Fragmenta
- Edition reference
- Fragmenta, ed. L. Cohn, De Heraclide Milesio grammatico, Berlin: Calvary, 1884: 37–64, 66–79, 81–91, 93–107.
- CTS identifier
urn:cts:greekLit:tlg1408.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1-15t
{ΠΕΡΙ ΚΑΘΟΛΙΚΗΣ ΠΡΟΣΩΙΔΙΑΣ}
1
<Apollon. de synt.> IV 10 p. 332 (<Bekk.>): <Ἡρακλείδης>
ἐπιμερίζων τὰς οὐ δυναμένας λέξεις ὀξεῖαν ἐπιδέξασθαι <ἐν τῷ περὶ
καθολικῆς προσῳδίας> φησὶν ὡς ἀσύστατον εἴη τὸ <εἰσὅ> ἐπίρρημα
ἐν ὀξείᾳ τάσει καταγίνεσθαι, καθὸ τὰ εἰς ο̅ λήγοντα τῶν τοῦ λόγου
μερῶν ἀπέστραπται τὴν ἐπὶ τέλους ὀξεῖαν, ὑπεξαιρούμενος τήν τε <ἀπό>
πρόθεσιν καὶ τὴν <ὑπό>, καθὸ τούτων ἓν ἰδίωμά ἐστιν ἡ ἐπὶ τέλους ὀξεῖα.
φαίνεται δ' ὅτι καὶ ἡ τοῦ <αὐτός> οὐδετέρα ἀντωνυμία εἰς ο̅ λήξασα
εἶχε τὴν τοῦ τόνου ὑποπαραίτησιν, καθὸ συνετονοῦτο τῇ ἀρσενικῇ τάσει.
οὐ δὴ οὖν τις ἀφορμὴ περὶ τῆς ἐγγινομένης ὀξείας ἐν τῷ εἰσὅ· οὐδὲ γὰρ
ἐκεῖνο πιθανὸν οἰητέον, ὡς παρὰ τὸ ἕως ἐπίρρημα ἐσχημάτισται ἁπάντων
τῶν παρεπομένων ἐν ὑπερβάτῳ γενομένων· ὁ γὰρ χρόνος ὁ ἐπὶ τοῦ
τέλους μετῄει ἐπὶ τὸ ἄρχον καὶ τὸ ἐπὶ τέλους σ̅ ἐν μεσότητι παρ-
ελαμβάνετο καὶ ἡ ἐν ἀρχῇ ὀξεῖα μετὰ τοῦ συνόντος πνεύματος μετε-
τίθετο ἐπὶ τὸ τέλος. ἄμεινον ἐκδέξασθαι, ὡς ἐκ παραθέσεως προ-
θετικῆς καὶ ἀρθρικῆς συντάξεως παρυφίστατο χρονικὴ σύνταξις, τῶν
λέξεων κατὰ τὴν συνοῦσαν παράθεσιν τὰ παρεπόμενα αὑταῖς ἀναδεξα-
μένων.
2
<Apollon. de synt.> IV 10 p. 334: παραθήσομαι καὶ τὸ
πρὸς τοῦ <Ἡρακλείδου> εἰρημένον, ὡς καὶ τὸ <ἐπεί> χρονικὸν ἐπίρρημα
ἐκ τῆς προειρημένης συντάξεως ἐγένετο· ἐκ τοπικοῦ γὰρ ἐπιρρήματος
τοῦ οὗ, φησίν, ἀπετελεῖτο Δωρικὴ μετάληψις ἡ εἷ ὁμοίως τῷ ποῦ καὶ
πεῖ, αὐτοῦ αὐτεῖ, ᾧ συνῄει πρόθεσις ἡ ἐπί ἡ νῦν ἰσοδυναμοῦσα τῇ
ἀπό, καθὸ καὶ ἐν ἑτέροις ἡ ἀπό ἀντὶ τῆς ἐπί. τὸ γὰρ „ἀπομηνίσας“
(B 772. H 230) ἐν ἴσῳ τῷ ἐπιμηνίσας.
3
<Apollon. de adv.> 174, 1 (<Schneid.>): ἠπόρηται δὲ καὶ
τὸ <αὔτως> πῶς ἐγένετο. οὐ γὰρ ἔχει τὴν ἔννοιαν τῆς αὐτός ἀντωνυμίας,
καθότι τὸ ἐκεῖνος ὡς πρὸς τὸ ἐκείνως καὶ τὸ οὗτος ὡς πρὸς τὸ οὕτως.
πρὸς οἷς καὶ τὰ τοῦ τόνου διελέγχει. Τρύφων (frg. 73 Velsen) περὶ
τοῦ σημαίνοντος τὸ οὕτως ἐκδέχεται μετάπτωσιν τοῦ ο̅ εἰς τὸ α̅ γεγε-
νῆσθαι. ἀλλὰ ἐλείπετο καὶ περὶ τοῦ σημαίνοντος τὸ μάτην διαλαβεῖν.
ὅθεν ἢ καὶ αὐτὸ δεκτέον θεματικὸν ἢ συγκαταθετέον <Ἡρακλείδῃ>
φαμένῳ, ὡς κατὰ στέρησίν ἐστιν 〈ἐκ〉 τοῦ ἀούτως συναλοιφῆς γενο-
μένης τοῦ α̅ καὶ ο̅ εἰς α̅ μακρόν, ὡς τὸ Μενέλαος Μενέλας, Δορύλαος
Δορύλας, Πτερέλαος Πτερέλας. τὰ γὰρ ἐν τῷ δέοντι μὴ γενόμενα
ματαίως γίνεται· φαμὲν γὰρ τὰ ἐν τῇ δεούσῃ ποιότητι ”ποίησον οὕτως.”
4
<Ammon.> p. 99 (<Et. Gud.> 412, 31 <Eran. Philo> p. 171):
<νῦν> καὶ <νυνί> διαφέρει, φησὶ κατά τινας <Ἡρακλείδης ἐν πρώτῃ
περὶ καθολικῆς προσῳδίας>. τὸ μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα
τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος παρῳχημένου καὶ μέλλοντος,
οἷον ὅτι ἀγὼν νῦν ἐστι, νῦν 〈παρῆλθεν, νῦν〉 ἔσται. τὸ δὲ νυνί ἐπὶ
μόνου ἐνεστῶτος. <Eust.> p. 1840, 1: τὸ δὲ νῦν καθ' <Ἡρακλείδην>
ἐνεστῶτί τε ἁρμόττεται, οἷον νῦν ἦλθεν (l. ἐστιν) ὁ ἀγών, καὶ παρῳχη-
μένῳ, οἷον νῦν παρῆλθεν ὁ ἀγών, καὶ μέλλοντι, οἷον νῦν ἔσται ὁ ἀγών.
τὸ δὲ νυνί ἐπὶ μόνου ἐνεστῶτος. τῶν Ἀττικῶν δὲ ταῦτα.
5
<Ammon.> p. 73 (<Et. Gud.> 275, 9. <Eran. Philo> p. 169):
<ἱκέσθαι> καὶ <ἀφικέσθαι> διαφέρει, ὥς φησιν <Ἡρακλείδης>. ἱκέσθαι
μὲν γάρ ἐστι τὸ ἐλθεῖν· ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν
διαφοράν φησιν· „οὐδ' αὖτις ἀφίκετο πατρίδα γαῖαν“ (N 645) καὶ ”ἵκετο
δ' ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην” (η 80).
6
<Ammon.> p. 124 (<Et. Mg.> 742, 44): <σταφυλήν> ὀξυτόνως, ὡς
ἀλκήν, καὶ σταφύλην βαρυτόνως, ὡς Μελίτην, διαφέρειν φησὶ Πτολεμαῖος
ἐν δευτέρᾳ περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν ... <Ἡρακλείδης ὁ
ἡμέτερός> φησιν· ἡμαρτῆσθαι δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον
τοὔνομα. οὐδὲν γὰρ τῶν εἰς λ̅η̅ ληγόντων θηλυκῶν ὀνομάτων ἀμέτοχον
γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ υ̅, ὀξυτονεῖται, ἀλλὰ πάντα
τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται, οἷον κορδύλη, Δαμύλη, Φαισύλη—
δοκεῖ δὲ αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον, ἃς ὁ Λυκοῦργος
„σεῦε κατ' ἠγάθεον Νυσήιον“ (Z 133)—, ἡδύλη· ὅθεν καὶ τὸ σταφύλη
βαρυτονητέον. οἱ δ' ὀξυτονοῦντές φασιν, ὅτι ἀπὸ βαρυτόνων ἀρσενικῶν
εἰς ο̅ς̅ ληγόντων τὰ εἰς η̅ λήγοντα θηλυκὰ ὀξυτονεῖται ἤ, ἐὰν τὰ
ἀρσενικὰ ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται, οἷον πόθος ποθή,
νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή ”ἐν ἀργαλέῃσι φονῇσι”
(K 521). καὶ τοὔμπαλιν Δαναός Δανάη. ἐπεὶ οὖν καὶ ἐπὶ τούτου τὸ
ἀρσενικόν ἐστι Στάφυλος—οὕτω γὰρ ἐκαλεῖτο ὁ τοῦ Διονύσου υἱός—,
τὸ θηλυκὸν σταφυλή ὀξυτονηθήσεται. πρὸς οὓς ῥητέον· ἰδοὺ κόγχος
κόγχη [καὶ οὐκ ὀξυτονεῖται], φίλος φίλη, μόνος μόνη, μύλος μύλη· καὶ
ἐπὶ τῶν ὀξυτόνων καλός καλή, σοφός σοφή· καὶ τὰ θηλυκὰ οὐ βαρύνεται
ἀλλ' ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δὲ ὀξυτόνοις τὰ ὀξύτονα.
ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυτόνου ὀνόματος καὶ τὸ
θηλυκὸν βαρυτονεῖν σταφύλη ὡς ἡδύλη. τινὲς δὲ βοηθοῦντες τῇ συνηθείᾳ
καὶ ὀξυτονεῖν βουλόμενοί φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται
τοῦ σημαινομένου ὁμοτονεῖ, ὅσα δὲ διαλλάσσει τῷ σημαινομένῳ οὐκέτι.
