆμαδ' ἐκλιπεῖν διὰ τὸ ἀτείχιστον.{ΛΙΒΥΚΑ.E LIBRO TERTIO.} Plutarch. Par. min. c. 23: Καλπούρ-νιος Κράσσος, ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρα-τευόμενος, ἐπέμφθη εἰς Μασσύλους, πορθήσων φρού-ριόν τι δυσάλωτον, τοὔνομα Γαραίτιον. Αἰχμάλωτοςδὲ ληφθεὶς, ἔμελλε θύεσθαι τῷ Κρόνῳ. Βισαλτία δὲ,τοῦ βασιλέως θυγάτηρ, ἐρασθεῖσα προέδωκε τὸν πα-τέρα, καὶ νικηφόρον ἐκεῖνον ἐποίησεν. Ἀναστρέψαντοςδ' αὐτοῦ, ἡ κόρη κατέσφαξεν ἑαυτήν· ὡς Ἡσιάναξ(scr. Ἡγησιάναξ) ἐν τρίτῳ Λιβυκῶν.