τὸ μὲν οὖν φίλος καὶ φίλη καὶ ξένος καὶ ξένη καὶ τὰ προκείμενα
ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ, τὰ δὲ διαφέροντα οὐκέτι· καθάπερ
γὰρ χόλος χολή καὶ τρόπος τροπή καὶ νόμος νομή, γόνος γονή, δόμος
δομή, στρόφος στροφή, πόθος ποθή. [περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς
εἴρηται ὅτι διαφέρει] εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δὲ τῷ
σημαινομένῳ, ἡ σταφυλή (ὀπώρα δὲ) ὄντως ὀξύνεται. —τὸ μέντοι
προκείμενον τοῦ <Ἡρακλείδου> παρατήρημα ἰσχυρόν, καθὰ παραγγέλλε-
ται ὀξυτονεῖν (l. βαρυτονεῖν), οὐ μόνον διὰ τὰ παρακολουθοῦντα τῷ
ὀνόματι ἀλλ' ὅτι καὶ ὑπὲρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα
δισύλλαβα· ὥστε οὐδὲ τὴν ὀπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει·
[ἀλλὰ] καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις, καθ' ἣν διαφέρειν
φησὶ τοῖς τόνοις τοὔνομα καὶ τῷ σημαινομένῳ. eadem apud Herennium
Philonem legit Eustathius, sed brevissime excerpsit et valde corru-
pit: <Eust.> p. 341, 30 ἰστέον δὲ νῦν καὶ ὅτι Πτολεμαῖος ὁ Ἀσκαλωνίτης
ἐν τῷ περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν εἰπὼν κεῖσθαι τὴν λέξιν
ταύτην ἐπὶ τῆς καθιεμένης μολύβδου ... λέγει δὲ ὁ Πτολεμαῖος τοῦτο
διὰ τὸ μηδὲ τὴν ὀπώραν τὴν σταφυλήν δεῖν ὀξύνεσθαι ἀλλὰ περισπᾶσθαι
(l. βαρύνεσθαι), οἷα τῶν τοιούτων εἰς λ̅η̅ θηλυκῶν ἃ παραλήγεται τῷ υ̅
περισπωμένων (l. βαρυνομένων) καθ' <Ἡρακλείδην> φάμενον ἡμαρτῆσθαι
παρὰ τοῖς ἑλληνίζουσι τὸ σταφυλή ὀξυνόμενον· ὅσα γὰρ τοιαῦτα παρα-
τελευτῶνται τῷ υ̅, περισπῶνται (l. βαρύνονται)· καὶ λέγει καὶ κανόνα
τινὰ εἰς τοῦτο ἐκεῖνος.
7
<Herodian. Il. Pros.> Θ 178 (<Eust.> p. 705, 60): <ἀβλήχρ'·
Ἡρακλείδης ὁ Μιλήσιος> βαρύνει ὡς ἄσιτα· λόγῳ δὲ χρῆται τούτῳ
ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι
ἄβληχρος ὡς ἄκακος· σημαίνει γὰρ τὸ ἀσθενές. <Ep. Cr.> I 95, 8
βληχρόν· Πίνδαρος μὲν βληχρὸν τὸ ἰσχυρόν „πρόφασις βληχροῦ γίνεται
νείκεος“ (frg. 245 Bergk) φησί· ... ἔνθεν <Ἡρακλείδης ὁ Μιλήσιος>
κατὰ βαρεῖαν τάσιν τὸ θηλυκὸν ἀνέγνω ἀβλήχρην· ἡγεῖται γὰρ στέρησιν,
οὐ πλεονασμόν.
8
<Herodian. ap. Et. Mg.> 655, 24: <ἅπας>· ἀμφίβολον, 〈πότε-
ρον ἀφαίρεσις ἢ πρόσοδος〉 ... ὁ δὲ <Ἡρακλείδης> βούλεται ἐκ τοῦ
ἅμα πᾶς εἶναι ἐν συγκοπῇ ἅπας. περὶ παθῶν.
9
<Schol. B> ad I 378: <ἐν καρὸς αἴσῃ>· ... Λυσανίας δὲ ὁ
Κυρηναῖος καὶ Ἀριστοφάνης καὶ Ἀρίσταρχος ἐν κηρὸς μοίρᾳ φασὶ
λέγειν τὸν ποιητὴν Δωρικῶς μεταβαλόντα τὸ η̅ εἰς α̅ ... <Ἡρακλείδης>
δέ φησιν ὅτι τὰ ἐκ τοῦ η̅ εἰς βραχὺ α̅ μεταγόμενα Ἰωνικά ἐστιν ἀλλ'
οὐ Δωριέων συστολαί.
10
<Schol.> α 320: <ὄρνις δ' ὡς ἀνόπαια>· ὁ μὲν Ἀρίσταρχος
<ἀνόπαια> προπαροξυτόνως ἀναγιγνώσκει ὄνομα ὄρνιθος λέγων ... κακῶς
δὲ ὁ <Ἡρακλείδης> φησὶν ἐν ταῖς ὁμοιότησι μὴ ἐπιφέρεσθαι τῷ ὄρνις
τὸ κύριον· ἔλαθε γὰρ αὐτὸν τὸ ”ὄρνιθι λιγυρῇ ἐναλίγκιος” (Ξ 290).
11
<Eust.> p. 365, 25: <Μῄονες> (B 866) δὲ λέγονται ἀπό τινος
Μῄονος ἢ Μαίονος, τραπέντος μὲν τοῦ α̅ εἰς η̅, τοῦ δὲ ι̅ μένοντος
ἀνεκφωνήτου· λέγονται δέ ποτε καὶ τετρασυλλάβως Μηίονες ἐκφωνη-
θέντος τοῦ προσγραφομένου ι̅. <Ἡρακλείδης> δέ, φασίν, ἄνευ τοῦ
ι̅ γράφει τοὺς ἀπὸ τοῦ Μαίονος κληθέντας Μήονας λέγων Βοιωτίαν
εἶναι τὴν τοιαύτην μεταβολήν, ὡς τῶν Βοιωτῶν τὴν ὅλην α̅ι̅ δίφθογγον
εἰς η̅ καταμόνας μεταβαλλόντων. (ὥς που, addit Eustathius, καὶ ὁ
Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανόν, λέγων
καὶ ὅτι τὰς θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων
τὸ ποιούμεναι λεγόμεναι καὶ τὰ τοιαῦτα ποιούμενη λεγόμενη ἐκεῖνοί
φασι, οὕτω δὲ καὶ τὰ ὅμοια).
12
<Eust.> p. 1724, 34: συλλαλεῖ δὲ τῇ εἰρημένῃ διὰ τοῦ η̅ γραφῇ
(„ἄη“ μ 325) καὶ ὁ <ἀήτης> ὃς δηλοῖ ἄνεμον, περὶ οὗ λέγει ὁ
<Ἡρακλείδης> τοιαῦτα· πεποίηται ὁ ἀήτης ὡς ἀπὸ περισπωμένου τοῦ
ἀῶ ἀήσω, διὸ ἡμάρτηται κατὰ 〈τὸν〉 τόνον. τὰ γὰρ τοῖς εἰς ω̅
περισπωμένοις ῥήμασι παρασχηματιζόμενα εἰς τ̅η̅ς̅ ἀρσενικὰ τῷ η̅ παρα-
ληγόμενα ὀξύνεται, οἷον ποιῶ ποιήσω ποιητής, ὁμοίως ἠχητής, μιμητής·
οὐκοῦν καὶ τὸ ἀῶ ἀήσω τοιοῦτον γεννᾷ, ὁ δὲ ἀήτης οὐχ οὕτως, ἀλλὰ
βαρύνεται. λέγει δὲ τοιοῦτον ἁμάρτημα εἶναι καὶ ἐν τῷ <χηρῶσται>·
τοῦ γὰρ ῥήματος ὄντος περισπωμένως χηρῶ, τοὔνομα οὐκ ὀξύνεται
ἅμα δὲ τοῦτο καὶ περισσὸν ἔχει τὸ σ̅.
13
<Eust.> p. 1434, 20: ἰστέον ... καὶ ὅτι καθ' <ἡρακλείδην>
ἄμεινον λέγειν <ἀνύω> ἤπερ <ἄνω>, ἵνα μὴ παραλόγως μηκύνηται τὸ α̅.
οὐδέποτε γάρ, φησί, μηκύνεται προηγουμένου τοῦ ν̅ ἐπὶ τῶν εἰς ν̅ω̅.
14
<Eust.> p. 1625, 56: ἰστέον δὲ ὅτι τὸ νάω [ἤγουν ῥέω] καθ'
<Ἡρακλείδην> συστέλλει τὸ α̅ κανόνι τοιούτῳ· τὰ εἰς ω̅ καθαρὸν λή-
γοντα δισύλλαβα καὶ ἔχοντα φωνῆεν βραχὺ παρατέλευτον δίχα τοῦ ο̅
βαρύνονται, εἰ μή που περισπασθέντα ἑτέραν ἔννοιαν ποιήσει ὡς τὸ
μυῶ. τὰ δ' ἄλλα βαρύνονται δίχα ὡς εἴρηται τῶν παραληγομένων τῷ
ο̅, οἷον μύω, κλύω, πλέω, νάω, 〈τίω〉 ”τίω δέ μιν ἐν καρὸς αἴσῃ”
(I 378). ὅθεν, φησί, καὶ τὸ ἄω ἤγουν πνέω τῶν βαρυτόνων ἐστὶ καὶ
οὐ περισπώμενον. τὸ ἐῶ οὐ συγκρίνεται, φησί, τούτοις δευτέρας ὂν
συζυγίας τῶν περισπωμένων. οὕτω δ' ἐνταῦθα γράψας ὁ <Ἡρακλείδης
ἑτέρωθι>, ἔνθα ἔφη ὅτι τὰ εἰς ω̅ καθαρὸν λήγοντα καὶ τῷ α̅ βραχεῖ
παραληγόμενα περισπώμενά τε καὶ βαρύτονα Αἰολικά εἰσι, μόνον περι-
λείπεσθαι λέγει τὸ ἄω ἀμφισβητούμενον κατὰ τὸν τόνον.
15
<Eust.> p. 1854, 58: ὅτι δὲ τὸ <ὁρῶ> κανονικῶς περισπᾶται,
<Ἡρακλείδης> δηλοῖ γράψας οὕτω· τὰ θέματα ἔχοντα μετὰ τὸ προ-
ηγούμενον ο̅ ἓν σύμφωνον ἁπλοῦν ἑπόμενον περισπῶνται, νομῶ, σοβῶ,
ῥοφῶ, φορῶ. τὸ κόπτω βαρύνεται, ἐπεὶ δύο σύμφωνα ἕπεται αὐτῷ, τὸ
δὲ ὄζω καὶ δεσπόζω, ἐπεὶ διπλοῦν. ὅθεν τὸ ὁρῶ εὐλόγως περισπᾶται
συμφώνου ἑνὸς ἐπαγομένου ἁπλοῦ.
16-55t
{ΠΕΡΙ ΔΥΣΚΛΙΤΩΝ ΡΗΜΑΤΩΝ}
16
<Eust.> p. 722, 58: τὸ δὲ „οὐ μέν θην κάμετόν γε“ (Θ 448)
οὕτω μὲν γεγραμμένον σαφῶς ἔχει. ἔστι δὲ καὶ ἑτεροίας ἐκδόσεως
γραφὴ ὑποδύσκολος καθ' <Ἡρακλείδην> αὕτη ”οὐ μέντον κάμετόν γε”
ἀντὶ τοῦ οὐ μέντοι. καὶ ἔστι κατ' αὐτὸν τὸ οὐ <μέντον> Ἀργείων καὶ
Κρητῶν γλώσσης, οἳ πολλάκις ἐξαιροῦντες, φησί, τὸ ι̅ ἐντάττουσι τὸ ν̅
τὴν εἰς πρόθεσιν <ἐνς> λέγοντες καὶ τὸ τιθείς <τιθένς>, οἷς ὅμοιον καὶ
τὸ σπείδω <σπένδω> καὶ τὸ οὐ μέντοι οὐ <μέντον> καὶ τὸ αἰεί <αἰέν>.
Σικελοὶ μέντοι, φησίν, ἔμπαλιν τὸ ι̅ ἀντὶ τοῦ ν̅ τάττουσι τὸ ἔνδον <ἔνδοι>
λέγοντες [ἢ ἐνδοῖ περισπωμένως] καὶ Ὅμηρος <εἰνάνυχες> (I 470) ἀντὶ
τοῦ ἐννεάνυχες. ταῦτα ὁ Ἡρακλείδης. (haec descr. Cram. A. P. III
42, 17). <Eust.> p. 1726, 24: ὅτι δὲ ταὐτὸν λείβειν καὶ σπένδειν
δηλοῖ ὁ ποιητὴς ἐν τῷ „μέθυ λεῖψαι“ καὶ ”ὕδατι σπένδοντες” (μ 362.
363), οὗ πρωτότυπον καθ' <Ἡρακλείδην> τὸ σπείδω. Ἀργεῖοι γάρ,
φησί, καὶ Κρῆτες ἐξαιροῦντες τὸ ι̅ τάσσουσι τὸ ν̅ τὴν εἰς πρόθεσιν <ἐνς>
λέγοντες καὶ τὸ τιθείς <τιθένς>, οἷς ὡμοίωται τὸ σπείδω <σπένδω>. ἡ
δὲ διάλεκτος, φησίν, αὕτη ἔτι καὶ νῦν σώζεται παρὰ τοῖς ἀντιγράφοις·
τὸ γὰρ αἰεί <αἰέν> φασι καὶ τὸ οὐ μέντοι οὐ <μέντον>, οἷον „οὐ μέντον
κάμετόν γε μάχην ἀνὰ κυδιάνειραν“. ἔμπαλιν δέ, φησί, χρῶνται Σικελοὶ
τῷ ι̅ ἀντὶ τοῦ ν̅ τὸ ἔνδον <ἔνδοι> λέγοντες καὶ Ὅμηρος <εἰνάνυχες>
ἀντὶ τοῦ ἐννεάνυχες. <Aldi Horti Adon.> f. 204b: πόθεν τὸ σπέν-
δω; ἐκ τοῦ σπείδω, οὗ ὁ μέλλων σπείσω, ὁ ἀόριστος ἔσπεισα, ἐξ οὗ τὸ
παρ' Ὁμήρῳ ”σπείσαντες ἔβαν κλισίηνδε ἕκαστος” (I 712). ἐκ τοῦ οὖν
σπείδω γέγονε κατ' Ἀργείους καὶ Κρῆτας ἀφαιρέσει τοῦ ι̅ τῆς ε̅ι̅ διφθόγγου
καὶ προσόδῳ τοῦ ν̅ σπένδω· οὗτοι γὰρ πολλάκις ἐξαιροῦντες τὸ ι̅ τάττουσι
τὸ ν̅ καὶ τὴν μὲν εἰς πρόθεσιν ἐνς λέγουσι καὶ τὸ τιθείς τιθένς. οὕτως
οὖν καὶ σπείδω σπένδω.
17
<Eust.> p. 1398, 30: Αἰολικῶς δὲ κατὰ <Ἡρακλείδην> ἔχει τὸ
ὄσσεσθαι. τὰ γὰρ εἰς π̅τ̅ω̅, φησί, βαρύτονα οἱ Αἰολεῖς εἰς δύο σ̅σ̅ μετα-
τιθέασιν, οἷον πέπτω <πέσσω>, ὄπτω <ὄσσω> ... ὅμοιον δὲ τοῖς ῥηθεῖσι
καὶ τὸ ἐνίπτω <ἐνίσσω> καὶ τὸ βλέπτω, ἐξ οὗ, φησί, τὸ ἀβλεπτῶ, βλέσσω,
ᾧ παρενείροντες, φησίν, ἰδίῳ ἔθει τὸ υ̅ παρέσει τοῦ β̅ <λεύσσω> φασίν.
<Eust.> p. 54, 18: ὅτι δὲ τοῦ πέττειν προϋπάρχει τὸ πέπτειν καὶ ὅτι
Αἰολικόν ἐστιν, <Ἡρακλείδης> δηλοῖ φάμενος οὕτως· Αἰολεῖς τὰ εἰς
π̅τ̅ω̅ λήγοντα βαρύτονα (βαρυτονοῦντες vulgo) μετατιθέασιν εἰς δύο σ̅σ̅,
οἷον πέπτω πέσσω, ὄπτω ὄσσω „ὀσσόμενος πατέρ' ἐσθλόν“ (α 115).
<Eust.> p. 774, 53: ὅτι καθ' <Ἡρακλείδην> τοῦ πέσσω τὸ πέπτω
προΰπεστιν ὡς καὶ τοῦ ὄσσω τὸ ὄπτω, οἷα τῶν Αἰολέων ἐν τοῖς εἰς
π̅τ̅ω̅ λήγουσι ῥήμασι τὸ π̅τ̅ εἰς δύο σ̅σ̅ τρεπόντων. (haec descr. Cram.
A. P. III 241, 32). <Aldi Horti Adon.> f. 205a (<Exc. Darmst.
Et. Gud.> 661, 31): πόθεν τὸ ὄσσω καὶ πέσσω; παρὰ τὸ ὄπτω καὶ
πέπτω. Αἰολικῶς γὰρ ἐτράπη τὸ π̅τ̅ εἰς δύο σ̅σ̅ καὶ γέγονεν ὄσσω καὶ
πέσσω, ἐξ οὗ τὸ ”κάκ' ὀσσόμενος προσέειπεν” (A 105).
18
<Eust.> p. 764, 29: <Ἡρακλείδης> δὲ ἀγνοεῖν φησι πολλοὺς ὅτι τὸ
λίσσομαι κοινολεκτούμενον Ἀτθίδι διαλέκτῳ γέγονε λίττομαι, παρέσει
δὲ τοῦ ἑτέρου τ̅ γεγένηται <λίτομαι. ὁ δ' αὐτὸς> καὶ περὶ τοῦ <ἀνύτω>
καὶ <ἀρύτω> εἰπὼν ἀσυνήθως αὐτὰ ἔχειν, ὡς μηδενὸς εἰς ω̅ λήγοντος
βαρυτόνου ἔχοντος τὸ τ̅ ἀρκτικὸν τῆς τελευταίας συλλαβῆς· πάντα γάρ,
φησί, περισπᾶται, οἷον κρατῶ, αἰτῶ, πατῶ, κροτῶ, φοιτῶ, ἐπάγει ὅτι
Κύπριοι δὲ καὶ Ἀττικοὶ παρεντιθέντες ῥήμασι καὶ ὀνόμασι τὸ τ̅ καὶ
<πτόλιν> τὴν πόλιν λέγοντες καὶ <πτόλεμον> τὸν πόλεμον, ὅθεν καὶ
αἱ (ἡ vulgo) <ἄνακτος> καὶ <νυκτός> γεγόνασι γενικαὶ πλεονάζουσαι τῷ
τ̅, λέγουσιν οὕτω καὶ τὸ ἀρύω ἀνύω ἀρύτω ἀνύτω. <Eust.> p. 32, 36:
ὅτι δὲ ἐν τῷ ἄναξ ἄνακτος ἄνακτι ἐκ πλεονασμοῦ κεῖται τὸ τ̅, <Ἡρα-
κλείδης> δηλοῖ, εἰπὼν ὅτι Κύπριοι καὶ Ἀττικοὶ παρεντιθέασι ῥήμασι καὶ
ὀνόμασι τὸ τ̅ τὴν πόλιν πτόλιν λέγοντες καὶ τὸν πόλεμον πτόλεμον, τὸ
δ' αὐτὸ καὶ ἐν τῷ ἄνακτος καὶ νυκτός καὶ ἐν τῷ ἀνύω ἀνύτω [ὅθεν ὁ
Ἄνυτος κύριον] καὶ ἐν τῷ ἀρύω ἀρύτω [ὅθεν ἡ ἀρύταινα (Ar. Eq. 1091),
πλεονασμῷ δὲ τοῦ σ̅ καὶ ὁ ἀρύστιχος (Ar. Vesp. 855)]. <Eust.> p.
842, 62: ὁ δὲ πτόλεμος Κυπρίων καὶ Ἀττικῶν λέξις καθ' <Ἡρακλεί-
δην> ἐστί, καθὰ καὶ ἡ πτόλις, ὧν ἴδιον παρεντιθέναι ῥήμασι καὶ ὀνόμασι
τὸ τ̅. ἔνθεν, φησί, καὶ ἡ ἄνακτος καὶ νυκτός γενικὴ ἔχει τὸ τ̅. τῶν
αὐτῶν καὶ τὸ ἀνύω ἀνύτω καὶ ἀρύω ἀρύτω [ἐξ οὗ καὶ ἡ παρὰ τῷ
κωμικῷ ἀρύταινα]. <Aldi Horti Adon.> f. 205a: πόθεν τὸ ἀνύτω
καὶ ἀρύτω [δι' ἑνὸς τ̅]; ἐκ τοῦ ἀνύω καὶ ἀρύω. καὶ κατ' Ἀττικοὺς καὶ
Κυπρίους πλεονάζει τὸ τ̅ καὶ γίνεται ἀνύτω καὶ ἀρύτω. οὕτω γὰρ καὶ
ἐπὶ τῶν ὀνομάτων πλεονάζουσι τὸ τ̅ καὶ τὴν μὲν πόλιν πτόλιν λέγουσι
καὶ τὸν πόλεμον πτόλεμον.
19
<Eust.> p. 756, 27: παραγωγὴ δὲ τοῦ ἔρρω ... ποικίλη δὲ, εἴ
τις φαίη ἐκ τοῦ φθείρω εἶναι αὐτὸ καθ' <Ἡρακλείδην> εἰπόντα, ὅτι τὰ
τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν εἰώθασιν Ἴωνες καὶ Αἰολεῖς, ἄν τε
ἓν ᾖ, οἷον λαιψηρός <αἰψηρός>, ἄν τε δύο, οἷον τὸ παρὰ πλευρὰν ἑστάναι
πλάγιον εἶπεν ἐν ποιότητι Ὅμηρος <εὐράξ> „στῆ δ' εὐράξ“ (Λ 251.
O 541) ἀντὶ τοῦ πλευράξ. οὕτω καὶ ἡ πλάνη καὶ τὸ πλανᾶσθαι
ἀπελεύσει τῶν καταρχόντων δύο συμφώνων <ἄλη> γίνεται καὶ <ἀλᾶσθαι>
ἀντιθέσει τοῦ ν̅ εἰς λ̅, ᾧ ἀντιστοιχοῦσι Δωριεῖς ἐν τῷ φίλτατος
<φίντατος>, ἦλθεν <ἦνθεν>, Φίλτις <Φίντις> παρὰ Πινδάρῳ (Ol. VI 37),
ἕλετο ἕντο καὶ Αἰολικῶς (Δωρικῶς vulgo) <γέντο>, κέλετο <κέντο> παρ'
Ἀλκμᾶνι. τούτων οὕτως ἐχόντων οἱ Αἰολεῖς, φησί, τὰ εἰς ρ̅ βραχύτονα
ἔχοντα τὴν ε̅ι̅ δίφθογγον παρατέλευτον μετατιθέντες τὸ ι̅ εἰς ἕτερον ρ̅
προφέρονται τὸ κείρω <κέρρω> λέγοντες καὶ τὸ δείρω <δέρρω>· οὕτως
οὖν καὶ φθείρω <φθέρρω> καὶ ἄρσει τῶν πρώτων δύο συμφώνων <ἔρρω>.
καὶ οἱ Ἀριστάρχειοι δέ, φησί, συνᾴδουσι τῇ τοιαύτῃ [δηλαδὴ ἐκ τοῦ
φθείρω] παραγωγῇ· τὸ γὰρ ”ἔρρ' ἐκ νήσου” (κ 72) ἐξηγεῖται (scil.
Aristarchus) „μετὰ φθορᾶς ἄπιθι“. ὡς δὲ ἐκ τοῦ φθείρω καὶ τὸ
<ῥαίω> γίνεται κατὰ τὸν αὐτὸν <Ἡρακλείδην>, ἐν οἰκείῳ τόπῳ ῥηθήσε-
ται. ὡς δὲ τὸ πληθυντικὸν τοῦ ἔρρε προστακτικοῦ τὸ ἔρρετε διὰ δύο
λ̅ γλῶσσά τίς φησι, Καλλίμαχος δηλοῖ ἐν τῷ ”ἔλλετε, βασκανίης ὀλοὸν
γένος” (frg. 292). <Eust.> p. 1647, 62: ἑρμηνεύουσι δὲ αὐτὸ (τὸ ἔρρε)
οἱ Ἀριστάρχειοι „μετὰ φθορᾶς ἄπιθι“ ἐξηγούμενοι ἐκεῖνοι οὕτω καθ'
<Ἡρακλείδην>, ἐπειδὴ ἐκ τοῦ φθείρω γίνεται τὸ ἔρρω παρέσει τοῦ φ̅
καὶ θ̅. ἴδιον γὰρ Ἰώνων καὶ Αἰολέων τὰ τῶν λέξεων πρῶτα σύμφωνα
αἴρειν, εἴτε ἓν τύχοι ὄν, οἷον λαιψηρός αἰψηρός, εἴτε δύο, 〈οἷον〉
πλευράξ εὐράξ ἐπίρρημα ποιότητος τὸ παρὰ πλευρὰν ἤτοι πλάγιον.
οὕτω γοῦν καὶ φθείρω εἴρω, ἐξ οὗ Αἰολικῶς ἔρρω ὡς κείρω κέρρω, δείρω
δέρρω· Αἰολεῖς γάρ, φησί (φασί vulgo), τῶν τοιούτων θεμάτων τὴν
παρατέλευτον δίφθογγον ἀλλοιώσαντες καὶ μεταθέντες τὸ ι̅ εἰς ρ̅ ἴδια
ποιοῦσι ῥήματα. παραγαγὼν δὲ <Ἡρακλείδης> πρὸς ὁμοιότητα τοῦ
φθείρω εἴρω καὶ τὸ πλάνη ἄνη καὶ ἀντιθέσει τοῦ ν̅ εἰς λ̅ ἄλη καὶ εἰπὼν
ἀντιστοιχεῖν τὸ λ̅ καὶ ν̅ Δωρικῶς [ὡς ἐν τῷ ἄνη ἄλη οὕτω] καὶ ἐν
τῷ φίντατος φίλτατος, ἦνθεν ἦλθεν, ὃ δὴ καὶ ἐν τῷ Φίντις γίνεται
παρὰ Πινδάρῳ καὶ παρ' Ἀττικοῖς δὲ καὶ ἐν τῷ <νίτρον> λίτρον καὶ
<πνεύμων> πλεύμων, λέγει καὶ ὡς ἐκ τοῦ φθείρω γίνεται κατὰ Δωριεῖς
<φθαίρω>, ἀφ' οὗ τὸ ἔφθαρκα, καὶ ἐκ τοῦ κτείνω <κταίνω> Δωρικώτερον
παρὰ Ἀλκαίῳ (Ἀλκμᾶνι ?)· ὅμοια δὲ καὶ τὸ μεσόγειον <μεσόγαιον>,
καὶ κύπειρον <κύπαιρον> παρ' Ἀλκμᾶνι (frg. 16) καὶ εἴθε <αἴθε> καὶ
δεινός <αἰνός> παρέσει τοῦ δ̅ Ἰωνικῇ διαλέκτῳ. καὶ οὕτω μὲν φθείρω
φθαίρω Δωρικῶς, ἐξαιρέσει δὲ τῶν πρώτων συμφώνων αἴρω καὶ ὑπερ-
βιβασμῷ κατὰ Ἴωνας <ῥαίω>, ἐξ οὗ καὶ σφῦραι ὁτὲ μὲν <ῥαιστῆρες>
κοινότερον ὁτὲ δὲ <αἶραι>, οὗ χρῆσις (χρήσεις vulgo) ἐν τῷ ”αἰράων
ἔργα διδασκόμενοι” (Callim. frg. 129). [ἔργον δὲ πάντως αἰράων τὸ
σφυροκοπεῖν]. εἰκὸς δὲ καὶ τὸ σπέρμα τὴν αἶραν ἐκ τοῦ τοιούτου φθαίρω
αἴρω [καὶ ῥαίω] γενέσθαι· φθορὰ γάρ τις ἡ αἶρα σίτου. <Eust.> p. 842, 46:
ἰστέον δὲ ὅτι καθ' <Ἡρακλείδην> διαλέκτου Ἰωνικῆς καὶ Αἰολικῆς ἐστι
τὸ εὐράξ. ἡ γὰρ τῶν Ἰώνων καὶ Αἰολέων, φησί, διάλεκτος τὰ πρῶτα
σύμφωνα αἴρειν εἴωθεν, ἄν τε ἓν ᾖ ἄν τε καὶ δύο τύχῃ, ἓν μὲν ὡς
ἐπὶ τοῦ λαιψηρός αἰψηρός, πήγανον <ἤγανον>, δεινόν αἰνόν, δύο δὲ ὡς ἐπὶ
τοῦ πλάνη· ἀπελθόντων γὰρ τῶν ἐξ ἀρχῆς δύο συμφώνων γίνεται ἄνη
καὶ κατὰ ἀντίθεσιν τοῦ ν̅ εἰς τὸ λ̅ ἄλη· οὕτω δὲ καὶ ἐκ τοῦ πλανᾶσθαι,
φησί, τὸ ἀλᾶσθαι. καὶ ἐκ τοῦ φθείρω δὲ ἀπελθόντων τῶν ἐν ἀρχῇ
κειμένων δασέων τὸ ἔρρω φησὶ γίνεσθαι καθ' ὁμοιότητα τοῦ κείρω
κέρρω Αἰολικοῦ. ὁμοίως οὖν καὶ ἐκ τοῦ πλευράξ ἀφῄρηνται τὰ κατάρ-
χοντα δύο σύμφωνα καὶ λέλειπται τὸ εὐράξ. <Aldi Horti Adon.>
f. 205a (<Exc. Darmst. Et. Gud.> 661, 34): πόθεν τὸ ἔρρω; ἐκ
τοῦ φθείρω γέγονε μὲν εἴρω καὶ ἀποβολῇ τοῦ ι̅ Αἰολικῶς καὶ κατὰ
διπλασιασμὸν τοῦ ρ̅ γίνεται ἔρρω, ὡς κείρω κέρρω· οἱ δὲ Αἰολεῖς τὰ
εἰς ρ̅ω̅ λήγοντα ῥήματα βαρύτονα ἔχοντα τὴν ε̅ι̅ 〈δίφθογγον〉 παρα-
τέλευτον μετατιθέντες τὸ ι̅ εἰς ρ̅ προφέρονται, οἷον σπείρω σπέρρω,
δείρω δέρρω.
20
<Eust.> p. 831, 63: πεποίηται δὲ ἡ λέξις αὕτη (<ἐλαύνω>) κατὰ
<Ἡρακλείδην> διαλέκτοις τρισί· Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω καθὰ καὶ
τὸ πεινάω καὶ διψάω καὶ τὰ ὅμοια, Αἰολέων δὲ ἡ προσέλευσις τοῦ υ̅
ὡς καὶ ἐν τῷ ψαύω χραύω αὔω, Δώριος δὲ ὁ πλεονασμὸς τοῦ ν̅ καθὰ
καὶ ἐν τῷ δύνω καὶ θύνω. <Eust.> p. 154, 14: πεποίηται δὲ, φασί,
τὸ ἐλαύνειν διαλέκτοις τρισί· Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω διὰ τοῦ α̅,
Αἰολέων δὲ τὸ προστιθέναι τῷ α̅ τὸ υ̅, ἐλαύω γὰρ λέγουσιν, ἡ δὲ
πρόσθεσις τοῦ ν̅ Δώριος, τὸ γὰρ δύω δύνω φασὶ Δωριεῖς καὶ τὸ θύω
θύνω· „θῦνε γὰρ ἀμ πεδίον“ (E 87). <Aldi Hopti Adon.> f. 205a
(<Exc. Dapmst. Et. Gud.> 661, 37): πόθεν τὸ ἐλαύνω; παρὰ τὸ
ἐλῶ δευτέρας συζυγίας τῶν περισπωμένων. καὶ παρὰ Βοιωτοῖς ἐλάω
καὶ κατ' Αἰολεῖς προσθέσει τοῦ υ̅ ἐλαύω καὶ κατὰ Δωριεῖς προσθέσει
τοῦ ν̅ ἐλαύνω· οἱ γὰρ Δωριεῖς τὰ εἰς ω̅ καθαρὸν λήγοντα ῥήματα διὰ
τοῦ ν̅ προφέρουσιν οἷον δύω δύνω θύω θύνω, ὡς παρ' Ὁμήρῳ ”θῦνε
γὰρ ἀμ πεδίον ποταμῷ πλήθοντι ἐοικώς.”
21
<Eust.> p. 670, 62: τὸ δὲ ἐρέων (H 128) καὶ τὸ αὐτοῦ θέμα
πρωτότυπά εἰσι τοῦ <ἐρευνῶ> καὶ ἐρευνῶν. παραγωγὴ δὲ αὐτῶν κατὰ τὸ
ἱκνῶ καὶ οἰχνῶ. ὡς γὰρ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, οὕτω ἐρέω ἐρεύω καὶ
πλεονασμῷ τοῦ ν̅ Δωρικῶς ἐρευνῶ κατὰ χρῆσιν κοινήν. ἄλλως γὰρ κατὰ
<Ἡρακλείδην> βαρύνεσθαι ὤφειλεν, οὐ μόνον διότι Αἰολικόν, φησί, τὸ
ἐρεύω, ἀλλὰ καὶ ὅτι πάντα τὰ πλεονάσαντα τῷ ν̅ ὁμοτονεῖ τοῖς πρω-
τοτύποις, οἷον ἐλάω ἐλαύω Αἰολικῶς καὶ ἐλαύνω κατὰ Δωριεῖς, θύω
θύνω, δύω δύνω. (haec descr. Cram. A. P. III 224, 30). <Eust.> r.
1498, 44: τὸ δὲ ἐξερέῃσιν ἀντὶ τοῦ ἐρωτᾷ ... ἢ μᾶλλον ἀντὶ τοῦ
ἐξερευνᾷ· πρωτότυπον γὰρ τὸ ἐρέειν τοῦ ἐρευνᾶν. ἔστι γὰρ ἐρέω, ἐξ
οὗ κατ' ἐπένθεσιν ἐρεύω ὡς χέω χεύω, ἀφ' οὗ τὸ ἐρευνῶ, ὡς οἴχω
οἰχνῶ, ἵκω ἱκνῶ. <Eust.> p. 1900, 27: τὸ δὲ ἐρέων ἐστὶ ποιητικὴ λέξις.
ἀπ' αὐτοῦ δὲ γίνεται τὸ ἐρευνᾶν ἐπενθέσει τοῦ υ̅ καὶ τοῦ ν̅, ὁποίῳ
τρόπῳ καὶ τὸ ἐλαύνειν ἀπὸ τοῦ ἐλάειν γίνεται.
22
<Eust.> p. 1383, 20: ... ἀχνύμενος· περὶ οὗ ἑτεροῖόν τι παραδιδοὺς
ὁ καλὸς <Ἡρακλείδης> φησίν, ὅτι ἐκ τοῦ δέχω γίνεται δεχύω καὶ Δω-
ρικῶς δεχύνω, ἐξ οὗ καὶ καθ' ὑπέρβασιν τοῦ ν̅ <δέχνυμαι>. οὕτω καὶ
τοῦ ἄχω ἄχομαι παράγωγον ἀχύω ὡς ἄνω ἀνύω, Δωριεῖς δὲ ἀχύνω
φασί· μεταθέσει δὲ ὁμοίᾳ γίνεται <ἄχνυμαι>, ὡς εἰκὸς δὲ οὕτω καὶ τὰ
ὅμοια. <Eust.> p. 1917, 43: δῆλον δ' ὅτι ἐκ τοῦ φορῶ γίνεται τὸ
φορύω, καθὰ καὶ ἐκ τοῦ χῶ τὸ χύω· ἐξ αὐτῶν δὲ Δωρικῇ προσθέσει
τοῦ ν̅ τῇ πολλαχοῦ δηλωθείσῃ τὸ φορύνω καὶ χύνω (?) κατὰ τὸ
πλύω πλύνω καὶ ὅσα τοιαῦτα. οὕτω δέ, φασί, καὶ ἄχω ἀχύω καὶ
Δωρικῶς ἀχύνω καὶ μεταθέσει ἀχνύω, ἐξ οὗ τὸ ἄχνυμι. ὁμοίως καὶ
δέχω δεχύω δεχύνω καὶ μεταθέσει καὶ παραγωγῇ δεχνύω δέχνυμι.
paulo aliter <Aldi Horti Adon.> f. 205b: πόθεν τὸ δέχνυμαι; ἐκ
τοῦ δέχω δεχύω, ὡς ἄνω ἀνύω, δέχυμι καὶ πλεονασμῷ τοῦ ν̅ Δωρικῶς
δέχνυμι, τὸ παθητικὸν δέχνυμαι, ἐξ οὗ τὸ δέχνυσο.
23
<Eust.> p. 28, 42: τὸ δὲ ἥνδανε ... δασύνεται, ὡς δηλοῖ καὶ ἐν
τῇ τραγῳδίᾳ τὸ ἀφανδάνοντα (Soph. Ant. 501). γίνεται δὲ ἐκ τοῦ
ἥδω κατὰ παραγωγὴν ἡδάνω καὶ τροπῇ τοῦ η̅ εἰς α̅ καὶ πλεονασμῷ τοῦ
ν̅ <ἁνδάνω>. τὸν ὅμοιον δὲ τρόπον γίνεται καὶ ἐκ τοῦ λήθω τὸ λαν-
θάνω καὶ μήθω μανθάνω καὶ λήχω λαγχάνω καὶ δήκω δαγκάνω, ἐξ
οὗ <Ἡρακλείδης> συγκεκόφθαι φησὶ τὸ <δάκνω> κατά τινας, οἳ ἔθος
φασὶν Αἰολικόν. ἔστι δὲ καὶ Ἀττικὸν βαρύτονα ῥήματα συγκόπτειν, οἷον
ἀγείρω ἄγρω „ἀγρόμενος πᾶς δῆμος“ (Υ 166), ἐγείρω ἔγρω ”ἔγρετο δὲ
Ζεύς” (O 4), ὀφείλω ὄφλω, ἵνα εἴη οὕτω καὶ δαγκάνω δάκνω. <αὐτὸς>
μέντοι ἐκ τοῦ δήκω πεποιῆσθαί φησι τοῦτο δυσὶ διαλέκτοις, Δωρίδι
καὶ Ἰάδι. οἵ τε γὰρ Δωριεῖς προστιθέασι, φησί, τὸ ν̅, οἵ τε Ἴωνες
βραχύνουσι τὸ η̅ διὰ τοῦ α̅, ὡς καὶ ἡ μεσαμβρία δηλοῖ καὶ ἡ πάρη
ἤγουν ἡ πήρη καὶ τὸ λελακυῖα καὶ μεμακυῖα. <Eust.> p. 1525, 10:
περὶ δὲ τοῦ ἁνδάνειν εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ῥητέον δὲ καὶ
ἐνταῦθα τὰ τοῦ <Ἡρακλείδου>. ᾧ δοκεῖ ἀπὸ τοῦ <ἅδω> γενέσθαι αὐτὸ
καθ' ὁμοιότητα τοῦ λάβω λαμβάνω καὶ τῶν ὁμοίων. οὗ δὴ ἅδω χρῆσις
καὶ παρ' Ὁμήρῳ ἐν τῷ „ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων“ (M 80) [ἤγουν
ἤρεσκεν]. εἰπὼν γὰρ ὅτι τὸ δάκνω συγκοπήν τινές φασιν εἶναι τοῦ
δαγκάνω, ἐπάγει ὡς τὸ δάκω μάθω λάχω ἅδω φύγω καὶ ὅσα τοιαῦτα
ὑποτακτικὰ τρισὶ γράμμασι ὑστερεῖ καὶ μιᾷ συλλαβῇ τῶν ἐξ αὐτῶν
ὁριστικῶν, ὧν τὸ α̅ παρατέλευτον· τοιοῦτον γὰρ τὸ φύγω ὑποτακτικὸν
πρὸς τὸ φυγγάνω καὶ ἐρύγω πρὸς τὸ ἐρυγγάνω καὶ τὸ δάκω μάθω
λάχω ἅδω πρὸς τὸ δαγκάνω μανθάνω λαγχάνω ἁνδάνω. ταύτῃ τοι καὶ
τοῦ ἁμαρτάνω ὑποτακτικόν, φησίν, εἶναί φαμεν <ἁμάτω> δίχα τοῦ ρ̅,
ὅπως καὶ αὐτὸ τρισὶ γράμμασιν ἐκείνου λείπηται. διὸ ἀναλογώτερον τὸ
<κιγχάνω> καὶ <ἱγκάνω> τοῦ κιχάνω καὶ ἱκάνω, ἵνα καὶ αὐτὰ λείπωνται
(immo περισσεύωσι) τρισὶ γράμμασι τοῦ <κίχω> καὶ <ἵκω>. <Eust.>
p. 1714, 54: <Ἡρακλείδης> δὲ ἐν οἷς λέγει τὸ δάκνω Δωρίδι καὶ
Ἰάδι πεποιῆσθαι διαλέκτῳ, Δωριεῖς μὲν γάρ, φησίν, ἐντιθέασι [τῷ υ̅]
τὸ ν̅, θύω θύνω, δύω δύνω, Ἴωνες δὲ βραχύνουσι τὸ η̅ διὰ τοῦ α̅,
ἐπάγει οὕτω· μεσημβρία μεσαμβρία, πήρη πάρη, λεληκυῖα λελακυῖα,
μεμηκυῖα μεμακυῖα, συλλαλῶν οὕτω καὶ αὐτὸς τῷ Ἀφθονίῳ. <Aldi
Horti Adon.> f. 205a: πόθεν τὸ δάκνω; παρὰ τὸ δήκω κατ' Ἴωνας.
καὶ συστολῇ τοῦ η̅ εἰς α̅ δάκω ὡς μεσημβρία μεσαμβρία καὶ Πῆρις
Πάρις· καὶ κατὰ Δωριεῖς προσθέσει τοῦ ν̅ δάκνω. ἢ παρὰ τὸ δαγκάνω
γέγονε κατὰ συγκοπὴν Αἰολικῶς καὶ Ἀττικῶς δάκνω· ἔθος δὲ ἔχουσιν τὰ
βαρύτονα τῶν ῥημάτων συγκόπτειν· ἀντὶ γὰρ τοῦ ἀγείρω ἄγρω λέγουσιν,
ἀφ' οὗ καὶ τὸ παρ' Ὁμήρῳ ”ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσί-
μωροι” (H 134), καὶ τὸ ἐγείρω ἔγρω οἷον „ἔγρετο δ' ἐξ ὕπνου“ (B 41).
l. 17 ἅδω: huc pertinere videntur quae tradit <Eust.> p. 1721, 62:
ὅτι δὲ τὸ <ἁδῶ> ἁδήσω καὶ αὐτόχρημα τὸ ἥδεσθαι δηλοῖ ποτε, δῆλον ἀπὸ
χρήσεως Ἱππώνακτος, ἣν <Ἡρακλείδης> προφέρει, εἰπόντος ”ἅδηκε
βουλή” (frg. 100).
24
<Eust.> p. 23, 26: τὸ δὲ νοῦσος Ἰωνικὴν ἐπένθεσιν ἔχει τοῦ υ̅.
ὡς γὰρ ὁδός οὐδός καὶ βότας βούτας παρ' Εὐριπίδῃ (Hippol. 537) καὶ
κόρος κοῦρος ὁ νέος καὶ ὀλομένη οὐλομένη καὶ ὅρος οὖρος ὁ περιο-
ρισμός καὶ γονός γουνός ὁ γόνιμος τόπος, οὕτω καὶ νόσος νοῦσος κατὰ
τοὺς Ἴωνας μηκύνοντας τὸ ο̅ προσλήψει τοῦ υ̅. οὗπερ ἀνάπαλιν οἱ
Βοιωτοὶ ποιοῦσι, κατὰ τὴν <Ἡρακλείδου> παράδοσιν, προστιθέντες αὐτοὶ
τῷ υ̅ διχρόνῳ τὸ μικρὸν ο̅ καὶ βραχυνομένου μέν, φησί, βραχύνοντες,
μηκυνομένου δὲ μηκύνοντες, τὸ <ὕλη οὔλη> λέγοντες καὶ τὸ <ὕδωρ
οὔδωρ>. quo e conexu haec sumpserit Eustathius, patet ex <Aldi
Hortis Adon.> f. 205a: πόθεν τὸ <ὀρούω>; ἐκ τοῦ ὄρω. καὶ Ἰωνικῶς
ἐπλεόνασε τὸ υ̅ καὶ ἐγένετο ὀρύω· οἱ γὰρ Ἴωνες τὰ εἰς ω̅ λήγοντα
ῥήματα, εἴτε βαρύνονται εἴτε περισπῶνται, διὰ τοῦ υ̅ βραχυνομένου
ἐκφέρουσιν, οἷον ἴδω ἰδύω (πιδῶ πιδύω? cf. Choerob. Orthogr. 249, 14),
κινῶ κινύω, ἐξ οὗ τὸ „πυκναὶ κινύονται φάλαγγες“ (Δ 281 κίνυντο).
καὶ Βοιωτικῶς ἐπλεόνασε τὸ ο̅ καὶ ἐγένετο ὀρούω. οἱ γὰρ Βοιωτοὶ
προστιθέασι τῷ υ̅ τὸ ο̅, καὶ βραχυνόμενον 〈μὲν〉 βραχύνουσι, μηκυ-
νόμενον δὲ μηκύνουσι, οἷον <ὕλη οὔλη, ὕδωρ οὔδωρ>. ὅθεν καὶ ἥμαρτε
τὸ ὀρούω ἔχον μακρὰν δίχρονον Βοιωτικῶς. —1. 2 οὐδός: hoc loco
memoratum fuisse crediderim quod tradit <Eust.> p. 1815, 5:
<Ἡρακλείδης> δὲ ἐν οἷς <περὶ δυσκλίτων ῥημάτων> γράφει ”ἀρι-
σφαλὲς ἔμμεναι οὖδας” φησὶ γράφεσθαι οὐκ ἄλλως ὑπό τινων (pro
„ἀρισφαλέ' ἔμμεναι οὐδόν“ ρ 196).
25
<Eust.> p. 773, 29: <Ἡρακλείδης> δέ φησιν, ὡς τῶν τινες κριτι-
κῶν [ὅ ἐστιν ἀκριβεστέρων γραμματικῶν], ὧν ἐστι καὶ Τισίας, ὑπέρ-
βατον ἔλεγον εἶναι τὸ <ἔθων> (I 540), ἵνα ᾖ ἀντὶ τοῦ καταθέων, κατα-
τρέχων [ῥητορικῶς εἰπεῖν, ὑπέρβατον λέγοντες εἶναι τὴν τῶν στοιχείων
μετάθεσιν, δι' ἧς τὸ θέων ἔθων γίνεται, ὃ καὶ σημείωσαι]. <αὐτὸς> δὲ ἐκ
τοῦ ἔδω φησὶ γενέσθαι κατὰ Δωριεῖς τὸ ἔθω, οἳ καὶ τὸν μαδόν <μασθόν>
λέγουσι καὶ τὸ ψεῦδος <ψύθος>. τὸ δὲ ἔθω πρωτότυπον ὁ αὐτὸς εἶναι
λέγει τοῦ <ἔσθω> τοῦ, ὥς φησιν, ἡμαρτημένου· ἐχρῆν γὰρ ὡς ἔχω
<ἴσχω>, ἔπω <ἴσπω> καὶ <ἐνίσπω>, οὕτως εἶναι καὶ ἔθω ἴσθω Σικελικῶς
κατὰ τὸ ἕζω <ἵζω> καὶ <καθίζω>. <Eust.> p. 452, 19: χρῆσις δὲ τοῦ μαδοῦ
ἐν οἷς <Ἡρακλείδης> εἰπὼν ἐκ τοῦ ἔδω τὸ ἔσθω γίνεσθαι Δωρικῶς τροπῇ
τοῦ δ εἰς θ̅, ὡς τὸ ”ἔθων Οἰνῆος ἀλωήν” (I 540), λέγει ὅτι καὶ
τὸν μαδόν οὕτω μασθόν λέγουσιν οἱ Δωριεῖς καὶ τὸ ψεῦδος δέ, φησίν,
ἄραντες τὸ ε̅ ψύθος φασίν. <Eust.> p. 1561, 60: ἰστέον δὲ ὅτι Σικελῶν
κατὰ τὴν <Ἡρακλείδου> παράδοσιν τὸ ε̅ ᾧ ἕπεται τὸ σ̅ μετατιθέντων
εἰς ι̅, οἷον ἑστία ἱστία, δοκεῖ τὸ ἔσθω ἡμαρτημένον εἶναι, γενόμενον μὲν
ἀπὸ τοῦ ἔθω προσλήψει τοῦ σ̅, μὴ τρέψαν δὲ τὸ ε̅ εἰς ι̅ κατὰ τὸ ἔχω
ἴσχω καὶ τὰ ὅμοια. αὐτὸ δὲ τὸ ἔθω, οὗ χρῆσις ἐν τῷ „ἔθων Οἰνῆος
ἀλωήν“, ἀπὸ τοῦ ἔδω λέγει ὁ <Ἡρακλείδης> παρῆκται (παρεῖχθαι i. e.
παρῆχθαι Phavorinus) Δωριέων ἔθει, οἵ, φησί, καὶ τὸν μαδόν μασθόν
λέγουσι καὶ τὸ ψεῦδος ψύθος ἄραντες τὸ ε̅. <Eust.> p. 1562, 40: ἰστέον δὲ
ὡς [εἰ καὶ Ἰώνων ἐστὶν ἡ ψίλωσις τοῦ ἐπίστιον ἀλλ'] αὐτὴ ἡ λέξις τοῦ
ἱστίου καθὰ καὶ ἡ ἱστία Σικελῶν εἶναι πρὸ βραχέων ἐρρέθη καθ' <Ἡρα-
κλείδην>, ὃς εἰπὼν ὡς Σικελοὶ τὸ ἀρκτικὸν ε̅ ᾧ ἕπεται τὸ σ̅ εἰς ι̅ μετατι-
θέασιν, ἐπάγει ὅτι οὕτω τὴν τοιαύτην ἀκολουθίαν ἐκεῖνοι σώζουσιν, ὥστε, κἂν
μὴ ἕπηται τὸ σ̅ φύσει, ἀλλ' ἔξωθεν παρεισπέσῃ, ὁμοίως ποιοῦσι· τὸ
γοῦν ἔχω ἴσχω φασὶ καὶ τὸ ἔπω ἴσπω καὶ ἐνίσπω, οὕτω δὲ καὶ τὸ
ἕζω, ὅθεν τὸ καθέζομαι, ἵζω λέγουσι διὰ τὸ φύσει ἑπόμενον σ̅ τὸ
ἀρκτικὸν τῆς συνθέσεως· τὸ γὰρ ζ̅ ἐκ τοῦ σ̅ καὶ δ̅ σύγκειται. ταύτῃ
τοι τὸ ἔσθω γραφόμενον, φησί, διὰ τοῦ ε̅ ἁμαρτάνεται, ὡς οἷα ὀφεῖλον
ἴσθω εἶναι. <Aldi Horti Adon.> f. 205b (<Exc. Darmst. Et. Gud.>
661, 43): πόθεν τὸ καθίζω; ἐκ τοῦ ἕζω τὸ καθέζομαι. καὶ Σικελι-
κῶς ἐτράπη τὸ ε̅ εἰς ι̅ καὶ γέγονεν ἵζω· οὗτοι γὰρ τὸ ἀρκτικὸν ε̅
[ἐν] ᾧ ἕπεται σ̅ εἰς ι̅ μετατιθέασιν, οἷον ἔχω ἴσχω, ἔπω ἴσπω. οὕτως
οὖν καὶ ἕζω ἵζω καθίζω· τὸ γὰρ ζ̅ ἐκ τοῦ σ̅ καὶ δ̅ σύγκειται.
26
<Eust.> p. 1654, 13: περὶ δὲ τοῦ φράζεσθαι εἰ καὶ προγέγραπται,
ὅμως οὐ πάρεργον καὶ ἐκ τῶν <Ἡρακλείδου> παρασημειώσασθαι ταῦτα.
ἀνέκαθεν, φησίν, [ἤγουν ἐξ ἀρχῆς θεματικῆς] ἔστι φῶ τὸ λέγω, οὗ
μετοχὴ ἀόριστος φάσας, ὡς κλῶ κλάσας, καὶ συγκοπῇ <φάς>, οἷον ”φὰς
ἔμεν ἀπτόλεμον” (I 35), ὥσπερ καὶ <κλάς>, φησί, παρ' Ἀνακρέοντι
(frg. 17 ἀποκλάς). τὸ δὲ φῶ παραχθὲν εἰς τὸ φάζω, ἐξ οὗ ἡ φάσις,
προσλήψει τοῦ ρ̅ γίνεται <φράζω>, ὅθεν ἡ φράσις. ἄλλως δὲ μεταληφθὲν
Μακεδόνων, φησί, διαλέκτῳ καὶ ἐξενεχθὲν διὰ τοῦ β̅ ποιεῖ τὸ βῶ <βάζω>
Σικελικῶς κατὰ τὸ σιγῶ σιγάζω, ἀνιῶ ἀνιάζω, ἀτιμάζω, πελάζω. ἐκ δὲ
τοῦ βάζω καὶ ἡ βάξις Δωρικώτερον. καὶ οὕτω μὲν ἐκ τοῦ φῶ Μακεδονι-
κῶς γέγονε τὸ βῶ· οὐδέποτε γάρ, φησί, κατ' ἀρχὰς λέξεων ἐκεῖνοι
τῷ φ̅ χρῶνται, ἀλλ' ἀντ' αὐτοῦ δηλαδὴ τῷ β̅, ὡς καὶ ὁ <Βίλιππος>
δηλοῖ καὶ ἄλλα εἰρημένα ἑτέρωθι (cf. p. 1618, 53). —ἐν δὲ ἑτέρῳ
τόπῳ λέγει ὁ αὐτὸς <Ἡρακλείδης>, τοὺς Παμφυλίους ἄλλως χαίρειν
τῷ β̅ προτιθέντας αὐτὸ παντὸς φωνήεντος· τὸ γοῦν φάος <φάβος> φασὶ
καὶ τὸ ἀέλιος [β]<ἀβέλιος>, οὕτω δέ, φησί, καὶ τὸ ὀρούω <ὀρούβω>
λέγουσι καὶ περισπωμένως δὲ ὀρουβῶ. ὡς δὲ Αἰολεῖς ἄλλως τῷ β̅
χαίρουσι προτιθέντες τοῦ ρ̅ ἐν τῷ ῥάκος <βράκος>, ῥοτός <βροτός>,
ῥυτήρ <βρυτήρ>, ἐν ἄλλοις δηλοῦται. —λέγει δὲ <Ἡρακλείδης> καὶ
ὅτι Ταραντίνων τὰ εἰς ζ̅ω̅ λήγοντα βαρύτονα ῥήματα, ὧν ὁ παρακείμενος
καὶ ὑπερσυντέλικος διὰ τοῦ κ̅ ἐκφέρονται, φραζόντων ἐν δυσὶ σ̅σ̅ οἷον
σαλπίζω <σαλπίσσω>, λακτίζω <λακτίσσω>, οὕτω δὲ καὶ φράζω
<φράσσω> τὸ λέγω, ἐκεῖθεν Κόριννα ἡ μελοποιὸς <φράττω> ἔφη ἐν δυσὶ
τ̅τ̅ Βοιωτικῶς. ἔτι λέγει ὁ <αὐτὸς> καὶ ὡς οἱ εἰρημένοι Ταραντῖνοι τὰ
παρ' ἡμῖν διὰ δύο σ̅σ̅ ἔμπαλιν διὰ τοῦ ζ̅ προφέρουσι· τὸ γὰρ πλάσσω
<πλάζω> φασὶ καὶ τὸ ἀνάσσω <ἀνάζω>. <Eust.> p. 222, 3: ὡς δὲ Αἰολικὸν ὁ
βροτός, δηλοῦσιν <οἱ παλαιοὶ> φάμενοι ὅτι προστιθέασιν οἱ Αἰολεῖς τὸ
β̅ τῷ ρ̅, ἡνίκα ἡ ἐφεξῆς συλλαβὴ ἔχει ἢ τὸ κ̅ οἷον ῥάκος βράκος ἢ
τὸ δ̅ οἷον ῥόδον <βρόδον> ἢ τὸ ζ̅ οἷον ῥίζα <βρίζα> ἢ τὸ τ̅ οἷον ῥυτήρ
βρυτήρ ὁ χαλινός. οὕτως οὖν καὶ ῥοτός βροτός ὁ ῥευστὸς ἄνθρωπος.
<Eust.> p. 1387, 39: ἄλλως δὲ κοινότερον παρὰ τὸ ῥέω γίνεται ῥοτὸς
ὁ ῥοῇ ὑποκείμενος καὶ πλεονασμῷ τοῦ β̅ Αἰολικῶς βροτὸς ὁμοίως τῷ
ῥᾴδιον βρᾴδιον, ῥάκος βράκος, ῥόδον βρόδον, ῥίζα βρίζα, [ἴσως δὲ καὶ ῥῶ
βρῶ, ἐξ οὗ βρῶσις ἡ οἷον ῥῶσις τῷ ζῶντι], οὕτω δὲ καὶ ῥυτήρ βρυτήρ
ὁ χαλινός. <Eust.> p. 824, 26: περὶ δὲ τοῦ ἀπονίζεσθαι, ὃ καὶ νίπτεσθαι
λέγεται, ὡς δηλοῖ τὸ „νίψεν ἀπὸ χρωτός“ (K 575), φασὶν <οἱ παλαιοὶ>
ὡς οἱ Ταραντῖνοι τὰ εἰς ζ̅ω̅ λήγοντα ῥήματα βαρύτονα διὰ δύο σ̅σ̅
προφέρουσιν, οἷον σαλπίζω σαλπίσσω, λακτίζω λακτίσσω, φράζω φράσσω,
ὅπερ ἡ Κόριννα φράττω λέγει Βοιωτικῶς. πάλιν δὲ τὰ παρ' ἡμῖν διὰ
δύο σ̅σ̅ αὐτοὶ διὰ τοῦ ζ̅ προφέρουσι τὸ πλάσσω πλάζω λέγοντες καὶ
τὸ ἀνάσσω <ἀνάζω>. καὶ τὸ νίπτω οὖν παρ' Αἰολεῦσι <νίσσω> λεγόμενον
ὡς πέπτω πέσσω (frg. 17) οἱ Ταραντῖνοι μεταθέσει τῶν δύο σ̅σ̅ εἰς
τὸ ζ̅ <νίζω> λέγουσι.
27
<Eust.> p. 1654, 28: ἔτι λέγει (<Ἡρακλείδης>) καὶ ὅτι Αἰολεῖς
τῷ α̅ προστιθέντες τὸ υ̅, ὥς φησιν Ἀρίσταρχος παρατιθεὶς τὸ ἀτάρ
<αὐτάρ>, δαλός <δαυλός>, ἴαχεν <ἴαυχεν>, λέγουσιν οὕτω καὶ φάσκω
<φαύσκω> καὶ μετὰ τοῦ ρ̅ φραύσκω. δῆλον δ' ὅτι ἐκ τοῦ εἰρημένου
φαύσκω καὶ τὸ <πιφαύσκω> γίνεται κατὰ ἀναδιπλασιασμὸν συνήθη τοῖς
Ἴωσιν, οἳ τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα διπλάζοντες τὸ πρῶτον
σύμφωνον ἐκφέρουσι μιᾷ πλεονάζον συλλαβῇ, οἷον δέξεται δεδέξεται,
λάβῃ λελάβῃσι, κάμωσι κεκάμωσι, δάπτω δαδάπτω καὶ πλεονασμῷ τοῦ
ρ̅ δαρδάπτω, μύρω μορμύρω, οὕτω καὶ ἀπὸ τοῦ δάσκω διδάσκω καὶ
τιτρώσκω ἀπὸ τοῦ τρῶσαι, καὶ ἀπὸ τοῦ πρήσω καὶ πλήσω τὸ πίμπρησι
καὶ πίμπλησι. καὶ ἐκ τοῦ φόνος τὸ ”ὦ <πέπονες>” (N 120) μετα-
πεσόντος τοῦ φ̅ εἰς π̅. Δωριεῖς γάρ, φησί, τοὺς ἐπονειδίστους φόνους
λέγουσιν ὡς οἱονεὶ ἄξια φόνου δεδρακότας καὶ μετὰ προθέσεως κατα-
φόνους (—ας?). <Eust.> p. 1098, 12: ἔνθα ἐνθυμητέον καὶ τὸ τοῦ
<Ἡρακλείδου> εἰπόντος ἐν τοῖς περὶ τοῦ πιφαύσκω, ὅτι καὶ τὸ παρ'
Ὁμήρῳ „ὦ πέπονες“ κατὰ ἀναδιπλασιασμὸν πεποίηται ὡς ἀπὸ τοῦ
φόνου μεταπεσόντος τοῦ φ̅ εἰς τὸ π̅. οἱ γὰρ Δωριεῖς, φησί, τοὺς ἐπο-
νειδίστους φόνους λέγουσιν οἱονεὶ ἄξια φόνου δεδρακότας καὶ μετὰ προ-
θέσεως δὲ <καταφόνας> φασί. καὶ οὕτω μὲν <Ἡρακλείδης>. <Aldi
Horti Adon.> f. 205b (<Exc. Darmst. Et. Gud.> 661, 51): πόθεν
τὸ πιφαύσκω; ἐκ τοῦ φῶ τὸ λέγω. καὶ κατὰ παραγωγὴν Δωρικὴν
γίνεται φάζω ὡς βῶ βάζω, καὶ Αἰολικῶς κατὰ πλεονασμὸν τοῦ υ̅ φαύζω·
οἱ γὰρ Αἰολεῖς εἰώθασι τῷ α̅ προστιθέναι τὸ υ̅, ὡς ἀτάρ αὐτάρ. καὶ
Σικελικῶς διαλύσει τοῦ ζ̅ εἰς σ̅ καὶ κ̅ γέγονε φαύσκω καὶ κατὰ ἀνα-
διπλασιασμὸν Ἰωνικὸν γίνεται πιφαύσκω· οἱ γὰρ Ἴωνες τὰ ἀπὸ συμφώνου
ἀρχόμενα ῥήματα ἀναδιπλασιάζουσιν οἷον λελάχωσι, κεκάμωσι, δεδέξεται.
28
<Eust.> p, 1064, 2: ὡς γάρ φησιν <Ἡρακλείδης>, καθὰ τελῶ
τελίσκω Ἰακῶς καὶ θορῶ θορίσκω καὶ μολῶ μολίσκω, ἐξ ὧν τὸ
<θρώσκω>, ἔτι δὲ καὶ τὸ <βλώσκω>, οὕτω καὶ ἐκ τοῦ νοῶ γίνεται
νοΐσκω καὶ κατὰ συναίρεσιν νώσκω καὶ προσθέσει τοῦ γ̅ Αἰολικῶς
γνώσκω, ἐπεὶ καὶ τὸ νοῶ γνοῶ φασιν οἱ Αἰολεῖς, ἔνθεν ἡ στέρησις
<ἀγνοῶ>· ἐκ δὲ τοῦ γνώσκω πάντως κατὰ ἀναδιπλασιασμὸν τὸ <γιγνώσκω>.
λέγει δὲ ὁ αὐτὸς καὶ ὡς οἱ Ἠπειρῶται προστιθέασι καὶ αὐτοὶ τὸ γ̅ ταῖς
λέξεσιν τὸν δοῦπον <γδοῦπον> λέγοντες, ὅθεν ”ἐρίγδουπος πόσις Ἥρης”,
καὶ ἀπὸ τοῦ νέφος 〈νόφος〉 καὶ <γνόφος>. λέγει δὲ καὶ ἐν τῇ γνώμῃ
πλεονάζειν τὸ γ̅, ὡς ἀπὸ τοῦ νοῶ νοήσω 〈νοήμη〉 νώμη καὶ <γνώμη>.
οὕτω δέ πως καὶ ὁ παρὰ τῷ κωμικῷ <γλάμων> πλεονασμὸν ἔχει τοῦ
γ̅· λήμη γὰρ καὶ ἐκεῖθεν λήμων ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ πλεο-
νασμῷ τοῦ γ̅ καὶ συστολῇ γλάμων. <Eust.> p. 1722, 35: τὸ γίνωσκον
ἡμαρτῆσθαι δοκεῖ μὴ γραφόμενον γίγνωσκον ἐν δυσὶ γ̅, ὡς <Ἡρακλείδης>
βούλεται. λέγει γὰρ ἐκεῖνος ὅτι, ὥσπερ τελῶ τελίσκω Ἰωνικῶς διὰ τοῦ
κ̅ παραληγομένου τῷ σ̅ καὶ τῷ ι̅, ὁμοίως καὶ θορῶ θορίσκω καὶ μολῶ
μολίσκω, οὕτω καὶ νοῶ νοΐσκω· ἐκ τούτων δὲ κατὰ κρᾶσιν θρώσκω
βλώσκω νώσκω καὶ Αἰολικῶς γνώσκω· Αἰολεῖς γάρ, φησί, τὸ νοῶ γνοῶ
(γνῶ vulgo) φασιν, ὅθεν καὶ τὸ ἀμφιγνοεῖν [ἤγουν διχονοεῖν] καὶ ἡ
ξύγγνοια καὶ τὸ ἀγνοεῖν καὶ ἡ ἄγνοια. ἐφ' οἷς παραδοὺς ὁ <Ἡρακλείδης>
ὡς προστιθέασι τὸ γ̅ ταῖς λέξεσι καὶ οἱ Ἠπειρῶται τὸν δοῦπον γδοῦπον
λέγοντες, ὅθεν καὶ „ἐρίγδουπος πόσις Ἥρης“ [ἔνθα μνηστέον καὶ τοῦ
”ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη” (Λ 45)], προσθεὶς δ' εἰπεῖν
καὶ ὅτι ἀπὸ τοῦ νέφος νόφος καὶ γνόφος Αἰολικὸν ὁ ἄλλως δνόφος, καὶ
ὅτι καὶ τὸ ἐν Ἰλιάδι <γέντο> ἤγουν εἵλετο ἔξωθεν ἔχει τὸ γ̅ (cf. frg. 19),
καὶ ὡς ἡ γνώμη πλεονάζει καὶ αὐτὴ τῷ γ̅ γενομένη δηλαδὴ ἐκ τοῦ
νοῶ νοήσω 〈νοήμη〉 Δωρικῶς μὲν νώμη Αἰολικῶς δὲ γνώμη, διδάσκει
ὡς Ἴωνες, ὅταν ἀναδιπλῶσι ῥήματα, τὸ αὐτὸ ἀρκτικὸν ποιοῦνται πρώτης
καὶ δευτέρας συλλαβῆς, λαβέσθαι λελαβέσθαι, κάμω κεκάμω, πιθέσθαι
πεπιθέσθαι, δάσκω διδάσκω, τύσκω τιτύσκω, χωρὶς εἰ μὴ μέλλοι δύο
δασέα κείσεσθαι παράλληλα. τοίνυν, φησί, τοῦ νοΐσκω συνῃρημένου ὡς
εἴρηται εἰς τὸ νώσκω εἴη ἂν ἐπ' αὐτοῦ Ἰωνικὴ ἀναδίπλωσις νινώσκω
(νιννώσκω vulgo) διὰ τῶν δύο ν̅. τοῦ δὲ νώσκω Ἠπειρωτικὴ (rectius
Αἰολικὴ) γιγνώσκω διὰ τῶν δύο γ̅. ... ἔστι γὰρ κἀνταῦθα (duplex
γ in γίγνομαι), ὡς <Ἡρακλείδης> βούλεται, καθὰ μένω μέμνω κατὰ
〈ἀνα〉διπλασιασμὸν καὶ μεταθέσει τοῦ ε̅ εἰς ι̅ <μίμνω> κατὰ Ἴωνας,
οὕτω καὶ γένω γέγνω καὶ ἐξ αὐτοῦ γίγνω <γίγνομαι> καὶ τὰ ἀπ' αὐτῶν.
ἐν τούτοις δὲ περὶ ἀναδιπλώσεως ἀκριβολογούμενος <Ἡρακλείδης>
λέγει ὅτι, ὁπηνίκα μὲν συλλαβῆς ἀναδίπλωσις ᾖ, ὑστερεῖται τὸ ὁλόκληρον
…
The complete text is available when the reading interface loads.